Α>· Τὸ <α> περισπασθὲν δηλοῖ εἴθε, ὡς παρὰ Καλλιμάχῳ (P. Ox. 2079,33, fr. 1,33)· "ἆ πάντως ἵνα γῆρας". καὶ τὸ ὦ ἄρθρον, ὡς παρ' Ὁμήρῳ· ἆ δειλοί (υ 351). καὶ ψιλούμενον στέρησιν, ὡς ὅταν λέγωμεν ἄνανδρον. καὶ τὸ μέγα, ὡς τὸ "ἀχανὲς πέλαγος". καὶ τὸ πολύ, ὡς "ἐν ἀξύλῳ ὕλῃ" (Λ 155) καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελ- φός. ὁμόδελφον γὰρ σημαίνομεν. δελφὺς δέ ἐστι ἡ μήτρα. καὶ τὸ κακόν, ὡς τὸ ἀμήχανε, ἀντὶ τοῦ κακομήχανε. δασυνόμενον δὲ σημαίνει ἅτινα καὶ ὅσα. καὶ ἄρθρον ὑποτακτικὸν οὐδετέρου γένους πληθυντικοῦ ἀριθμοῦ πτώσεως εὐθείας. <α α>· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἐπιφώνημα. δα- συνθὲν δὲ γέλωτα δηλοῖ. [<Α>· φωνῆεν. ἢ ἅτινα, ἢ ἅπερ, ἢ ὅσα. καὶ ἄρθρον ὑποτακτικὸν οὐδε- τέρου γένους πληθυντικοῦ ἀριθμοῦ πτώσεως εὐθείας. καὶ ψιλού- μενον στέρησιν δηλοῖ, ὡς ὅταν λέγωμεν ἄνανδρον.] <ἄ ἄ>· *σχετλιαστικὸν ἐπιφώνημα v ἢ σύστημα ὕδατος n <ἀάατον>· τὸ ἀβλαβὲς καὶ εὐχερές (Ξ 271), ἢ ἄνευ ἄτης (φ 91), *ἢ ἀπλήρωτον (vg) *<ἀάβακτοι>· ἀβλαβεῖς (vg) d Mosq. <ἀαγές>· *ἄθραυστον, ἰσχυρόν vg πάνυ <σκληρόν> Mosq. (λ 575) *†<ἀαδέη>· ὑεία κόπρος vg <ἀαδές>· ἀηδές Mosq. (v) *<ἀαδεῖν>· ὀχλεῖν, vg λυπεῖσθαι, ἀδικεῖν· [ἀπορεῖν, vg ἀσιτεῖν v <ἄδδα>· ἔνδεια Λάκωνες. οὕτως Ἀριστοφάνης ἐν γλώσσαις (fr. 33) †<ἄαδαν>· ἐλύπησαν (κ 68) (n) [<ἀάθης>· ἥμαρτες vn ἐβλάβης] (v) *<ἀάθεκτον>· ἄφθαρτον np ἀβλαβές <ἄα>· σύστημα ὕδατος n *<ἄακτον>· ἄθραυστον np ὑγιές *<ἀάλιον>· ἄτακτον v <ἀανές>· οὐ τελεσθησόμενον *<ἀανής>· χρήσιμος np †<ἀαναίμα>· πολλαχῇ χάρις Mosq. <ἀάνθα>· εἶδος ἐνωτίου παρὰ Ἀλκμᾶνι (fr. 120) ὡς Ἀριστοφάνης (fr. 91) *<ἀάπτους>· ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι vgn ἢ ἀπτοήτους <ἄας>· ἐς αὔριον Βοιωτοί. οἱ δὲ εἰς τρίτην. <ἀάσαι>· πολλαχῶς καὶ ἄγαν βλάψαι. <ἀασάμην>· ἐβλάβην vgn <ἄτῃ> περιέπεσον (Ι 116 ..) *<ἀάσατο>· ἐβλάβη (Ι 537 ..) n *<ἀάσθης>· ἐβλάβης (d) *<ἀασίφρονι>· βλαψίφρονι, [φρενοβλαβεῖ. n (p) ἀάσαι γὰρ τὸ βλάψαι (φ 302) <ἀάσατο>· ἔβλαψεν *<ἀασιφόρος>· βλάβην φέρων vn <ἀάσκει>· βλάπτει np φθείρει p <ἀαστόν>· ἀναμάρτητον, [ἀβλαβές d <ἀάστονα>· ἀνεύφραντον n <ἀάσχετον>· ἀκατάσχετον, ἀνυπομόνητον (Ε 892) <ἀᾶται>· ἄγαν βλάπτει (Τ 91 ..) gn <ἄατε>· ἀπλήρωτε <ἀάτοις>· βλάπτουσιν [<ἄατον>· ἐπιβλαβές, ἢ ἄνευ ἄτης n ἢ ἀπλήρωτον (n)] <ἄατος>· χαλεπός, δυσχερής· *ἀκόρεστος Pn, ἀχόρταστος <ἀατύλον>· ἀβλαβές <ἄβ>· ὁ Γορπιαῖος μήν †<ἄβα>· τροχός, ἢ [βοή p [<ἀβακίμων>· ἄλαλος] *<ἀβακῆσαι>· ἀγνοῆσαι ἁμαρτάνειν gn <ἄβαγνα>· ῥόδα n Μακεδόνες <ἀβακρόν>· λεπτόν n <ἀβάθων>· διδάσκαλος np Κύπριοι <ἄβαθμα>· τὰ στρέμματα [<Ἄβαντες>· Εὐβοεῖς καὶ κολοσοί, νεκροί] <Ἄβαι>· περὶ τὴν Φωκίδα τόπος οὗ μαντεῖον Ἀπόλλωνος Ἀβαίου. Σοφοκλῆς (O. T. 900) *<ἀβάκην>· ἀφελῆ n, ἀσύνετον n(p), ἡσύχιον, [ἄπειρον, ἀδύνατον n(p), ἄκακον n *<ἀβακήμων>· ἄλαλος vg ἀσύνετος Σ <ἀβακής, ἄβαξ>· ἄφωνος σιωπηρός p καὶ ὄνομα ἀρχιτεκτονικόν, ὃ † σκύθαι λέγουσιν ἄνδρα καλεῖν *<ἀβάκησαν>· ἠγνόησαν (δ 249) (g)n [<ἄβακι>· ἀγελαίσωνες] *<ἀβάκτητον>· ἀνεπίφθονον n Σ *<ἄβακτον> καὶ <ἄβυκτον>· τὸ μὴ μακαριστόν n Σ <ἀβάκλινον>· λινοῦν ὕφασμα p περιχειρίδιον †<Ἀβάκω ἄγκινοι>· Σικελῶν μοῖρά τις οὕτω καλουμένη <ἆ βάλε>· ὄφελον, εἴθε g [ἢ ἀχρεῖον] <ἀβλάβεια>· συγγραφή, np ὁμολογία p <ἀβαλῆ>· ἀχρεῖον Λάκωνες, οἱ δὲ νωθρόν (p) <ἄβαλις>· μοχθηρὰ ἐλαία <ἀβάντασιν>· ἀναβᾶσιν (p) <Ἄβαντα>· πόλις πλησίον Παρνασοῦ, ἔνθα ἱερὸν Ἀπόλλωνος <Ἄβαντες>· Εὐβοεῖς (Β 542) καὶ κολοσσοί, [νεκροί p [<ἄβατος>· ἀσύνετος] *<ἄβαπτος>· ἀστόμωτος (vg) Σ <ἀβάπτιστον>· τρυπάνου εἶδος ἰατρικοῦ d †<ἀβαρλεῖται>· ταράσσεται, κροτεῖ [<ἀβαρβαλαῖαι>· νύμφαι] <Ἀβαρβαρέη>· ὄνομα νύμφης <ναΐδος> n πολλὰ δὲ εἴδη νυμφῶν (Ζ 22) [<ἀβαρής>· ἀσύνετος] <ἄβαρις>· ὁ ἠπειρώτης καὶ μὴ ἔχων βᾶριν <ἁβαριστάν>· γυναικιζομένην, καθαιρομένην καταμηνίοις. Κύπριοι <ἀβαρκνᾷ>· κομᾷ † τὲ Μακεδόνες <ἄβαρκνα>· λιμός <Ἀβαρνεύς>· Φωκαέων φυλή <ἀβάρνου>· στένε, οἴμωζε (p) βόα <Ἄβαρνος>· πόλις Φωκαέων <ἀβαρταί>· πτηναί. Κύπριοι <ἄβαρτος>· ἄπληστος, οἱ δὲ ἄμαργος <ἀβαρτία>· ἀπληστία <ἀβαρύ>· ὀρίγανον Μακεδόνες <ἀβάς>· εὐήθης. καὶ ἱερὰ νόσος παρὰ Ταραντίνοις <ἀβᾶσαι>· ἀριστῆσαι, καὶ ἐγερθῆναι <ἀβαστάκτως>· δυσβαστάκτως *<ἀβασάνιστα>· ἀνεξέταστα (vg) <ἀβασάνιστος>· ἄτρωτος, μὴ κολαζόμενος, *ἀγύμναστος (vg) n <ἀβάσκαντα>· χωρὶς βλάβης *<ἄβατον>· ἀκίνητον, ἀπρόσιτον (Eur. Bacch. 10) vg [ἄβαστον p] †<ἄβατον>· ἀβίαστον *<ἄβατον>· ἀδιόδευτον d ἀπέραντον (Lev. 16,22?) P <ἀβδέλυκτα>· ἀμίαντα (Aesch. fr. 137) *†<ἄβδελλον>· ταπεινόν vgPpw <ἄβδηλα>· ἄβατα <ἄβδης>· μάστιξ παρ' Ἱππώνακτι (fr. 98) <Ἀβδιού>· ἑρμηνεύεται δοῦλος ἐξομολογητός <Ἀβδηρίτης>· βορέας <ἄνεμος> nw [<ἄβελλον>· ταπεινόν w] *<ἀβέβηλον>· καθαρόν vg (Pn) <ἄβεις>· ἔχεις <ἀβέλλει>· στέφει (p) w <ἀβελιακόν>· ἡλιακόν (p) Παμφύλιοι <ἀβέλιον>· ἥλιον (p) †Κρῆτες *<ἀβελτερία>· ἀφροσύνη Pn, ἄνοια vgPn <ἄβελ>· πένθος *<ἀβέλτερος>· ἀνόητος q. vgn, μωρός q. Σ, ὁ τὸ βέλτιον μὴ γινώ- σκων q, ἠλίθιος [<ἀβέρβηλον>· πολύ, ἐπαχθές, μέγα, βαρύ, ἀχάριστον, μάταιον] <ἀβηδόνα>· ἀηδόνα (p) <ἀβέσσει>· ἐπιποθεῖ (p) θορυβεῖ <ἀβήρ>· οἴκημα στοὰς ἔχον, ταμεῖον Λάκωνες †<ἀβήρει>· ᾄδει †<ἀβηροῦσι>· ἄιδουσιν <ἀβής>· ἀναίσχυντος, ἀνόσιος, *ἀσύνετος, ἀνόητος gSPn <ἀβήσσει>· ἐπινοεῖ (p) <ἀβί>· ὑπό, Σκύθαις εἴρηται ... <ἄβια>· οὐ βιώσιμα p ἢ βίαν οὐκ ἔχοντα [οὐ βίαιοι, οὐκ ἄδικοι, καὶ ὄνομα ἔθνους] <ἀβίλλιον>· ἀνδρεῖον p <ἄβιε>· ἔβαλλον. Σκύθαι <ἄβιν>· ἐλάτην, οἱ δὲ πεύκη <Ἀβίλλιον>· οἶνον vgw (p) <ἀβιάτακα>· μνήμονα. Πέρσαι <Ἀβιλυκή>· στήλη ἐν Λιβύῃ <ἄβιοι>· μὴ ἔχοντες τόξα vgn ἀπόλεμοι np οὐ βίαιοι, οὐκ ἄδικοι, καὶ ὄνομα ἔθνους (Ν 6) <ἀβιόλη>· σπέρμα ἐμφερὲς ... <ἄβιος>· πλούσιος· ὡς Ἀντιφῶν ἐν Ἀληθείᾳ (fr. 43) <ἀβίυκτον>· ἐφ' οὗ οὐκ ἐγένετο βοὴ ἀπολλυμένου *<ἀβίωτον>· κακόν, ἀηδῆ, ὀδυνηρόν (Eur. Alc. 242) pd <ἀβλαβύνιον>· σειρὰ πλεκομένη παρ' Αἰγυπτίοις ἐκ βύβλων, κάθαρσιν ποιοῦσα <ἀβλαδέως>· ἡδέως <ἀβλάξ>· λαμπρῶς Κύπριοι <ἄβλαροι>· ξύλα <ἄβλας>· ἀσύνετος, ἀγνώμων <ἄβλαυτος>· ἀνυπόδητος (p) *<ἀβλεπτήματι>· ἁμαρτήματι vgn <ἀβλεμές>· ἀσθενές, [ἀβλεπές] φαῦλον <ἀβλεμής>· ἄτολμος p ἀτερπής, παρειμένος, οἱ δὲ κακός <ἀβλεπτῆ>· τὸν ἀβλεπτοῦντα [<ἀβληρά>· ἡνία] <ἀβλήδην>· ἐνδόσιμον <ἀβλής>· νεουργής, [μὴ βληθείς (b) <ἀβλῆτα>· καινόν vb [ἄτρωτα,] οὔπω ἄλλοτε βεβλημένον (Δ 117) (b) <ἀβλητῆρες>· μάρτυρες <ἄβλητος>· ἄτρωτος ἐκ βέλους (Δ 540) p <ἀβλήχμων>· ἀμβλύς *<ἀβληχρήν>· ἀσθενῆ (Ε 337) (v) ΡΣ (np) οἱ δὲ ἁπαλὸν ἐπὶ τοῦ θανάτου (λ 134) (n) *<ἀβληχρός>· ἀμβλύς, καὶ ἀμαυρός n <ἀβλίμαστον>· ἄψαυστον <ἀβλοπές>· ἀβλαβές Κρῆτες [<ἀλογεῖ>· σπεῖσον Μακεδόνες] †<ἀβλόη>· σπένδε Μακεδόνες [*<ἀβλωθρίδια>· ἀτέλεστα ἐκτρώματα n w] <ἀβοητί>· ῥᾳδίως †<ἀβοαί>· εὐχαί <ἄβολα>· κυβευτικοῦ βόλου ὄνομα <ἀβολῆσαι>· ἀπαντῆσαι <ἀβολήσειν>· συναντήσειν <ἀβολήτορες>· μάρτυρες, συνηλλαχότες (Antim. fr. 76 W.) <ἀβολητύς>· ἔντευξις Σ (Antim.? fr. 161 W.) <ἀβοληταί>· ἀνυπάντητοι, ἰσχυρῶς ... <ἀβολλεῖς>· περιβολαί ὑπὸ Σικελῶν <ἄβολος>· νέος, οὐδέπω ῥίψας ὀδόντα ... τὸν δὲ αὐτὸν καὶ κα- τηρτυκότα ἔλεγον †<ἀβόος>· ἔξω Ταραντίνοις ... †<ἄβολον>· ὄνομα στοιχείου †<ἄβοστοι>· οἱ αἴτησιν ὑπὸ Λακώνων <ἄβοτοι>· αἱ μὴ κατανενεμημέναι βοτάναι ἢ οὐ φέρουσαι καρπόν <ἀβούτης>· ἀκτήμων <ἀβούλητα>· ἀκούσια q *<ἀβούλητον>· ἀθέλητον ΡΣ <ἀβουλία>· μωρία (Eur. Med. 882.) *<ἀβουλότατα>· ἀπροαίρετα (Hdt. 7,9 β1)w *<ἀβούλως>· ἀφρόνως vgn, ἀμαθῶς (Eur. Rhes. 761) vg *†<ἀβουσκολεῖ>· θορυβεῖ Σ †<ἄβουτον>· τὴν οὐλίαν Ἀργεῖοι <ἄβρα>· δούλη, παλλακή (Men. fr. 520) *<ἁβρά>· τρυφερά, μαλακά (Eur. Phoen. 1486) q (Σ?) <ἁβρὰ βαίνων>· τρυφερόβιος (Eur. Tro. 821) *<ἄβραι>· νέαι δοῦλαι (Gen. 24,61) vgP <ἁβραί>· τρυφεραί *<Ἀβραμιαῖος>· εἶδος ἔχων Ἀβραάμ, [γιγαντιαῖος vg <ἀβραμίας>· ὄνομα βόλου κυβευτικοῦ <ἀβράνας>· Κελτοὶ τοὺς κερκοπιθήκους <ἀβρανίδας>· κροκωτούς Λάκωνες *<α βράχεν>· ἤχησεν (φ 48) w <ἀβρεμής>· ἀβλεπής Κύπριοι καὶ <Θεττ>αλοί *<ἁβρίζεσθαι>· [ἁβράβεσθαι] καλλωπίζεσθαι vgPn *†<ἀβριβέστερον>· ἀληθέστερον n <ἄβρικτον>· *δύσκοφον gSn, ἄγρυπνον <ἀβρινά>· κεκαθαρμένα p <ἀβρίξ>· ἐγρηγόρως p <ἀβριστήν>· μάστιγα (p) [<ἁβριάχεται>· κοσμεῖται, θρύπτεται] *<ἁβροδίαιτος>· τρυφερὸς τὸν βίον (vgPn) περὶ τὴν δίαιταν δαψιλής <ἁβρόκαρπον>· ἁβρότονον *<ἁβροκόμας>· ὁ τὴν κόμην φαιδρὰν ἔχων vgnpw <ἀβρομία>· σκοτεία (w) <ἁβρομίτρας>· λαμπροζώνους <Ἀβράμ>· περάτης ἢ πατὴρ μετέωρος, Ἀβραὰμ δὲ πατὴρ πολλῶν ἐθνῶν <ἄβρομοι>· χωρὶς βρόμου, *ἢ ἄνευ θορύβου (Ν 41) gn <ἄβρομον>· ὀρίγανον, καὶ σιγηρόν, ἄψοφον *<ἁβρόν>· τρυφερόν (Eur. Bacch. 493 ..) (vgPn) *<ἁβροσύνη>· φαιδρότης, τρυφή (Eur. Or. 349) g(P) *<ἀβρόταξις>· ἁμαρτία gn <ἀβροτάξωμεν>· ἁμάρτωμεν, [ἀμφωδήσωμεν] ὅπερ ἡμεῖς λέγομεν διαμφοδήσωμεν, ἀπὸ τοῦ ἀποτυχεῖν τὸν βροτὸν τοῦ βροτοῦ κατὰ τὴν συνάντησιν (Κ 65) *<ἀβροτήμων>· ἁμαρτωλός g <ἀβροτῆσαι>· νυκτὸς ἀπαντῆσαι <ἀβρότη>· ἀμβρότη, θεία (Ξ 78) *<ἁβρότητι>· τρυφερότητι vgn ἁπαλότητι vg <ἀβροτίνη>· ἁμαρτωλή <ἄβροτον>· ἀπάνθρωπον (Aesch. Prom. 2) <ἁβρότονον>· πόα τις <ἀβροῦτες>· ὀφρῦς p Μακεδόνες <ἄβρυνα>· συκάμινα *<ἁβρύνεται>· κοσμεῖται n <θρύπτεται> q. vgn <ἁβρυνόμενοι>· σεμνυνόμενοι, λαμπρυνόμενοι [<ἀβρυτοί>· ἐχίνων θαλασσίων εἶδος]
: KATORÚCAI. KAÛSAI, A)PÒ TOÛ QÁLPESQAI (Eur. Alc. 729 ..) <θάψινον>· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg. 210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ <ῥίζα θαψία> καλουμένη *<θεά>· ὦ Μοῦσα (Α 1) n *<θέα>· σκόπει (ASvgn) θεώρει, [ὅρα n *<θεάμονας>· θεατάς ASvgn <θέαν>· *ὄψιν. θεωρίαν (Eur. Hipp. 825) n. ὄμματα <θεαγγελεῖς>· οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες <θεαγής>· ὅσιος, [θεοσεβής r <θέαγον>· τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι <θέαμα>· θεώρημα (Eur. Med. 1167 ..) <θεανὴ νόσος>· ἡ ἐκ θεοῦ, θεία. Σοφοκλῆς Τυροῖ α# [ῥοιτοῦ] (fr. 589) <θεανῶσται>· οἱ ξυστῆρες ὑπὸ Θετταλῶν <θέα παρ' αἰγείρῳ>· τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν. εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ εὐώνου ὁ τόπος ἐπωλεῖτο (Cratin. fr. 339) <θεατόν>· τὸ ἐκλεκτόν. [ὁρατόν (n), καὶ θεωρητόν <θέατρον>· θέαμα (1. Cor. 4,9). ἢ σύνταγμα *<θέει>· τρέχει (Ν 141) ASv *<θεείου>· θείου (Θ 135) ASn *<θέειν>· τρέχειν, δραμεῖν (Β 183) Avgs <θέεν>· ἔτρεχεν (Ζ 118) *<θεηγόρων>· θείων. ἢ ἐκ θεοῦ †λαμβάνων AS(v) gp <θεήλατον>· ὑπὸ θεοῦ πεπληγμένον, ἢ *[πεμφθέν (Eur. Or. 2 ..) ASvg *<θέῃσι>· τρέχῃ (Χ 23) AS *<θειαζόντων>· μαινομένων ASvg *<θίασος>· χορός v <θειασμοῦ>· [εὐωχίας] ἐνθουσιασμοῦ <θειασμῷ>· [εὐωχίαις] μαντείαις (Thuc. 7, 50,4) *[<θειασῶται>· χορευταί] ASv [<θεῖα>· ἴγδια. καὶ θεοῖς ἐοικότα. Κύπριοι] *<θέειν δρομαῖς>· ....AS <θείης>· ποιήσεις (Ω 661) <θειητόν>· θαυμαστόν (Hes. Theog. 31) r <θειλόπεδα>· ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ ἀπὸ τοῦ <θέρεσθαι> ἐν τῷ ἡλίῳ καὶ τῷ <πέδῳ> (η 123) r †<θεῖνιν>· δραμεῖν ἢ ὁ αἰγιαλός *<θειμωνειαί>· οἱ σωροὶ τῶν δραγμάτων AS *<θεῖναι>· ποιῆσαι (Δ 26) r. n *<θείναν>· βρῶσιν, ἀνάλωμα (Sap. 12,5) AS <θείνει>· [ποιεῖ. τρέχει]. κτείνει. *[παίει (σ 63) s *<θεῖνες>· οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου ASvgn *<θεινομένην>· τυπτομένην (Α 588) ASn *<θεινῶν>· αἰγιαλῶν A *<θείομεν>· ποιήσωμεν (Ψ 486) ASn *<θεῖον ἄπυρον>· θεάφιον (Avn) ἄκαυστον <θεῖός μοι>· ἐκ θεοῦ μοι (Β 56) <θεῖος νόος μευ>· ἐκ θεοῦ μοι νοῦς <θεῖος ὄνειρος>· θεόπεμπτος (Β 22) <θεῖον δύσονται ἀγῶνα>· τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν τὰ ἱερά (Η 298) <θειοῦται>· θείῳ καθαίρει (ψ 50) <θεῖον>· τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμά- ζεσθαι (Δ 192). καὶ τὸ θεάφιον <θείου πλῆτο>· τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ κεραυνὸς θείου (μ 417) †<θεῖται>· ᾄδεται. †κομίζει [<θειάσω>· καθάρω] <θειώσω>· καθαρῶ (χ 482) †<θέκλεον>· θαυμαστόν (Ψ 107) <θέλγει>· *ἀπατᾷ. θάλπει ASg, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν. μαλάσσει. κηλεῖ. τέρπει (Ω 343 ..) *<θέλγητρα>· εἰς ἡδονὴν ἄγοντα (Eur. Or. 211) ASvg <θέλγμα>· θαῦμα <Θελγῖνες>· οἱ Τελχῖνες. [γόητες s, πανοῦργοι, φαρμακευταί *<θελγόμενον>· ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾄσμασι ASv <θέλειν>· δύνασθαι (Φ 366?) <θελεμόν>· [οἰκτρόν.] ἥσυχον (Aesch. Suppl. 1028) (g) <θελεμῶς>· ἡσύχως [οἰκτρῶς] <θέλυμνον>· ὅλον ἐκ ῥιζῶν (Empedocl. frg. 21,6?) †<θελερόν>· θελεκτόν. †καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει *<θελητής>· προαιρετικός (Mich. 7,18) ASvg <θέλκαρ>· θέλγμα <θέλκτρον>· φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά τινος ἀνάγκης*<θελκτήριοι <λόγοι>·> θεραπευτικοί ASvgn, ἄγοντες εἰς ἀπά- την S (Eur. Hipp. 478) <θέλξας>· καταπραΰνας <Θελξινόη>· Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις <θέλω>· χρῄζω. βούλομαι. εὐδοκῶ <θέμα>· ἕξις. τόπος. στάσις. μνῆμα *<θεμάν>· ἄνεμος AS νότος ASvgn. ἢ ἀνατολή (Ezech. 21,2) <θεματίζει>· *ἀποτίθεται AS. κυβερνᾷ <θέμεθλα>· ἕδραι. βάθρα. θεμέλια Avg θέσεις. [ῥίζαι (Ξ 493) Avg <θέμειλα>· θεμέλιοι <θεμελιωθέντα>· ἐκ ῥιζῶν ἀρθέντα <θέμεναι>· καταβαλοῦσαι <θέμενος>· ἐνθείς. καταβαλών <θεμερή>· βεβαία. σεμνή. εὐσταθής <θεμερόν>· σεμνόν. ἀφ' οὗ καὶ τὸ σεμνύνεσθαι <θεμερύνεσθαι> <θεμερόφρονας>· συνετούς, σώφρονας <θεμερῶπις>· ἐρασμία <Ἁρμονίη> (Empedocl. fr. 122,2). *<θέμις>· δίκαιον ASvg. ἄξιον. πρέπον Svg. καὶ δίκη n, ἢ [προσή- κει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· S ᾗ θέμις ἐστί (Β 73). καὶ [νόμος n <θεμισσέτω>· μαστιγούτω, νομοθετείτω. Κρῆτες *<θέμισις>· δικαιοσύνη AS. παραμυθία <θέμιστα>· ἔννομα r, νόμιμα *<θέμιστας>· νόμους S. δίκας (Α 238) AS <θέμιστες>· μαντεῖα, χρησμοί (π 403). δίκαια. νόμοι (ι 112) <θεμιστεύει>· ἄρχει, κελεύει ἃ βούλεται, δικάζει (ι 114) <θεμιστευτόν>· νομοθετητόν <θεμιστεύοντα>· δικάζοντα (λ 569) *<Θέμιστι>· τῇ Δίκῃ (Ο 87) An <Θεμιστιάδες>· Νύμφαι (Pherecyd.) <θεμίστειον>· δίκαιον *<θεμιστός>· δίκαιος Ag [βασιλεὺς ὅσιος] †<θεμινήσασα>· πρακτική, ἀνυσίμη, ἀποτελεσίμη *<θεμιστισία>· ὁσία s <θεμιστοπόλοι>· ἄρχοντες. δίκαιοι (Hes. fr. 7?) <θεμιστόρων>· συνετῶν (r) <θέμηλα>· [θεμέλαι] ἕδραι, βάθρα, θεμέλια *<θέναρ>· τὸ κοῖλον τῆς χειρός (Ε 339), καὶ τοῦ ποδός ASvg <θεμούς>· διαθέσεις. παραινέσεις †<θεμῶν>· θελήμων <θέμωσεν>· ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν (ι 486) <θεναρίζει>· τύπτει [<θένει>· κόπτει, τύπτει] <θένιοι>· οἱ προσήκοντες <θεοβλάβειαν>· οὕτως Αἰσχίνης εἶπεν (3,133) *<θεοδέκτρια>· θεὸν δεδεγμένη AS <Θεοδαίσιος>· Διόνυσος <θεοδμήτων>· ὑπὸ θεοῦ ᾠκοδομημένων Avg δεδομημένων, [θεο- κτίστων AS (Θ 519) <θεοδόσια>· ὑπὸ θεοῦ δεδομένα <θεόθυτα>· ἱερόθυτα (Cratin. fr. 417) <Θεόδωρος>· Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους, ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου (Com. adesp. 310) *<θεοειδεστέρας>· θεῖον εἶδος ἢ ὁμοίωμα <ἐχούσης> ASvg <θεοειδής>· καλός, θεοῦ εἶδος ἔχων (Β 623) s <θεοείκελα>· θεῖα, θαυμαστά, *[θεοῖς ὅμοια (ASvg) *<θεόθεν>· ἐκ θεοῦ (π 447) r. ASvg †<θεοεπεῖς>· ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι <θεοὶ Μολοττικοί>· ἤτοι <ὅτι> διάφοροι οἱ κύνες οἱ Μολοττικοί· ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς <θεοίνια>· θυσία Διονύσου Ἀθήνησι. καὶ <θεὸς θέοινος> Διόνυσος <θεοὶ ξενικοί>· παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολ- λοφάνης ἐν Κρησί (fr. 7) <θεοῖο>· τοῦ θεοῦ (Α 28) <Θεοκήρυκες>· γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις *<θεοκλυτεῖται>· παρὰ θεοῦ ἀκούει AS *<θεοκλυτήσαντες>· θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι Agn <θεοκλυτοῦσαι>· θεὸν ἐπικαλούμεναι <θεοκόλος>· ἱέρεια *<θεοκυδῆ>· δόξαν θείαν ἔχουσαν AS *†<θεομητεῖ>· θεοφορεῖται, θεῖα φρονεῖ AS (vg) <θεόμορος>· σώφρων *<θέοντες>· τρέχοντες (Ψ 387) vgn <θεοξένια>· κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ... <θεόπαιστος>· ὑπὸ θεοῦ παιόμενος ps. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδι- δομένη [<θεοπίς>· ἀληθής. ἡδεῖα. ἀγαθή. ἰσχυρά] <θεοπλάγκτους>· δεισιδαίμονας <θεοπομπεῖν>· ἐνθουσιᾶν <θεοπρεπεῖς>· θεῷ ἁρμόζοντας (p) *<θεοπρόπιον>· μαντεῖον ἐκ θεοῦ (Α 85) r. ASvgn *<θεοπρόποι>· προφῆται, μάντεις ASn, ἐκ θεοῦ προλέγοντες *<θεοπτίαν>· θεοφάνειαν (r) gn *<θεοπτίας>· θείας θεωρίας Avg <θέορτος>· ὁ ὑπὸ θεοῦ παρορμώμενος *<θεόῤῥυτον>· ἐκ θεοῦ προϊόν, προχεόμενον (r) ASvgrv <θεός>· σημεῖον [ἢ ἀρχή] <θεόσδοτος>· ἐκ θεοῦ δεδομένος (Hes. op. 320) r <θεός, θεός>· ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφη- μιζομένοις <θεόσεπτον>· εἰς σεβασμόν ... *<θεοσέπτωρ>· θεοσεβής (Eur. Hipp. 1364) ASvgn †<θεοσκνεῖ>· θεοὺς τιμᾷ s *<θεοστυγεῖς>· μισούμενοι ὑπὸ θεοῦ (Rom. 1,30) A (Sn) *<θεοτερπέος>· θεοὺς τέρποντος ASn *<θεότευκτον>· θεοκατασκεύαστον r. Avgn *<θεουδέα>· θειώδη (Greg. Naz. c. 1, 1, 8, 60) g <θεουδής>· *δίκαιος s. εὐσεβής ns. εὐγνώμων. θεοῖς ἀρέσκων <θεόσσυτον>· θεοτίμητον <θεουδής>· θεῷ ἀρέσκων (ζ 121 ..) T <θεοῦ δόσεσι>· <ὑπὸ> θεοῦ δεδομένοις *<θέουσα>· τρέχουσα (Ζ 394 ..) (A) <θεουργική>· θεοὺς ποιοῦσα <ἀπαντᾶν> <θεοφάντορας>· [ὑπὸ θεοῦ πεφημισμένους] [θεολόγους (r) [<θεώμενα>· ἐκ θεοῦ μένοντα] <θεόφατα>· ἐκ θεοῦ σημαινόμενα (r) <θεόφατα>· λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφη- μισμένα <θεοφατίζει>· μαντεύεται. περιττολογεῖ <θεόφιν μήστωρ ἀτάλαντος>· θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι (Η 366) <θεόφιν>· [θεοῖς S. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· <πας- σαλόφιν, ζυγόφιν> <θεόφοβος>· θεοσεβής <θεοφραδία>· θεοῦ r γνώμη s, ἢ [φράσις r <θεοφραδίαις>· θεοῦ γνώμαις, λόγοις, φράσεσι *<θεόφρονος>· θείου (Greg. Naz. c. 2, 1, 17, 103) AS <θεοφροσύνη>· αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ [οὐ] μαντεῖαι (s) *†<θεπτάνων>· ἁπτόμενος (Eur. Bacch. 1318) AS *<θεραπαινίς>· δούλη r. AS (v) g <θέραπες>· ὁμιλητῆρες <θεραπευσία>· θεραπεία. ἱκετεία <θεραπευτής>· ἰατρός (Plat. rep. 1, 341 c ..) s <θεραπίς>· θεραπεύουσα <θεραπηΐας>· τὰς βωμολοχίας <θεράπναι>· αὐλῶνες. σταθμοί (Eur. Bacch. 1043) <θεραπαινίδες>· ἔριθοι (s) <Θεραπνατίδεια>· ἑορτὴ παρὰ Λάκωσι <θεράπνη>· θεραπαινίς, δούλη <θεράπνιον>· θεραπαινίδιον, δουλίδιον <θεράποντες Διός>· βασιλεῖς (λ 255) <θεράποντες>· οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν· *[δοῦλοί τε καὶ ὑπηρέται (Ε 48 ..) A <θέραψ>· θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος <θέρει>· πρωΐ. *[θερμαίνει PA <Θερελίμνιον>· τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς <θέρεσθαι>· θερμαίνεσθαι, καίεσθαι r, θάλπεσθαι, πρὸς ἥλιον χλιαίνεσθαι <θερέσιμον>· θεριστικόν <θερήγανον>· μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν τὰ θέρη <θέρηγνον>· τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀστα- χύων παρακομιδῇ γινόμενον *<θέρηται>· [θέρεται.] [καίηται (Ζ 331) n <θερίζει>· ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ *<θερίκλειον>· ποτήριον gns. κόνδυ <θερινή>· θέρος <θερίσας>· τὸ θέρος ἀγαγών <θέριστρον>· λεπτὸν ὕφασμα, *θερινὸν ἱμάτιον (Gen. 24,65) ASvg *<Θερσίτης>· ὄνομα κύριον (Β 212) ASn <θερσίχθων>· θερμαίνων γῆν, καίων <θέρμα>· πυρετός (Aristoph. frg. 690) s. ἄδεια. καὶ ἐκεχειρία <θερμαστρῆθεν>· ἐκ καμίνων [καὶ τὸ ἐπάνω ἐν τῇ κλίνῃ πάντων] [<θέρκταρ>· θέλγμα] <θερμάστραι>· κάμινοι (Callim. h. Del. 144) <θερμαστρίς>· σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα <θέρμει>· θερμαίνει <θέρμεσθαι>· θερμαίνεσθαι <θέρμης>· ὁ θέρους πνέων <θέρμον>· τὸ θέρος. Βυζάντιοι <θερμόπλα>· ἵππου νόσημα περὶ τοὺς πόδας *<θερόμενος>· θερμαινόμενος An <θέρονται>· καίονται. χλιαίνονται, θερμαίνονται <θέρος>· σῖτος. τοῦ θερίζειν ἡ ὥρα (λ 192) <θερσόμενος>· θερμανθησόμενος. ἀπὸ τοῦ <θέρω> ἐνεστῶτος (τ 507) †<θερουρότερος>· ὁ χλωρὸς σῖτος ἀμηθείς †*<θερτήρια>· ἑορτή τις AS [<θέσαι>· θησαυρίσαι] [<θεάσατο>· ἐνεδύσατο] <θέσθαι>· ὑποθέσθαι (Hyperid. fr. 198 Tur.). θησαυρίζεσθαι (ν 207) *<θέσθω>· εὐτρεπιζέσθω (Β 382) np <θέσκελα>· *θαυμαστά Avg. θεοείκελα. ἢ θεοκέλευστα. [θεῖα Avg. θαυμάσια (Γ 130) <θέσεις>· πράξεις. καὶ <θεῖναι> ποιῆσαι (Δ 26) *<θέσμιον>· δίκαιον (Eur. Troad. 267) ASvgn. r <θεσμοθέται>· ἄρχοντες. *[νομοθέται. νομοφύλακες ASn, οἱ τῶν νόμων ἐπιμεληταί *<θεσμόν>· θεῖον νόμον ASn. ἔθος, νόμον (ψ 296) n *<θεσμοῖς>· νόμοις (Sir. 28,19 v. l.) (r. gs) *<θεσμοποιεῖς>· νομοθετεῖς (Eur. Phoen. 1645) ASvg (n) <θεσμούς>· *νόμους g θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων *<θεσμοφόρια>· τὰ μυστήρια τῆς Δήμητρος An. ἢ ὄνομα ἑορτῆς ASgn *<θεσμοφόρος>· ὁ θεσμοὺς φέρων, ἤτοι νόμους AS (vg) <θέσπιν>· θείαν φωνήν (α 328) r <θεσπέσιον>· θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ <καὶ> θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις (Β 367) τῇ θεότητι λέγει, εἰ μὴ κατὰ συνεκδοχὴν ἀκούοιμεν <θεσπεσίῃ>, τῇ ἐκ θεῶν βουλήσει *<θεσπέσιος>· θεῖος. θαυμαστός r. ASvg (n) <θεσπεσίῃ>· μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει (Β 367) *<θεσπεσιώτερον>· ἀξιολογώτερον ASgn <θεσπιαοιδός>· ποιητής <θεσπέσιοι>· θεῖοι <θεσπιδαές>· θείως καιόμενον, ἢ δαιόμενον *<θεσπιδαὲς πῦρ>· τὸ θείως καιόμενον πῦρ (Μ 177 ..) ASn <θέσπιδες>· θυσίαι. θεοσέβειαι *<θεσπίζει>· μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ AS <θέσπιν>· θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν (α 328. Eur. Med. 425) <θεσπιόφημον>· ... παροιμίαν τινά ... <θεσπίσαι>· προστάξαι. μαντεύσασθαι *<θέσπισμα>· θεῖον δόγμα Avgn. νομοθεσία r. n <θεσπίσματα>· μαντεύματα. καὶ τὰ ὅμοια (Eur. Or. 1666 ..) <θέσπις>· ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα <θεσπιῳδός>· ἀληθὴς μάντις (Eur. Hec. 677) <Θέσπιος>· ποταμὸς n Βοιωτίας <Θεσπρωτοί>· ἔθνος περὶ Θεσσαλίαν <Θεσσαλαί>· αἱ Κῷαι παρὰ Φιλήτᾳ (fr. 16 K.) καὶ αἱ φαρμακίδες *<Θεσσαλὸν <νόμισμα>>· τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ ἀπάτης Σ †<θεσσαλώπας>· ἐναγισμός τις παρὰ Λάκωσι <θέσσαντο>· ἐξῄτησαν. [ἐκάθισαν.] ἱκέτευσαν. [ἐνεδύσαντο] <θέσσεσθαι>· αἰτεῖν. [καθῆσθαι.] ἱκετεύειν <θεσσόμενος>· δεόμενος. ζητούμενος. ἱκετεύων *<Θεστορίδης>· Θέστορος παῖς n ὁ Κάλχας (Α 69) r <θέσφατα>· θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι ἐκ μαντείας λεγόμεναι (Ε 64) <θέσφατον>· πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα. *ἀργόν. ἄπρακτον An. τὸ ἐκ θεοῦ μάντευμα. προφητεία (Θ 477) ASvg <θεσφατοῦται>· θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ <θετή>· ποιητὴ θυγάτηρ <θετήρ>· τολμητής. πράκτης <θέτης>· ὁ προθέμενός τι *<θετικῶς>· τὸ ὀφειλόμενον γενέσθαι AS <Θέτις>· ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται <Τηθύς> *<θετόν>· εἰσποιητόν, οὐ γνήσιον Avgn <Θετταλικὰ πτερά>· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θεσσαλικὰς χλαμύδας. <Πτέρυγες> δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι <Θετταλικὴ ἔνθεσις>· ἡ μεγάλη (Hermipp. fr. 41) <Θετταλικὸς δίφρος>· διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται (Eupol. fr. 58) <θετταλίς>· ὑπόδημα ποιόν. [Κρῆτες] (Lysipp. fr. 2 K.) <Θετταλὸν σόφισμα>· παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη καὶ μὴ εὐθυμαχούντων (Eur. Phoen. 1408) <θεῦ>· δεῦρο. τρέχε <θεύγεσθαι>· θέλγεσθαι. Κρῆτες <θευμορία>· ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπει- δὰν θύηται. θεοῦ μοῖρα <θευμοριαζέτω>· θεῷ γέρας ἀναφερέτω <Θευξένια>· Ἀπόλλωνος ἑορτή *<θεύσεσθαι>· δραμεῖσθαι AS. διώξεσθαι (Λ 701) *<θεύσεαι>· δραμεῖ (Ψ 623) (S) n <θευσόμεθα>· δραμούμεθα. φευξόμεθα. πλευσόμεθα <θεῦτιν>· †σκαράδιν. Ἱππῶναξ (fr. 115 Bgk.) *<θέων>· βαδίζων, [τρέχων (Ζ 54 ..) AS. r <θεώματα>· τὰ περικαθαρτήρια <θεῶν ἀγορά>· παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς <θεῶν ἐπὶ Καλλικολώνῃ>· τόπος ἐστὶ τῆς Τροίας ὑψηλός (Υ 53) <θεῶν ἐν γούνασι κεῖται>· παράκειται τῷ θεῷ, καὶ ἐν τῇ δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται (Ρ 514) <θεωρία>· ὄψις, [θέα r <θεωρίδες>· αἱ περὶ τὸν Διόνυσον Βάκχαι (trag.) <θεωρικὰ χρήματα>· τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο, καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ †μισθομένου τόπου <θεωρικὸν ἀργύριον>· τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον, θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο <θεωρικῶς>· ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι τὰς ἀπήνας <Θεώριος>· ὁ Ἀπόλλων r <Θεωρίς>· κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος <Σοφοκλέους> ἐρωμένη <θεωροί>· οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, δι' ἧς ἴασιν ἐπὶ τὰ ἱερά, <θεω- ρίδα>· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς <<θεωρικά>> *<θεωρούς>· θεωρητάς (2. Macc. 4,19) AS ἐπόπτας *<Θηβαῖοι>· ἔθνος <Βοιωτίας> ASn <Θήβανις>· ἄνεμος <Θηβάνας>· [θήρα] ἐκ τοῦ Πλακίου κόλπου πνέουσα <ζάλη> *<Θήβη>· πόλις Βοιωτίας (Δ 378 ..) r. n [καὶ κιβώτιον (Exod. 2,3 v. l.)] <θῆβος>· θαῦμα S# s <θηγάνει>· ὀξύνει (Aesch. Ag. 1535) <θηγάνεον>· ὀξύ, [ἠκονημένον r <θηγάνη>· ἀκόνη rp. λέγουσι δὲ καὶ [<θήγανον> <τὸ αὐτό> r <θήγειν>· ἀκονᾶν, ὀξύνειν (Eur. Or. 1036) (n) †<θήγεια>· θαυμαστά. ψευδῆ †<θηγή>· θήκη. [θέσις. τάξις S# s <θηγόν>· ... οἱ δὲ ὀξύ, ἀκονητόν *<θήγει>· ἀκονᾷ ASg, ὀξύνει (Ν 475) g <θηεῖσθαι>· θαυμάζειν p <θηεῖτο>· ἑώρα. ἐθαύμαζε (ε 75) *<θηεύμενοι>· θεωροῦντες (Hdt. 7, 146,3) n *<θηεῦντο>· ἐθαύμαζον (Η 444 ..) r. ASgn <θήῃ>· ποιήσῃ (ο 51 ..) <θήῃς>· ποιήσῃς (Ζ 432 v. l.) S# †<θήημος>· ἔθιμος †<θηήμων>· ἐθίμων <θηήσασθαι>· θεάσασθαι. θαυμάσαι <θηήσεται>· θαυμάσεται <θηητήρ>· θαυμαστής r. θεατήρ (φ 397) <θηητής>· [ἀπατεών.] θεωρός <θηητόν>· θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον <θηητός>· θαυμαστός r <θῆκαι>· οἱ ἀπόθετοι τόποι (Eur. Hec. 1147). *[ἢ σοροί AS (g) *<θήκατο>· ἐπέθηκεν (Κ 31) g s <θηκία>· τὰ ἐντάφια r. δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον. γλωσσοκομεῖον <θηκτόν>· ὀξύ, [ἠκονημένον (Eur. Med. 40) p <θηλαί>· τῶν μαστῶν τὰ ἄκρα [τῶν μαστῶν]. καὶ τῶν χειλῶν τὰ ἐκπτυσσόμενα <θηλαμίνου>· νεογνοῦ <θηλαμών>· τροφός r. ns <θήλαντο>· ἐθήλασαν s <θηλάστρια>· τροφός r. ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 94) <θήλεα>· ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν σπονδύλων τὰ κοῖλα *<θηλή>· μαστός r. ASvgn [<θηλητήρ>· κυνηγός] *<θῆλυ>· ἀσθενές (Eur. Med. 928). γυνή ASn <θηλυγενής>· ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ *<θηλυδρίας>· ὁ τεθηλυμμένος r. ASvgn <θηλυδριῶδες>· τὸ κατακεκλασμένον (Ar. Thesm. 131) *<θηλυμανεῖς>· πόρνοι (Ierem. 5,8) (AS) vg *[<θηλύματα>· μέλιτι βεβρεγμένα ἄλφιτα] AS <θηλύνει>· μαλάσσει <θῆλυς ἐέρση>· ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρε- πτική (ε 467) <θηλύτεραι>· αἱ γυναῖκες (Θ 520) <θηλυτεράων>· θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν (λ 386 ..) <θηλυφόνον>· τὸ ἀκόνιτον <θηλώ>· τροφός, τήθη <θῆμα>· θήκη. τάφος r. ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ (fr. 498) *<θημωνιαί>· οἱ σωροὶ τῶν δραγμάτων (A) S (vg) <θημωνιά>· ἀπόθεσις <θημών>· πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν (ε 368) <θημῶνες>· θημωνιαί S#n <θήν>· δή (Θ 448) n, ἤ που (Ρ 29) *†<θήνιον>· γάλα (Iob 15,7) Aps <θῆξαι>· ὀξῦναι, ἀκονῆσαι †<θῆξις>· ῥοπή. στιγμή. τάχος <θηπαλέος>· βωμολόχος <θήπει>· ψεύδεται <θηπητής>· ἀπατεών s <θηπόν>· καταθύμιον. [θαυμαστόν r <θήπω>· ἐπιθυμῶ. [θαυμάζω r. s <θήπων>· ἐξαπατῶν, κολακεύων (Hippon. fr. 14). θαυμάζων <θήρ>· θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν *<θήρα>· κυνηγία ASgn, ἄγρα AS *<θήραμα>· εὕρεμα ASvgn <ἄγρευμα> Avgn <θηρᾶν>· ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι <θῆρας>· τοὺς σατυρίσκους *<θήρατρον>· δέλεαρ. [ἄγκιστρον (Xen. Mem. 3, 11,7) ASvgn *<θηράτρων>· θηρατικῶν AS [<θήραυλος>· ἀγρός τις] <Θηραῖον πέπλον>· τὸ ποικίλον <ἱμάτιον> s οἱ Ἀττικοί· δοκεῖ δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι <θηρία>· τὰ ζῷα s. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι *<θηρητήρ>· κυνηγός (Λ 292) (r. n) *<θηρί>· λέοντι (Γ 449) n <Θηρίκλειος>· κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως <θηρίον>· πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται (Hippocr. loc. hom. 29 ..) <Θηρίτας>· ὁ Ἐνυάλιος παρὰ Λάκωσιν <θηριώδης>· ἀγριαινόμενος (Hippocr. Epid. 2, 1,3) <θηροειδεῖς>· ἐφαπτίδες ποικίλως διηνθισμέναι <θηροθῆραι>· θηρευταί s *<θηρολέξης>· ὁ τὰς λέξεις θηρώμενος r. ASvgp <θηρολέτης>· κυνηγός (Greg. Naz. c. 2,1, 87,7) S# <θηρός>· λέοντος (Κ 184) <θηροσύνας>· κυνηγίας <θηρότις>· θηρεύτρια <θηροφόνος>· θηροκτόνος ps. Ἄρτεμις *<θηρώμενοι>· θηρῶντες A, ἀγρεύοντες ASvgn <θής>· δοῦλος rs, μισθωτός p. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν ἐργαζόμενος παρὰ Ἀθηναίοις *<θὴρ ὥς>· ὡς θήρ (Eur. Hec. 1173) <θῆσαι>· θρέψαι, θηλάσαι <θησαίατο>· θαυμάσειαν (σ 191) <θησάμενοι>· αἰτησάμενοι. Κρῆτες *<θήσαντο>· ἐθαύμασαν (Ο 682 ..) AS <θήσασθαι>· θεάσασθαι. θηλάσαι. *[εὐωχηθῆναι. μεθυσθῆναι AS <θησάσθω>· κοιμηθήτω *<θῆσσαν> <<τράπεζαν>·> δουλικὴν <τροφήν> (Eur. Alc. 2) AS <θήσατο>· ἐθήλασεν (Ω 58) <θησαυρίσασαν>· συνάξασαν <θησαυρός>· εἰς ἀγαλμάτων καὶ χρημάτων [ἢ] ἱερῶν ἀπόθεσιν οἶκος <θήσει>· ὑποθήσεται. ποιήσει (λ 101) <Θησεῖα>· ἑορτὴ Ἀθήνησι <Θήσειον>· νεὼς Θησέως, ἐφ' ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον. δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθη- ναίοις <θήσεται>· ποιήσεται <θήσω>· [ἥσω.] αἰτήσω. Βοιωτοί <θησόμενοι>· αἰτησόμενοι *<θήσω>· ποιήσω (Eur. Hec. 869) A †<θηταλά>· θαυμαστά, ψεύδεσιν ὅμοια *<θητεῖαι>· μισθώσεις A, <ἐπὶ> μισθῷ δουλεῖαι (Σa) *<θητεύει>· δουλεύει μισθῷ (Eur. Alc. 6) (A) Sn <θητικόν>· τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις <θητόν>· βωμόν (s) *<θῆτας>· μισθωτούς r [<θίασε>· χόρευσε] <θιαγόνες>· ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς [<θιάκχα>· ἄνθη ἐν Συκιῶνι] [<θιάλλαι>· θῆμνες] <θιάρατος>· εὐκτός †*<θιάσαι>· χορεῦσαι ASn <θιασεῦσαι>· σπεῖσαι. προσενέγκαι <θίασον>· εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ τὸ ἐρανικόν <θίασος>· *χοροῦ σύστασις ASn, ἢ σύλλογος Ap. καὶ τὸ ψιλὸν πλῆθος· ἔσθ' ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν (Eur. Bacch. 56 ..) <θιασῶνες>· οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι *<θιασῶται>· χορευταί (r). AS(g) n <Θίβεις>· γόητές τινες *<θίβις>· πλεκτόν τι AS κιβωτοειδές S, ὡς γλωσσοκομεῖον (Exod. 2,3 ..) Ss <θίβωνος>· κιβωτοῦ. Κύπριοι <θιβρήν>· φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ θρασεῖαν (Euphor. fr. 93 Scheidw.) καὶ παρὰ μὲν Νικάνδρῳ τὴν ἔμπυρον, καὶ καυστικήν (Ther. 35). [τινὲς δὲ χαλεπήν (s) <θιβρόν>· τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν *<θιγεῖν>· ψαῦσαι p. ἅψασθαι n, ἅπτεσθαι (Eur. Alc. 1117) ASvg <θιγμάτων>· μιασμάτων [<θίγωνος>· κιβωτοῦ] <θίημι>· ποιῶ, <φιλῶ> s <θιδρακίνη>· θίδραξ καὶ *θρίδαξ AS <θήϊον>· θεῖον τὸ ὀρυκτόν. Κρῆτες <θιῆσαι>· ποιῆσαι. φιλῆσαι <θίκελιν>· τὴν γογγυλίδα. Λάκωνες <θίλα>· ὁ θημών *[<θιμῶνες>· θιμωνίαι] AS <θίν>· ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖν' ἁλὸς (Α 316 ..) πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ <θίν>, καὶ ὁ σωρός· πολὺς δ' ἀμφ' ὀστεόφιν θίς (μ 45) καὶ ἄμμος *<θῖνες>· ψάμμοι. ὑψηλοὶ τόποι. [καὶ αἱ τῶν καρπῶν συγκομιδαί (AS) *<θινί>· αἰγιαλῷ (Δ 248) gn *<θινομένη>· τυπτομένη (Α 588) ASn *<θινῶν>· αἰγιαλῶν. ἢ σωρῶν A πυρῶν (Gen. 49,26. Iob 15,7) *<θίξεσθαι>· ἅψεσθαι ASs <θίξις>· ἔφαψις <θιός>· θεός. Κρῆτες <θιπόβρωτος> [κακῶς δίχα τοῦ <ρ> λέγεται] καὶ <θριπόβρωτος>· ὁ ὑπὸ σητῶν βεβρωμένος <θίς>· ὄχθος. [βουνὸς ἀμμώδης (S). [αἰγιαλός Snp. θάλασσα s. σωρὸς p κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων σωρός <θιγάνα> χῶμα σωροειδές <θισπῶσαι>· εἰκάσαι *<θλαδίας>· εὐνοῦχος (Deut. 23,2). Anp [καὶ οἱ τῆς ψάμμου σωροί g (n)] <θλάσας>· κλάσας, συνθλάσας <θλάσπις>· πόα ἣν ἔνιοι σαύριον <θλίβει>· ὠθεῖ, *[πιέζει r Σ *<θλίβεται>· πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ ὅτε τις ὀλιγωρεῖ AS πιέζεται <θλιβίας>· θλαδίας. σπάδων <θλῖψις>· στένωσις. λύπη (Prov. 1,27 ..) *<>θνάναι>· ἀποθανεῖν Avg <θνησίδια>· νεκριμαῖα (p) <θνήσκοντας>· ἀποθνήσκοντας (Α 56) <θοάζει>· *τρέχει. μαίνεται (Eur. Troad. 307) AS. σκιρτᾷ. †κτεί- νει. σπεύδει. *[ταράττει Ans. κάθηται. [χορεύει A. ἀνύει. ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται (Eur. Bacch. 65) <Θόαξος>· Ἀπόλλων ... <τῆς Λακωνικῆς> *<θοας>· ὀξείας. [ταχείας [τῆς Λακωνικῆς] ὁρμάς ASvgn. ἢ ἡγε- μὼν Αἰτωλίας (Δ 527) A [ἢ <ἐπὶ νῆας>, ἢ τὰς ταχείας ναῦς (Α 12 ..)] *<θοή>· ταχεῖα ASvg. ἡ νὺξ μέλαινα S. δεινή. [ὀξεῖα ns. ἰσχυρά <θοὴν διὰ νύκτα>· θείαν. ταχεῖαν. ὀξεῖαν (Κ 394) <θοὴν ἀλεγύνετε δαῖτα>· τὴν ἀγαθήν (θ 38) *<θοηρός>· τεταραγμένος [ἐστίν] AS <θοῇσι>· ταχείαις· νηυσὶ θοῇσιν (Ι 435 ..) ὅταν δὲ εἴπῃ· νυκτὶ θοῇ (Μ 463 ..) ταῖς †τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ θοὸς ὀξύνεται <θοία>· ζεῦγος ἡμιόνων p *<θοἰμάτιον>· <τὸ> ἱμάτιον Avgps *<θοινᾶται>· εὐωχεῖται ASn *<θοινᾶσθαι>· εὐωχεῖσθαι (Eur. Alc. 542) n *<θοίνη>· εὐωχία vg, τροφή n, καὶ τρυφή vg. ἢ τράπεζα (Sap. 12,5) s (AS) *<θοινητήριον>· κατάβρωμα, τροφή (Eur. Rhes. 515) Anp <θολία>· πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον <θολερεῖν>· ταραχίζεσθαι <θολερόν>· *ταραχῶδες vg. ἀκάθαρτον, βορβορῶδες, *[τεταραγ- μένον vgAS <θολερῶς προβαίνεις>· μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλ' ἀστάτως καὶ τεταραγμένως προϊών (Com. ad. 865?) †<θολερόφρον>· μέγα ...... <θ' ὁλκάζει>· χαλιναγωγεῖ <θολόν>· τεταραγμένον <ὕδωρ> *<θολος>· στρογγυλοειδὴς οἶκος ASvg, δι' ὀστράκων †εἰλημμένος (A) S. ἢ τὸ τῆς σηπίας μέλαν S <θόλος>· κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται *<θολοῦσα>· σκοτοῦσα ASvgn <θολῶσαι>· πληρῶσαι. στεγάσαι. *[ταράξαι. σκοτίσαι (As) †<θονανία>· ὀξεῖα <θοόν>· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. *[ταχινόν ASvg [<θορᾶ>· κατεπήδησεν] <θόρανδε>· τὸ ἔξω Πάφιοι .. <Θοράτης>· Ἀπόλλων παρὰ Λάκωσιν *<θόρε>· ἐπήδησεν (Θ 320 ..) ASgn <θορεῖν>· πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι <θορηνεύς>· ὁ ξιφίας ἰχθύς <Θορικός>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ Θορίκου [Κύπριοι] <Θόρναξ>· ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ, ἀπό τε Θόρνακος <Θορνάκιος Ἀπόλλων> <θόρνυσθαι>· γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεν- νᾶν] <θόρισμα>· δέλεαρ ἰχθύσι <θορός>· βάτης, ἀφροδισιαστής. *ὀχεία, [ἡ ἔκκρισις τοῦ σπέρ- ματος ASvg <θοῤῥοῖο>· ὀχετοῦ <θόρυβος>· ζάλη, [ταραχή r *<θορών>· πηδήσας, ὁρμήσας n(p), δραμών <θοῦ>· θές. ἐπίστησον (Ps. 140,3?) <Θουκυδίδης>· ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον <θοὐλκότατον>· βαρύτατον <θουμός>· [λόγος, μῦθος] ἑστίασις <θουράς>· ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ †θουραι <θουραίην>· ἀνδρείαν. θρασεῖαν. ἰσχυράν <θουρήεντος>· λάγνου <θοῦριν>· βάτην <θουρήτιες>· αἱ τῶν ζῴων μίξεις <θούρητρα>· ὀχεῖα <θούριδες>· νύμφαι. Μοῦσαι. Μακεδόνες <θούριδος ἀλκῆς>· τῆς πολεμικῆς S. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι πηδῆσαι (Δ 234 ..), ἀφ' οὗ καὶ <θοῦρος> Ἄρης (Ε 507) <θουριομάντεις>· τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα (Ar. Nubb. 332) <θουριῶν>· ἐνεργῶν <θοῦρον>· *πηδητικόν vgAn, ὁρμητικόν An, πολεμικόν g (Ε 30 ..). θρασύ. μέγα. ἐῤῥωμένον (Eur. Rhes. 492) <θούσχοινοι, ἢ θοόσχοινοι>· ἁρπάγαι, ἀντλητῆρες [<θοωθείς>· πλασθείς] *<θοώκους>· συνέδρια (Greg. Naz. c. 2,1,1,153) gn <θοωθείς>· [πλησθείς. ἑστιαθείς]. παροξυνθείς. [εὐωχηθείς] <θοῶς>· σφοδρῶς. *[ταχέως (Γ 325 ..) ASns <Θόωσα>· μήτηρ Κύκλωπος (α 71) <θοῶσαι>· ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι <θοώτατος>· ταχύτατος, τάχιστος <θραίειν>· λοιδορεῖν. Λάκωνες <Θραικία>· Ἀφροδίτη †<θραννομένη>· προορῶσα [<θρανεύεται>· συντρίβεται S] <θρακτικόν>· πορευτόν †<θραμβόν>· καπυρόν <θράμις>· κριός <θρανίαι>· θρόμβοι <θρανίον>· δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ ὑπὸ τὴν δοκὸν †τι ... <θρανογράφους>· τοὺς εὐτελεῖς τοιχογράφους <θράνων>· δίφρων <θρανίτιδες κῶπαι>· αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς κατα- φράκτοις ναυσί <θρᾶξαι>· ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ (fr. 600) <θραξεῖται>· ταράξεται. πορεύσεται <θρασεῖαν>· ὀξεῖαν *[<θράσις] θραῦσις>· φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πο- λέμῳ ASvg <θράσκειν>· ἀναμιμνήσκειν †<θρασύτην>· τὸ ἀποδημοῦντα θρασύνεσθαι <θράσος>· δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη *<θρασυκάρδιος>· εὔτολμος ASvg, θρασύς (A), τολμηρός (Κ 41) Anps <θρασυμέμνονα>· θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον, τολμηρόν (Ε 639). <<θρασύστομον>·> ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον, ταραχώδη. ὑβριστήν *<θράττειν>· ἐνοχλεῖν Σ, [ταράττειν pΣ †<θράττης>· ὁ λίθος ὑπὸ Θρᾳκῶν *<θράττεύομαι>· συντρίβομαι A, συγκόπτομαι AS <θράττον>· ὕπερον. [κόλουρον] *<θραύει>· συντρίβει Avgs <θραῦλον>· κόλουρον. †ἄπυρον <θραῦρον>· †ῥαγανόν. θραυόμενον <θραύσει>· [θραύει] ἀμήσει. ἀπολεῖ (Num. 24,17) a) *<θραῦσις>· *ὀργή. πληγή (Num. 17,12) ASvgn b) <<θραύ- στης>·> σφῦρα ἡ τοὺς βώλους θραύουσα <θραῦσμα>· λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή (Nah. 2,10(11)). παῦσμα (A), παῦσις <θραχθείς>· ταραχθείς *<θρεκτικώτατος>· ὀξύτατος <ἐν δρόμῳ> A <θρέκτος>· δρόμος ταχινός s. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν <θρέειν>· θροεῖν <θρεομένη>· θρηνοῦσα (Eur. Med. 51) S <θρέμματα>· βοσκήματα, *πρόβατα gn. τέκνα ps <θρέξαντες>· ἐλαφρῶς ἐπελθόντες (Ν 409) <θρεόμενον>· ὀλοφυρόμενον *<θρέπτρα>· τροφεῖα p. τροφῶν ἀμοιβάς (Δ 478) AS <θρεπτῆρες>· τρέφοντες (r) <θρέπτειρα>· τροφός (Eur. Tro. 195) AS <θρεπτός>· τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν <θρεκτοῖσι νόμοις>· ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ. ἔνιοι δὲ <κρεκτοῖς> (fr. 425) †<θρέξατο>· ἐφυλάξατο. ἐσεβάσθη <θρεσκή>· ἁγνή. πάντα εὐλαβουμένη <θρεσκός>· περιττῶς δεισιδαίμων <θρέττε>· τὸ ἀνδρεῖον. ἢ θρασύ (Ar. Equ. 17) p <θρεφθῆναι>· τραφῆναι (Eur. Hec. 600) r. παγῆναι <θρέψαι>· πῆξαι (ι 246). καὶ τὸ σύνηθες. ἐκτρέφειν (Eur. Phoen. 804) *<θρηνεῖ>· πενθεῖ, ὀλολύζει A, ὀλοφύρεται (Eur. Hec. 675) *<θρῆνυν>· ὑποπόδιον (Ξ 240) ASgn <θρήικια>· ὑποδημάτων εἶδος ps Περσικῶν <θρῆνος>· γόος [<θρής>· ἡμίονος] <θρῆνυν ἐφ' ἑπταπόδην>· τόπος τῆς νηὸς βάσιν ἔχων (Ο 729) <θρῆνυς>· ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου εἰς τοῖχον n <θρησκεία>· σέβασμα (Ep. Iac. 1,26) <θρησκεύει>· σέβεται S, θεραπεύει. προσεδρεύει. *[ὑπηρετεῖ τῷ θεῷ Avg, λατρεύει S *<θρησκός>· ἑτερόδοξος r. ASvgn. εὐσεβής (Ep. Iac. 1,26) <θρήσκω>· νοῶ r †<θρησόμενος>· θερισόμενος. θερμανθησόμενος [<θρήττανον>· τῆς ἁμάξης, ἐφ' ᾧ τὰ ἀγόμενα ἐπιτίθεται] <θρῖα>· φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn <ὡς Ἀπολλόδωρος> n καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα <θριάζειν>· φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης Λικυμνίῳ (fr. 478) καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 428) <θριαί>· αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι <θριαμβεῦσαι>· θορυβῆσαι. βοῆσαι *<θριαμβεύσας>· πομπεύσας (Col. 2,15) ASvgn <θρίαμβος>· *πομπή. ἐπίδειξις νίκης ASvg. ἢ Διονυσιακὸς ὕμνος, Ἴαμβος †<θριάτιον>· ἁπαλωτέρα τροφή <Θριάσιαι>· πύλαι οὕτω καλοῦνται Ἀθήνησιν <θριγκός>· *ἡ στεφάνη Avg τοῦ τείχους. [περίφραγμα AS καὶ [περίβολος Sn (η 87). ἤγουν τὸ ἀνώτατον <τῆς> τοῦ τείχους οἰκοδομῆς ἐφ' οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ <τριγχός> *<θριγκοῖς>· φραγμοῖς (ρ 267) gn <θριδακίναι>· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν θρίδακες, [ἤτοι μαρούλια np <θριῆσαι>· μαντεῦσαι †<θριλιδεῖν>· θρυλλεῖν <θριήβολοι>· ἱερεῖς <Θρινακία>· ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα (λ 107 ..) [Λιλύβαιον, Πάχυνον, Πελωριάδα· ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς εἶναι] <θρῖναξ>· *πτύον σίτου ASvgn. ἢ τρίαινα <θρινία>· ἄμπελος ἐν Κρήτῃ †<θριμμός>· γογγυσμός <θρῖον>· *βρῶμα σκευαστόν ASgn. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ θρῖον ἐκλήθη <Θριοῦς>· δῆμος φυλῆς Οἰνηΐδος <θριπόβρωτος>· οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλο- στέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι †<θρίσκειν>· τὸν θροῦν *<θρησκεία>· λατρεία p [<θρόα>· ἄνθη. ἀπὸ τοῦ θορεῖν ἄνω] <θριπήδεστον>· ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο [<θρίττε>· ἀνδρεῖον. θρασύ. ἔστι δὲ ἀμετάφραστον] <θρίψ>· γλίσχρος, φειδωλός <Θριώ>· δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ <Θριῶζε>· εἰς Θριάσιον πεδίον <θροεῖ>· λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ <<θροεῖται>·> ἐκπλήττεται r †<θρόδακα>· θρίδακα. †Κύπριοι *<θρόμβοι <αἵματος·>> αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ <αἵματος> (Luc. 22,44) ASn <θρόνα>· ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα (Χ 441) S <θρονίτις>· πρώτιστος <Θρόνιον>· πόλις <Λοκρίδος> (Β 533) r <θρόνον τετράπουν>· ... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλ- μένον <θρόνος>· ἀνάκλιτος [δίφρος r <θρόνωσις>· καταρχὴ περὶ τοὺς μυουμένους (Plat. Euthyd. 277d) <θρόος>· σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος (Δ 437). φθόγγος. ψόφος. ἢ τεθραυσμένη φωνή <θρώισκει>· πηδᾷ, σκιρτᾷ (r) <θρωσμός>· ὑψηλὸς τόπος (Κ 160 ..) r (ASvg) *<θροῦς>· ὁ διὰ στόματος ἦχος n. λαλιά ASvg. ψιθυρισμός (Sap. 1,10) <θρυαλλίς>· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχ- νιον ASvgn <θρίαμβοι>· τρόπαια <θρυλισμός>· φωνή <θρυγανᾷ>· κνᾶται. ξύει <θρυγανίς>· ψίαθος [<θρύδεσα>· ἀπὸ τῆς Θρύου πόλεως] [<θρυλλεῖ>· ταράσσει, ὀχλεῖ] <θρυλλήματα>· ἄσημοι φωναί <θρυλλίχθη>· συνετρίβη. [συνεθραύσθη r. n. ἀπεδρύφθη (Ψ 396) *<θρύλλοι>· ψιθυρισμοί. ὁμιλίαι ASvgn <θρυμματίς>· ἡ ὑφ' ἡμῶν ἐνθρυμματίς <θρυμίς>· ἰχθὺς ποιός <θρύμματα>· κλάσματα ἄρτου r <Θρύον>· πόλις ἐν Ἀρκαδίῃ (Β 592), ἣν Θρυόεσσαν Ὅμηρος λέγει (Λ 711) n. καὶ εἶδος βοτάνης (Φ 351) [<Θρυόνιον>· πόλις Λοκρίδος. ἢ Θρόνιον] <θρύπτακον>· κλάσμα ἄρτου. Κρῆτες *<θρύπτεται>· μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται ASn <θρυπτεύεται>· ὑπερηφανεύεται <θρύψαι>· θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι <>θρύσκα>· ἄγρια λάχανα <θρύψιχος>· τρυφερός r, μαλακός. αἰσχρός. [χαῦνος r <θρυψίχρως>· τρυφερός <θρώσκει>· πηδᾷ, ἀφάλλεται. κολυμβᾷ [<Θρῶ>· λιμός] <θρῶναξ>· κηφήν. Λάκωνες <θρώπτει>· σκώπτει (r) <θρώσκει>· *πηδᾷ ASgn. σκιρτᾷ. τρέχει. [ἅλλεται n. πίπτει. ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ <θρῶσις>· διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ δικτύου <θρώσσει>· γεννᾷ. φοβεῖται <θρώσκω γνώμαν>· Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν <θρώσκων κνώδαλα>· ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν. Αἰσχύλος Ἀμυμώνῃ (fr. 15) <θρωσμός>· ὑψηλὸς τόπος r. ASvgn βουνοειδής n, ἀφ' οὗ κατα- βαίνοντα θορεῖν ἔστι (Λ 56) *<θόωσον>· ὄξυνον AS <θύα>· ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος (fr. 564). Εὔπολις (fr. 108,2) τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυό- μενα ταῖν θεαῖν <θυαλοῦν>· τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι <θυάματα>· τὸ θύμον. καὶ θυμιάματα <θυᾶν>· καπρᾶν. ἐπὶ ὑός <θύανον>· τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός <θυάρπαξ>· ἱερόσυλος s †<θύας>· πηδήσας m *<θυγατριδῆ>· ἐγγόνη. θυγάτηρ θυγατρός ASpm <θυγατριδοῖ>· τέκνα θυγατρός <θύει>· μαίνεται. [ἀπάρχεται] ἐνθουσιᾷ (Α 342) n †<θύειται>· εὐθύνει. †εὐφραίνεται. [θύειται] <θυήεις>· τεθυωμένος. [τεθυμιαμένος (Θ 48) m *<θύελλα>· ἀνέμου συστροφή r. ASvgn. καὶ ὁρμή, [ἢ καταιγίς (Ζ 346) S <θύελλαι>· τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί (ζ 171) *<θύεσσι>· θυσίαις. ἢ θυμιάμασι (Ι 499) AS <θύεστον>· ποτὸν τὸ ἀπὸ ἀρωμάτων r [ὡς Ἡρόδοτος] <θύεται>· ἱεροσκοπεῖ <ὡς Ἡρόδοτος> (9,33,1 ..) <θυέων>· θυσιῶν (ο 261) <θύη>· θύματα n. ἀρώματα <θυηέντων>· εὐόδμων r <θυηλάς>· *ἀπαρχάς (Ι 220). ASvgn. ἢ τὰς διὰ θυμάτων μαν- τείας <θυηκόοι>· ἱερεῖς <θυηλήν>· θυσίαν <θυλήματα>· τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν n *<θυηπόλος>· ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ASvgn ἱερεύς (Greg. Naz. c. 1, 1, 2,75) vgn <Θυιάς>· Βακχίς· οἱ δὲ μαινάς <Θύϊος>· Ἀπόλλων ἐν Μιλήτῳ <θυιόεν>· πλῆρες <θυιόεντες>· ἀνθοῦντες <θυιωθείς>· μανείς. ὁρμήσας *<θυλάκια>· ἀσκοὶ δερμάτινοι (Tob. 9,5) ASn <θυλακίζειν>· τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι <θύλαξ>· προσκεφάλαιον r <θυλακοτρώξ>· μῦς. οἱ δὲ ἀκρίς <θυλακοφόροι>· οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι (Aristoph. fr. 789?) *<θυλήματα>· βεβρεγμένα μέλιτι ἄλφιτα ASn, ἢ θυμιάματα ἐπὶ βωμῶν n <θυλίδες>· οἱ θύλακοι <θύλλα>· κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης <θυλλίς>· θύλακος. γωρυτός. ἔλυτρον *[<θύλον>· ὀλέθριον. ὥριμον] AS <θῦμα>· ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα *†<θυμαδέων>· ἀθυμῶν AS <θυμαίνει>· ὀργίζεται s *<θυμαλγέα>· λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα ASvgn, χαλεπόν (Δ 513) <θυμάλωπες>· οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες <θυμάλωψ>· ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά r. τινὲς δὲ ξύλον κεκαυμένον, δαλόν <θυμαμοργάς>· ἡ νόσος. Ἐρετριεῖς *<θυμαρέα>· τῇ ψυχῇ ἀρεστήν (Ι 336) ASn(r) <θυμαρές>· εὐάρεστον r. εὔκρατον (ρ 199) <θυμάρμενον>· καταθύμιον. ἡδύ <θύματα>· σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια <Θύμβρα>· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποτα- μὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου (Κ 430. Eur. Rhes. 508) <Θυμβραῖος>· Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου (Eur. Rhes. 224) *<Θύμβρις>· ὄνομα ποταμοῦ r. ASn <θυμβροφάγος>· ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ ἐστι βρῶμα (Ar. Ach. 254) <θυμέλαι>· οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα <θυμέλη>· οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ ἐπίπυρον, ἐφ' οὗ ἐπιθύουσιν, ἢ *[ἔδαφος ἱερόν ASs <θυμηγερέων>· ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλ- λέγων (η 283) <θυμηδέα>· θυμῷ ἁνδάνοντα (π 389) *<θυμηδία>· ἡδύτης, τέρψις Sp, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν (AS) *<θυμηρέα>· καταθύμια g, ἀρέσκοντα <Θυμαιτάδαι>· δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς *<θυμῆρες>· ἡδύτερος (Sap. 3,14), ἀρέσκον ψυχῇ· ASgn <θυμὸς> γὰρ ἡ ψυχή (ρ 199) Ag <θύμιζε>· προθυμοῦ. ὀργίζου *<θυμικώτερος>· ὀργιλώτερος S μετὰ θυμοῦ (A) <θυμιχθείς>· πικρανθείς <θυμοβόρον>· χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν κατεσθίοντα <θυμοβόροιο>· ψυχοφθόρου (Η 301) (r) <θυμοδακής>· [λεοντόψυχος] ἁψικάρδιος. λυπῶν τὴν ψυχήν (θ 185) <θυμοειδής>· ὀργίλος. θυμώδης r <θυμολέοντα>· γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ λεοντόθυμον (Ε 639) <θυμόμαντις>· ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγι- νώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα (Aesch. Pers. 224) <θυμὸν ἔδων>· λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν (κ 379) *<θυμὸν ἀχεύων>· τὴν ψυχὴν λυπούμενος (Ε 869 ..) Avgn <θυμοραιστέων>· τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων (Π 591) <θυμοραιστής>· θυμοφθόρος· <ῥαῖσαι> γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι (Ν 544) *<θυμός>· ψυχή ASvgn. ἢ προαίρεσις gn ὀξύτης. πνεῦμα. [ἐπιθυ- μία. ὀργή. λογισμός v <θύμον>· τὸ σκόροδον *<θυμόσοφος>· ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής ASg, ὀξυμαθής, ἐκ φύσεως σοφός *<θυμοφθόρα>· τὰ τὴν ψυχὴν διαφθείροντα (Ζ 169) ASvg <θυμῷ>· ἐν ψυχῇ (Α 24) <θυμώδης>· θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος (Prov. 11,25 ..) *†<θυνάσαι>· τέμνειν A, κόπτειν ἀφειδῶς AS <θυνᾶται>· εὐωχεῖται. κατεσθίει *<θῦνε>· ὥρμα. ἤγαγε (Ε 87) ASm <θύνει>· ὠθεῖται. φέρεται. τρέχει. †χαίρει. ὁρμᾷ <θυννάδες>· τεμάχη ταρίχου <θυννάζοντες>· κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδου- σιν ἐλάμβανον (Ar. Vesp. 1087) *<θυνᾶσαι>· ἀπολαῦσαι. ἐνθουσιάσαι S <θυννίδες>· θύννων τεμάχη, ὑποκοριστικῶς <θύννον>· τὸν ὅρκυνον r λέγουσι· τὴν δὲ [πηλαμίδα <θυννίδα> r <θῦνον>· ἔσπευδον. ἔτρεχον (Β 446 ..) <θῦνος>· πόλεμος. ὁρμή. δρόμος *<θυοδόκοι>· βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι (Eur. Andr. 1157) (An) <Θυόεις>· χωρίον ἐν Εὐβοίᾳ *<θυόεν>· εὐῶδες AS. τεθυμιαμένον (Ο 153) <θυόεν νέφος>· ἀνεμῶδες. *[τεθυμιαμένον AS, εὐῶδες (Ο 153) *<θυοκοχθεῖς>· μάντεις A <θύον>· ὄνομα δένδρου (ε 60) <θύος>· ἱερεῖον. θῦμα <θυοσκεῖν>· ἱεροῖς *παρέζεσθαι, ἢ θεοῖς (Aesch. Ag. 87) <θυοσκόος>· εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος. οἱ δὲ τὸν δι' ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα (φ 145 ..) *<θυοσκόπος>· ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος A <θύπτης>· ὁ τυρός *<θύραθεν, θύρασιν>· ἔξωθεν, ἔξω vg <θύραζε>· *τὰ [ἔξω τῆς θύρας (Ε 694) Avgps, ἐπὶ θύρας, ἢ [εἰς τὴν θύραν r. [ἢ [εἰς τὴν γῆν n] <θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια>· παροιμία, ἥν οἱ μὲν διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων *<θύραθεν>· ἔξωθεν (Eur. Andr. 952) vgA *<θυραία>· ἀλλοτρία, ξένη vgn AS <θυραία>· ... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα *<θυρεός>· εἶδος ἀσπίδος (AS). καὶ <<θυραῖος>> ὁ ξένος AS ὁ ἀλλότριος, καὶ ὁ ἐξωτικός n <θυραίων>· ἀλλοτρίων, καὶ μὴ συνοίκων (Eur. Alc. 814) <θυράγματα>· ἀφοδεύματα <θύραν>· τὴν πτύχας ἔχουσαν [<θύραξ>· πύργος. χιτών] <θύραυλοι>· τῶν ποιμένων οἱ ἀπόκοιτοι [<θυράξαι>· ἔξω τῆς θύρας] *<θυραυλοῦσι>· πρὸ θυρῶν διατρίβουσι (Philo Agric. 37) AS <θυργανᾶν>· κνήθειν <Θυργωνίδαι>· δῆμος ... τῆς Ἀττικῆς <θύρδα>· ἔξω. Ἀρκάδες <Θυρεατικοί>· στέφανοί τινες παρὰ Λακεδαιμονίοις *<θύρεθρα>· θύραι. [θυρεός] (Β 415) (AS) <θυρεός>· *ἀσπίς, ἢ σκουτάριον vg(A) Sp. καὶ ὁ ἐπικείμενος τῇ θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας (ι 240) *<θύρετρα>· θυρώματα (Β 415) ASn [<θύρετραι>· θύραι] <θυρετρεᾶς> φλιᾶς <θυρηβόλιον>· τὴν ἐπ' ἀγρῷ οἴκησιν <θύρηθ' ἔα>· ἔξω ἤμην (ξ 352) <θυρίς>· ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον <θυροιγόν>· θυρωρόν <θυροκοπιστικὸν ἢ θυροκοπικόν>· οὕτως ἐκαλεῖτο .... <Θυροποιός>· οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής, σκωπτικῶς (Com. ad.) *<θυραυλεῖν>· ἔξω θυρῶν αὐλίζεσθαι A <θύρσος>· *[ῥάβδος ASn, βακτηρία *[βακχική, ἢ κλάδος ASn. καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο <θυρσοπλῆγες>· οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι <Θύρσος>· αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν <Θύρσου γυνή>· Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ μνημονεύων, ἀλλ' ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους (fr. 396) *<θύρσοι>· κλάδοι, λαμπάδες, λύχνοι (Idth. 15,12 ..) (AS) <θυρῶνας>· τὰς σανίδας. καὶ τὰς εἰσόδους <θυρωρός>· ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων (Sapph. fr. 110 L. -- P.) <θῦσαι>· ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι (Ι 219) <θύσανοι>· *κροσσοί (Avg). κόρυμβοι (Β 448) <θυσάνουρος>· δασύκερκος. ἄρσην <θύσθλα>· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους, [νάρθηκας n, θύματα, χοάς (Ζ 134) <θυσιάδες>· ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν <θυσιάδα> φασί. ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι <θύσκα>· κυρτία <θυσπολίαι>· θυηπολίαι *<θυσανόεσσα>· κροσσωτή. αἰθερία· <θύσανος> γὰρ ὁ κροσσός (Ε 738) r. AS *<θυσάνοις>· κροσσοῖς (Ξ 181) n [<θύσσα>· ὅπλα νήϊα] <>θύσσεται>· τινάσσεται <>θυσσόμεναι>· σειόμεναι, τινασσόμεναι <Θύστα>· Θυῖα *†<θυσσῶν>· θηριωδῶς ὁρμῶν (Eur. Bacch. 871) A <Θυστάδες>· Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι <θύστας>· ὁ ἱερεὺς παρὰ Κρησί *<θυτηρίοις>· θυμιατηρίοις AS(vg) *<θύστινον>· τρίχινον. οἱ δὲ μεσοτριβῆ <θύτης>· μάντις, ἱεροσκόπος <θῦψαι>· τὸ ἐπικαῦσαι· ἀφ' οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι, καῦσαι <θύψαντα>· πῦρ καύσαντα <θυώδεα>· εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα (ε 264) <θυῶεν>· εὐῶδες <θύωμα>· μύρον. [ἄρωμα (Hdt. 2, 40,3) r *<θύων>· σπεύδων (Φ 234), θυσιάζων ASn [<θυωθείς>· εὐωχηθείς] <Θυώνη>· ἡ Σεμέλη <Θυωνίδας>· ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας [<θυωρεῖσθαι>· θυωθεῖσθαι. [εὐωχεῖσθαι r] <θυωρίτης>· τραπεζίτης <θυωρόν>· τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς καὶ μυρεψοὺς οὕτω <Θωμᾶς>· ἄβυσσος. ἢ δίδυμος <θωας>· [*ταχείας AS.] ζημίας. *[θῆρας ἐξ ὑαίνης καὶ λύκου γεννωμένους (ASvgp) *<θῶες ὄρεσφιν>· θηρία μικρὰ <ὅμοια μεγάλων> ἐν τοῖς ὄρεσι (Λ 474) An <θωή>· ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος <ἀθῷος> r. <θωθῆναι>· φαγεῖν. γεύσασθαι <θωκεῖ>· κάθηται. ὁμιλεῖ *<θῶκος>· καθέδρα An, θρόνος Sn, σύλλογος (Θ 439) <θῶμα>· θαῦμα <θωμένους>· θοινωμένους, εὐωχουμένους <θωμεῦσαι>· συμμῖξαι. συνταγεῖν <θῶμιγξ>· λεπτὸν σχοινίον r. p <θώμιγγες>· δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, *[σπαρτία κανά- βινα (g) †<Θῶμις>· ὁ Κάνωπος, πόλις ... <θωμίζει>· νύσσει. δεσμεύει †<θώμισσον>· τὸν μισθόν <θωμιχθείς>· μαστιχθείς s <θωμός>· σωρὸς σταχύων r, ἢ κορμός <θῶνται>· θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται †<θῶξαι>· μεθύσαι. πληρῶσαι. *θηριωδῶς βοῆσαι (Eur. Or. 168) A <θωός>· ὄρνις ποιός *<θῶπες>· κόλακες rg. εἴρωνες (Greg. Naz. c. 2,2,1,5) *<θωπικός>· κολακευτικός r. ASvg *<θωπεία>· κολακεία AS (vg) n <θώπτει>· σκώπτει. θεραπεύει *<θωρηκτάων>· ὁπλιτῶν (Μ 317 ..) ASg <θώραξ>· *ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον ASvg. σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν <θώρηκες>· τὰ αὐτά (Ν 265) <θώρηκος γύαλον>· περιφραστικῶς τὸν θώρακα (Ε 99). *[τινὲς δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος n. Γύαλον δὲ λέγεται τὸ κοῖλον. [<θωρηκτῇσι>· τεθωρακισμένοις] <Ζητοῦσι> δέ, πῶς πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ <γύαλον> λέγεται. τὸ δὲ <θώρηκος γύαλον>, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί. ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι (Ο 530) <θωρηκτῇσι>· τεθωρακισμένοις (Φ 429) <θώρηξις>· οἰνοποσία. καθόπλισις <θωρήσσεσθαι>· καθοπλίζεσθαι r, ἀπὸ μέρους τοῦ σώματος. μάχεσθαι. ἑτοιμάζεσθαι (Λ 715) *<θωρηχθῆναι>· καθοπλισθῆναι (Α 226) pn <Θωρυκίων>· οὗτος τελώνης ἦν (Ar. Ran. 363) <θώς>· εἶδος θηρίου, λύκῳ ὅμοιον <θώσασθαι>· εὐωχηθῆναι. [μεθυσθῆναι] <θῶσθαι>· δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλ- κοῖς <θωστήρια>· εὐωχητήρια καὶ ὄνομα <ἑορτῆς> (Alcm. fr. 23,81) <θωτάζει>· ἐμπαίζει, [χλευάζει s <θῶται>· εὐθηνεῖται. θοινᾶται. [τρέχει] *<θωΰσσειν>· βοᾶν (s) μέλπειν. [κηρύσσειν (s) θηριωδῶς ὁρμᾶν (S) <θωχθείς>· θωρηχθείς. [μεθυσθείς r. Σοφοκλῆς Διονυσίσκῳ (fr. 175) <θώψ>· κόλαξ A, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής <θώψεις>· θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ (fr. 234) <θώων>· εἶδος θηρίου, ὡς λύκος (Ν 103) <ια>· *μία ASgn, καὶ μόνη S, καὶ αὕτη ASg. καὶ φωνή (Eur. Rhes. 553) p, καὶ βοή. καὶ τὰ ἄνθη τὰ πορφυροειδῆ. *ἢ [βέλη ASvgn <Ἱά>· δασυνόμενον τὸ ἄλφα, καὶ ὀξυνόμενον τὸν θεὸν σημαίνει καθ' Ἑβραίους <Ἰάκωβος>· πτερνιστής. πόνος. καὶ Ἰωάννης καὶ Ἰάκωβος Βοα- νεργὲς ἐκαλοῦντο, ὅ ἐστιν υἱοὶ βροντῆς <Ἰακάρ>· ὁ κύων ἀστήρ [<ἰάγχετον>· στεφάνωμα] [<ἰάδει>· καθεύδει] [<ἰάδος>· στρεβλός] <ἴα>· εἶδος [ἄνθος] βοτάνης *[ι] <ἄειρε>· πρόσφερε (Ζ 264) ASgp †<ιάζετο>· ἵδρυτο <Ἰαζήρ>· ἰσχύς †<ἰακλητί>· πλευρά <ἰαθενεῖ>· διαπορεῖ ἐπί τινι κακῷ. Κῷοι <ἴαθος>· πρόθυμος <ἰαθμός>· κοίτη. ὕπνος. καὶ ὅπου τὰ κτήνη κοιμᾶται. καὶ αὐλή. οἱ δὲ <ἰαυθμός> <ἰαίνεσθαι>· διαχεῖσθαι <ἰαίνεται>· χολοῦται, πικραίνεται. παρὰ τὸν <ἰόν>. Φρύνιχος Αἰγυπτίοις (fr. 1) *<ἰαίνομαι>· εὐφραίνομαι (τ 537) m (p) <>ιαιφόνος>· μιαιφόνος (Ε 844) *†<ἰακαῖς>· βοαῖς (Eur. Tro. 337 ..) AS <ἰάκχα>· στεφάνωμα εὐῶδες ἐν Σικυῶνι <ἰακχάζει>· φυλλολογεῖ. καταβοᾷ <Ἴακχον>· τὸν Διόνυσον ASn .. ἢ μίαν ἡμέραν τῶν μυστηρίων, ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. καὶ ἡ ᾠδή, ἣν οἱ μεμυημένοι ᾄδουσι· καὶ ἥρως, <οὗ> καὶ ναὸς ἐν τῇ Ἀττικῇ καὶ ἄγαλμα. τινὲς δὲ καὶ αὐτὸν τὸν Διόνυσον οὕτως ἔλεγον <ἰᾶλαι>· εὑρεῖν, ἐντυχεῖν, [πέμψαι r †<ἰάλασι>· δεσμοῖς (Ν 572) <ἰαλεμίζειν>· θρηνεῖν (r) <ἰάλεμοι>· θρῆνοι. ὀρφανοί, στερόμενοι. *[θρηνητικοί (ASn). ἄνανδροι (ASvgn). δυστυχεῖς *<Ἰάλεμος>· υἱὸς Καλλιόπης. καὶ ὁ κακοδαίμων. καὶ ὁ καλός καὶ ὁ στερόμενος καὶ ὀρφανός. ἔνιοι δὲ οὐδενὸς ἄξιος Σ [καὶ ἰάλεμος χρόα. οἱ δὲ οὐδενὸς ἀξία] *<ἰαλεμώδη>· ψυχρά, οὐδενὸς ἄξια p. Σ. καὶ παροιμία· ψυχρότε- ρος καὶ οἰκτρότερος Ἰαλέμου *<ἰαλέμων>· θρήνων. δυστήνων gn, ἀθλίων (Eur. Or. 1390) †<ἰαλία>· φωνή. Κρῆτες <ἰάλιον>· ἐρέβινθον. ἢ τὴν θάλασσαν. Κρῆτες <ἰαλλίς>· χιὼν ἐθνικῶς *<ἴαλλε>· προὔπεμπε (ο 475) Sn <ἰάλλει>· παρέχει. ἐκτείνει. πέμπει. ἐπιβάλλει. εὑρίσκει. δίδει <ἰάλλοις>· ἐμβάλλοις. πέμποις (Greg. Naz. c. 2, 1, 54,14) *<ἴαλλον>· ἔπεμπον ASn. ἔκτεινον S ἐξέτεινον (Ι 91) Sn †<ἰάλοι>· θάλαμοι <Ἰαλύσια>· τὰ ἐν Ἰαλυσῷ νομίσματα *<ἰάλλω>· προπέμπω r .. ASvg (n) <ἴαμα>· θεραπεία r. ASg <ἰαμβαυλεῖν>· τὸ δι' αὐλοῦ παριαμβίζειν ἅμα τῇ κιθάρᾳ καὶ ᾠδῇ <Ἰάμβη>· γυνή τις, ἐφ' ᾗ ἡ Δημήτηρ ἐγέλασε πενθοῦσα. ἀφ' ἧς ἰαμβίζειν <ἰαμβίζειν>· τὸ λοιδορεῖν, κακολογεῖν· ἀπὸ Ἰάμβης τῆς λοιδόρου <ἰαμβύλος>· λοιδορητικός <ἰαμβίς>· Αἰσχύλος Θεωροῖς (fr. 81). τοῖς κιθαρί- ζουσιν ὁ αὐλὸς συνῄει· καὶ αἱ τοιαῦται κιθαρίσεις ἐλέγοντο <παριαμβίδες> (Epich. fr. 109) <ἴαμβοι>· ῥυθμοί τινες, καὶ μέλη, καὶ δάκτυλοι ..., καὶ *[στίχοι. εἶδος ποιήματος ASn †*<Ἴαμβρος>· ὄνομα πόλεως περὶ Τροίαν AS <ἰαμβῦκαι>· ὄργανα μουσικά <τρίγωνα> ἐν οἷς τοὺς ἰάμβους ᾖδον (r.) p. ἡ δὲ σαμβύκη ἕτερον ὀψὲ εὑρημένον †<ἰάμει>· ἐβόα <ἰαμεναί>· οἱ ὑλώδεις καὶ ἔνυδροι τόποι, καὶ πόαν ἔχοντες· ἀπὸ τοῦ ἀνιέναι τὴν ὕλην. τενάγη, τέλματα <ἰαμενάς>· τὰς ποώδεις ... <ἰαμενῇ>· καθύδρῳ τόπῳ (Δ 483) <ἴαμνοι>· θάμνοι. κοῖται. νομοί <ἱανά>· τὰ βαλλόμενα· ἀπὸ τοῦ <ἱέναι> *<ἰάνθη>· ἐχάρη. διεχύθη. ηὐφράνθη (Ο 103) Avgm *<ἰάνθην> S, <ἰάνθης>· An τὰ αὐτά (Ψ 47 ..) <ἴανθον>· ἄνθος r, καὶ χρῶμά τι πορφυροειδές <Ἴαινα>· ἐν μὲν Αἰχμαλώτισι Σοφοκλέους (fr. 53) ἀπέδοσαν Ἑλληνική, ἐπεὶ Ἰᾶνας τοὺς Ἕλληνας λέγουσιν· ἐν δὲ Τριπτο- λέμῳ (fr. 560) ἐπὶ γυναικός, ὡς καὶ ἐν Ποιμέσι (fr. 476), τινὲς δὲ τὴν Ἑλένην. ἐπιεικῶς δὲ οἱ βάρβαροι τοὺς Ἕλληνας Ἴωνας λέγουσι †μεν καὶ ἐν Τρωΐλῳ (fr. 574) βάρβαρον θρήνημα τὸ ιαι. ἢ ὄνομα γυναικός <ἰανοκρήδεμνος>· ἰοῖς ὅμοιον τὸ ἐπικράνισμα ... <ἰανόκροκα>· λεπτά (p) <ἰανόν>· <λεπτὸν> ἱμάτιον r <Ἰαξάρτης>· ὁ Τάναϊς ποταμός p. ἔστι δὲ τῆς Σκυθίας, ἐμπίπτων εἰς Μαιῶτιν λίμνην <Ἰάονες>· Ἀθηναῖοι. οἱ Ἴωνες r. n, ἀπὸ Ἴωνος, καὶ οἱ ἄποικοι αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτούς [Ἕλληνας] (Ν 685) <Ἰαπετός>· ἐπὶ διασυρμῷ, πρεσβύτερος, ἀρχηγός (Ar. Nubb. 998) <ἰάπτειν>· σπαράσσειν, [αἰκίζεσθαι S †βοᾶν. βλάπτειν *<ἰάπτεις>· βλάπτεις AS *<ἰᾶπυξ>· ἄνεμος ἐλαφρός r. ASvgnps <ἶαρ>· αἷμα. ἢ μοῖρα <Ἰάκωβος Ἀλφαίου>, ὁ καὶ Θαδδαῖος, καὶ Λευὶ παρὰ τῷ Μάρκῳ (2,14) παρὰ δὲ τῷ Ματθαίῳ Λεβαῖος (10,3) παρὰ δὲ Λουκᾷ (6,16) Ἰούδας Ἰακώβου <Ἰασούβ>· ἐπιστρέφων <ἱάραξ>· ἰχθὺς ποιός, Δωρικώτερον· διὰ τὸ ἐοικέναι τῷ πτηνῷ. καὶ λύχνος ὁ πρὸς τὰ ἱερά <Ἰάρδανος>· ποταμὸς ἐν Πελοποννήσῳ, ἢ Ἀρκαδίας, ἢ Ἠλείας, .. παραῤῥέει τὴν Πυλίων χώραν (Η 135) <ἱαρεῖον>· πρόβατον. βοῦς <ἱαριγμόν>· χαράν. καὶ θροῦν. Κρῆτες [<ἰαροπότης>· αἱμοπότης] <ἰαροχρείαν>· τὴν ὀσφῦν. Ἰταλοί <ἰαροχρής>· καθαρός. θύσιμος †<ἰαρπάλαμος>· ἀκρόχειρος <ἱάρωμα>· κοσμάριον παιδικόν. μηνίσκοι, καὶ τὰ τοιαῦτα †<ἰάσθων>· ἀφελόμενος <ἰάσιμα>· δυνατὰ ... <ἴασιν>· [ἴσασιν] οἴχονται (Π 160) <ἴασις>· θεραπεία r. [γνῶσις] <ἰάσκειν>· ἄγειν <Ἴασον Ἄργος>· ἡ Πελοπόννησος· ἀπὸ Ἰάσου βασιλέως. καὶ ἡ Ἀχαΐα (σ 246) <ἰάσπιδος>· εἶδος λίθου <ἡ> ἴασπις r <ἰασσεῖν>· θυμοῦσθαι. δάκνειν <Ἰαστί>· Ἑλληνιστί r. p <Ἰασώ>· παρὰ τὸ <ἰᾶσθαι>· φησὶ δὲ Ἀριστοφάνης καὶ [Ἀμφιαράου θυγατέρα r εἶναι Ἰασώ (fr. 21) <ἰατυῖ>· θεραπείαι <ἰατταταιάξ> <καὶ <ἰατταταῖ>>· φεῦ r <ἰᾶται>· θεραπεύει (Lev. 14,3) r <ἴατρα>· μισθοὶ θεραπείας <ἰατροί>· νύμφαι τινὲς καλοῦνται περὶ Ἠλείαν καὶ θεραπεύοντες <Ἰατρός>· θεραπευτής. ἢ ἐφαπτίς, ἢ ἥρως Ἀθήνησιν ἀρχαῖος. καὶ ὁ Ἀπόλλων *<ἰαύει>· κοιμᾶται (Eur. Rhes. 740) Avgn <ἰαυθμοί>· ὅπου τὰ κτήνη αὐλίζεται. καὶ κοίτη. καὶ ὕπνος <ἰαύειν>· ἀναστρέφεσθαι. κοιμᾶσθαι. διατρίβειν. νυκτερεύειν (Τ 71) <ἴαυον>· ἐκοιμῶντο (Ι 470 ..) ἢ ἐκοιμώμην (τ 340) <ἰαύεσκον>· ἀνεπαύοντο. ηὐλίζοντο (ι 184) <ἴαυος>· κοίτη r. ἀπὸ τοῦ ἰαύειν <ἰαύων>· *κοιμώμενος ns. διάγων, διατρίβων (Σ 259) <ἰαφθείς>· φθαρείς r <ἰαφθῆναι>· ἀποθανεῖν. πεσεῖν. φθαρῆναι <ἴαχε>· φώνει, ψόφει, [ἤχησε (Α 482) m †<ἰάχεον>· θαλπεινόν. σαπρόν *<ἴαχεν>· ἤχησεν, ἐβόησεν ASvgn, ἐκραύγασεν (Ν 822 ..) *<ἰαχήσω>· θρηνήσω (Eur. Tro. 515 ..) r. ASn <ἰαχρόν>· εὐδινόν <ἰάψαι>· φθεῖραι r <ἰάψειεν>· προβάλοι. φθείρειεν <ἴαψε>· προὔθηκεν. [*<ἰαχῆς>· φωνῆς, βοῆς, κραυγῆς A.] ἔπεμψεν. ἔβαλεν. ἔδωκεν (Α 3). ἔδεισεν. ἔφθειρεν. ἐνίκησεν <ἰάψεται>· νικήσει. βλάψει <Ἰαωλκός>· πόλις Θεσσαλίας (Β 712) [<ἴβα>· σιώπα] <ἰβανᾷ>· ἀντλεῖ s <ἰβανατρίς>· σχοινίον ἱμητήριον <ἰβάνη>· κάδος. ἀντλητήριον <ἴβανον>· κάδον, σταμνίον, χαλκίον [<ἴβην>· σορόν] <ἰβάρβιον>· χαλεπόν. ἀνυπόστατον <ἰβῆνα>· τὸν οἶνον Κρῆτες. οἱ δὲ βήλα <ἴβηνοι>· [σοροί, θῆκαι ὀστράκιναι. κιβωτοί.] εὔθυμοι. νοεροί <ἴβηνος>· πλησμονή <ἴβηρ>· χερσαῖόν τι θηρίον· ἀφ' οὗ καὶ <Ἴβηρες> †<ἰβίβυος>· παιανισμός *<ἰβυκτήρ>· ἦν παρὰ Κρησὶν Ἵβρίας g ἐμβατήριον ποιησάμενος, ὅπερ ὁ ᾄδων οὕτω καλεῖται *<ἴβινος>· ἀετός s *<ἰβρίκαλοι>· χοῖροι (gps) <ἰβύ>· τινὲς τὸ βοᾶν· οἱ δὲ τὸ πολύ. ἔστι δὲ Λυδῶν *<ἰβυλῆνας>· τοὺς εὐφημοῦντας· <ἰβὺς> γὰρ ἡ εὐφημία gw <ἰβύει>· τύπτει. βοᾷ <ἰβύκη>· εὐφημία <ἰβυκηνίσαι>· ἐπευφημῆσαι, βοῆσαι (r) <ἰβυκηνίσαντες> ...· ἀπὸ γὰρ τοῦ ἰβὺ παρῆκται ἡ λέξις. καὶ ἔστιν Ἰωνικὸν ἐπίῤῥημα, καὶ δηλοῖ τὸ πολὺ καὶ μέγα. τινὲς δὲ τὸ βοᾶν· οἱ δὲ τύπτειν. οἱ δὲ εὐφημεῖν. οἱ δὲ δηλοῦν. ἔστι δὲ καὶ ὅρκος Ἰωνικός (Teleclid. fr. 58(?)) <ἰβύκχα>· σεμνότης s. ἢ σωρὸς κρεῶν <ἶβυξ>· ὀρνέου εἶδος r. καὶ <ἶβις> <ἴβυς>· εὐφημία. στιγμή <ἰβῶν>· εὐφημῶν. στάζων <ἵγα>· σιώπα s. Κύπριοι <ἵγγια>· εἷς. Πάφιοι *<ἴγγι τινί>· ἐπιθυμίᾳ τινὶ ἑλκομένη A <ἴγδην>· ἄρσην <ἴγδις>· θυία <ἰγδόλης>· ὁ ἐπὶ μέρει γεωργῶν. [ἢ ἰκμαλός]. <ἴγκρος>· ἐγκέφαλος *<ἰγμαλέην>· ὑγρήν, δίυγρον A (vg) pw <ἰγμή>· βοή <Ἴγνητες>· οὕτως ὠνομάζοντο οἱ μετὰ τοὺς Τελχῖνας ἐποική- σαντες τὴν Ῥόδον *<ἰγνύα>· ψύη (Av). ἢ τὸ τοῦ γόνατος ὄπισθεν r. gSn μέρος n *<ἰγνύι καὶ ἰγνύῃ>· τὸ αὐτό r. ἤγουν τὸ [ἀντικνήμιον n *<>ιγνυντο>· ἠνοίγοντο (Β 809) AS <ἴγνην>· ἄρσην †<ἴδα>· τὸ εἰκὴν ἐν τῷ ἀστρωγαλίζειν †<ἴδα>· μάχη <Ἰδαία>· ἡ Δινδυμηνή, ἀπὸ τῆς <Ἴδης> <Ἰδαῖοι Δάκτυλοι>· οἱ μὲν ἀπὸ τῆς Φρυγίας, οἱ δὲ ἀπὸ τῆς Κρήτης αὐτοὺς ὠνομάσθαι φασὶν <Ἴδης> <Ἰδαῖος>· ἐπιθετικῶς οὕτως ἐλέγετο Ζεύς, ἀπὸ <Ἴδης> τοῦ ὄρους Τρωϊκῆς (Π 605). καὶ κύριον ὄνομα τοῦ Τρώων κήρυκος (Γ 248 ..). καὶ τοῦ Δάρητος, τοῦ ἱερέως τοῦ Ἡφαίστου, υἱοῦ (Ε 11) *<ἰδάλιμον>· εὐειδές (ω 279) Avgn *<ἰδάλιμον καῦμα>· τὸ ἱδρωτοποιόν (Hes. op. 415) n <ἰδάλιος>· ὄρνις s ποιός *[<ἰδάλλεται>· φαίνεται (Ψ 460) gs] *[<ἰδάλτα>. ἴδιά τινα gA] <ἰδανή>· τρυφερή. [εὐπρεπής (Callim. fr. 114,9) s <ἰδανόν>· εὐειδές. καὶ τὸ ἡδύοσμον. καὶ †ἀχίλιον ῥιζίον <ἶδαρ>· βρῶμα (Ε 369) <Ἰδάρνας>· ὁ ἐκτομίας. οἱ δὲ βάρβαρον· οἱ δὲ μάντεως ὄνομα· οἱ δὲ πόλιν τῆς Καρίας εἶναι <Ἰδάρνην>, καὶ ἀπὸ ταύτης τοὺς μάντεις λέγεσθαι <ἴδας>· εἶδος. καὶ πάντα τὰ ὑψηλά <ἴδε>· ἰδού (Ρ 179) [ἐθεάσατο (Ε 241) r <ἰδέα>· ἡ ὁμοιότης, [μορφή s εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα. *[θεωρία r (AS) <ἰδέ>· ἀντὶ τοῦ ὅπως. καὶ [σύνδεσμος ἴσος τῷ <καί> (Ε 3) r <ἰδέατος>· καλὸς ἀνήρ. Σικελοί <ἴδεν>· [ἰδεῖν] ἐθεώρησεν (Β 82 ..) <ἴδεος>· πνίγους (Callim. fr. 304) *<ἰδὲ νυοί>· σύννυμφοι (Ω 166) ASgn <ἴδε πῦρ ἀφύη>· παροιμία. τάττεται δὲ ἐπὶ τῶν ὀξὺ τέλος λαμβα- νόντων>· ἐπειδὴ καὶ τὴν ἀφύην τάχιστα ἕψεσθαι συμβαίνει *<ἰδέρως>· ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν pΣa *<ἰδέσθαι>· ὁρᾶσθαι AS, ἰδεῖν (Γ 194) <ἴδεσκεν>· ἔδερκεν (Γ 217) (n) <ἰδέ σοι>· καὶ σοί <ἰδέω>· γνώσομαι (π 236) †<ἰδέων>· φαινόμενος. καὶ εἶδος ἀετοῦ <ἰδη>· θεάσῃ (Δ 98). ἢ ὄρος Τροίας. ἢ ὕλη. [παρὰ δὲ Ῥοδίοις τὸ ξηροκόπιον]. δηλοῖ δὲ καὶ τὸν ὑψηλὸν τόπον. [καὶ μορφήν.] Ἴωνες δὲ δρυμῶν ὄρος (Hdt. 4,109,2) <ἴδημα>· ὅραμα s <ἰδήμων>· ἔμπειρος, γνωστικός <Ἰδουμαία>· τόπος. φησὶν γὰρ "<ἐπὶ> τὴν <Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου>, τουτέστιν· ἐπὶ τὴν ἐκλείπουσαν οἰκου- μένην ποιήσομαι τὴν πορείαν (Ps. 59,10) <ἰδήρατος>· καλός, ὡραῖος <καὶ ὁ ἡδυλάλος, διὰ τῆς διφθόγγου> <ἴδηφιν>· ἴδαις· Βοιωτοί. [καὶ ὁ ἡδυλάλος διὰ τῆς διφθόγγου] *<ἰδεχθής>· ἀπρεπής Ss ἀσθενής <ἴδια>· τὰ ἰδιωτικά <ἰδίων>· ἰδιωτικῶν <ἰδιάζεται>· νοσφίζεται. μόνῳ προσφωνεῖ <ἰδίαζον>· κατ' ἰδίαν ὡμίλουν *<ἰδιαίτατος>· ἴδιος, ὑπερθετικῶς r. AS <ἰδιάσαι>· κατ' ἰδίαν ὁμιλῆσαι <ἰδι' ἄττα>· ἴδιά τινα S <ἰδίει>· ἱδροῖ. ἀγωνιᾷ. δέδοικεν <ἰδίειν>· ἱδροῦν *<ἰδικῶς>· καὶ <ἰδίως> καταμόνας r. AS <ἰδιόκοιτον>· ἰδιόῤῥυθμον <ἰδιόξενοι>· οἱ κατ' ἰδίαν ξένοι τινῶν, ἢ πάλαι, ἢ ἀπὸ πατέρων ὄντες ξένοι *<ἴδιον>· οἰκεῖον (δ 314?) r. AS *<ἰδιόξενος>· ἴδιος φίλος ASp *<ἰδιοπραγεῖ>· τὰ ἴδια πράσσει. ἡσυχάζει ASg <ἰδιόῤῥυθμον>· ἰδιότακτον (r) <ἰδιοσυστάτως>· καθ' ὑπόστασιν ἰδίαν <ἰδιωτείας>· ἀγροικίας. ἀμαθίας (r) <ἰδῖσαι>· ἱδρῶσαι r *<ἰδίως>· ἰδικῶς AS <ἰδιώτας>· πολίτας (Thuc. 2,60,2). [ὁπλίτας] ἀπείρους, ἰδίους (q) .....· ἀφρονεστάτους [<ἴδιος>] <ἰδιῶτις>· αὐτή. Πολυΐδῳ (Soph. fr.) *<ἴδμαι>· γινώσκω AS. οἶδα *<ἴδμεν>· οἴδαμεν (Α 124 ..) r. nps *<ἴδμεναι>· εἰδέναι (Ν 273) vg <ἰδμήν>· φρόνησιν (s) <ἰδνῶν>· κάμπτων <ἴδμων>· ἐπιστήμων, ἵστωρ <ἰδνώθη>· ἐτανύσθη. *[ἐκάμφθη (Β 266) r. vgn <ἰδνωθείς>· *καμφθείς ASgn. τανυσθείς (Μ 205) †<ἴδοι>· ὀφθαλμοί† <ἰδοίατο>· βλέψαιεν (Σ 524) [<.ιδοιδοπεῖ>· ταράσσει] <ἰδομαλίδαι>· οἱ τὰς ὄψεις κοσμούμενοι (Alcae. fr. 150 Bgk.) [<Ἰδουμαίαν>· τόπον] <ἰδόμην>· ἐθεασάμην (Κ 47) <ἴδονται>· φαίνονται r <ἶδος>· †ὁδός. σῶμα *<ἰδρείῃ>· ἐμπειρίᾳ (Π 359) ASns <ἴδρη>· σοφία r *<ἴδρις>· ἐπιστήμων r. s, ἔμπειρος (Eur. Med. 285) r. Avgn <ἴδριες>· ἔμπειροι (η 108) r *<ἴδρις>· ἔμπειρος (ζ 233) Avgn *<ἵδρυε>· κάθιζε ASn, ἕδραζε (Β 191) S <ἱδρύεσθαι>· ἐπὶ τῇ ἱδρύσει στῆσαι χύτραν (Ar. Pac. 923?) *<ἱδρύεται>· καθέζεται An, ἑδράζεται A, ἀνακαλεῖται n <ἱδρύματα>· καθίσματα (Eur. Bacch. 951) *<ἱδρυμένους>· τεθεμελιωμένους ASvgn *<ἱδρυμένα>· ἀνατεθέντα. ἢ ἠσφαλισμένα An. τεθεμελιωμένα. κατεσκευασμένα (Ps. 143,12 v. l.) <ἱδρῶ>· ἱδρῶτα κατ' ἀποκοπήν· r ἱδρῶ ἀπεψύχοντο (Λ 621) [[ἱδρῶτα] r <ἱδρῶν>· κοπιῶν (4. Macc. 3,8) <ἰδυῖοι>· μάρτυρες. ἢ οἱ τὰς φονικὰς δίκας κρίνοντες. οἱ δὲ συνί- στορας *<ἰδυίησιν>· ἐπιστημονικαῖς (Α 608) n †<ἰδύβολαι>· προφαίνεται <ἰδύλευμα>· μάθημα s *<ἰδύαι>· τρίχες n <ἰδυναγής>· μάντις *<ἰδυίους>· μάρτυρας. συνίστορας <παρὰ Ἀθηναίοις> n <ἰδών>· θεασάμενος (Α 330 ..). ἀποψηφισάμενος *<ἴδωμαι>· θεάσωμαι (Α 587) ASvgn <ἰδωνόν>· ὅμοιον <ἴδωνται>· φαίνωνται †<ἴε>· βάδιζε, πορεύου (Γ 390 ..) <ἵει>· ἀφίει. ἀπέπεμπεν (Δ 397) r. (S)n <ἰείη>· πορεύοιτο, διὰ ψιλῆς (Τ 209) <ἱεΐας>· τὰς κυρίας. οἰκογενεῖς. [ἢ ἀπέπεμπεν] <ἱείς>· βάλλων. ἢ πέμπων (Α 51) r *<ἱεῖσα>· ἀποβάλλουσα (Eur. Phoen. 231?) ASn *<ἱέζεο>· ἐκαθέζου (Ζ 354?) <ἴελος>· ὁ τῶν ἐντέρων ταραγμός <ἵεμαι>· προθυμοῦμαι r, βούλομαι. ὁρμῶ. τὰ αὐτὰ καὶ <ἱεμένη ἱεμένη περ>· καίπερ [προθυμουμένη r, ὁρμωμένη, [καθημένη] (χ 409) <ἵεν>· [ὑπάρχοιεν] ἵεσαν (Μ 33) *<ἰέναι>· πορευθῆναι (Α 227) ASvgn *<ἱέντα>· πέμποντα gn †<ἰεννά>· πορφυρᾶ *<ἵενται>· ὁρμῶσιν (χ 304) ASp *<ἰένεσθαι>· εὐφραίνεσθαι (n) <ἱέντας>· *ἀφιέντας ASn. ἐξάγοντας. ἀκοντίζοντας. [ἢ παραγινο- μένους] <ἱερά>· *θυσία S. κειμήλια. ἢ συκῆ ἐν τῇ εἰς Ἐλευσῖνα ἀγούσῃ ὁδῷ <ἱεράγγελοι>· θεωροί, ἀγγέλλοντες τὰς πανηγύρεις <ἱερόθυτα>· ἅγια ἐπιθύματα, μηρία καὶ ὅμοια, θυσίαι θύματα <ἱεραί>· †ἄρχουσαι <ἱεράμοιβοι>· προφῆται θεῶν <ἱερὰ νόσος>· ἐπιληψία <ἱεραοιδός>· ποιητής <ἱερὰ παρθένος>· ἡ Δήμητρος <ἱέρεια> [<ἱέρας>· σημεῖον] *<ἱεράς>· ἁγίας (Ios. 6,8) AS *<ἱερᾶσθαι>· ἱερουργεῖν Avgn. καὶ τὸ ἱερωσύνην ἔχειν <ἱερᾶται>· ἱεροσκοπεῖ <ἱερεῖα>· θύματα (n) <ἱέρεια>· ἁγία, ᾗ οὐ θέμις ἰέναι πρὸς ἄνδρα, παρθένος *<ἱερείαν>· θυσίαν A, θῦμα (4. Regn. 10,20) *<ἱερεῖον>· πᾶν τὸ θυόμενον θεῷ S <θῦμα> Sn <ἱερῖτιν>· καθαρμοῦ δεομένην. ἱκέτιν. Αἰσχύλος Ἰξίωνι (fr. 93) *[<ἱερένα>· ἁπαλά] <ἱερεύει>· σφάζει <ἱερεύς>· ὁ διὰ θυσιῶν μαντευόμενος (Α 370) *<ἱερεῦσαι>· θυσιάσαι g <ἱερεὺς Διονύσου>· Εὔπολις Αἰξὶν Ἱππόνικον, σκώπτων ὡς ἐρυθρὸν τῇ ὄψει (fr. 19) <ἱέρευσεν>· ἔθυσεν n, ἐθυσίασεν (Β 402) r *<ἱερῶσαι>· ἀφιερῶσαι θεῷ *<ἱερή>· μεγάλη sp. ἀγαθή (π 476 ..) s *<ἱερῆα>· ἱερέα (Α 23) n <ἱερὴ ἲς Τηλεμάχοιο>· ὁ Τηλέμαχος. εἴρηται δὲ περιφραστικῶς (β 409) *<ἱερήν>· ἱεράν AS. μεγάλην (Α 99 ..) ASvgn *<ἱερήϊον>· κώδιον (Χ 159) *<ἱερῆες>· ἱερεῖς (Ω 221) ASvg [<ἱερεῖ>· ἀέρι] *<ἱερεῖαι>· θυσίαι A *<ἱεροῖς>· θείοις (κ 426) <ἱερόμαος>· τῶν ἱερῶν ἐπιμελούμενος <ἱεροῖο δόμοιο>· ναοῦ. μεγάλου οἴκου (Ζ 89) <ἱερομηνία>· ἑορτάσιμος ἡμέρα. *[ἱερὰ ἑορτὴ κατὰ μῆνα ASvg <ἱερόλας>· ἱερεύς. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 54). ὡς καὶ τὸν γέροντα †γεροιδὰν ἢ γεροῦντας† λέγει *<ἱερομνήματα>· ὀχυρώματα AS <ἱερομνήμονες>· οἱ πεμπόμενοι εἰς Πυλαίαν ἱερογραμματεῖς *<ἱερομύστας>· ἱερὰ μυομένους ASm <ἱερόν>· ἔνυγρον. ἀγαθόν. μέγα. θεῖον. καὶ ναός <ἱερὸν ἡ συμβουλή 'στιν>· παροιμία, ἐπὶ τῷ δεῖν καθαρῶς συμβουλεύειν (Aristoph. fr. 33) <ἱερὸν ἰχθύν>· τὸν μέγαν καὶ ἄνετον n λέγει· ἱερὸν γὰρ τὸ μέγα (Π 407) <ἱερὸν ὀστοῦν>· τὸ ἐν τῷ σώματι ἡμῶν μετὰ τοὺς σπονδύλους κείμενον *<ἱερὸν μένος Ἀλκινόοιο>· ὁ Ἀλκίνους (η 167) <ἱεροποιοί>· ἐπιμήνιοι <ἱερὸν πόλεμον>· ὃν ἐπολέμησαν Λακεδαιμόνιοι πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐβοήθησαν δὲ Φωκεῦσιν Ἀθηναῖοι καὶ παρέδοσαν τὸ ἱερόν (Ar. Av. 557) <ἱεροπρεπῶς>· θεοπρεπῶς r <Ἴεσσα>· γεγονυῖα ἐντολὴ καθ' ὑπόκρισιν (Isai. 15,4) <ἱερός>· σεμνός. †ἥμερος. ἀγαθός <ἱερὸς ἀκτή>· ἄλφιτα (Hes. op. 466) <Ἱερὸς γάμος>· ἑορτὴ Διὸς καὶ Ἥρας <ἱερὸς λόχος>· ἐν τοῖς τακτικοῖς ἡ πρώτη †ἀπολογή *<ἱερόσυλος>· τὰ ἱερὰ κλέπτων r (Svg) *<ἱεροσυλημάτων>· τῶν κλοπῶν τοῦ ἱεροῦ (2. Macc. 4,39) A (S) <ἱερώτατος>· θειότατος. ἅγιος *<ἱερουργεῖ>· θύει. ἱερὰ ἐργάζεται ASvgn *<ἱερουργοῦντα>· προσφέροντα θυσίαν (Rom. 15,16) ASg *<ἱεροφάντης>· μυσταγωγός ASvg ἱερεὺς AS ὁ τὰ μυστήρια δεικνύων (Greg. Naz. or. 5,30) r. S [<ἱερομνήματα>· ὀχυρώματα] <ἱέρωμα>· τὸν κόννον Λάκωνες, ὅν τινες μαλλὸν <ἢ> σκόλλυν *<ἱερώματα>· θυσίαι θεῖαι, θαυμασταί (2. Macc. 12,40) AS (g) <ἱερωμένη>· ἱερατεύουσα <ἱερῶν>· *θείων AS Ἀττικῶς ἐπὶ τῶν μελλόντων <βουλεύεσθαι ἐν> βουλῇ καὶ ἐκκλησίᾳ λέγεται. <ἱερῶν δάνη>· ἀπὸ τῶν θυσιῶν μερίς <ἱερῶσθαι>· θύειν καθαροὺς ὄντας (Thuc. 5,1) <ἱερώσυνα>· τὰ τῷ ἱερεῖ διδόμενα ἱερεῖα r *<ἴεσαν>· ἐπορεύθησαν (Κ 197 ..) ASvgn <ἴεσσα>· βαδίζουσα *<ἵεσθαι>· προθυμεῖσθαι. χωρεῖν AS *<ἱέσθην>· ἐπεθύμουν (Σ 501) (Snp) *<ἵεται>· βαδίζει. [προθυμεῖται. πορεύεται n. θέλει. ἐπείγεται. [ὁρ- μᾶται (β 327) m <ἰέττας>· πατέρας. Κρῆτες. ἢ τοὺς ἀγρίους τράγους <ἱζάνει>· ἐπικάθηται (Κ 92) (np) <ἵζανον>· ἐπέσπιπτον. ἐκάθιζον (ω 209) *<ἵζει>· καθίζει (Ν 281) Avgn *<ἷζεν>· ἐκάθισεν (Ι 218 ..) n <ἰζέλα>· ἀγαθῇ τύχῃ. Μακεδόνες <ἰζέλος>· ὁ θαλάττιος σκορπίος s *<ἵζεο>· καθέζου (Γ 162) r. ASvgn <ἰζίνες>· οἰωνοί, ὄρνιθες, προχόοι, λέβητες, τρίποδες *<ἱζήσαντα>· καθίσαντα ASvgn <ἰζοῦνα>· βοόστασις S *<ἵζευ>· κάθισον (Γ 162) m *<>ϊζύομεν>· ... καὶ ὑπομένομεν <κακά> (Ξ 89) A *†<ἰζῶς>· σχῆμα ὀρχήσεως AS *<ἴη>· μία Sgn. μόνη (Greg. Naz. c. 1, 2, 15, 93) <ἰή>· φωνή, [βοή S †<ἰηγορεῖν>· ἐγρηγορέναι. Λάκωνες <ἰηδονές>· εὐφροσύνη. ἐπιθυμία. χαρά <ἰηθενέουσα>· ἐκπεπληγμένη, καὶ ἀποροῦσα [<ἰήθεος>· ἔφηβος. ἄγαμος] <ἰήϊος>· δασέως μὲν ὁ Ἀπόλλων ἀπὸ τῆς ἀφέσεως καὶ τῆς τοξείας. ψιλῶς δὲ ἀπὸ τῆς ἰάσεως· ἰατρὸς γὰρ ὁ θεός. Ἀλλὰ καὶ θρῆνον σημαίνει, ὡς Σοφοκλῆς Τρωΐλῳ (fr. 575) καὶ Ἴων Εὐρυτίδαις (fr. 12)· ὡς αἴλινον, ἰάλεμος <ἰῄους καμάτους>· τοὺς κατὰ τὸν τόκον, ἐν ᾧ ἱᾶσι φωνὰς διὰ τοὺς πόνους καὶ τὰς ὠδῖνας αἱ τίκτουσαι. τινὲς δὲ τοὺς θρη- νητικοὺς πόνους· ἀπὸ τοῦ ἰαλέμου. Σοφοκλῆς Οἰδίποδι Τυράν- νῳ (173) *<ἴηλα>· [ἀκρόδρυα] <ἐπέβαλον> (Ο 19) S <ἴηλεν>· ἐπέβαλεν. περιέβαλεν. ἔδησεν. ἔγραψεν. ἔπεμψεν (θ 447) <ἰηλεμιστρίας>· θρηνητρίας (Aesch. Choe. 424) <ἰηλενές>· πορφυροῦν. μέλαν *<ἰῆς>· μιᾶς (Π 173) Avgn <ἰήλω>· ἐπιβάλω (β 316) *<ἰήνῃ>· διαχέῃ. [εὐφράνῃ (Ω 119) Sn *<ἰότητι>· βουλήσει (Ε 874) AS <ἴῃσιν>· ἀπίῃ (Ι 701) (p) *<ἰητήρ>· ἰατρός (Δ 190) r. nps *<ἰητῆρος>· ἰατροῦ (Δ 194) r. ASvgn <ἱήτης>· τοξότης r, ἰοβόλος <ἰήτωρ>· ἰατρός <ἰητορίη>· ἰατρική (n) <ἴθα>· ἡ θηλία τῶν ὑδάτων φύσις. καὶ ὀρθή. μακρά. στενή. δικαία *<ἰθαγενής>· αὐτόχθων. γνήσιος r. ASvgn <ἰθαγενέεσσι>· γνησίοις τέκνοις καὶ καθαροῖς, οὐκ ἐκ παλλακίδος (ξ 203) <ἰθαίνειν>· †εὐφρονεῖν <Ἴθακος> καὶ <Νήριτος> καὶ <Πολύκτωρ>· υἱοὶ Πτερελάου (ρ 207) <ἴθανα>· σχοινία s <λευκέαι> <ἴθαρ>· εὐθέως, ταχέως (Μ 353) s <ἰθαραῖς>· [ταχέσιν] ἱλαραῖς. καλαῖς. καθαραῖς. κούφαις. [λευ- κείαις. ταχείαις] <Ἴθας>· ὁ τῶν Τιτήνων κῆρυξ. Προμηθεύς. τινὲς Ἴθαξ *<ἰθεῖα>· ὀρθή (Ψ 580) r. vgn <ἰθείη>· ἁμαξιτός. Θεσσαλοί *<ἰθέως>· ὀρθῶς (Hdt 2,121 β 2 ..) ASvgn *<ἰθείην>· εὐθεῖαν. θαυμαστήν n <ἰθή>· εὐφροσύνη *<ἴθι>· πορεύου, ἧκε, ἔρχου (Prov. 6,6) ASvg <ἰθίτας>· ὁ βλέννος καὶ μωρός <ἰθμαίνων>· ἀσθμαίνων *<ἴθματα>· ὁρμάς. βήματα ASvg. ἀπὸ τοῦ δι' αὐτῶν ἰέναι. καὶ [ἴχνη (Ε 778) Sp <ἰθμία>· ἡ τῶν μελισσῶν ἐρυθρὰ κόπρος <ἴθμιον>· περιστόμιον. περιτραχήλιον. ἢ στεφανίς <ἰθαίνεσθαι>· θερμαίνεσθαι <ἴθρις>· σπάδων, [ἐκτομίας r εὐνοῦχος <ἰθύ>· εὐθέως (Υ 99) r *<ἰθύς>· ἐπ' εὐθείας. καὶ εἰς ὀρθόν, μεθ' ὁρμῆς (Ε 506) [<ἰθυγενές>· εἰς εὐθύτητα τεταμένον] <ἰθύει>· βούλεται. ἐφορμᾷ, φέρεται (Λ 552) <ἰθυκτέανον>· τὸ ἰθὺ πεφυκὸς καὶ ὀρθὸν δένδρον <ἴθυμβος>· γελοιαστής. καὶ τὸ σκῶμμα. ἀπὸ τῶν ἰθύμβων, ἅτινα ποιήματα ἦν ἐπὶ χλεύῃ καὶ γέλωτι συγκείμενα. καὶ ᾠδὴ μακρὰ καὶ ὑπόσκαιος <ἰθύν>· ὀρθόν. φρόνησιν. τρόπον. ὁρμήν. βούλησιν. διάνοιαν (Ζ 79 ..) <ἰθύνει>· ἀπορθοῖ, ἐξισοῖ. διοικεῖ, εὐθύνει, κυβερνᾷ (Ρ 632) <ἰθυνομένων>· κατ' εὐθὺ προϊεμένων, καταστοχαζομένων (Ζ 3) <ἰθυνοῦμεν>· εὐθυνοῦμεν *<ἰθὺν πετεῖν>· ἐπ' εὐθείας ὁρμῆσαι A *<ἰθύντατα>· ὀρθότατα, δικαιότατα (Σ 508) AS *<ἰθυντήρ>· χαλινός. πηδάλιον. ὁδηγός ASvg. ὁρμητής p. n. καὶ εἴ τι ἰθῦνον, [κανονίζον, καὶ ἰσότητα παρέχον ASvg *<ἰθυνθήτην>· ἐπ' εὐθείας ἐγένοντο (Π 475) (b) *<ἰθυπτίωνα>· τὴν ἐπ' εὐθείας πετομένην S καὶ καταντικρύ. καὶ ὀρθόβολον, κατ' εὐθὺ φερομένην (Φ 169) <ἰθυντήριον>· ὃ φέρουσιν οἱ μάντεις σκῆπτρον ἀπὸ δάφνης †<ἰθύρ>· τὸ σιδήριον τοῦ ἄξονος τὸ τριβόμενον [<ἰθύς>· εἴθε, μακάρι, αἴθε] <ἰθύς>· εὐθύς. ὀρθός r *<ἴθυσεν>· εἰς ὀρθὸν ὥρμησεν (Π 582 ..) (g)n <ἰθὺς νηῶν>· εὐθεῖαν (Μ 254), ὡς .... ἐπὶ τὴν πόλιν (Φ 540) *<ἰθὺς τετραμμένος>· ἐπ' εὐθείας ὁρμῶν (Ρ 227) AS *<ἰθυτενές>· ἐπ' εὐθεῖαν τεταμένον Avgn *<ἰθύφαλλοι>· οἱ ἐπίκροτοι καὶ ἀκολουθοῦντες τῷ φαλλῷ, γυναι- κείαν ἔχοντες στολήν. λέγεται δὲ ὁτὲ μὲν τὸ ἐντεταμένον αἰδοῖον· ὁτὲ δὲ τὸ ποίημα τὸ ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾀδόμενον Σ <ἰθύω>· ἐπιβάλλομαι <ἰθών>· πυγή. λαγαρός. καὶ πρωκτός. ἄλλοι δὲ τὰ γλουτά <Ἰθώμη>· πόλις r Θεσσαλίας (Β 729) <ἰκάζει>· στοχάζει. ἀπολαμβάνει *<ἵκανε>· παρεγένετο (Β 17) S *<ἱκάνει>· καταλαμβάνει (Α 254 ..) ASn <ἱκανέμεν>· ἱκετεύειν *<ἵκανεν>· κατελάμβανεν r. n. ἤρχετο n, παρεγένετο g Sn, ἀφίκετο (Α 431 ..) gn <ἱκάνετον>· ἀφίκεσθον (Ι 197) <ἱκάνῃ>· λάβῃ. παραγένηται <ἱκανήν>· ἀρκοῦσαν. πολλήν (Sir. prol. 7) <ἱκάνομαι>· ἱκετεύων ἀφῖγμαι (Σ 457) *<ἱκανόν>· διαρκές ASn. δόκιμον <ἵκανον>· παρεγένοντο (Γ 345) *<ἱκανότης>· δύναμις, ἰσχύς (2. Cor. 3,5) ASvg [<ἱκανοῶν>· ἐπιθυμῶν] <ἵκαντι>· ἥκουσιν <ἴκατιν>· εἴκοσιν (Callim. fr. 196,32) s <ἱκάνω>· καταλαμβάνω. ἱκετεύω (ε 147) <ἱκανῶς>· δυνατῶς. *[ἀρκετῶς (Iob 9,31) ASvg <ἴκαρ>· ἐγγύς, καὶ παρ' ὀλίγον τοῦ ἐφικνεῖσθαι <Ἰκαριεῖς>· δῆμος Ἀθήνησι, φυλῆς Αἰγηίδος *<Ἰκαρίοιο>· ὄνομα πελάγους (Β 145) ASg <Ἴκαρος>· υἱὸς Δαιδάλου rT. [οὗτος, φασίν, ἐτεχνάσατο τὴν τεκτονικήν· ἐποίησε δὲ τῷ υἱῷ αὐτοῦ πτερὰ ξύλινα, καὶ ἐκόλ- λησεν αὐτὰ κηρῷ, καὶ ἐπετάσθη κατὰ τοῦ ἡλίου, καὶ ἐθέρμανεν ὁ ἥλιος τὸν κηρόν, καὶ ἔλυσεν αὐτόν, καὶ ἔπεσεν εἰς τὸ πέλαγος, καὶ ἐπνίγη. ὅθεν ἐκλήθη ὁ τόπος Ἰκάριον πέλαγος.] <ἰκασθείς>· ὁμοιωθείς (Eur. Bacch. 1253) <ἵκατο>· ἐλάβετο <ἵκει>· ἥκει (Θ 192 ..) <ἵκειν>· ἐληλυθέναι (ν 325?) *<ἰκέλη>· ὁμοία (Δ 86 ..) ns *<ἴκελον>· ὅμοιον (Ε 450 ..) (vn) <ἰκενάς>· ὀρχήσεις *<ἰκεολογίας>· ματαιολογίας n *<ἱκέσθαι>· παραγενέσθαι (Α 19) ASn. ἱκετεῦσαι AS <ἱκεσίας>· πρεσβείας. ἱκετηρίας. *[παρακλήσεις, δεήσεις g <ἱκέσιος>· ἱκέτης r. s. πρόσφυγος, ὡς ἱερὸν καταφεύγων δοῦλος <ἱκέτευσεν>· μετῳκίσθη. ἱκέτης ἐγένετο (Π 574) *<ἱκέτην>· πρόσφυγα, ἀξιοῦντα, δεόμενον (Ω 570) AS [<ἱκέτης>· παῖς, δοῦλος. παράσιτος] *<ἱκετηρία>· παράκλησις (2. Macc. 9,18) ASvg <ἱκετήσιος>· ὁ ἐπὶ τῶν ἱκετῶν Ζεύς· ἢ ὁ τοὺς ἱκέτας ἐλεῶν (ν 213) *<ἵκετο>· παρεγένετο ASvgn. ἥψατο (Λ 352) [<ἱκετορεύσομεν>· ἱκετεύσομεν] <ἱκετώσυνα>· καθαρτήρια, λυτήρια. ἱκέσια *<ἵκηαι>· παραγένῃ (Θ 478) n <Ἰκιάδες>· αἱ ἐξ Ἴκου τῆς νήσου (Callim. fr. 185?) *<..>ι κιών>· πορευθείς (Δ 251?) ASvg *<ἰκμάδα>· σταγόνα, ὑγρασίαν (Ierem. 17,8) ASg *<ἰκμάζει>· κατασκιάζει g [κατασκελετεύει] †<ἰκμάζειν>· κατασκελετεύειν *<ἰκμαζομένην>· ὑγραινομένην (AS). μαλασσομένην <ἰκμαίνει>· ὑγραίνει. μαλάσσει <ἰκμαλέον>· χλωρόν. ὑγρόν. στερεόν <>ικμᾶν>· λικμᾶν, σῖτον καθαίρειν <ἴκμαρ>· ἐγγύς *<ἰκμάς>· νοτίς, [ὑγρασία, ὑγρότης, ὑγρὰ σταγών (Ρ 392) ASvg *<ἰκμασία>· ὁ ἔνδροσος ἀήρ, ὑγρασία ASn <ἰκμάσαι>· ἐφορμῆσαι <ἴκμενον>· εἰ μὲν δασέως τὸν ἱκτικὸν λέγει, οἷον πορευτικόν, τὸν ἱκνεῖσθαι ποιοῦντα, ὅ ἐστιν πορεύεσθαι. εἰ δὲ ψιλῶς τὸν ἰκμα- τώδη καὶ ἔνικμον, οἷον ἔνυγρον (Α 479) <ἴκμη>· φυτόν τι γενόμενον περὶ τὸν Ὀρχομενόν <ἰκμῶντο>· ἐσείοντο. ἐπνέοντο [<ἰκνά>· τροφεῖα] *<ἱκνεῖται>· ἔρχεται r. Avg. νοστεῖ. [καθάπτεται Avgn. δεῖται, [ἱκετεύει (n) <ἰκνείαν>· τροφεῖα. [κονίαν] <ἴκνειος>· τροφεύς. Ῥόδιοι <ἰκνοτέρους>· ἐσταλμένους *<ἱκνοῦμαι>· ἱκετεύω AvgΣa. ἔρχομαι vgΣa. παρακαλῶ (Eur. Or. 671 ..) g <ἱκνουμένως>· προσηκόντως (Hdt. 6, 65,3) <ἵκωμαι>· ἱκετεύσω (Χ 123) <ἴκνυον>· κονίαν. σμῆμα <ἵκοιτο>· φθάσοι. *[παραγένοιτο (Γ 233) n *<ἱκόμαν>· παρεγενόμην n <ἱκόμενον>· ἱκετεύοντα, παραγενόμενον <>ἴκοντες>· ὑπακούοντες. παραχωροῦντες <ἵκοντο>· ἱκέτευον. *[παρεγένοντο (Α 484) r. gnΣa <>ἰκός>· τάχα, ἴσως <>ἰκόσιν>· εὐπρεπέσιν <ἴκρια>· ἡ καθέδρα τοῦ κυβερνήτου. οἱ δὲ τὰ πλάγια καὶ τὰ μακρὰ σανιδώματα τῆς νεώς. ἢ τὰ ἐπὶ τοῖς ξύλοις κατασκευα- ζόμενα θεωρεῖα. καὶ τὰ ὀρθὰ ξύλα, τὰ ἐπὶ τῆς πρύμνης καὶ πρῴρας, καὶ τὰ καταστρώματα αὐτῆς, καὶ τὰ ξύλινα οὕτως ἐλέγοντο Ἀθήνησιν, ἀφ' ὧν ἐθεῶντο, πρὸ τοῦ τὸ ἐν Διονύσου θέατρον γενέσθαι *<ἰκρίον>· σανίδωμα A. ἢ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι ξέονται Avgs <ἷκται>· ἥκει, [ἦλθεν r (n) <ἰκταίνοντο>· ἐσφάλλοντο (ψ 3) <ἴκταρ>· ἐγγύς. ἀπὸ τοῦ ἱκνεῖσθαι. πρόσφατον, ἄρτι, ταχέως. πυκνῶς. ἐξαπίνης. καὶ παροιμία>· οὐδ' ἴκταρ βάλλει> (Plat. rep. 9,575 c) <ἰκτάρα>· ἐθνικῶς ἰχθύς <ἰκτέα>· ἀκόντιον *<ἴκτερος>· πόνος ὠχροειδής, ἀπὸ θυμοῦ ἐπεγειρόμενος Avg †<ἴκτευ>· κρατεῖς. Λάκωνες <ἱκτῆρες>· ἱκέται. θαλλοί (Soph. O. R. 143) <ἵκτης>· ὁ ἱκέτης, πτωχός. ἔπηλυς. οἱ δὲ <ἱκτήρ> <ἰκτίς>· αἴλουρος r Περγαῖοι <ἱκτορεύσομεν>· ἱκετεύσομεν. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 55) <ἵκωμαι>· [ἱκετεύω.] παραγένωμαι· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι (Α 139) καὶ ἱκετεύσω· μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών· ὁ δέ μ' οὐκ ἐλεήσει (Χ 123) †<ἰλάγματα>· ἱμάτια *<ἰλαδόν>· ἀθρόως. [κατὰ τάξιν g. κατὰ σύστημα A ἐπορεύοντο (Β 93) g <ἱλάειρα σελήνη>· (Empedocl. fr. 40 D.) <ἵλαος>· ἱλαρός (Τ 178) *<ἱλάοντες>· ἐξευμενιζόμενοι, ἐξιλεούμενοι A <ἱλασμοῖς>· λιταῖς <ἵλαον>· ἵλεων, εὐμενῆ (Ι 639) <ἱλάονται>· ἱλάσκονται (Β 550) (p) *<ἵλαος>· ἵλεως Avgn, ἱλαρός, εὐμενής gn <ἱλαότι>· ἱλαρῷ, ἱλέῳ *<ἰλαπίνας>· θυσίας. ἑορτάς (Eur. Med. 193) Av *<ἶλαρ>· ἀσφάλεια Agn. κώλυμα. φυλακή ps *<ἱλαρός>· περιχαρὴς τῇ ὄψει (Isai. 5,1) A (*)<ἱλαρῶς>· εὐθύμως. φαιδρῶς (Iob 22,26) *<ἱλάσκεσθαι>· ἐξιλεοῦσθαι (Α 386) g *<ἱλασμός>· εὐμένεια. συγχώρησις r. vg. διαλλαγή ASgn, καταλ- λαγή A. πρᾳότης (Ps. 129,4) vg *<ἱλάσσεαι>· ἐξιλεώσῃς (Α 147) m *<ἱλαστήριον>· καθάρσιον (Rom. 3,25). [θυσιαστήριον (Amos 9,1 ..) r. Avg <Ἱλάων>· ἥρως, Ποσειδῶνος υἱός, ἀφ' οὗ Ἀριστοφάνης ἐν Τρι- φάλητι (fr. 555) Ἱλάονας ἔφη τοὺς φάλητας μεταφέρων, ὡς ὑπερβάλλοντας τῷ μεγέθει· ὡσεὶ ἔλεγε Τιτυοὺς ἤ τινας τοιού- τους. ἄλλοι δὲ θεὸν πριαπώδη φασίν <ἰλέοντο>· ἐστρέφοντο <ἵλεον, ἵλαον, ἵλεων>· τριχῶς, τὸ ἱλαρόν [<ἰληθμός>· ἀθροισμός s] <ἴλαξ>· ἡ πρῖνος, ὡς Ῥωμαῖοι καὶ Μακεδόνες *<ἵλεως>· εὐμενής r. Ag(v). ἱλαρός (Exod. 32,12 ..) A (v) <ἵλεοι>· εὐμενεῖς. καὶ σταφυλῆς εἶδος <ἰλεός>· θηρίου φωλεός. τίθεται ἡ λέξις καὶ ἐπὶ ἀλωπεκιῶν. ἢ [ὁ τῶν ἐντέρων σπαραγμός r. s <ἰλικρινεῖς>· καθαροί <ἰλέωσιν>· ἴσχωσιν <Ἰλήϊον>· τὸ [Ἰλιακόν s, ἀπὸ Ἴλου· τὸ τῆς Ἰλίου πεδίον (Φ 558) <ἵληθι>· χαῖρε, ἵλεως ἴσθι (γ 380) <ἱλήκοις>· ἵλεως εἴης r. p <ἱλήκοι>· ἐν εὐμενείᾳ ἔστω [<ἴλιλον>· ἀθρόον. ἀθρόως] <ἴλην>· ὄχλου συναναστροφὴν ἐν τάξει ἱππικῇ <ἴλια>· δῶρα γυναικεῖα <Ἰλιάδης>· ὁ Ἰλέως παῖς (Ν 203 v. l.) <Ἰλιάς>· τὸ Ὁμήρου σωμάτιον. καὶ ὄρνις, ἡ κίχλη· Ἀριστοτέλης (h. an. 9 p. 617a 22) [<ἰλίγγη>· συστροφή. καὶ τὰ ὅμοια] <ἰλιγγιᾶν>· τὸ ἐσκοτῶσθαι. καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ συστρέφεσθαι *<ἰλιγγιᾶν>· συστροφοῦσθαι g. bp. σκοτοῦσθαι g. v <ἴλιγγος> καὶ [<ἶλιγξ>· ὁ τῆς κεφαλῆς σκοτισμός r. g. ὁ γὰρ τῶν ἐντέρων θόρυβος <ἰλεός> λέγεται r, ὁ σπαραγμός. λέγουσι δὲ οὕτω καὶ τὴν τῶν πραγμάτων ταραχήν *<>ι λιγύφθογγοι>· ἡδύφωνοι (Β 50 ..) Agp <Ἰλίεια>· ἑορτὴ ἐν [Ἀθήναις. ἐν] Ἰλίῳ Ἀθηνᾶς Ἰλιάδος καὶ πομπὴ καὶ ἀγών <ἰλικρινές>· ἄμικτον *<ἶλιγξ>· συστροφὴ ὑδάτων r. An *<Ἰλιόθι> <<πρό>>· πρὸ τῆς Ἰλίου n πόλεως (Θ 561) <ἴληοι>· θηρία διὰ φρυγάνων, ἢ σκώληκες ἐν ταῖς δρυσίν, οἷς χρῶνται εἰς δέλεαρ. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν τῷ περὶ ζῴων τὸν καλούμενον μῦν ἐλειόν *<Ἴλιον εἴσω>· εἰς Ἴλιον εἴσω (Α 71) n <ἴλιον>· τὸ τῆς γυναικὸς ἐφήβαιον δηλοῖ. καὶ κόσμον γυναικεῖον παρὰ Κῴοις <ἴλιος>· μῦς τις [ἰλίς] <ἰλικρινῶς>· ψιλῶς. οὐ καλυψάμενος [<ἰλίσσαι>· κατωχῆσαι] <ἰλισπῶντες>· συνειλοῦντες <ἰλιτενής>· κισσὸς ἄκαρπος <ἰλιμένοι>· διωκόμενοι <ἴλκα>· γλοιός. ῥύπος <ἰλλάδας γονάς>· ἀγελαίας. καὶ τὰς συντρόφους. Εὐριπίδης Φρίξῳ (fr. 837) καὶ Σοφοκλῆς Ἀκρισίῳ (fr. 67) <ἰλλάδας>· σειρὰς ἐξ ἱμάντων ἢ σχοίνων. παρὰ τὴν <εἴλησιν> (Ν 572) <ἴλλαι>· τάξεις. συστροφαί. δεσμοί. ἀγέλαι <ἰλλάζει>· δεσμεύει. συστρέφει. ἀγελάζει [<ἰλλαοιδός>· ἐπιμυλίδιος ᾠδός] <ἴλλικον>· τὸν τραγίσκον. ἐθνικῶς <ἰλλίς>· στρεβλή, διεστραμμένη *<ἰλλός>· στρεβλός, στραβός (Avgn), διεστραμμένος <ἰλύει>· στρέφει. κρύπτει <Ἰλλυρὶς γονή>· ἀντὶ τοῦ Ἰλλυρὶς γενεά. γράφεται δὲ καὶ <γυνή>. ὁ δὲ Καλλίστρατος γύη, ἀντὶ τοῦ γῆ· χρῶνται γὰρ οὕτως. Σοφοκλῆς Τριπτολέμῳ (fr. 544) <ἰλλώπτειν>· στραβίζειν, ἀπὸ τῶν <ἴλλων> τῶν ὀφθαλμῶν. ἐμβλέπειν. τὸ καταμύειν (Com. ad. fr. 1019) [<ἰλός>] <ἰλύς>· βόρβορος. γλοιός r <ἰλούμενος>· περιστρεφόμενος <Ἴλου σῆμα>· Ἴλου μνῆμα (Λ 166) <ἰλύαται>· περιειλημένοι <εἰσίν> (υ 352) <ἰλιγγιζόμενον>· συστρεφόμενον <ἰλύαι>· ἔνθα τὰ θηρία αὐλίζεται, φωλεοί <ἰλύει>· [κοιμᾶται.] κρύπτει. συστρέφει. [διατρίβει] <ἰλύθματα>· πέταλα <ἰλύμενον>· ἐρχόμενον, προβαίνοντα *<<ἰλυόεσσιν>·> ἰλυώδεσι [βορβορώδεσιν (Greg. Naz. c. 2,1, 1,36) g <ἰλύωμαι>· ἐῤῥύπωμαι *<ἰλύς>· πηλός Avg. ὑποστάθμη <ἰλύος>· πηλώδους ὑποστάθμης ποταμοῦ (Φ 318) (n) <ἰλύσαι>· κρύψαι, καλύψαι <ἰλυσπᾶσθαι>· τὸ [παραπλησίως τοῖς ὄφεσιν ἢ σκώληξιν ἰέναι, κυλίεσθαι r, εἰλεῖσθαι <ἰλύσω>· ἰλύϊ περικαλύψω, κρύψω (Φ 319) <ἴλυται>· κέκρυπται, καλύπτεται (Μ 286 v. l.) *<ἱμαλίς>· ἡ ἐπιμύλιος ᾠδή. ἢ σταφυλῆς εἶδος <ἱμαῖος>· ᾠδὴ ἐπιμύλιος, καὶ ἐπάντλιος, καὶ ἐπίνοστος (Callim. fr. 260,66) <ἱμαλιά>· τὸ ἐπίμετρον τῶν ἀλεύρων. ἐπιγέννημα ἀλετρίδος. [ἱμαλίην· ἱκανήν] καὶ ὁ ἀπὸ τῶν ἀχύρων χνοῦς καὶ περιουσία <ἱμαλίοιο>· πολλοῦ, δαψιλοῦς <ἱμάλιον>· πολυφόρον. καρποφόρον. νόστιμον. καὶ σταφυλῆς εἶδος <ἱμαλίς>· νόστος. δύναμις s. ἐπικαρπία. ἡδονή, ἀπαρχὴ τῶν γινομένων *<ἱμᾶν>· ἀντλεῖν Agn· <ἱμονιὰ> γὰρ τὸ ἄντλημα <ἱμαντάρια>· ἐν ταῖς ναυσὶν οὕτω καλεῖταί τινα ... <ἱμάντες>· *λῶροι Avgn, κάλοι ναυτικοί. καὶ ἔθνος οὕτως προς- αγορευόμενον. καὶ τὰ κύκλῳ τῶν τροχῶν σιδήρια <ἱμάντιον>· τῆς ἐν τῷ στόματι κιονίδος ἔκτασις *<ἱμάντωσις>· σύνδεσμος τῶν κοῤῥιγίων τοῦ ὑποδήματος (Sir. 22,16) A <ἱμαοιδός>· ὁ πρὸς τῇ μύλῳ καὶ τῷ ἀντλήματι ᾄδων <ἵμασο>· πάταξον <ἱμάς>· λῶρος· οἱ δέ τ' ἔνερθεν ὑποσείουσιν ἱμάντι (ι 385) καὶ ἐπὶ τοῦ κανονίου τοῦ συνέχοντος τὴν θύραν· παρὰ κληῗδος ἱμάντα (δ 802). ἐπὶ τῶν μυρμήκων· δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο (Ψ 684) καὶ τὰ ὅπλα, οἷς τὸ κέρας ἀνάγεται τῆς νεώς *<ἵμασεν>· ἐμάστιξεν (ε 380) Avgn *<ἱμάσθλας>· μάστιγας (An) g (T) <ἱμάσθλη>· μάστιξ s. ἀπὸ τοῦ <ἱμάσσειν>, ὅ ἐστι τύπτειν τῷ ἱμάντι *<ἱμᾶσι>· λώροις (Ψ 363) n *<ἱμάσαι>· πατάξαι, πλῆξαι (g), μαστίξαι †<ἱμάσσα>· μάστιξ <ἵματα>· ἱμάτια *<ἱμάσσω>· ἱμάντι πατάξω As. ἐλάσω (Ο 17) <ἴμβηρις>· ἔγχελυς. Μηθυμναῖοι <Ἴμβριος> καὶ <Λήμνιος>· οἱ τὰς διαίτας ὑποφεύγοντες ἐσκή- πτοντο ἐν Λήμνῳ ἢ ἐν Ἴμβρῳ εἶναι. Ἴμβρος δὲ νῆσος Θρᾴκης (Com. adesp. III p. 71) <ἱμείρει>· ἐπιθυμεῖ, θέλει <ἱμείρεται>· ἐρᾷ, *[ἐπιθυμεῖ Avg, ποθεῖ (α 59) <ἱμέρους>· ἔρωτας, πόθους *<ἱμερόεντα>· ἐπέραστα (Γ 397) n <ἱμερτοί>· ποθεινοί Avb, ἐπιθυμητοί. ἀγαθοί. ἐραστοί, ἀγαπητοί. ἀγαστοί *<ἴμεν>· βαδίζειν, [πορευθῆναι (Α 170 ..) n †ἴμενος>· πολύσαρκος† *<ἱμερτόν>· ἐπέραστον, καλόν, ποθεινόν, ἐπιθυμητόν gn, ἐράσμιον (Β 751) <Ἱμερτή>· τὸ πάλαι ἡ Λέσβος <ἱμερτῶν>· ἐρασμίων, ποθεινῶν <ἵμερα>· τὰ πρὸς τοὺς καθαρμοὺς φερόμενα ἄνθη καὶ στεφανώ- ματα <ἰμέσιτος>· δίκη [Σικελή] <ἱμητόν>· ἀντλητόν r <ἱμῆσαι>· ἀντλῆσαι. ἑλκύσαι <ἱμίνα>· χοῖνιξ ἡμίνη· κοτύλη <Σικελοί> <ἰμιτραιον>· ὑπόζωστον. Πάφιοι <ἰμβούς>· βοῦς. Λυδοί <ἱμονιά>· ᾗ χρῶνται πρὸς τὰς ἀνιμήσεις τῶν ὑδάτων. Κύπριοι δὲ <ἵμας>, ἤγουν *[τὰ σχοινία τῶν ἀντλημάτων (Agn) †<ἴμοροι>· πόλεμοι <ἰμπάταὁν>· ἔμβλεψον. Πάφιοι <ἰμπόλης>· λήμπτης <ἰμφθείς>· βλαφθείς. λωβηθείς. νυχθείς <ἴμψας>· ζεύξας. Θετταλοί <Ἴμψιος>· Ποσειδῶν ὁ ζύγιος <ἳν>· αὐτῇ. αὐτήν. [αὐτόν n. Κύπριοι *<ινα>· ὅπου. ὅπως. καὶ ἐπίῤῥημα. ἢ νεῦρον r. vgn <ἵνα γνώωσιν>· ἵνα ἐπιγνῶσιν (Α 302) <ἰναία>· δύναμις <ἰν ἀκριἵαν>· εἰς ἀκρισίαν <ἰν ἄμμαυἱν>· εἰς κρίσιν. [ἵνα λέγωσιν] [ἰνώδης] <ἰν ἀνιάτοις>· ἐν ἀπορίαις <ἰνάρει>· μαστεύει <ἰνάρετος>· ἱκανός. ἐνάρετος <ἶνας>· νεῦρα <ἰνάσσαι>· καταχέαι. καταπλάσαι. καταβαλεῖν <ἰνάσσατο>· κατέχεεν. ἐκάθαρεν. [ἐκαθάρθη] <ἰνᾶσθαι>· ἐκκενοῦσθαι. καὶ προΐεσθαι <ἵνα τί>· διὰ τί p. ἐς τί (Dem. 19,257 ..) <ἰνατέρων>· συννύμφων (Ζ 378 ..). λέγονται δὲ καὶ *αἱ τῶν ἀδελφῶν γυναῖκες <ἰνάτερες> n <ἳν αὐτῷ>· αὐτὸς αὐτῷ (Hes. fr. 11 Rz.) <Ἰνάχεια>· ἑορτὴ Λευκοθέας ἐν †Κρήτεσιν, ἀπὸ Ἰνάχου *<Ἴναχος>· ποταμός rA <Θεσσαλίας> A <ἰνδάλλεται>· *ὁμοιοῦται vg, φαίνεται (ψ 460) Avg, δοκεῖ. στοχάζεται. *[ἰσοῦται. σοφίζεται An *<ἰνδάλλετο>· ὡμοιοῦτο (Ρ 213) r. n *<ἰνδάλλονται>· φαίνονται An καὶ τὰ ὅμοια *<ἰνδάλματα>· φαντάσματα. ἀφομοιώματα, εἰκόνες (Ierem. 27,39) (r) Agn <ἰν δέᾳ>· μεσημβρίᾳ. Μακεδόνες *<Ἰνδός>· ὁ τὸν ἐλέφαντα ἄγων ἀπὸ Αἰθιοπίας (1. Macc. 6,37) <ἰνδουρός>· ἀσπάλαξ r <ἵν' ἔκδηλος>· ἵν' ἐπίσημος ᾖ (Ε 2) <ἰνέκεσθαι>· μαθεῖν *<ἶνες>· νεῦρα (λ 219) ASgn <ἰνεύει>· τείνει <ἰνηθεῖσα>· καθαρθεῖσα, κενωθεῖσα (Hippocr.) [<ἱνία>· λῶρα] <ἰν ἱμίνᾳ>· ἐν ἡμίσει <ἰνίον>· τὸ ὄπισθεν τοῦ τραχήλου νεῦρον (Ε 73) r. καὶ ἡ συνα- γωγὴ τῶν χειρῶν πρὸς ἀλλήλας. ἢ μέτρον. ἢ υἱόν †<ἰνιπίσας>· κρούματα ποιά *<ἶνις>· υἱὸς νέος, παῖς, βρέφος, ἀπόγονος νήπιος (Eur. Troad. 571) ASvg <ἰνκαπάταὁν>· ἐγκατάβλεψον <ἰνκαφότευε>· ἐνκαταφύτευε <ἴννην>· κόρην μικράν· καὶ τὴν ἐν τῷ ὀφθαλμῷ <ἴντυεν>· ἐκάθιζε <ἰννός>· ὁ πῶλος, ὁ ἐξ ἵππου πατρὸς καὶ μητρὸς ἡμιόνου, ἄλλοι δὲ ὄνου. Ἀριστοτέλης (h. an. 6,577 b 21) δέ φησιν <ἰννὸν> ἡμίονον ἄρσενα, τουτέστιν ὀρέα, τὸν ἐπὶ θηλείας ἀναβαίνοντα· γίννον δὲ ἐξ ἵππου νοσήσαντος. ἄλλοι δὲ ἡμιόνιον ἢ ἱππάριον ἀναυξές. Ἀριστοφάνης δὲ τοὺς ἰννοὺς γίνεσθαι ἐξ ἵππου πατρός, ὄνου δὲ μητρός b) <ἱνούλεους>· νεβρός. ἑνικῶς *<Ἰνοῦς παῖδας>· <Ἰνὼ Κάδμου θυγάτηρ> AS [<ἰννοῦνται>· ζῶσιν] <ἰνπροαγόρας>· ἐναντίος <ἰν τυῖν>· ἐν τούτῳ [<ιννύεται>· κλαίει, ὀδύρεται] <Ἰνυκῖνος οἶνος>· ἀπὸ Ἰνύκου τῆς Σικελίας. ἔστι δὲ πολίχνιον εὔοινον <Ἰνύνια>· ἑορτὴ ἐν Λήμνῳ [<ἴνυξ>· ὄρνεόν τι, ᾧ χρῶνται αἱ φαρμακίδες] <>ινύρετο>· ἐμύρετο <ἰντύεσθαι>· κοσμεῖν. φαιδρύνεσθαι <ἰν φάος>· εἰς τὸ φῶς <ἰνῶδες>· ἰσχυρόν r, εὔτονον, [νευρῶδες r. ἰσχνόν <Ἰνώ>· Κάδμου θυγάτηρ r <ἰνώμενος>· ἐξελών. ἐκκενούμενος, ἐκπροϊέμενος, ἀφ' οὗ καὶ <ὑπέ- ρινος> λέγεται (Hippocr. epid. 6,5, 15 [V 320,9 L]) <ἴνωνται>· ζῶσιν .. [<ἰνώσατο>· ἔπιεν. ἐδέξατο. κατέπιεν. κατεκαύθη] <ἴξ>· θηρίδιόν τι, ἀμπέλους ἐσθίον <ἷξαι>· διηθῆσαι. ἥκειν <ἰξαλῆ>· αἰγὸς δορά. [ἢ πηδητική] (Hippocr. fract. 29) <ἰξάλου>· πηδητικοῦ (ASvgn), ὀξέος· ἀπὸ τοῦ <ἷξαι> καὶ τοῦ <ἅλλεσθαι>. δηλοῖ δὲ καὶ ὀξέως ἁλλομένου (Δ 105) [<ἰξάνει>· ἐπικάθηται] *<ἷξε>· παρεγένετο Sn. ἐνέβαλεν. [ἦλθεν (ε 392) AS *<ἰξευτής>· στρουθοπιαστής (Amos 3,5 ..) r. ASg *<ἷξις>· παρουσία. ἄφιξις (Eur. Troad. 396 v. l.) r. sἱκετεία <ἰξία>· κιρσὸς ὁ ἐν τοῖς σκέλεσιν. ὁμωνύμως δὲ καὶ τὰ ἐν τοῖς δένδροις. καὶ πόα τις, ἣ καὶ χαμαιλέων, καὶ ἑτέρα, ἀφ' ὧν καὶ ἰξός †<ἴξινα>· νεῦρα <ἰξοί>· οἱ γλίσχροι, καὶ φειδωλοί *<ἵξομαι>· παραγενήσομαι (Ζ 367) AS *<ἱξόμεθα>· ἱκετεύσομεν (Aesch. Suppl. 159?) S <ἷξον>· ἀφίκοντο n, ἦλθον (Ε 773 ..) *<ἰξός>· εἶδος φυτοῦ. καὶ κάλαμος ἰξευτικός r. AS <ἰξοφόρους δρύας>· τὰς ἰξὸν φερούσας r. Σοφοκλῆς Μελεάγρῳ (fr. 370) <ἰξύας>· ἰχθύς τις *<ἰξυῖ>· ὀσφύϊ. [λαγόνι (ε 231) ASvg *<ἰξύος>· ὀσφύος ASs *<ἰξύς>· ὀσφύς r. ASvg *[<ἴξων>· φέρων] AS <Ἰόβακχος>· ὁ Διόνυσος, ἀπὸ τῆς βακχείας <ἰόβλης>· κάλαμος παρὰ Κρησίν [<ἰοβηλαῖος>· χρόνοι τεσσαράκοντα ἐννέα] <ἰοβλέφαροι>· καλλιβλέφαροι <ἰοβόρον>· παλίγκοτον, ἤγουν ὀργίλον. σκολιόν. ἐχθρόν <ἰόβρωτος>· ἀπὸ ἰοῦ τοὺς ... βρωτοὺς ἔχουσα <ἰοβρυχέουσα>· ἀνιωμένη, πικραινομένη <ἰογλήνα>· μελαίνας γλήνας ἔχουσα <ἰοδνεφές>· μέλανι ἄνθει παραπλήσιον· οἱ δὲ πορφυρίζον (δ 135) <ἰοδόκον>· τὴν φαρέτραν r, τῶν ἰῶν οὖσαν δεκτικήν (Ο 444) r. S <ἰοειδές>· μέλαν, ἢ ἀνθηρὸν ἐν τῷ ὁρᾶσθαι· πορφυροῦν <ἰοειδέος>· μέλανος (ε 56) *<ἰοδόχη>· βελοθήκη ASvg <ἰόζωνος>· πορφυρόζωνος (Callim. fr. 110,54) <ἰοί>· τὰ βέλη. ἀπὸ <τοῦ ἰέναι>· ἢ ἀπὸ τοῦ <ἰοῦ>. ἐχρίοντο γὰρ φαρμάκῳ τινὶ αἱ ἀκίδες αὐτῶν (Λ 387 ..) *<ἴοι>· ἀπέλθοι ASvg, πορεύοιτο Sv. εὐκτικῶς (Ξ 21) *<ἰοῖσιν>· ἰοῖς, βέλεσιν (Γ 80) ns *<ἵοιτο>· πορεύοιτο Avgn <ἰολάδα>· ἰοειδῆ χρώματα [<ἰομαλίς>· δύναμις] <ἰόμωροι>· ἰοὺς ὀξεῖς ἔχοντες, καὶ δι' αὐτῶν ἢ ἐξ αὐτῶν μόρον, ὅ ἐστιν θάνατον, ἐπιφέροντες. βέλτιον δὲ οἱ τοὺς ἰοὺς μεμορη- μένοι ἤτοι πεπονημένοι (Δ 242) <ιον>· ἀφίκοντο. [ἄνθος r. S. [πρόβατον.] [εἷρπον S. καὶ [βέλος r. ASvgn τοξικόν. καὶ μόνον <ἰονθάδος αἰγός>· Ἀπίων τῆς ἰούσης θοῶς· ἢ ἰόνθους ἐχούσης, οἷον ἐκφύματα σκληρά (ξ 50). [ἢ σκώληξ] <ἰοέντα>· <ἰὸν γεννῶντα> (Ψ 850) *<Ἰόνιον>· πέλαγος ASvg. ὁ νῦν Ἀδρίας vgnp <ἰόντα>· παραγενόμενον. ἐπανερχόμενον (Α 27) r. n <ἰοπλόκαμος>· μελανόθριξ <ἰοπλόκος, ἰόπεπλος>· ἀπὸ τοῦ χρώματος (Alcae. frg. 384 L.) †<ἰόππα>· μιξώδης <ἴορκες>· τῶν δορκάδων ζῴων. ἔνιοι δὲ ἡλικίαν ἐλάφου <ἰότητι>· βουλήσει, θελήσει. αἰτίᾳ. ὀργῇ. χάριτι (Ε 874) <ἰότητος>· βουλήσεως <ἰοτόκος>· ὁ κατασκευάζων ὀργήν. καὶ τὰ ἰοβόλα θηρία. καὶ ὁ τὴν οἰκείαν βουλὴν ἱστῶν *<ἰού>· σχετλιαστικὸν ἐπίῤῥημα r. ASvg, ὡς τὸ [φεῦ r. s, καὶ τὸ παπαί *<Ἰουβάλ>· κύριον ὄνομα τοῦ καταδείξαντος κιθάραν (Gen. 4,21) r. AS †<ἴουκαι>· πεπόρευται <ἰούγερον>· ... <Ἰούδας>· ἐξομολόγησις θεοῦ <ἴουλοι>· αἱ πρῶται τῶν <γενείων> ἐκφύσεις r. vgn. ἀπὸ τοῦ ἰέναι αὐτὰς οὔλας (λ 319). Ἴουλοι δὲ καὶ οὖλοι αἱ ἐκ τῶν δραγμάτων συναγόμεναι δέσμαι. καὶ ζῷον πολύπουν, ὅπερ ἡμεῖς λέγομεν ὄνον. τινὲς δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον ὄνον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν *<ἰούσης>· πορευομένης (Α 482) ASn <Ἰοφῶσσα>· ἡ Χαλκιόπη, ὥς φησι Φερεκύδης (3,25 J.) <ἰοχέαιρα>· τοξοφόρος. ἢ ἰοὺς χέουσα. ἢ ἰσχυρά. ἡ βέλεσι χαί- ρουσα (Ε 53) <Ἰόψαφος>· Ἀπόλλωνος ἐπίθετον <ἴπνασμα>· κάπνη <ἶπες>· θηρίδια σκωληκοειδῆ, ἃ κατεσθίει τὰ κέρατα καὶ τὰ ξύλα (φ 395) <ἰπνῆ>· †ἐφιππίς. Σικελοί <ἴπνια>· τὰ καθάρματα τοῦ ἰπνοῦ p <ἰπναστά>· γαστὴρ παρὰ Ταραντίνοις <ἰπνοκοδόμαν>· τὴν φρύκτριαν. Κρῆτες <ἰπνοκήϊον>· φρύγιον. οἱ δὲ τὴν ὑπόκαυσιν τοῦ ἰπνοῦ <ἰπνός>· *κάμινος. φοῦρνος. φανός ASvgn. κλίβανος s. μαγειρεῖον. καὶ μέρος τι νεώς. Ἀριστοφάνης δὲ ἐν Κωκάλῳ (fr. 353) καὶ τὸν κοπρῶνα οὕτως εἶπεν <ἶπος>· τὸ ἐμπῖπτον τοῖς μυσὶ ξύλον (Callim. fr. 177,33) <ἱππαγρέτας>· ἀρχὴ ἐπὶ τῶν ἐπιλέκτων ὁπλιτῶν <ἱππάδα>· τὰ τῶν ἱππέων τιμήματα. τινὲς δὲ στολὴν ἱππικήν. καὶ θυσίαν, ἣν τοῖς ἱππεῦσιν ἀπένειμον. καὶ πύλαι Ἀθήνησιν <Ἱππάδες> ἐκαλοῦντο <ἱππάερον>· τὸν ἐπὶ τοῖς ἵπποις ἔρωτα. Ἀριστοφάνης (Nubb. 74). ἢ <ἵππερον> <ἱππάκη>· Σκυθικὸν βρῶμα ἐξ ἵππου γάλακτος (Aesch. fr. 198?). οἱ δὲ ὀξύγαλα ἵππειον, ᾧ χρῶνται Σκύθαι. πίνεται δὲ καὶ ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν τρίτῳ αὐτοῦ λόγῳ (115,45 J.). καὶ μάνδραν ἵππων παρὰ Λάκωσιν <ἱππαλεκτρυών>· τὸν μέγαν ἀλεκτρυόνα, ἢ τὸν γραφόμενον ἐν τοῖς Περσικοῖς περιστρώμασι. γράφονται δὲ οἷον γρῦπες. ἔνιοι γῦπα (Aesch. fr. 134) <ἱππάριον>· ὄρνεον ποιόν, παραπλήσιον χηναλώπεκι [<ἵπαρος>· πάθος τι τῶν ὑπὸ τὸν ἴκτερον συμβαινόντων] <Ἱππάρχειος Ἑρμῆς>· Ἱππάρχειοι Ἑρμαῖ, ἃς ἀνέστησεν Ἵπ- παρχος στήλας ἐγγράψας εἰς αὐτὰς ἐλεγεῖα, ἐξ ὧν ἔμελλον βελτίους οἱ ἀναγινώσκοντες γίνεσθαι <ἵππαρχος>· ὁ τῶν νέων ἐπιμελητὴς παρὰ Λάκωσιν <ἱππάρχου πίναξ>· ἐπεὶ οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα τῶν ἀτακτούντων γράφοντες παρεσημειοῦντο <ἱππάς>· παρὰ Ἀθηναίοις μερὶς τῆς πολιτείας διῃρημένης εἰς τέσσαρα, πεντακοσιομέδιμνον ...· καὶ αἱ θυσίαι δὲ αἱ περὶ τῶν ἱππέων ἐπιτελούμεναι <ἱππάδες> ἐλέγοντο. καὶ ἡ εἰς τὴν θυσίαν λαμβανομένη βοῦς <ἱππάς>· καὶ τὸ τέλος, ὃ ἐτίθεσαν οἱ ταύτης τῆς τάξεως, <ἱππάς> ἐκαλεῖτο <ἱππαστὶ καθίζειν>· ὅταν οἱ παῖδες ἐπὶ τῶν ὤμων περιβάδην καθέζονται <ἱππίαν>· τὴν <ἐξ> ἵππων. ἔνιοι δὲ τὴν τόξων νευρὰν τὴν ἐξ ἱππείων τριχῶν <Ἵππιον>· τὸ Ἄργος. ἀπὸ Ἵππης τῆς Δαναοῦ r <ἵππιος δρόμος>· τετραστάδιός τις <Ἵππιος Ποσειδῶν>· r φυσικῶς φασι. διὰ τὸ λέγειν <τὸν> ποιη- τήν· αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίγνονται (δ 708), ἢ κατὰ τὸν μῦθον, ὅτι ἵππους ἐγέννησε Ποσειδῶν, [*<ἱππεῖς>· ἔφιπποι Av, ἵπποι] Ἀρίωνα Σκύφιον Πήγασον <ἵππερον>· ἱππικῆς ἔρωτα (Ar. Nubb. 74) †<ἱππετοῦμαι>· ἠγώνισμαι. Λάκωνες <ἱππεύς>· [φυγάς.] καὶ εἶδος κοροσκομίου. καὶ ὁ [ἐπὶ] ἱππικῆς ἐπιστήμων <ἱππῆες δ' ὀλίγον μετεκίαθον>· οἱ γὰρ ἱππεῖς μετ' ὀλίγον ἐπορεύοντο καὶ σχολαίως μετὰ τῶν πεζῶν (Λ 52) *<ἱππέως>· ἀναβάτου, ἐπιβάτου (Ier. 4,29 ..) ASvg <ἱππηλάτης>· ἵππον ἐλαύνων [ἱππικός r φυγάς <ἱππικώτατος>· εὔδρομος *<<ἱππήλατος>>· πλατεῖα r (A) n ὁδὸς rn καὶ λεία r (vg), εὐρύ- χωρος vg, καὶ ἡ μεμαλαγμένη (δ 607 ..) <ἱππημολγῶν>· ἵππους ἐλαυνόντων, ἢ ἀμελγόντων· διὰ τὸ τροφῇ χρήσασθαι τῷ γάλακτι (Ν 5) <ἱππῆς>· Ἱππεῦσιν· ἀλλ' εἰσὶν ἱππεῖς ἄνδρες ἀγαθοὶ χίλιοι· (Ar. Eq. 225) σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόν- των. [Λέγονται καὶ μύρμηκες οὕτως.] Φιλόχορος δὲ ἐν τετάρτῳ (fr. 328,39 J.) εἴρηκε, πότε κατεστάθησαν χίλιοι. διάφορα γὰρ ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις <Ἱππία>· Ἀρσινόη, ἡ τοῦ Φιλαδέλφου γυνή <ἱππίδιον>· ἰχθὺς ποιός (Epich. fr. 44) <ἱππικὴ βάσις>· ἡ νευρὰ τοῦ τόξου, διὰ τὸ ἐξ ἱππείων γίνεσθαι νευρῶν. οἱ δὲ <θώμιγγα νευρῶν ἱππικὴν> (trag. ad. 215) καλοῦσιν <ἱππικὸν τόρμον>· ὁ καμπτήρ <ἱππικὸν χλίδος>· Ἴων Ἀγαμέμνονι (fr. 3). ἀντὶ τοῦ χλίδημα, φόρημα. οἱ γὰρ ἐποχούμενοι τοῖς ἵπποις ἐχρῶντο κόσμου χάριν πλατέσι χιτῶσιν, ἃς καλασίριδας καὶ ξυστίδας τινὲς λέγουσιν <ἱππικόν>· τὸ στάδιον <ἱππιοχάρμης>· ὁ ἐφ' ἵπποις χαίρων, ἢ μαχόμενος· <χάρμη> γὰρ ἡ μετὰ χαρᾶς μάχη (Ω 257) <ἱππίσκος>· ἐπίθεμα κεφαλῆς. ἢ γυναικεῖον κόσμιον <ἱππίτας>· ἱπποφορβός <ἱπποβάτης>· ἱππεύς r <ἱπποβότοιο>· ἱππικοῦ (Β 287 ..) <ἱππόβοτον>· ἵππους βόσκειν δυνάμενον. μεγαλόβοτον. καὶ εὔγειον. τὸ γὰρ <ἵππος> ὄνομα ἐπὶ τοῦ μεγάλου τίθεται (Γ 55 ..) <ἱπποβουκόλους>· τοὺς ἵππους νέμοντας (Eur. Phoen. 28) <ἱππογνώμων>· ἵππους διαγινώσκων r ἐγκύους ἢ μή <Ἱπποδαμάντειος>· οἶνος ποιὸς ἐν Κυζίκῳ <Ἱπποδάμεια>· ἡ Βρισηΐς. r καὶ Ἀφροδίτη <ἱπποδάμοις>· ἐφ' ἵππων ... (Η 361) <ἱππόδαμοι>· ἔφιπποι. ἢ πωλοδαμασταί. ἢ ἵππους ἐλαύνοντες <Ἱπποδάμου νέμησις>· τὸν Πειραιᾶ Ἱππόδαμος, Εὐρυφῶντος παῖς, ὁ καὶ μετεωρολόγος, διεῖλεν Ἀθηναίοις. οὗτος δὲ ἦν καὶ ὁ μετοικήσας εἰς Θουριακούς, Μιλήσιος ὤν <ἱπποδασείης>· ἱππείων λόφον ἐχούσης τριχῶν (Γ 369 ..) Σ <Ἱπποδέτης>· Ἡρακλῆς ὁ ἐν Ὀγχηστῷ τιμώμενος· οἱ δὲ ἐν Θήβαις <ἱπποδιώκτας>· ἡνίοχος (Theocr. 14,12) r <ἱπποδρομία>· ἀγὼν r Ἀθήνησι Θησεῖ ἀγόμενος †<ἱπποζώνη>· ἡ τοὺς ἵππους θηλάσασα ... <ἱππόθοος>· ἱπποδιώκτης <ἱπποθόρος>· ὄνος ἵππους βιβάζων <ἱπποθοίνην>· τὴν μεγάλην εὐωχίαν <Ἱπποθοώντειον>· τὸ τοῦ Ἱπποθόωντος ἡρῷον. ἦν δὲ υἱὸς Ποσειδῶνος †<ἱππόκαμπτος>· στρουθίον τι <ἱπποκαμπάς>· στήλην λίαν μεγάλην †ἱπποκελεκεμαίνην. [οἱ δὲ ζῶον] <ἱπποκέλευθος>· ἵπποις κέλευθον <ποιούμενος>. ἱππεύς. ἢ ὁ πολλὴν ὁδὸν πορευόμενος (Π 126 ..) <ἱπποκένταυρος>· ἱππόμορφος ἀνθρώποις ... <Ἱπποκλείδης>· οὕτω κακοσχόλως τὸ τῆς γυναικὸς μόριον Ἀριστοφάνης εἶπεν (fr. 703) <ἱπποκόμων τρυφαλειῶν>· ἐξ ἱππείων τριχῶν τὸν λόφον ἐχουσῶν (Μ 339) *<ἱπποκορυσταί>· ἵππους ὁπλίζοντες r. AS, ἱππικοί (Β 1 ..) n *<ἱπποκόρυστοι>· ἐν ταῖς περικεφαλαίαις τρίχας ἵππων ἔχοντες (r) An <ἱπποκράτεια>· τὸ τοῖς ἵπποις νικᾶν <Ἱπποκούριος>· ... ἥρωος <ἱππολήμπτρα>· τὰς τριχίνους σειρὰς Πάρθοι οὕτως καλοῦσιν <ἱππολούστρας>· ἔνθα τοὺς ἵππους ἀπένιζον <ἱππομανές>· τούτῳ χρῶνται πρὸς τὰ φίλτρα αἱ φαρμακίδες <ἱππόμαχοι>· ἀπὸ τῆς κόρυθος, ἐπεὶ ἵππουρις ... (Κ 431) <ἵππον>· τὸ μόριον καὶ τὸ τῆς γυναικὸς καὶ τοῦ ἀνδρός. καὶ τὸν μέγαν θαλάσσιον ἰχθύν <ἱππόνομα>· μισθὸς ἱππικός, καὶ τῶν ἡμιόνων <ἱπποπόλων>· τῶν ἡνιοχούντων, ἢ *[ἐφ' ἵπποις πολουμένων m, ἢ περὶ ἵππους ἀναστρεφομένων n, ἱππικῶν (Ν 4) †<ἱππόπορ>· τόν τε ἵππον, καὶ τὸν τετράχαλκον. καὶ τῆς †ὄρνης τὸ στῆθος. Λάκωνες †<ἱππόπορι>· κοιλάς. αὐλή. δῶμα <ἱπποσόον>· ἱππάστρα <ἵππος Λειμώνης>· ὄλεθρος. [μάστιξ] <ἱπποσύνα>· τὸ ἱππεύειν <ἱπποσύνῃσι>· ταῖς ἱππικαῖς ἐμπειρίαις (r. n) <ἱππότα>· ἱππότης, ἱππικός. οἱ δὲ νεώτεροι φυγάς. οὐκ εὖ. κάλλιον γὰρ ἐπιστήμων ἱππικῆς, *ἱππικώτατος Av (g). ἄλλοι ἱππηλάτης (Β 336) <Ἱπποτάδης>· Ἱππότου υἱός (κ 2) <ἱπποτακτικά>· ἵππων τάξεις μισθοφόρων [<ἱππουδάμος>· ἵππους δαμάζων] <Ἱππουκρήνης>· τῆς ἐν τῷ Ἑλικῶνι, ἥτις ὠνομάσθη ἀπὸ τοῦ Πηγάσου ἵππου, ὃς διψήσας ἔκρουσε τὴν γῆν τῇ ὁπλῇ· ἡ δὲ τὴν πηγὴν ἀνῆκεν. Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (6) *<ἱππότης>· ἱππεύς r. ASvg <ἰποῦμεν>· πιέζομεν (Cratin. fr. 91) <ἰπούμενος>· *πιεζόμενος (Ar. Equ. 924) ASn. καὶ <ἶπος> τὸ ἐμπῖπτον ξύλον τοῖς μυσίν <ἵππουριν>· ἱππείαις θριξὶ κεκοσμημένη, [ἢ τὸν λόφον ἔχουσα περικεφαλαία r τοιαύτῃ κατεσκευασμένον (Γ 337). καὶ πόας εἶδος <ἵππου τροχός>· τοῖς γεγηρακόσιν ἵπποις ἐχάραττον ἐπὶ τὴν γνάθον σημεῖον, τροχοῦ σχῆμα ἔχον. ἐκαλεῖτο δὲ καὶ τρυσίπ- πιον *<ἱπποφορβός>· ἱπποτρόφος Avgn <ἱπποφόρβιον>· καπίστριον. ἢ [ἀγέλη ἵππων (Hdt. 4,110,2) n <ἱπποχαίτην>· ἐξ ἱππείων τριχῶν <ἵπτα>· ὁ δρυοκόλαψ ἐθνικῶς. καὶ Ἥρα *<ἵπταται>· πέταται gSn <ἱπύα>· σιπύα <ἵπφαρμος>· ἀρχή τις *<ἱρά>· θύματα Avgn. [συνέδρια S. τιμαί S] θυσίαι Avgn. [θαύ- ματα] (α 66) <ἴρανες>· οἱ εἴρενες. οἱ ἄρχοντες ἡλικιώταις. Λάκωνες <ἰράων>· ἐκκλησιῶν r. n. ἀπὸ τοῦ ἐν αὐταῖς <εἰρεῖν>, ὅ ἐστι λέγειν (Σ 531) <ἴρερον>· δουλείαν. οἱ δὲ <εἴρερον>, διὰ τὸ κωλύεσθαι τοὺς δού- λους λέγειν (θ 529) [<ἴρες· λόγοι>] <ἴρεσσιν ἐοικότες>· <οὐ> τῷ χρώματι, ἀλλὰ [οὐ] τῷ σχήματι. ὅλοι γάρ εἰσι συνεστραμμένοι (Λ 27) <ἱρεύει>· μαγειρεύει s. [λέγει] <ἱρεύς>· ἱερεύς (Ε 10) <ἰρεῖν>· λέγειν. καὶ <ἔρις> δὲ ἀπὸ τούτου *<ἴρεται>· εἰσείρεται. συνάπτεται AS *<ἴρη>· [ἴρα.] [ἐρώτησις s <ἴρηκος>· ἱέρακος (Φ 494) *<ἴρηξ>· ἱέραξ (Ν 62) r. ASvgn *<ἱρητῆρα>· ἱερέα, θύτην AS <ἰρικάν>· ἵππος οἰνωπὸς χρώματι [<ἰρίνες>· μελλέφηβοι] <ἴριον>· τράγος. κριός <Ἶρις>· ἡ θεῶν ἄγγελος (Β 786 ..) r. καὶ *[ἡ ἐν οὐρανῷ ζώνη Sn. καὶ ἡ ἔρις. καὶ φήμη. καὶ ποπάνου τι εἶδος. καὶ τοῦ ὀφθαλμοῦ ὁ περὶ τὴν κόρην κύκλος. καὶ τῶν λίθων τις κρυσταλλώδης. καὶ ἀρωματική τις πόα <ἴρισι>· ταῖς ἴρισι ταῖς φαινομέναις ἐν τῷ οὐρανῷ (Λ 27) †<ἰρίσειν>· ἐκωλύοντο [<ἱρμός>· ἀκολουθία] <ἱρμοσάμην>· ἐνυμφευσάμην (2. Cor. 11,2) *<Ἶρος>· ἀπαγγέλλων. [πτωχός, πένης vgn, γυμνός b, μηδὲν ἔχων (σ 7) Sn <Ἶρος ἄϊρος>· ὁ ἀτυχὴς Ἶρος (σ 73) <Ἶρος ἀλήτης>· Ἶρος πένης, ἐκ πλάνης τρεφόμενος (σ 25) <ἰρῶ>· ἐρῶ. λέγω (β 162) †<ἰρωσινοῖς>· ᾄδοις παισίν *<ἰρῶν>· εὐχῶν AS *<ἰρωνεία>· ὑπόκρισις (2. Macc. 13,3) Ss <ἰρωστί>· θεοπρεπῶς (Anacr. fr. 149 Bgk) *<ἴς>· ἰσχύς s, δύναμις. νεῦρα ASg. βία (σ 3 ..) s <ἰς ἅλα>· ἐς θάλασσαν (Α 314) [οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα] <ἰσάζων>· ἴσον ποιῶν. ὁμοιούμενος <ἰσαία>· μερίς. <οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα> *<Ἰσακίῳ>· ἀνδρείῳ (4. Maccab. 7,14) ASg <ἴσαι ψῆφοι>· ἀπολύονται οἱ διωκόμενοι ἐν τοῖς δικαστηρίοις ἴσων γενομένων ψήφων (Aeschin. Ctes. 252) <ἴσαμι>· ἐπίσταμαι. Συρακούσιοι (Epich. fr. 254,1) †<ἰσάμμορος>· δύσμορος (β 351?) *<ἴσαν>· ἐπορεύοντο (Γ 8). ᾔδεσαν (δ 772) n <ἰσάναν, ἰσάνιον>· ῥητίνην *<ἴσασιν>· οἴδασι (Act. ap. 26,4), γινώσκουσι (Ζ 151) ASvg. [πορεύονται] *<ἴσατο>· ὡμοιώθη (Β 791) AS <ἰσατέον>· γνωστέον. ἰστέον <ἴση>· μοῖρα. ἢ τῆς αὐτῆς. ὁμοία *<ἰσηγορεῖ>· ἐφ' ἴσης λέγει, <καὶ> ὁμοτίμως· ἰσολογεῖ Svg <ἰσῇ>· ἰσοῖ, ἰσάζει *<ἰσηγορία>· ἰσολογία (Dem. 21,124) r. n <ἴση μοῖρα>· ἀγαθὴ μερίς. [καὶ κύριον ὄνομα, ἡ τοῦ Ἡλίου γυνή] [<ἰσήμορτεν>· ἀπέθανεν] *<ἴσθι>· γίνωσκε ASvg, γνῶθι vg, ἐπίστασο (β 356) g *<ἴσθι>· [γινώσκων v] ἔσο Avg γίνωσκε (Sirac. 4,30) np <ἰσθλῆ>· αἰγεία μηλωτή. δέρις <ἰσθμιάσαι>· παροιμία ἐπὶ κακοῦ βίου. ἐπίνοσος γὰρ ὁ καιρός, ἐν ᾧ τὰ Ἴσθμια ἄγεται <ἴσθμα>· ἆσθμα. [καὶ κόσμιον περὶ τράχηλον] <ἰσθμαίνοντα>· ἀγωνιῶντα, πνευστιῶντα <ἰσθμαίνων>· ἀσθμαίνων. φροντίζων, ἀνιώμενος *<ἴσθμια>· περιτραχήλια (σ 300) A (v)gn *<Ἴσθμια καὶ Πύθια>· πανηγύρεων ὀνόματα AS <ἴσθμιον>· περιτραχήλιον κόσμημα r. *περιστόμιον AS. καὶ [γῆ στενὴ μεταξὺ δύο θαλασσῶν· q ὅθεν λέγονται τὰ τοῦ ἀνθρώπου <παρίσθμια> μεταξὺ ὄντα κεφαλῆς καὶ κοιλίας, αὐχήν τε καὶ τράχηλος. [καὶ στενὸν χωρίον μεταξὺ δύο θαλασσῶν] [<ἴσι>· γνῶσιν] *[<ἰσιγέον>· πορευτέον] A <ἴσκε>· ᾔκαζε. ὡμοίου (τ 203) <Ἰσινδίη>· Καρίνη <ἴσιον>· ἴσον. ἄμεινον. μεριστόν <Ἶσις>· ἔνιοι ὀμνύντες τὴν Ἶσιν ἐξ ἑτοίμου ἐνόσουν. ὅθεν Ὠφελίων (fr. 6) <διὰ> τὸ συνεχὲς τῶν νόσων ἐχρήσατο τῇ λέξει <ἰσκάνδιον>· σαλπίγγιον <ἰσκανδοτόν>· σαλπιγγωτόν *<ἰσκιερῷ τόπῳ>· σκιὰν ἔχοντι ASg <ἴσκλαι>· κίχλαι. [καὶ αἱ αἴγειαι μηλωταί] *†<ισκός>· κλέπτης gps *<ἴσκω>· εἰκάζω. ὁμοιῶ (Γ 197) ASgn <ἶσμα>· ἵδρυμα. κτίσμα <ἰσμαίνει>· ἀναψύχει. ὄζει. ἀποψύχει <Ἴσμαρος>· πόλις Θρᾴκης, ἡ νῦν Μαρώνεια (ι 40) r <ἴσμασιν>· ἀναψύξασιν <ἰσμέρα>· τὸ εἰς τοὺς καθαρμούς ... <ἰσμή>· πρόφασις. σύνεσις, φρόνησις †<ἰσμῆναι>· θῆκαι. ἀκόλουθοι <Ἰσμήνιος>· ὁ Ἀπόλλων r *<Ἰσμηνός>· ποταμὸς <Θηβῶν> (Eur. Phoen. 347) ASn <ἰσόβοιον>· ἄνθος ὅμοιον μήκωνι <ἰσοβόλων>· ἰσοστασίων. ἔνιοι δὲ διπλῶν <Ἰσοδαίτης>· ὑπ' ἐνίων ὁ Πλούτων· ὑπὸ δὲ ἄλλων ὁ Πλούτωνος υἱός *<ἰσοδίαιτος>· ὁ <τοῦ> αὐτοῦ <βίου> κοινωνός (Thuc. 1,6,4) AS *<ἰσόζυγιον>· ἴσον ζυγῷ, ἀντίσηκον ASvg <ἰσόθεος>· ψυχὴ ἀθάνατος <ἰσ ὅ κε>· ἕως ἄν (Β 332 ..) *<ἰσοκλέα> καὶ <ἰσοκλῆ>· ἰσόδοξον An *<ἴσομαι>· γνώσομαι (Θ 532) AvS <ἰσόκτιτον>· ἴσον κατεσκευασμένον <ἰσομάτωρ>· ὁ τῇ μητρὶ ἴσος. Κρῆτες *<ἰσομοιρεῖ>· [ἰσάζοιτο, μερίζοιτο ἢ] μερίζεται ἐξ ἴσου καὶ ἰσότητα ἔχει (Thuc. 6,16,4) AS <ἰσομοιροίη>· ἰσάζοιτο <μερίζοιτο> <ἰσομόρῳ>· ἰσομοίρῳ [<ἰσομυθοῦντες>· ἀκριβολογοῦντες] <ἶσον>· ὅμοιον. καλόν <ἶσον ἐμοὶ φάσθαι>· ἴσον ἐμοὶ εἰπεῖν (Α 187) <ἶσον ἔχω γέρας>· ἴσην τιμὴν ἔχω (Α 163) *<ἰσωνία>· ἰσοτίμημα (Ar. Pac. 1227) Agn <ἰσονόμον>· ἰσομερές <ἴσονται>· ἱδρύσονται. πορεύσονται <ἴσοξ>· ἰχθὺς ποιὸς κητώδης <ἰσοπαλεῖς>· ἐς ἴσον ἐμμένοντας. [ἴσους (Thuc. 2,39,1) m *<ἰσοπαλῆ>· ἴσα ἐν κλήρῳ· <πάλος> <γὰρ ὁ κλῆρος> ASv(g) <ἰσόπαλοι>· ἴσοι <ἰσόπεδον>· *ἴσον τῇ γῇ ASvg, ὁμαλὸν ἔδαφος r, ἰσόχωρον (Ν 142) <ἰσοπέλεθρον>· μέγα. ἰσόμηκες <ἰσόπτεροι>· ἰσότιμοι *<ἰσόῤῥοπον>· ἰσοβαρές. ἴσον gn. ἐκ μεταφορᾶς τῶν μὴ ῥεπόν- των ζυγῶν AS. καὶ ἰσόσταθμον Sn, ἢ ὅμοιον *<ἰσοσθενές>· ἰσοδύναμον r. (ASvgn) †<ἰσόσμασις>· συνωμοσία <ἰσόσταθμος>· ἴσος σταθμῷ *<ἰσοστάσιον>· ἴσον τῷ σταθμῷ ASvgn <ἰσοστάσιον μύρον>· ἡ στακτή, σμύρνα <ἰσοστάσιος>· ἴσος χρυσῷ κατὰ ὁλκήν, τίμιος <ἰσοτάλαντον>· ἰσόζυγον (Greg. Naz. c. 2,1, 13,216) <ἰσοτέλεια>· ... *<ἰσοτελεῖς>· μέτοικοι A. ἴσα τοῖς ἀστοῖς τέλη διδόντες q. Avg <ἰσοτελής>· ὁ ἐξελεύθερος, καὶ <ὁ> μετέχων τῶν νόμων, μετοίκιον δὲ οὐ φέρων <ἰσότης>· φιλότης, διὰ τὸ ἰσότητι τὴν φιλίαν ἕπεσθαι *<ἰσουργά>· ἴσα ἐν ἔργοις AS, ἴσα ἐργαζόμενα (Avg) <ἰσοῦται>· ὁμοιοῦται r <ἰσοφαρίζειν>· ἰσοῦσθαι (n), ἐξ ἴσου τινὶ φέρεσθαι (Ζ 101) *<ἰσοφαρίζοι>· ἐξισοῖτο (Ι 390) (r) Avg <ἰσοφόροι>· ἴσον ἔχοντες, κατ' ἴσον ἕλκοντες (σ 373) *<ἰσοφυᾶ>· ἴσα ASgn <Ἴσσα>· ἡ Λέσβος τὸ πρότερον <ἴσσασθαι>· κληροῦσθαι. Λέσβιοι <ἰσσέλα>· διφθέρα <ἴσσος>· γαλήνη <Ἰσσωρία>· ἡ Ἄρτεμις. καὶ ἑορτή. καὶ τόπος ἐν Σπάρτῃ <ἰστάκη>· δρέπανον. Βοιωτοί <ἱστάμεθα>· δανειζόμεθα <ἱσταμένοιο>· ἐνεστῶτος, ἢ ἀρχομένου (ξ 162) <ἱστάνειν>· δανείζειν †<ἵστακεν>· ἵστατο. ἔστη <ἵστασθαι>· δανείζεσθαι <ἵστασο>· ἀνεγείρου r (n) *<ἴστε· γινώσκετε ASvgn. οἴδατε (Β 485) ng *<ἰστέον>· γνωστέον ASvg. [πορευτέον] *<ἱστεῶνα>· ἱστῶνα An †<ἰστιῶ>· ἐξιῶ† <ἴστημι>· ἐξίστημι <ἴτην>· ἐπορεύοντο (Α 347) <>ιστήρ>· σφῦρα *<ἱστία>· ἐσχάρα (AS). καὶ τὰ ἄρμενα An τῆς νηός (Α 433) <ἱστία>· ἡ ὑφαίνουσα γυνή. καὶ οἰκία. καὶ δεῖπνον <ἱστιάτορες>· οἱ δειπνίζοντες <ἱστιατόρια>· δειπνητήριον (Hdt. 4, 35,4?) †<ἵστινος>· ῥύπος *<ἱστίον>· ἄρμενον r. ASvg *<ἱστιοφόρος>· ἀρμενοφόρος. καὶ <ἱστοφόρος> ASgn <ἱστοβοεύς>· δεσμὸς ζυγοῦ ἐν τῷ ἀρότρῳ. ἄλλοι δὲ μέρος αὐτοῦ, ὅπερ ἐστὶν ὀρθὸν ἑστὸς ὥσπερ ἱστός (Hes. op. 429) <ἱστοδόκη>· ἱστοθήκη. τὸ διὰ μέσου <τῆς> νεὼς φράγμα, εἰς ὃ κατακλινόμενος <ὁ> ἱστὸς ἐντίθεται (Α 434) <ἱστὸν ἐποιχομένην>· ὑφαίνουσαν. ὀρθαὶ γὰρ ὕφαινον (Α 31) *<ἱστοπέδη>· ξύλον ὀρθὸν ἐπὶ τῆς τραπέζης, ᾧ προσδέδεται ὁ ἱστός (μ 51) g <ἵστορας>· ἐμπείρους (n). μάρτυρας (S). συνετούς. συνθηκοφύλα- κας. [ἔρωτας] <ἱστορεῖ>· *μαρτυρεῖ ASvg. μυθεύει. ἐρωτᾷ. †ἐρᾷ. πύθεται †ἀνα- κρίνει. ὁρᾷ <ἱστορία>· μαρτυρία r. καὶ τὰ ὅμοια †<ἰσόρκον>· μύρου εἶδος <ἱστός>· τὸ ὀρθὸν ξύλον τῆς νεώς. καὶ τὸ ὑφαντικόν· ἀπὸ τοῦ ἑστάναι. καὶ νῆσος [<ἴστραξ>· ὄρνις ποιός] <Ἰστριανά>· Ἀριστοφάνης ἐν Βαβυλωνίοις (fr. 88) τὰ μέτωπα τῶν οἰκετῶν Ἰστριανά φησι, ἐπεὶ ἐστιγμένοι εἰσίν. οἱ γὰρ παρὰ τῷ Ἴστρῳ οἰκοῦντες στίζονται καὶ ποικίλαις ἐσθῆσι χρῶνται. Διονύσιος δέ φησιν, ἐπεὶ πρότερός τις Ἰστριανὸς λέγεται ὁ λευκός, κατὰ ἀντίφρασιν εἰρῆσθαι, ὡς καθαρὰ καὶ λευκὰ τὰ μέτωπα, τοὐναντίον δὲ νοεῖσθαι ἐστιγμένα <Ἰστριάνιδες>· αἱ Σκυθικαὶ στολαί. καὶ παρὰ Ἀθηναίοις σκεπά- σματα, οἷς ἐκάλυπτον τὰ ἱερὰ κανᾶ (Soph. Euryp. col. III 11). <ἰστρίδες>· ἐσθῆτές τινες οὕτω λεγόμεναι *<Ἴστρος>· ποταμὸς ὁ καὶ Δανούβιος r. ASvg †<ἰστυάζει>· ὀργίζεται <ἰσόστυλον>· τὸ στοιχηδόν *<ἴστω>· γινωσκέτω r. ASvgn, γνωριζέτω (Κ 329) [<ἴστωρ>· συνετός, σοφός, ἔμπειρος. μάρτυρος οἰνοφύλαξ] <ἰσφαίνει>· μεριμνᾷ s. ἀγωνιᾷ <ἴσφατον>· βιαίως πεπληγμένον <ἴσφωρες>· λῃσταί. κλέπται. Λάκωνες *<ἰσχιάζειν>· τὸ ἐν τῇ πορείᾳ πολὺ ἐφ' ἑκάτερα ἐγκλίνειν, ἢ ἐν τῷ ἑστάναι Σ <ἰσχαλέον>· λεπτόν. ξηρόν (τ 233). ἰνῶδες <ἰσχανόν>· ἰσχυρόν. ῥικνόν <ἰσχαλεῦσαι>· θηλάσαι <ἰσχαλωμέναι>· δεδερματωμέναι <ἰσχανάᾳ>· ἐπιθυμεῖ (Ρ 572). ἢ ἰσχνὸν ποιεῖ. κατέχει, κρατεῖ. κωλύει <ἰσχανάασθαι>· ἀπέχεσθαι. καὶ τὰ ὅμοια <ἰσχανέονται>· κατέχονται. ἐπιθυμοῦνται. κωλύονται. καὶ τὰ ὅμοια (η 161) *<ἴσχανον>· ἐκώλυον r. An <ἐπεθύμουν> r καὶ τὰ ὅμοια *<ἰσχανόωντο>· κατείχοντο. ἐκωλύοντο (Μ 38) A *<ἴσχε>· κάτεχε r. Agn, κράτει (Eur. Hec. 1129) r. n *<ἴσχειν>· κατέχειν, κρατεῖν (Ι 256) (v) g <ἴσχεο>· ἀπέχου. ἀνάσχου. *[κάτεχε. κώλυε. παύου (Α 214) gn <>ισχερώ>· ἑξῆς (Λ 668) <ἴσχεσθαι>· παύεσθαι (σ 346) <ἴσχεται>· ἐπίσχεται. <ἴσχε γὰρ> αἰδὼς καὶ δέος ... ἀλλήλοισιν (Ο 657) <ἰσχίον>· ὀσφύς *<ἰσχία>· τὰ ὑπεράνω τῶν μηρῶν (ASvg), καὶ τὰ κοῖλα τῶν γλουτῶν, ἐν ᾧ ἡ κοτύλη στρέφεται (Θ 340) (Avgn) <ἰσχναῖς>· λεπταῖς m. ξηραῖς [<ἰσχναλέον>· λεπτόν. ξηρόν] [<ἰσχνεύειν>· ὑφεῖναι. θηλάσαι] *<ἰσχνῆς>· λεπτῆς ASvg. ξηρᾶς <ἰσχνίδες>· ἄγκυραι ἰσχάδες. καὶ φιλήματος εἶδος *<ἰσχνομυθία>· λεπτολογία (ASv) *<ἰσχνομυθοῦντες>· λεπτολογοῦντες. [ἀκριβολογοῦντες Agn *<ἰσχνόφωνος>· λεπτόφωνος Avg. ἐπεχόμενος τὴν φωνήν (Exod. 4,10) (g) <ἰσχνός>· λεπτός. δυσθεώρητος *<ἰσχυρίζεται>· βεβαιοῦται (Thuc. 3, 44,3) r. ASvg <ἰσχυρόν>· στιβαρόν r. ταχύ. [βέβαιον r <ἰσχύς>· δύναμις. καὶ μύρμηξ *<ἴσως>· τάχα ASvg *<Ἰταβύριον>· ὄρος, ἔχον πηγὴν μίαν ὅθεν τὰ θηρία πίνει (Ag) Sn. ἔστι δὲ εἰς τὴν Γαλιλαίαν ἐν Ἰουδαίᾳ (Ose. 5,1) (S) <ἰτέα>· εἶδος δένδρου. καὶ δῆμος φυλῆς Ἀκαμαντίδος <Ἰταῖος>· ὁ Ἄδωνις <ἴταλα>· ἱστία, ἃ εἰς τοὺς ἱστοὺς διατείνουσιν <Ἰταλός>· Ῥωμαῖος r. ταῦρος <ἰταλιάζειν>· ἐν Ἰταλίᾳ διατρίβειν [δεδεμένον] <Ἰταλιώτης>· Οὐδ' Ἰταλιώτης, οὐδ' ἀλαζὼν οὐδαμῶς (Com. ad. fr. 275) ἐπεὶ οἱ Πυθαγορικοὶ ἐν Ἰταλίᾳ διέτριβον, ἔνθα φασὶν αὐτοὺς καὶ ἐμπυρισθῆναι *<ἰταμός>· θρασύς S. ἀναίσχυντος r. ASvg. ἰσχυρός (Ierem. 6,23) Ss <ἴτας>· ὅρκος. καὶ ὁ Ἅιδης <ἴτω>· πορευέτω (Eur. Alc. 619) <ἴτε>· πορεύεσθε (Eur. Bacch. 83) *<ἰτέον>· πορευτέον (Eur. Or. 786) ASvgn <ἰτέαι>· αἱ ἀσπίδες· διὰ τὸ πρώτας ἐκ ταύτης τῆς ὕλης ἐγχει- ρήσασθαι κατασκευασθῆναι (Ar. fr. 65) <ἴτη>· συρισμός. ῥοῖζος <ἴτηλον>· τὸ ἔμμονον, καὶ οὐκ ἐξίτηλον r. Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ (fr. 42) *<ἴτην>· ἐπορεύοντο Sg. δυϊκῶς (Α 347) g <ἴτης>· ἰταμός. θρασύς (Ar. Nubb. 445). ἰσχυρός. ἢ ἵστωρ καὶ ἐπιστήμων (Plat. conviv. 203 d) <ἴτθαι>· καθίσαι <ἰτθέλαν>· διφθέραν <ἰτλαί>· οἷς ἐντείνουσι τὰς ὤας τοῦ ὑφαινομένου Πυγελεῖς. οἱ δὲ τοὺς μίτους <ἴτρια>· δῶρα. κλάσματα. ἢ *<καπυρώδη πλάσματα (Ar. Ach. 1092) ASg. [ἢ τὰ ὑπογάστρια], πέμματά τε καὶ τραγήματα (Anacr. fr. 17 Bgk) †<ἴττεο>· οὐσία. Ἠλεῖοι <ἴττον>· ἕν. Κρῆτες <ἴττυγα>· ἐκπληκτικά. Αἰσχύλος (fr. 427) <ἴτυλος>· μόνος, [ὀρφανός p. νέος, ἁπαλός <ἴτυς>· ἡ ἐσχάτη ἁψίς, ἢ περιαγωγὴ τῆς ἀσπίδος, καὶ τοῦ τροχοῦ (Δ 486), καὶ παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος *<ἴτω>· ἔστω v γενέσθω (Eur. Or. 793). [πορευέσθω ASvg, ἀπο- χωρείτω <Ἰτωνία>· Ἀθηνᾶ ἐν Βοιωτίᾳ <Ἰυγγίης>· ὁ Διόνυσος <ἴυγγί <τινι ἑλκόμεναι>·> ἐπιθυμίᾳ <τινὶ ἑλκόμεναι> S <ἰυγοδρομεῖν>· ἐκβοηθεῖν. Βοιωτοί [<Ἰύγγυϊ>· ὁ Διόνυσος] <ἰυγή>· φωνή, κραυγή, βοή (Soph. Phil. 752) <ἰυγμός>· τὰ τοιαῦτα καὶ αὐτά <ἰυκτόν>· τορόν *<ἰυγμῷ τε>· ποιᾷ φωνῇ (Σ 572) ASvgn <ἴυγξ>· φίλτρον· ἀπὸ <ἴυγγος> τοῦ ὀρνέου. τὸ γὰρ ὄρνεον τοῦτό φασι εἶναι ἐπιτήδειον εἰς τὰς μαγγανείας. καλεῖται δὲ καὶ κιναίδιον. φασὶ δὲ καὶ Ἀφροδίτην αὐτῷ χρῆσθαι. ἀπὸ δὲ τοῦ ὀρνέου καὶ [τὰ κατασκευαζόμενα εἰς ἔρωτας r <ἴυγγας> καλοῦσιν <ἰΰζει>· κραυγάζει, βοᾷ p. ποιῶς φωνεῖ (Ρ 66?) <ἴυρκες>· αἶγες ἄγριαι. ὑστριχίδες <ἰυχμῷ>· ἰαχῇ, φωνῇ *<ἶφι>· ἰσχυρῶς r. p. μεγάλως (Α 38 ..) <ἰφθίμη>· ἀγαθή. ἰσχυρά. μεγάλη. ἰσχυρόψυχος. ἀνδρεία (π 332) [<ἴφι>· ἰσχύτης] <ἴφια>· μεγάλα μῆλα ἰσχυρά. ἀπὸ τοῦ ἰέναι σφοδρῶς, ἢ σκιρ- τᾶν <Ἰφίαλος>· ὁ Ἐφιάλτης <Ἰφιάνασσαν>· οἱ νεώτεροι ταύτην Ἰφιγένειαν λέγουσιν (Ι 145) [<Ἰφιάσται>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς] <Ἰφιγένεια>· ἡ Ἄρτεμις <Ἰφικρατίδες>· ὑποδήματος εἶδος <ἰφίμωλος>· δυσχερής <ἰφίν>· καλήν <ἰφιντάν>· κρύφα λαλοῦσαν, αἰνιγματώδως <ἴφιον>· λιπαρόν <ἶφις>· ταχύς <Ἰφίστιος>· ἥρως τις Ἀθηναῖος· ἀφ' οὗ καὶ δῆμος <Ἰφιστιάδαι> <ἰφίτην>· ἁγνίτην <ἵφλημα>· τραῦμα <ἴφυα>· ἡ λυχνίς, ἄνθος. ἔνιοι [λάχανον (p), ὃ ἡμεῖς <λαβαντίδα> καλοῦμεν. οἱ δὲ ἄνθη ἄγρια τῶν σπειρομένων (Ar. fr. 560) <ἰχανᾷ>· ἐπιθυμεῖ (Ρ 572 v. l.) n <ἰχανᾶν>· ἐπιθυμεῖν, γλίχεσθαι, θέλειν, ἥδεσθαι *<ἰχανόων>· [ἀσθμαίνων, πνευστιῶν]. [ἐπιθυμῶν, γλιχόμενος (θ 288 v. l.) ASgn [<ἰχθανῶν>· ἐπιθυμῶν] *<ἰχανόωσαν>· ἐπιθυμοῦσαν (Ψ 300 v. l.) ASvgnps <ἰχανῶ>· ἐπιθυμῶ <ἰχθυᾶται>· ἁλιεύει r <ἰχθυοβολεύς>· ἁλιεύς r. p <ἰχθυάᾳ>· ἰχθύας ἁλιεύει (μ 95) *<ἰχθυόεντα>· ἰχθυοτρόφον. ἰχθῦς ἔχοντα (Ι 4 ..) n *<ἰχθυόκεντρον>· τρίαιναν r. gp *<ἰχθυουλκός>· ἁλιεύς g †<ἰχθυόνερ>· ἰχθυαγωγοί <ἰχθυοπτρίς>· ἐσχάρα <ἱχθῦς>· Ἀττικοὶ τὰ ἰχθυοπώλια οὕτως ἔλεγον †<ἴχθον>· ἄστρον. ἐγχειράδιον. ξυλοφάνιον† <ἴχλα>· κίχλα p <ἰχάλη>· ἧπαρ ὑός, ἐσκευασμένος ἰχθύς· ἢ κίχλη τὸ ὄρνεον <ἴχματα>· ἴχνια <ἴχνια>· ὑποδήματα. σημεῖα <ἰχνᾶται>· ἰχνοσκοπεῖ <Ἰχναίην χώραν>· τὴν Μακεδονίαν (p), ἔνθα τὸ μαντεῖον ὁ Ἀπόλλων κατέσχε, καὶ τιμᾶται <Ἰχναίη Θέμις> (h. Apoll. 94) <ἰχνεύει>· ἐρευνᾷ, ζητεῖ p <ἰχνευταί>· οἱ νῦν ἰχνεύμονες λεγόμενοι (Hdt. 2,67,1) *<ἰχνηλατῆσαι>· ἐκ τῶν ἰχνῶν ζητῆσαί ASvgn τινα, ψηλα- φῆσαι (Phil. opif. mund. 56), ἢ τὰ ἴχνη ἐλάσαι <ἴχνιππος>· ὅπου οἱ λίθοι τρίβονται. ἀκόνη <ἴχνος>· σημεῖον ποδὸς r τύπος <ἰχώρ>· *αἷμα r. AS. κατὰ συμβεβηκός S, ἔμπυον, σηπεδών (Ε 340) r <ἴψ>· εἶδος σκώληκος κερατοφάγον (φ 395) (r) <ἶψαι>· φθεῖραι, βλάψαι r *<ἴψαντο>· ἔβλαψαν Agn. ἐμίσησαν *<ἴψαο>· κατέβλαψας n, ἔφθειρας (Α 454) *<ἶψας>· ὠδύνησας ASvg. καὶ τὰ ὅμοια <ἴψεται>· βλάψει, κακώσει, ἐνοχλήσει. καὶ τὰ ὅμοια *<ἴψεται>· βλάψει (Β 193) n <ἰψόμενον>· φθίνοντα <ἰψόν>· τὸν κισσόν. Θούριοι [<ἶψας>· ἔβλαψας] *<ἰψών>· δεσμωτήριον AS <ἰῷ>· ἑνί n οἱ μὲν πάντες ἰῷ κίον ἤματι (Ζ 422), καὶ [τῷ βέλει n. <ἴω> δὲ βαδίζω <ἰώ>· ἡ δύναμις. βοή <ἰώγα>· ἔγωγε. Βοιωτοί (Ar. Ach. 898) <ἰωγή>· σκέπη rp [ἡσυχία. φωνή. πνοή. βοή.] αἰγιαλός. κάτω γῆ. εὕδειν βορέῳ ὑπ' ἰωγῇ (ξ 533) Ἀρίσταρχος σκέπῃ [<ἰωμός>· θόρυβος] *<ἰῷ>· βέλει (Ε 795) A *<ἰωή>· ἀποφορά. πνοή (Δ 276) r. ASp. φωνή (Κ 139) ASvg. αὐγή S. ψυχή. καπνός S. ὁρμή. [κραυγή (gn) <ἰῷ ἤματι>· ἐν τῇ αὐτῇ ἡμέρᾳ (Ζ 422) *<ἰωθείς>· ὀξυνθείς b *<ἰώθη>· ὠξύνθη. [ἐχολώθη vpb [<ἰωθῶς>· συνήθως ἔθος] [<ἰωκά>· δίωξις. ὁρμή] *<ἰωκάς>· ὁρμάς. διώξεις (Ε 521) gp <Ἰὼ καλλιθύεσσα>· καλλιθύεσσα ἐκαλεῖτο ἡ πρώτη ἱέρεια τῆς Ἀνθείας <Ἥρας> <ἰωκάν>· πολέμου ἐπιφοράν. καὶ παλινδίωκτον βοήν. πόλεμον b <ἰωκή>· δίωξις rp. μάχη. *[βοή ASvgps <ἰωκαί>· διώξεις. ὁρμαί *<>ι ὦλκα>· αὔλακα (σ 375) np <Ἰωλκός>· πόλις Θεσσαλίας (Eur. Alc. 249) r <ἴωλον>· μέλαν r †<ἰωλία>· φήμη. δειλή† *<ἴωμεν>· βαδίσωμεν, πορευθῶμεν ASvgn, ἔλθωμεν ASn <ἰῷ ἐμῷ>· τῷ ἐμῷ βέλει <ἰών>· πορευόμενος, βαδίσας, συντελικῶς ἐλθών (γ 286) <Ἴωνες>· Ἀθηναῖοι ASvgn. οἱ Ἴωνες ἀπὸ Ἴωνος καὶ οἱ ἄποικοι αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτοὺς Ἕλληνας. [ζήτει ὄπισθεν] *<ἰωνιά>· ὥσπερ <ῥοδωνιὰ> λέγεται, ὅπου τὰ ῥόδα φύονται, οὕτως καὶ ἰωνιά, ὅπου τὰ ἴα φύεται SΣ. καὶ ὄνομα πόρνης S <Ἰωνίδης>· ἀπὸ δήμου. εἰσὶ γάρ τινες Ἰωνίδαι, φυλῆς Αἰγηΐδος *<Ἰωνίδος>· Ἑλληνικῆς AS <Ἰωνικόν>· τρυφερόν· ἢ ἐπὶ τοῦ κατεαγότος, καὶ θηλυκοῦ. ἐπὶ τούτῳ γὰρ ἐκωμῳδοῦντο οἱ Ἴωνες <ἰωνίσκος>· ἰχθὺς ποιός [<Ἰώνιον πέλαγος>· ὁ Ἀδρίας] <ἴωξις>· δίωξις r. S <ἴωπι>· δεῦρο. Λυδοί †<ἰωπάτερ>· τὰ ἐν τοῖς ἱματίοις σημεῖα. Λάκωνες <ἰωρός>· τὸ ὀρεινὸν χωρίον. καὶ τὸ ὄρος. καὶ οἶκος· καὶ ὁ τούτου φύλαξ <ἰῶτα>· τὸ στοιχεῖον r. κεραία. καὶ γράμμα *<ἰωχμός>· μάχη ASg. δίωξις A, διωγμός ASg. θόρυβος g. ὁρμή. κοπή (Θ 89) <ἴωψ>· ἰχθὺς ποιὸς παρὰ Καλλιμάχῳ (fr. 460 Pf.) <ἰῶ>· θεράπευε, ἰάτρευε (Aesch. fr. 349) <Ἰωάννης>· χάρις. ἢ ἐχαρίσατο <Ἰωαθάμ>· Ἰαὼ συντέλεια <Ἰωήλ>· ἀγαπητὸς Κυρίου. ἀρχή <Ἰωνᾶς>· ἑρμηνεύεται ὑψίστου πονοῦντος. ἢ περιστερά. προφή- της παρ' Ἑβραίοις †<Κααρτίας>· βάτραχος [<καασσαύριον>· πορνεῖον] †<κλάσσεται>· ἄρχεται. Συρακούσιοι [<κάαυκα>· περιδέραια. πλόκια] <κάβαισος>· ἄπληστος· p. κάβος γὰρ μέτρον σιτικόν (Cratin. frg. 103) <καβάλλης>· ἐργάτης ἵππος <καβάλλιον>· καβάλλης. καὶ ἡ πρώτη τοῦ τρικλίνου κλίνη, διὰ τὸ ἀνάκλιτον <Κάβαρνοι>· οἱ τῆς Δήμητρος ἱερεῖς, ὡς Πάριοι (Antim. frg. 67 W.) <κάββασι>· κατάβηθι. Λάκωνες *<κάββαλεν>· κατέβαλε (Ε 343) ASgn <κάββλημα>· περίστρωμα. Λάκωνες <Καβείρια>· ἑορτὴ ἀγομένη ... †<καββιόρνους>· κατεσθίων <Κάβειροι>· καρκίνοι. πάνυ δὲ τιμῶνται οὗτοι ἐν Λήμνῳ ὡς θεοί· λέγονται δὲ εἶναι Ἡφαίστου παῖδες <κάβειος>· νέος. Πάφιοι <κάβηλος>· ὁ ἀπεσκολυμμένος τὸ αἰδοῖον. οἱ δὲ ὄνος <Καβησός>· πόλις Θρᾴκης, ἡ καὶ Γάργαρος. [καὶ ἄπληστος] (Ν 363) <κάβηλος>· χηλὸς πλεκτός <καβλέει>· καταπίνει <κάβις>· στενοχωρία. [κάβις] <καβλή>· μάνδαλος τῶν θυρῶν. Πάφιοι <κάβος>· μέτρον σιτικὸν καὶ οἰνικόν οἱ δὲ σπυρίδα [<καγαθῆσαι>· νεκροῖς θῦσαι] †<κἄγη>· κἄν <καγκαίνει>· θάλπει. [ξηραίνει A <κάγκανα ξύλα>· ξηρά An. ἐλαφρά (Φ 364) <καγκαλέα>· κατακεκαυμένα <κάγκαμον>· παρ' Ἰνδοῖς ξύλου δάκρυον, καὶ θυμίαμα <καγκές>· πτύελος <καγκομένης>· ξηρᾶς τῷ φόβῳ <καγκύλας>· κηκῖδας. Αἰολεῖς <καγρᾶ>· καταφαγᾶς. Σαλαμίνιοι <καγριλαί>· χειμεριναί <καγχαλάᾳ>· χαίρει, γελᾷ, ἥδεται. ἀπὸ τοῦ ἐν χαλάσματι τὴν ψυχὴν ἔχειν <καγχαλάαν>· χαίρειν. γαυριᾶν <καγχαλίζεται>· χαίρει. ἱλαρύνει <κάγχαλος>· κρίκος ὁ ἐπὶ ταῖς θύραις. Σικελοί <καγχαλόωσα>· χαίρουσα (Ψ 1) <καγχαλῶ>· χαλῶμαι. ὑπὸ χαρᾶς ἀνίεμαι *<καγχαλόων>· γελῶν Avg, χαίρων (Ζ 514) An *<καγχαλόωσι>· χαίρουσι ASn, γελῶσιν (Γ 43) n <κάγχαμος>· κισσὸς ὑπὸ Κροτωνιατῶν <κἄγχαρμον>· τὸ τὴν λόγχην ἄνω ἔχον. [Μακεδόνες] <καγχᾶται>· γελᾷ ἀτάκτως *<καγχάζει>· ἀθρόως γελᾷ mΣ <καδαλίων>· κωλοβαθριστής <κάδαλοι>· καλωβάται. κωλοβάθροι <κάδαμος>· τυφλός. Σαλαμίνιοι †<καδαρόν>· θολερόν *<κὰδ δέ>· κατὰ δέ A. κατῆλθεν (Δ 79) AS *<κὰδ δ' ἔθορε>· κατεπήδησεν <δὲ> (Δ 79) An <κὰδ δέ κεν>· κατὰ δὴ ἂν [ἢ] <εὐχωλήν> (Β 160) <κάδδιχον>· ἡμίεκτον, ἢ μέτρον. καὶ οἱ τοῖς θεοῖς θυόμενοι ἄρτοι <κάδδιχοι> <κάδδραθε>· κάθισον *<κὰδ δ' εἷσε>· κατεκάθισε (Γ 382) n *<καδδῦσαι>· καταδύσασαι (Τ 25) ASgn <καδδραθέτην>· ἐκοιμηθήτην (ο 494) <καδία>· Σαλαμίνιοι ὑδρίαν [Ἀττικοὶ δὲ κοιμηθῆναι] <καδίσκοι>· σιπύαι, εἰς ἃς τὰ ἱερὰ ἐτίθεσαν. καὶ τὰ ἀγγεῖα, εἰς ἃ τὰς ψήφους ἔφερον <Καδμεῖοι>· οἱ Πριηνεῖς, ὡς Ἑλλάνικος (fr. 4,101 J.)· ἢ οἱ Θη- βαῖοι ἀπὸ Κάδμου. τὴν δὲ <νίκην τὴν Καδμείαν> ἀποδιδόα- σιν ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης. οἱ μὲν ἐπεὶ Ἐτεοκλῆς καὶ Πολυ- νείκης μονομαχήσαντες περὶ τῆς νίκης ἀμφότεροι ἀπώλοντο· οἱ δὲ ὅτι τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσαμένων πάντων ἀπο- λομένων οἱ υἱοὶ πάλιν ἐπιστρατεύσαντες εἷλον τὰς Θήβας, ὡς ἔχειν αὐτοῖς ἀλυσιτελῆν <τὴν νίκην> <κάδμος>· δόρυ s. λόφος. [ἀσπίς s. Κρῆτες <κάδος>· κεράμιον <Κάδης>· ἁγιασμός <κάδουσα>· εἶδος σταφυλῆς <καδρανές>· κατωφερές [<κάδρι>· κάθισον] <κάδυρος>· κάπρος ἄνορχις [<κάεια>· καλαμίνθα] <Κάειρα>· Καρίνη (Δ 142) <καμέτην>· ἔκαμον (Δ 27) <καέκλετο>· κατεκελεύετο (Ζ 287) <καθαγίσω>· συντελέσω. καὶ καθιερώσω (Ar. Lys. 238). παρὰ δὲ Σοφοκλεῖ (Antig. 1081) ἐκ τῶν ἐναντίων ἐπὶ τῶν μιαινου- σῶν <κυνῶν> τέτακται <κάζελε>· κατέβαλε <καηνά>· τὰ εὖ καιόμενα ξύλα <καθαιρεῖ>· καταλαμβάνει (Aesch. Ag. 398) <καθαιρεθήσονται>· καταστραφήσονται (Ierem. 4,7) AS <καθαίρεσις>· κατάλυσις s, καταστροφή (1. Macc. 3,43) ASvgp <καθαίρομαι γῆρας>· ἐκδύομαι. Αἰσχύλος Δαναΐσι (fr. 45) <καθαιρῶν>· καθιστῶν. καταδικάζων. οἱ δὲ μαστιγῶν <καθανύσαι>· συντελέσαι *<καθάπαξ>· συλλήβδην Sp, παντελῶς (φ 349 ..) ASvg <καθάπτεσθαι>· λοιδορεῖσθαι, *[ὀνειδίζειν (s). πραΰνειν (Α 582). n. ἐφάπτεσθαι. ἐγγίζειν <καθάπτομαι>· πραΰνω. *[ὀνειδίζω (ASvgn). ἐγγίζω <κάθαμμα λύεις>· ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λύειν <κάθαπτος, τῷ τόνῳ ὡς μόναρχος>· λέγει δὲ τὸν καθημμένον, καὶ ἐπεῤῥαμμένας τὰς δορὰς καὶ τοὺς θύρσους †ἐξεσφηκωμένους φοροῦντα (Eur. fr. 752,2) <καθάρβυλος χλανίς>· ποδήρης ἕως τῶν ἀρβυλῶν (Soph. fr. 565) <καθαρθῆναι>· μαστιγωθῆναι <κάθαρμα>· τὸ χοιρίδιον, ᾧ τὴν ἑστίαν ἐκάθαιρον ἐν ταῖς ἐκτρο- πίαις. ὁ δὲ ἐπιτελῶν δημοσίως περιστίαρχος ἐλέγετο [<Κάθαρνοι>· ἱερεῖς Δήμητρος. ἢ σωροί] <καθαροποιεῖ>· σαίρει <καθαρίζων>· κομψευόμενος <καθαρῶς>· σαφῶς, ἀκριβῶς (Eur. Rhes. 35) <καθαῦσαι>· ἀφανίσαι (Alcm. fr. 95 Bgk) *<κάθελε>· ἐπίδος AS <καθ' ἑαυτόν>· αὐτὸς δι' ἑαυτοῦ *<καθεδεῖται>· κάθηται (Ierem. 37,18) AS *<καθεδοῦμαι>· καθεσθήσομαι ASg *<καθεδοῦνται>· καθεσθήσονται (Ezech. 26,16) Ag <καθέδρα>· θυσία Ἀδώνιδος <καθέδραι>· πένθους ἡμέραι ἐπὶ τετελευτηκόσι <καθέζεσθαι>· ἱδρυθῆναι. καὶ οἰκῆσαι [<καθειργμένος>· κατελθών] <καθήκει>· πρέπει. ἢ ἔχασεν *<καθίκεο>· καθήψω ASg. ὕβρισας (Ξ 104) AS *<καθίκοντο>· καθήψαντο (α 342) (n) <κάθεικται>· παραγεγένηται, παρεγένετο *<καθεῖλας>· κατέλυσας A, ἀπέκτεινας. [κατέβαλας (Ps. 9,7) (n) *<καθειμένον>· [κατερχόμενον.] κεχαλασμένον AS <καθιμήσαντες>· καθέντες *<καθ' οἷμον>· καθ' ὁδόν ASn *<καθεῖναι>· <ἐπὶ τὸ> κάτω ἀπολῦσαι Avg <καθιξόμενον>· καθαψόμενον *<καθῖκται>· καθήψατο A *<καθειργμένος>· ἐγκεκλεισμένος AS <καθείργνυται>· συγκλείεται (Cratin. fr. 72?) <καθεῖρκται>· [καθήψατο.] ἠσφάλισται *<καθείρκτω>· πεφυλακίσθω Avg. παρὰ τὴν <εἱρκτήν> A <καθειστόν>· εἶδος φιλήματος <καθεκτόν>· ἐφικτόν. [καταληπτόν (n) <καθελεῖν σελήνην>· ἐδόκουν αἱ Θετταλαὶ τὴν σελήνην κατάγειν *<καθέλῃς>· κατενέγκῃς (Gen. 27,40) AS <καθέλκει>· καταβάλλει <καθέλκομαι>· παρασύρομαι *<καθέντος>· καταχαλάσαντος S (n) *<κάθεμα>· ὁ κατὰ στήθους ὅρμος (Ezech. 16,11) (g) <καθέμεν>· χαλάσαι *<καθέξει>· κρατήσει (Ο 186) ASvg <καθέξομαι>· [ἀνέχομαι.] ἀνέξομαι *<κάθες>· χάλασον ASvgn <καθεσάμενος>· χαλάσας <κάθεσαν>· κατέθηκαν *<κάθεσιν>· καταγωγήν. οἴκησιν AS <καθεστηκότος>· παρεστηκότος <καθέστηκεν>· ἔστη (Eur. Hipp. 91) <καθεστός>· παρεστός. αὐτόθεν ὑπάρχον. μόλιβδος *<κάθετο>· κατέθετο (Ξ 223) n <καθεύδειν>· κοιμᾶσθαι. ὑπνοῦν *<καθηγεμών>· ὁδηγός (A) διδάσκαλος (2. Macc. 10,28) ASvgn *<καθ' ἡδυπάθειαν>· τὴν σαρκικὴν ἐπιθυμίαν AS *<καθῆκαν>· κατέβαλον gn, ἐχάλασαν (A). ἐνέβαλον <καθήκοντα>· προσήκοντα. *[ἀκόλουθα. ἁρμόζοντα n <καθήκοντο>· κατεβάλοντο *<καθηκόντως>· δεόντως AS, πρεπόντως gS, προσηκόντως *<καθήκουσιν>· ἁρμόττουσι A <καθήμενον>· τὸ κοῖλον καὶ ὁμαλὸν χωρίον, καὶ πεδίον <καθήλωσε>· τοῖς ἥλοις ἔσφιγξεν *<καθίμησε>· κατήνεγκεν. ἢ [κατήντλησε ASg <καθήπτετο>· ὕβριζεν, ὠνείδιζεν [<καθηρῶν>· καταστρέφων] <κάθησο>· καθέζου (Α 565) *<καθῆστο>· ἐκαθέζετο (Α 569) ASgp *<καθιγμένον>· κατελθόντα ASg. καταντήσαντα n. φθάσαντα ASg. ἢ καταγενόμενον †<κάθιδι>· ὑδρίαι. Ἀρκάδες *<κάθιδρος>· κεκμηκώς (Ierem. 8,6) ASvgp *<καθιδρῦσαι>· καθιερῶσαι n. στῆσαι <καθιέμενον>· κεχαλασμένον *<καθιέντος>· καταχαλάσαντος g *<καθιεροῖ>· θεῷ ἀνατίθησι ASvgn *<καθιζόμενον>· καθαψάμενον ASn(ps) <καθέλοιμι>· ἀπολύω <καθικέσθαι>· ἐφάψασθαι. τύψαι *<καθικνεῖσθαι>· καθάπτεσθαι ASvgn. καταβαίνειν A *<καθικομένοις>· ἐλθοῦσι AS *<καθίκοντο>· καθήψαντο A. [ἐχάλασαν] <καθιλύσας>· ἀθροίσας <καθιμᾶι>· καθίησι, χαλᾷ *<καθιμείσθω>· καθιστάσθω AS <καθιμονεύει>· καθίησι *<καθιμῶσι>· χαλῶσιν ASg *<καθίξεσθε>· καθάψασθε AS. κρατήσατε (Exod. 12,22) A <κάθιξον>· κάθισον <καθίπταται>· ἀπάνωθεν πέτεται <καθίππαξις>· πομπῆς ὄνομα παρὰ Λακεδαιμονίοις *<κάθισαν>· καθίδρυσαν (Τ 280) AS <καθίσατο>· ἱδρύσατο <καθιστᾶν>· στῆσαι. ποιῆσαι (Dan. 2,21) <καθιστῶ>· δείκνυμι. ποιῶ *<καθόδοις>· ἀγωγαῖς ASvg. κύκλοις (A) <καθολικά>· γενικά. [Λάκωνες] <καθ' ὁμά>· κατὰ τὸ αὐτό (Callim. fr. 1,26 Pf.) <καθ' ὁμόν>· κατὰ λόγον. καθ' ὅμοιον. [καθ' ὁδὸν τὴν προσή- κουσαν] *<καθοπτεύει>· καθορᾷ AS *<κάθοπτρον>· †ἀόρατον AS *<καθορίζει>· ὁρίζει A (n) *<καθόρμια>· τὰ ἐνόρμια S, περιθέματα ASvgn, ἀῤῥαβωνιακά AS, ἢ κόσμια [περιτραχήλια (Hos. 2,13) gb [<κάθος>· σπυρίς] *<καθοσιωμένος>· ἀνακείμενος ASvgnΣ <καθ' ὅσον>· ὅσον (Ps. 102,12) *<καθ' ὅσον οἷόν τε>· καθόσον δυνατόν ἐστιν ASvg †<καθουφήν>· ἀλώπεκα †<καθίεψεν>· ἐξέθετο <καθυλομανούντων>· ὕλην ἐχόντων πολλήν *<καθ' ὕπαρ>· [κατ' ὄναρ] <κατὰ τὸ φανερόν> g *<καθ' ὑπερβολήν>· ὑπερβαλλόντως (4. Macc. 3,18) AS (vg) *<καθύπερθεν>· ἄνωθεν S, ὑπεράνωθεν (Β 754) vg (AS) <καθυπερτέρους>· πλεονεκτοῦντας (s) <καθυπισχνεῖτο>· ὡμολογεῖτο *<καθυφεῖναι>· ἐνδοῦναι AS. ὑποχωρεῖν. [καθυποβάλλειν (Dem. 18,107 ..) ASn *<καθυφηκάμην>· ἀφῆκα, εἴασα AS *<καθυφῆκεν>· ἐνδέδωκεν ASvg <καθυφείς>· προδούς. καταλιπών <καθωμηρευμένα>· καθ' Ὅμηρον εἰρημένα *<καθ' ὥραν>· ἐν πάσῃ ὥρᾳ ASn. κατὰ καιρόν (Zach. 10,1) (Avg) <καθώς>· ὥσπερ, καθάπερ <καθωσίωσε>· [κατέλυσεν] κατέθυσεν. Εὐριπίδης Μελεάγρῳ (fr. 539) <καὶ ἄλλως>· καὶ ἄνευ τούτων (Ι 698) <καίοντο>· ἐκαίοντο (Α 52) <καίατα>· ὀρύγματα. ἢ τὰ ὑπὸ σεισμῶν καταῤῥαγέντα χωρία <καὶ αὖτις>· καὶ αὖθις. καὶ πάλιν (Α 140) <καὶ αὐτῷ>· καὶ ἐμοὶ αὐτῷ (Ζ 338) <καὶ ἀχνύμενοί περ>· καίπερ λυπούμενοι (Β 270) *<καὶ γάρ ῥα>· καὶ γὰρ δή (Α 113) ASn <καὶ δή>· ἐπὶ τοῦ ἤδη (Β 135) <καὶ γάρ τοι>· τοιγαροῦν <καὶ δή μοι>· καὶ δὴ ἐμοί (Α 161) <καί ἑ>· καὶ αὐτόν (Γ 408) *<καὶ ἐν δαΐ>· καὶ ἐν τῇ μάχῃ n *<καὶ ἐπεστήρισας>· ὠργίσθης AS. ἢ ἐπεστήριξας (Ps. 37,3) <καιέτα>· καλαμίνθη. Βοιωτοί *<καὶ ᾗ φησι>· καθὼς λέγει AS †<καικάσαι>· καταγελάσαι <Καικίνης>· ὁ Καικίας ἄνεμος, ἀπὸ τοῦ Καΐκου ποταμοῦ <καὶ κλάει>· καὶ αἰάζει <Κάϊκος>· ποταμὸς <Μυσίας, ὡς Δημήτριος καὶ Φιλόξενος μαρ- τυρεῖ> n <καικύλην>· τὴν κεφαλήν <Κάϊν>· κτῆσις *<καὶ λεπτυνῶ>· συντρίψω (Ps. 17,43) ASvg <καίλους>· οὐρανός. Ῥωμαῖοι *<καὶ μάλα>· καὶ λίαν vg. καὶ πάνυ (Α 217) Avgn *<καὶ μάλ' εἰκότως>· καὶ πάνυ δικαίως (Dem. 18,16 ..) vgn *<καὶ μάλ' ἐν δίκῃ>· δικαίως ASbs <καὶ μέν μευ>· καὶ δὴ ἐμοῦ (Α 273) <καὶ μέντοι καὶ>· καὶ ἔτι. καὶ μήν (Plat. Theaet. 144 c ..) <καὶ μὲν τῶν>· καὶ τούτων μέν (Ζ 27 ..) <καί με πρὸς μῦθον ἔειπε>· καὶ προσεῖπέ με τῷ λόγῳ (Β 59) *<καὶ μήν>· καὶ ἔτι (λ 582) ASv *<καίγε>· καίτοι (Act. ap. 2,18) (g) *<καί μιν>· καὶ πρὸς αὐτήν (Α 201) (Sn) *<καίνει>· φονεύει AS. κτείνει (Eur. Phoen. 44) <καινία>· νίκη <καινίσαι>· καινῶς χρήσασθαι. καὶ ἐγκαινίσαι (Eur. Tro. 889) <καἱνήτα>· ἀδελφή <καἱνήτας>· ἀδελφούς, καὶ ἀδελφάς <καινός>· νέος, νεαρός <καινοτάφια>· νεκροτάφια <καινοτομῆσαι>· καινὸν ποιῆσαι <καινοτομεῖν>· καινὴν λατομίαν τέμνειν (Xen. vect. 4,27) <>καινουργηκότα>· νέα πράγματα ἐργασάμενον (Hipp. vet. med. 21?) AS *<καί νύ κε>· καὶ ἄν (Θ 131 ..) An *<καί νύ κεν>· καὶ δὴ ἄν (Γ 373) S <καίνυσθαι>· νικᾶν. διαφέρεσθαι. σχοινεύεσθαι. μετρεῖν ἀγρόν <καινυμένα>· διαφέρουσα <καίνυται>· νικᾷ. προφέρει <καινύτω>· νικάτω (Empedocl. fr. 23,9) <καιόντων>· καιέτωσαν (Θ 521) *<καὶ οὐ διεφώνησεν>· οὐ διέφυγεν (1. Regn. 30,19) ASg <καὶ πολλόν>· καὶ πάνυ (Ψ 832) <καί ποτέ τοι>· καί ποτέ σοι (Α 213) †<καίπετος>· ἀξίνη <καὶ πρόκα τε δή>· ἀντὶ τοῦ ἄφνω (Hdt. 1, 111, 5 ..) *<καί ῥα>· καὶ δή gb, αὐτάρ (Α 360) <καί ῥ' ἐπιεισαμένη>· καὶ δὴ ἐπελθοῦσα (Φ 424) <καίραμα>· μέρος νεός. ἢ ἀμφίεσμα <Καιράτιοι>· οἱ Κνώσιοι, ἀπὸ ποταμοῦ [<καιρατιοῦσι>· τοῖς κέρασιν πλήξουσι] <καίρια>· τὰ μέρη τὰ λεπτά. *[βέβαια. ὠφέλιμα (AS) ἢ ἐπι- κίνδυνα (gb), θανάσιμα· Avg ἢ ἐπιτήδεια †<καιροθέοισι>· κρατοῦσι. προτρέχουσιν <καιρός>· χρόνος r. ἢ τόπος καίριος. ἢ ὁ τῶν ἑπτὰ ἀριθμός <καιροσέων>· μεμιτωμένων· <καῖρον> δὲ τὸν μίτον φασίν· οἱ δὲ τὰς παρυφὰς τῶν ἀμπεχόνων. οἱ δὲ εὖ κεκαιρωμένων, τουτ- έστιν εὖ ὑφασμένων· <καιρώματα> γὰρ τὰ διαχωριστικὰ τῶν στημόνων πλέγματα (η 107) <καιρότερον>· ἐνωρότερον. Ἀχαιοί [<καιρῷ>· ῥοπάλῳ] <καίρωσιν>· τοῦ στήμονος τοὺς συνδέσμους <καιρωστρίδες>· ἐργαστρίδες. ὑφαστρίδες (Callim. fr. 640 Pf.) *<καιροφυλακῆσαι>· καιρὸν ἐπιτηρῆσαι (Phil. mut. nom. 185 ..) ASvg <καισάραι>· περικεφαλαῖαι (s) †<καισεκπρώπιον>· δρέπανον. ξηροκόπιον *<καὶ συμβιβάσεις>· καὶ διδάξεις (Deut. 4,9) ASvg *<καὶ σφῶϊν>· καὶ αὐτοῖς (Α 338) AS <καὶ τὰν στοάν>· καὶ τὸ ι.. *<καὶ τί αἱρήσομαι>; καὶ τί βουληθῶ; (Ep. Phil. 1,22) ASvgn <καίτοι γε>· .... <καὶ τοὺς εἰς ἕνην>· καὶ τοὺς εἰς τρίτην <καίτρεαι>· ὅπλα Ἰβηρικά· οἱ δὲ <κυρτίας> *[<καὶ τῶν>· καὶ ἐκ τῶν, κατὰ συναίρεσιν <κἀκ τῶν>] A *<καὶ τὼ πόδε>· καὶ τοὺς πόδας Avg δυϊκῶς (Ar. Vesp. 608) vg *<καὶ χερσί>· καὶ ἔργοις (Α 77) ASn <καὶ ὥς>· καὶ ὅμως (Α 116) *<καὶ ὥς φησι>· καὶ ὡς λέγει ASn <κάκα>· κακία (Eur. Hipp. 161) ἢ ὄρνεον <κάκαιοι>· βολβοί <κάκαλα>· τείχη. Αἰσχύλος Νιόβῃ (fr. 166) [<κακαλίς>· νάρκισσος] <κακὰ μήσατο>· κακὰ ἐβουλεύσατο (Ζ 157) *<κακανδρίας>· ἐπὶ κακῷ δυνάμεως AS <κακίας ἐπιβάθρας>· τοὺς τῆς κακίας ὑπηρέτας· ἐπιβεβηκότας <κακείοντες>· κατακοιμησόμενοι (Α 606) *<κάκ' ἐλέγχεα>· κακὰ ἐλέγχη (Β 235 ..) (A) *<κακέμφατον>· ἄδοξον, δυσκλεῆ AS <κακεστοῦν>· κακὴν κατάστασιν. ἢ ἀπραγίαν <κάκη>· δειλία. ἢ κακία· ἀλλὰ τῆς ἐμῆς κάκης (Eur. Med. 1051), κακουχίας *<κακήγορος>· κακῶς λέγων Ag, κακολόγος (Plat. Phaedr. 254e) ASvgn *<κακήν>· κάκιον (m) <κακίζει>· κακολογεῖ <κακὴ κόνις>· κακὸς ὄλεθρος *<κακιζόμενος>· ταπεινούμενος (g) <κακιθά>· λιμηρά <κακιθής>· ἄτροφος ἄμπελος <κακιθές>· χαλεπόν. λιμηρές <κακιμήν>· τὸν ἀτυχῆ <κάκιον>· εὐτελέστερον <κακίωσαι>· ἱδροῦν ἀρχόμεναι. Λάκωνες <κακκάβα>· πέρδιξ <κακκάβη>· κρίκον. ἢ χύτρα, ἣν ἡμεῖς <κάκκαβον> <κάκκαβος>· ἢ λοπάς (A). [ἢ πέρδιξ] <κακκάζειν>· τὰς ὄρνις τὰς πρὸς τὸ τίκτειν φθεγγομένας Ἀττικοί <κακαλέα>· κατακεκαυμένα <κακκεῖαι>· κατακαῦσαι (λ 74). <κατα>κοιμηθῆναι *<κακκείοντες>· κοιμηθέντες, [κοιμησόμενοι (Α 606) ASn <κακκέρσαι>· κατακόψαι. Πάφιοι †<κάκκαλον>· κάταξον <κάκκη>· κόπρος. ἢ κάθευδε. Λάκωνες <κακκός>· ὁ μικρὸς δάκτυλος s <κακκώνιον>· σκαφίον *<κακοῤῥαφίῃσι>· κακομηχανίαις (β 236) <κακόβας>· ἐπὶ κακῷ ἥκων <κακοδαιμονίαν>· ἀτυχίαν *<κακοδαίμων>· ὁ θεῷ ἀπεχθής (Dem. 19,115) Avg <κακοδεκτεύουσα>· κακῶς δεχομένη <κακοδιάβολος>· κακοικονόμος. Λάκωνες <κακοεργός>· ὁ τὰ κακὰ ἐργαζόμενος (σ 54) <κακοείμονας>· ῥακκοδύτους (σ 41) <κακοηθείας>· κακοτροπίας (Ep. Rom. 1,29 ..) AS <κακοί>· ἄνανδροι, δειλοί (Λ 408 ..), δυστυχεῖς, κακοδαίμονες <κακόκνημος>· κακόφθαρτος. [κακόσιτος s <κακοκτερής>· κακόθαπτος <κακολαῆ>· κακοδερκῆ <κακομήτις>· κακόβουλος (Eur. Or. 1403) *<κακομήχανος>· κακόβουλος (Ζ 344 ..) ASns <κακόνοια>· ὕβρις (Dem. 21,204) *<κακόνους>· κακονοῶν (Dem. 8,39) A <κακοπινής>· κακός. μεθυστής [<κάκονες>· κακὸς ὄλεθρος] s <κακοπάθεια>· μοχθηρία <κακοπράγμων>· πανοῦργος <κακοπραγοῦς>· κακοεργοῦ †<κακόρας>· κατακόψας. παρὰ Εὔκλῳ <κακόρδαζε>· ἀπεχώρει *<κακοῤῥαφίας>· κακοσυνθεσίας vg (A), κακοβουλίας (Ο 16) n *<κακοῤῥαφίῃ>· κακομηχανίᾳ AS, κακοβουλίᾳ S, κακουργίᾳ (μ 26) <κακοῤῥαφέας>· κακοποιούς, κακοπράγμονας <κακοῤῥοθεῖ>· κακολογεῖ, [λοιδορεῖ, ὑβρίζει (Eur. Alc. 707) (ASvgn) <κακός>· δειλός. δεινός. πονηρός *<κάκ' ὀσσόμενος>· δεινῶς ἐμβλεψάμενος (Α 105) (ASn) <κακοσχόλου>· κακοῦ κατὰ τὴν σχολήν <κακότατος>· κακότητος <κακότης>· κάκωσις, βλάβη <κάκουλοι>· κακοί, σκληροὶ κύαμοι <κακουργεῖ>· κακὰ ἐργάζεται a) <κακοῦργος>· δόλιος, κακὰ ἐργαζόμενος. b) *<κακοήθης>· κακότροπος ASg <κακουχία>· ἀσθένεια. ἀμέλεια. ἀθεραπευσία *<κακόχαρτος>· ὁ κακοῖς χαίρων (Greg. Naz. c. 1,2,9,20) vgnp <κάκτανε>· φόνευε, ἄνελε, κατάκτεινε (Ζ 164) <κάκτος>· ἄκανθα, ὑφ' ἧς ἐὰν πληγῇ νεβρός, ἀχρεῖα ἴσχει τὰ ὀστᾶ εἰς αὐλούς *<κἀκ τῶν>· καὶ ἐκ τούτων ASvgn [<κακυκία>· ὀψοφαγία] †<κακῦναι>· ὀψοφαγῆσαι <κακυνεῖ>· κακώσει (vgs) <κακχαδίαι>· ἰσχνόφωνοι *<κακχάζει>· ἀτάκτως γελᾷ S, ἀσμένως Avg, ἀθρόως A, ἀπαι- δεύτως <κάκχαρτον>· κατάχαρτον <κἀκχωρεῖ>· δραπετεύει. κακουργεῖ <κακώτερον>· χεῖρον (ο 343) <κακούς>· δειλούς (Δ 299) <κακῶν δὲ φέρτερον εἴη>· τοῦτο τῶν κακῶν τὸ κρεῖττον (Ρ 105) <κακῶς>· δεινῶς. ταπεινῶς *<κάκωσις>· ταπείνωσις. [†δείνωσις n <καλα>· ὀξυτόνως τὸ σύνηθες, καὶ ἀντὶ ἐπιῤῥήματος τοῦ καλῶς· παροξυτόνως δὲ τὰ ξύλα <καλαβίς>· τὸ περισπᾶν τὰ ἰσχία (Eupol. fr. 163) <καλαβῶται>· ἐν τῷ τῆς Δερεατίδος ἱερῷ Ἀρτέμιδος ἀιδόμενοι ὕμνοι <Καλαβρίαν>· τὴν Μεσαπίαν χώραν. Ῥίνθων (fr. 19) *<καλαβρισθείησαν>· χλευασθείησαν (Iob 5,4) ASvgb <Καλαβρός>· βάρβαρος <καλαβίς>· καλαβώτης <καλαβύστας>· τοὺς κωλώτας. Ἀργεῖοι <καλαδία>· ῥυκάνη <καλαβώτης>· ἰχθὺς ποιός. καὶ σαῦρος <καλὰ δὴ παταγεῖς>· καλὰ λαλεῖς (Ar. frg. 116) <καλάζει>· ὀγκοῦται. Ἀχαιοί <κάλαθα>· †λάλαβοι. οἱ δὲ ἄνθη <καλάθαρβα>· παροινία <καλαθηφόροι>· οἱ τὰ μαγειρικὰ φέροντες <καλαθίσκος>· εἶδος ὀρχήσεως. καὶ σκεῦος γυναικεῖον παρὰ Μενάνδρῳ (fr. 1018) <κάλαθος>· ποτήριον, ὃ καὶ ψυκτήρ. καὶ τὰ ὑπὲρ τὸ πρόσωπον μέρη. καὶ ἀγγεῖον, ἐν ᾧ χωνεύουσι σίδηρον. καὶ γυναικεῖον σκεῦος εἰς ἐρίων παράθεσιν <Κάλαϊς>· τὸ ἱστίον, καὶ ὄνομα κύριον <καλάμα>· ὄγμος. ἰχθύς <καλαμαία>· εἶδος ἀκρίδος, ἣν καὶ μάντιν καλοῦσι (Theocr. 10,18) *<καλαμᾶται>· τρυγᾷ τὰ ἀνώτερα μέρη τῶν ἐλαιῶν (Deuter. 24,20) AS(vg) <καλάμη>· τὸ τέλος φέρειν τοὺς παροίκους. δηλοῖ δέ, ὥς τινες, καὶ ἄκαρπον ἡλικίαν. ἄλλοι ἐπὶ τῆς εὐγενείας τοῦ σώματος· ἄλλοι τι λείψανον. ἔστι γὰρ <καλάμη> κυρίως τὸ ξυλῶδες τῶν σταχύων, ἢ τὰ ἐκ τῶν ἀμητῶν λείψανα, ἐξ ὧν περισσευμάτων ἔστι γνῶναι πόσος ἦν ὁ καρπός (ξ 214) <καλαμητρίδες>· αἱ τὰ δράγματα συλλέγουσαι <καλάμια>· τὰ στελέχια <καλαμίνδαρ>· πλάτανος †ἡδονιεῖς <καλαμίνθη>· πόα, ὁμοία ἡδυόσμῳ <καλαμίς>· κοσμάριόν τι περὶ τοὺς πλοκάμους. ἔνιοι σύριγγα. ἄλλοι χρυσοῦν περιτραχήλιον καὶ γραφείων θήκη, <οἱ> δὲ τὸν τοῦ γάλακτος ταρσόν. καὶ ὁ ἁλιευτικὸς κάλαμος. Κερυνῆται δὲ τοὺς μικροὺς τέττιγας καλαμίδας καλοῦσι <Καλαμίτης ἥρως>· τῷ Ληναίῳ πλησίον (Dem. 18,129) <κάλαμος>· ὄροφος. Κῷοι. καὶ τὸ ὑποτιθέμενον ταῖς λύραις ἠχεῖον (Soph. fr. 33). καὶ τοῦ σίτου ὁ καυλός. καὶ αὐλός <καλαμοτύπος>· ἰξευτής. Λάκωνες <καλαμώμενον· καλαμᾶσθαι> λέγουσιν, ὅταν ἐκ τῶν τετρυ- γημένων ἀπολείμματά τινα συνάγωσιν ἢ στάχυας (Sir. 30,25) <καλαμωταί>· εἶδος ἐσχάρας <καλαοίδια>· ἀγὼν ἐπιτελούμενος Ἀρτέμιδι παρὰ Λάκωσιν <κάλαον>· [καλὸν] ὑποπόδιον <κ' ἀλαός>· τυφλός (θ 195) <κάλοι>· σχοῖνοι (ε 260) <καλαρῖνες>· ὀχετοί. Λάκωνες <καλαῤῥυγαί>· τάφροι. Ἀμερίας <καλάσιρις>· χιτὼν πλατύσημος, ἢ ἡνιοχικὸς καὶ ἱππικὸς χιτών. ἔνιοι δὲ λινοῦν καὶ ποδήρη χιτώνιον ἰσχνόν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr. 320) <καλασίριτα>· τὰ λώματα, ἃ καλοῦσιν ὤας <καλαυνεῖ>· τρυφᾷ. ἐμπίπλαται <καλαυρεῖ>· τρυφᾷ <καλαυρόφις>· βακτηριοφόρος *<καλαύροπα>· ποιμενικὴν ῥάβδον ASv(g), καὶ βουκολικήν (Ψ 847) (g) <καλαύροπα>· ξύλον, ᾧ τοὺς βόας βάλλουσιν *<καλαῦροψ>· ποιμενική <ῥάβδος> ASpb (N) <κάλαφος>· ἀσκάλαφος. Μάγνητες *<κάλεα>· τὸ γένειον τοῦ ἀλέκτορος (A) <καλεοίμην>· κληθείην (Α 293) <κάλεον>· ἐκάλουν (Δ 477) *<καλέοντι>· καλοῦντι ([Theocr.] epit. Bion. 112?) g <καλεός>· ὄνομα. καὶ μοιχός <καλεσαμένη>· καλέσασα (Ξ 188) <καλέεσθαι>· εὔχεσθαι. καλέσασθαι (η 313) <καλέσατο>· ἐκάλεσεν (Α 54). ἀνέλαβεν ἐκ λειποψυχίας <καλεύειν>· λιθοβολεῖν <καλέχεο>· κατάκεισο. Πάφιοι <κάληβος>· ἀπεσκολυμμένος τὸ αἰδοῖον †<καλημνεῖ>· καλεῖ σαφῶς (Callim. h. Dian. 67) <καλήν τ' Ἐπικάστην>· ἣν οἱ μεθ' Ὅμηρον Ἰοκάστην καλοῦ- σιν (λ 271) <καλήτωρ>· Ἰδαῖος κήρυξ (Ω 577) <καλιαί>· νοσσιαὶ ἐκ ξύλων. καὶ ξύλινά τινα ... περιέχοντα ἀγάλματα εἰδώλων. δηλοῖ δὲ καὶ σκηνήν. *οἰκίαν. κυρίως νοσσιὰν ἐκ ξύλων (ASn) <καλλιγύναικα>· καλὰς γυναῖκας φέρουσαν (Β 683) <καλίνδινα>· ἔντερα ... Κύπριοι *†<καλιδύη>· περιβόλαιον βαρβαρικόν (Iud. 3,16) ASgn <καλλιερεῖν>· καλῶς τοῖς ἱεροῖς χρήσασθαι <καλλίζωνοι>· ἀπὸ μέρους (Η 139) *<καλιήν>· τὸν οἶκον. κυρίως δὲ τὸν ἀπὸ ξύλων οἶκον· <κᾶλα> γὰρ τὰ ξύλα (Hes. op. 374) A <κάλιθος>· οἶνος. Ἀμερίας <κάλικον>· βόθρον <κάλινα>· ξύλινα *<καλινδεῖσθαι>· κυλίεσθαι (ASvgn) <κάλινοι>· δοκίδες <καλιοί>· τὰ εὐτελῆ οἰκήματα <κάλιον>· ξυλάριον. βακτηρίδιον <καλιός>· τὸ δεσμωτήριον. καὶ ξύλον, ᾧ ἐδέοντο. καὶ οἱ μικροὶ οἶκοι <καλιαὶ> καὶ <καλίδια> <καλίς>· σκέπαρνον <καλιστρεῖν>· καλεῖν <καλίωμαι>· καλοῦμαι <καλιῶσαι>· σπαράξαι. πατάξαι <καλχαίνεται>· φροντίζει. ταράττεται [<κάλλα> ἢ] <κάννα>· κάλαμος (Cratin. fr. 197) <κάλλαια>· οἱ τῶν ἀλεκτρυόνων πώγωνες p. [καὶ πᾶν πορφυροει- δὲς χρῶμα. ἔνιοι δὲ τὰ ποικίλα. καὶ παρ' Αἰγυπτίοις <χρῶμα καλάϊνον>. τίθεται δὲ καὶ ἐπὶ μύρου. κάλλη τὰ βαπτὰ ἔρια] †<Καλλαΐς>· γένος ἰθαγενῶν [<καλλαροί>· βάρβαροι] *<κάλλιπε>· κατέλιπεν (α 243 ..) ASb <κάλλει>· τῷ μύρῳ τῷ τῆς Ἀφροδίτης (σ 192) <κάλλιπον>· κατέλιπον (Ι 364) <κάλλη>· *ἄνθη An. πορφυρᾶ <ἱμάτια> (Eupol. fr. 333) <κάλλη>· εἶδος ἄνθους ποιὸν πρὸς βαφὴν ἁρμόζον *<Καλλιρόη>· κρήνη (Thuc. 2, 15,5) (ASvg) †<κάλλης>· καρπίμου <καλλίαρ>· πίθηκος. παρὰ Λάκωσι <Καλλίαρος>· πόλις (Β 531) <καλλιβάντες>· ὅμοια σμιλίοις καὶ ψαλίσιν, ἐν αἷς τὰς ὀφρῦς κοσμοῦσιν αἱ γυναῖκες. [ἄνθη.] [ἢ γένος ὀρχήσεως ἀσχημόνως τῶν ἰσχίων κρατουμένων] <Καλλιγένειαν>· οὐ τὴν γῆν, ἀλλὰ τὴν Δήμητραν. οὐδεὶς γὰρ οὕτως ἔφη τὴν γῆν <καλλιγένειαν>. οἱ μὲν τροφὸν αὐτῆς· οἱ δὲ ἱέρειαν· οἱ δὲ ἀκόλουθον (Ar. Thesm. 298) *<καλλιέπεια>· καλλιλεξία ASvg <Καλλιδώρα>· †καλλιονύμφη *<καλλιερεῖν>· θύειν Ag, ἱερουργεῖν, καλῶς τὰ ἱερὰ ποιεῖν S (gn) <Καλλικολώνη>· χωρίον ἱεροπρεπές (Υ 53) <καλλικόμων>· εὐπρεπῶν (Ibyc. fr. 5,2. Stesich. fr. 37?) *<καλλιέρημα>· θυσία εὐπρόσδεκτος vgp †<καλλίκριτα>· χελώνην. οἱ δὲ φώκην <κάλλιμος>· κάλλιστος (λ 640). [ἢ λύρας τὸ ἠχεῖον. οἱ δὲ <κάλα- μος>] <Καλλίνικος>· ὄνομα κύριον. καὶ εἶδος ὀρχήσεως ἐπὶ τῇ τοῦ Κερβέρου ἀναγωγῇ. ἢ *νικητής ASs <καλλιναωτάτη>· κρήνη καλῶς ῥέουσα *<καλλιπάρῃος>· καλὰς παρειὰς ἔχουσα. εὐπρεπής (Α 143 ..) (AS) <καλλίπρῳρον>· εὐπρόσωπον (Aesch. Sept. 533) <καλλίπυργον>· καλὰ τείχη ἔχουσαν (Eur. Bacch. 1202) <καλλίπωλε>· ἱππότα *<Καλλιρόη>· κρήνη (ASvgn) *<καλλιρόοιο>· καλῶς ῥέοντος (ε 441) (g) <Καλλίστη>· ἡ Θήρα τὸ πρότερον (Hdt. 4, 147,4). καὶ ἡ ἐν τῷ Κεραμεικῷ ἱδρυμένη Ἑκάτη, ἣν ἔνιοι Ἄρτεμιν λέγουσιν <καλιστρεῖν>· καλεῖν <Καλλιστώ>· γυναικεία θεὸς ἐρωτική, διὰ τὸ κάλλος κληθεῖσα οὕτως (Empedocl. fr. 122,3?) <καλλίσφυρος>· καλή, ἀπὸ μέρους. εὔρυθμος (ε 333) <καλλιτόκου>· καλῶς τεκούσης, εὐτόκου <καλλιφεγγεῖς>· λαμπροί <καλλιχέλωνος>· ὁ ὀβολός. εἶχε γὰρ τὸ νόμισμα χελώνην ἐπι- κεχαραγμένην (Eupol. fr. 141) <Καλλίχορον>· ἐν Κνωσσῷ ἐπὶ τῷ τῆς Ἀριάδνης τόπῳ <καλλείψειν>· καταλείψειν (Ξ 89) <καλλιώνυμος>· εἶδος ἰχθύος. μεταφέροντες δέ τινες τὴν λέξιν καὶ ἐπὶ τοῦ αἰδοίου ἔτασσον ἀνδρός τε καὶ γυναικός <κάλλος>· τὸ τῆς Ἀφροδίτης μύρον· κάλλεϊ μέν οἱ ... πρόσωπα (σ 192) καὶ τὸ σύνηθες *<καλλύνεσθαι>· κοσμεῖσθαι (vgn) καλλωπίζεσθαι <καλλυντήρια>· κοσμητήρια <καλλυντής>· κουρεύς <κάλλυντρα>· σκόλοπες, χάρακες. κοσμητήρια <καλλωπίζεσθαι>· κοσμεῖσθαι (Iudith 10,4 ..) †<καλόϊς>· βασιλεύς †<καλλιτέαι>· φυτόν τι θαμνῶδες <κάλοι>· τὰ σχοινία, δι' ὧν ἀνασπᾶται καὶ κατάγεται τὸ κέρας, καὶ τὸ ἄρμενον *<καλοκαγαθία>· ἀγαθότης (4. Macc. 1,8) ASnps <κάλοι δὲ ὀρόχθουν>· σχοινία δὲ ἐτίνασσον (Greg. Naz. c. 2,1,11, 135) <καλοκοπῆσαι>· ξυλοκοπῆσαι. ἢ σχοινοκοπῆσαι *<κλονέοντες>· διώκοντες. θορυβοῦντες (Ξ 14) A <καλλονή>· εὐπρέπεια (Plat. conv. 206 d) <καλόνης>· εἴρων. Ῥόδιοι *<κάλος>· σχοινίον (Num. 3,37) AS. καὶ <καλώδιον> ASvg <καλωπούς>· εὐοφθάλμους <καλοτίθηνα>· καλότροφα <καλότριχον>· τὸ ἀδίαντον <καλοτύπος>· ὁ δρυοκολάπτης *<καλπάζει>· ὀξυποδεῖ ASn σακκάζει (Ier. 8,6 v. l.) S *<κάλπη>· ὑδρία vgn, στάμνος (4. Macc. 3,12) <κάλπης>· ἵππος βαδιστής S. καὶ εἶδος δρόμου <κάλπις>· ποτηρίου εἶδος <κάλτοι>· ὑποδήματα κοῖλα, ἐν οἷς ἱππεύουσι (Rhinth. fr. 5) <καλύβη>· σκηνή. παστάς *[<καλυβός>· παστός] AS <κάλυκες>· τὰ ἔμβρυα <Καλύδναι>· νῆσοι πλησίον Ῥόδου (Β 677) †<καλυδίλα>· γέφυρα †<καλύδρα>· ἡ παλαιά †<καλυδναῖον>· ἀρχαῖον, παλαιόν †<καλυδναῖος>· Ἀϊδωνεύς. καὶ πρωϊνός. καὶ ἀρχαῖος, παλαιός <Καλυδών>· πόλις (Β 640 ..) <Καλυδώνιος αἴξ>· Καλυδώνιον <διὰ τὸν> ἔνδοξον ὗν, αἶγα δέ, διὰ τὸ ὀδωδέναι φαῦλον, δασὺν ὄντα (Com. ad. fr. 866) <κάλυκα>· κάλυψιν *<κάλυκας>· ὅρμους, περιτραχηλίους κόσμους (Σ 401) ASgn <καλύκειος λίθος>· ὁ ἐν ταῖς σάλπαις γινόμενος <κάλυκες>· γυναικεῖος κόσμος <καλυκίζειν>· ἀνθεῖν *<καλύκων>· μικρῶν ῥόδων AS <καλύκων>· τῶν ὀμματοφύλλων <καλυκωπός>· εὐόφθαλμος *<κάλυντρα>· κόσμητρα ASvgn <κάλυξ>· *τὸ ἄνθος τοῦ ῥόδου ASg, τὸ μὴ ἐκπετασθὲν ἄνθος Sgn. ἡ νύμφη. καὶ τὸ ἐνώτιον. καὶ ἡ χρυσῆ σῦριγξ ἡ τοὺς πλοκά- μους περιέχουσα (Σ 401). ἔνιοι ἔμβρυα ἀποδιδόασι <κάλυκας>, οἱ δὲ βλαστήματα. σημαίνει δὲ καὶ τὴν θαλασσίαν πορφύραν *[<καλύξεις>· ῥόδων καλύκια S] *<κάλυξι>· <ῥόδων ἀπανθίσμασι ἢ> A κόσμος τις ἐκ ῥόδων (Sap. 2,8) AS <καλύπτειν>· σκεπάζειν, κρύπτειν *<κάλυπτρα>· κόσμητρα. [κεφαλῆς καλύμματα Sn <καλύφιον>· ξυλήφιον <κάλυτρα>· σπάθαι φοινίκων. σκόλοπες, χάρακες, σταυροί (Lev. 23,40) <καλχαίνει>· ταράσσει. πορφύρει. στένει. φροντίζει. ἄχθεται. κυκᾷ. ἐκ βυθοῦ ταράσσεται <Κάλχας>· Στράττις τὸν ποταμόν φησι, ὅς ἐστι τῆς Χαλκίδος (fr. 68) <κάλχη>· διφθέρα. πορφύρα. βοτάνιον ἀνθοφόρον (Alcm. fr. 39 Bgk. Epich. fr. 2). μέρος κεφαλῆς κίονος *<καλώδια>· σχοινία (Iud. 15,14) (Avgn) p <κάλων>· κάλον. ἀπ' εὐθείας τῆς κάλως λαμβάνεις <κατὰ> τὸ σύνηθες *<κάμακας>· κοντάρια ὀρθά, ἢ καλάμους ὀξεῖς AS <καμάκασος>· ὡσεί τις λέγει ἐν τῷ βαράθρῳ, ἢ τῷ κρημνῷ, ἢ δεσμωτηρίῳ *<κάμακες>· δοράτια ἱππικά. καὶ ὀρθὰ ξύλα ὑπὸ ταῖς ἀναδενδράσι (Σ 563) AS (g) <καμακίς>· κοσμάριον, ὃ τοὺς πλοκάμους περιέχει. ἔνιοι σύριγγα <κάμαξ>· δόρυ. σχίζα. καὶ τὰ ὑπὸ ταῖς ἀναδενδράσι ξύλα †<καμάν>· τὸν ἀγρόν. Κρῆτες <κάμαξι>· τοῖς ὑποβαστάζουσι τὰς ἀμπέλους ξύλοις (Σ 563) <καμάρα>· κοιτὼν καμάρας ἔχων <καμάραι>· ζῶναι στρατιωτικαί <καμαρεύουσα>· φιλοπονοῦσα. πορίζουσα <καμαρεύω>· σωρεύω. φιλοπονῶ. πορίζω. κακοπαθῶ. συνάγω <καμάρης>· δέσμης <καμάρια>· κοιτὼν καμάρας ἔχων <καμαρινῶς λέγει>· παροιμιακῶς. λέγει ἀποτόμως, ἀνδρείως <κάμαροι>· στῆλαι, ἐν αἷς ἀναγέγραπται ὁ περιορισμὸς τῆς Ἀσίας <καμαρίς>· κοσμάριον γυναικεῖον [<καμάρ>· κοιτὼν καμάραν ἔχων] <καμάσαι>· σεῖσαι <καμάσσειν>· κραδαίνειν, τινάσσειν, σείειν †τὰ μέσω <καμασῆνες>· ἰχθύες (Empedocl. fr. 72) <καμασός>· βάραθρον <καμάσσυται>· πτερύσσεται <καμαστίς>· μέτρον τι. Ἀμερίας <κάματος>· νόσος, κόπος, μόχθος, πόνος (Δ 230 ..) <καματηρόν>· ἐπίπονον, ἐπίλυπον <καματώδης>· νοσώδης (Hes. op. 584) <καματῶν>· κοπιῶν [<κάμβαλεν>· κατέβαλεν.] [κατέλαβεν] <καμβατηθείς>· καταπονηθείς *<καμμύει>· παύεται AS <καμβολίαι>· κακολογίαι, λοιδορίαι *<>κ ἂμ βρίζοντα>· ἀμελοῦντα (Δ 223) A (S) <κάμεν>· ἐκοπίασεν (Β 101 ..) <καμεῖν>· κοπιάσαι. ἢ ὀκνῆσαι, νοσῆσαι. ἀποθανεῖν. ἐπιμελῶς κατασκευάσαι <καμινοῖ>· καμινευτρίαι. τινὲς κεκμηκυίαι τὰς ἶνας, ἀπογεγηρα- κυίαι γρηῒ καμινοῖ (σ 27) *<καμεῖται>· [κοποῖ] κοπιάσει (Β 389) n <κάμετον>· ἐκάμετον. δυϊκῶς (Θ 448) <κάμινοι>· εὔπλευροι βόες, ἰσχυροὶ καὶ εὐίσχιοι <κάμινος>· μέρος τι τῆς νεώς <Κάμιρος>· πόλις Ῥόδου (Β 656) <καμμάρψαι>· καταλαβεῖν <κάμμαρψις>· μέτρον σιτικόν, τὸ ἡμιμέδιμνον. Αἰολεῖς <καμμάρους>· τὰς ἐρυθρὰς καρίδας (Epich. fr. 60?) <καμάστην>· μέτρον τι <κάμματα>· φύλλα δάφνης, ἐν οἷς σκέπουσι τὰ ψαιστά. ὁμοίως καὶ αἱ καμματίδες †<κάμμει>· καθέζει <καμμένειν>· καταμένειν. Λάκωνες [<κάμμερος>· ἀχλύς] *<καμμονίην>· τὴν ἐκ καταμονῆς νίκην (Χ 257) (S) <κάμμορε>· κακόμοιρε (ε 160) <καμμορέων>· κακοπαθῶν <κάμνει>· νοσεῖ. ἐργάζεται, *[κοπιᾷ g. [ὀργίζεται]. ἀποθνήσκει <κάμορος>· κλήθρα τὸ δένδρον <καμπαλέας>· καμπύλας <κάμπειος δρόμος>· δρόμοι τινὲς ἦσαν κάμπειοι οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες <καμπεσίγουνος>· ἡ Ἐρινύς, ἀπὸ τοῦ κάμπτειν τὰ γόνατα τῶν ἁμαρτανόντων *<καμπεσίγυια>· κάμπτοντα τὰ μέλη· ASg <γυῖα> γὰρ τὰ μέλη (Clem. Al. protr. 2, 17,2) [<καμπισήγυα>· ὁμοίως] <κάμπη>· κῆτος παρὰ Ἐπιχάρμῳ (fr. 194) <κάμπος>· ἱπποδρόμος. Σικελοί <καμπουλίρ>· ἐλαίας εἶδος. Λάκωνες ... <καμπυλόχοις>· ἀρότροις <κάμπτειν>· τὸ ἐν τῇ ᾠδῇ καμπὰς ποιεῖν <καμπτόμενος>· ἐπικλινόμενος *<καμπύλα>· ἐπικαμπῆ, στρεβλά (Prov. 2,15) n <κάμψα>· θήκη, γλωσσοκομεῖον <καμψικίζουσα>· βαρβαρίζουσα <καμψόν>· καμπύλον <κἄν>· καὶ δὴ ἄν. ἀλλά <καμῶ>· ἐργάσομαι <καμψίον>· ...... <κανᾶ>· κανίσκια <κανάβια>· κυνηγετικά, ὡς γύργαθοι. ἢ ὑποδήματα ποιά <κανάβιος κηρός>· ᾧ χρῶνται οἱ ἀνδριαντοποιοὶ πρὸς πλάσιν <κάναβοι>· τὰ ξύλα, περὶ ἃ τὸ πρῶτον οἱ πλάσται τὸν κηρὸν τιθέασιν. ὅθεν καὶ οἱ λεπτοὶ καὶ ἄσαρκοι <κάναβοι> λέγονται (Strattis fr. 20) <καναδόκα>· χηλὴ ὀϊστοῦ. Λάκωνες <κάναδοι>· σιαγόνες, γνάθοι †<κάνακις>· ξίφος <κανάξας>· ταράξας <κάναστρον>· ὄστρακον, τρυβλίον, κανοῦν <καναφόρος>· μεσόδμη *<καναχή>· ψόφος (Τ 365) AS. [ὄγκος] [ἦχος AS, κραυγή (ASs) <καναχηδά>· ἠχητικῶς (Hes. Theog. 367) (p) <καναχίζει>· οἰμώζει (κ 399 v. l.) s *<κανάχιζεν>· ἐψόφει (Μ 36) ASs, ἐφώνει, ἐκραύγαζεν <Κανδάκη>· γυνὴ ἡ Κανδάκη ... <κάνδαλοι>· κοιλώματα, βάθρα, κωλοβάθρα <κάνδαρος>· ἄνθραξ s <Κανδαύλας>· Ἑρμῆς (Hippon. fr. 1) ἢ Ἡρακλῆς <κανδαροφόρους>· μελανειμονοῦντας (s) [<κανδόχα>· κήλη. Λάκωνες] <κανδύλος>· διὰ λαγώων καὶ γάλακτος καὶ τυροῦ καὶ μέλιτος πέμμα ἐδώδιμον (Aristoph. fr. 791) *<κάνδυς>· χιτὼν Περσικός, ὃν ἐμπορποῦνται οἱ στρατιῶται AS <κανδυτάναι ἢ κανδύλαι>· ἱματιοθῆκαι (s), ὅπου τὰ πολυτελῆ ἱμάτια ἔβαλλον (Men. fr. 82. Diphil. fr. 40) <κάνδαλος>· κακοῦργος, [λῃστής s <κανεῖν>· κτείνειν, ἀνελεῖν. ὅθεν τὸ <κανοῦν>, ἀπὸ τῶν καινομέ- νων ἱερείων *<κανέοισι>· κανοῖς, μαγίσι, κανισκίοις A <κάνεον>· κανοῦν (s) <κανήτιον>· κανίσκιον s <κανηφόροι>· ἐν ταῖς πομπαῖς αἱ ἐν ἀξιώματι παρθένοι ἐκανηφό- ρουν, ὥσπερ καὶ ἐν τοῖς Παναθηναίοις. οὐ πάσαις δὲ ἐφεῖτο κανηφορεῖν *<κανηφόρος>· ἀναφορεύς. τῶν νυμφῶν ἡ τὸ κανοῦν φέρουσα AS <κανθάρεως>· ἀμπέλου εἶδος <κανθαρίς>· χρυσοειδὴς ἰχθῦς. ἢ ζωύφιον λυμαντικὸν [ἢ] σίτου καὶ ἀμπέλου καὶ κήπων <κάνθαροι Αἰτναῖοι>· μεγάλοι, ἀπὸ τῆς Αἴτνης (Aesch. fr. 233) <κάνθαρος>· ποτηρίου εἶδος, ἀπὸ τοῦ κατασκευάσαντος. καὶ ποιὸς ἰχθῦς. καὶ πλοίου εἶδος. ἢ ὁ δακτύλιος τῶν ἱερῶν <κανθάρου σκιά>· παροιμία ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια φόβου <Κανθάρου λιμήν>· οὕτω καλεῖται ἐν Πειραιεῖ <κανθήλιος>· [ὠμός] μωρός. *ὄνος vgn <κανθήλια>· τὰ ἐν τῇ πρύμνῃ τῆς νεὼς ἐπικαμπῆ ξύλα, τιθέμενα πρὸς σκηνοπήγια. καὶ τὰ σάγματα τῶν ὄνων, καὶ τὰ τούτοις ἐπιτιθέμενα λύγινα πλέγματα. καὶ τῆς Βιθυνίας ὄρη <κανθύλας>· τὰς ἀνοιδήσεις. Αἰσχύλος Σαλαμινίαις (fr. 220) †<κανθίαι>· σπυρίδες <κανθίς>· ὀνίς. καὶ ὄνος <κανθός>· ὁ τοῦ ὀφθαλμοῦ κύκλος. καὶ ἡ ἀναπνοὴ τοῦ καπνοῦ ἐν τοῖς ἰπνοῖς. τινὲς δὲ καπνοδόχην. καὶ μήποτε οἱ χυτρόποδες. Σικελοὶ καὶ εἰς ὃ τὰς κάχρυς φρύγουσιν *<κάνθωνι>· <τῷ ὄνῳ> g <<κάνθων>·> κάνθαρος (Ar. Pac. 82) <κἂν ἴσαι>· παροιμία μετενηνεγμένη ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις φερομένων ψήφων ἴσων. ἀπολύονται γὰρ τοῦ ἐγκλήματος, ὁπόταν ἴσαι ἐξενεχθῶσιν αἱ ψῆφοι (Ar. Ran. 685) [<κανίας>· κάλαθος] <κάγκανον ὕλην>· ξηρὰν ὕλην (Greg. Naz. c. 1, 2, 29, 107) <κάνναβις>· Σκυθικὸν θυμίαμα, ὃ τοιαύτην ἔχει δύναμιν, ὥστε ἐξικμάζειν πάντα τὸν παρεστῶτα. ἔστι δὲ φυτόν τι λίνῳ ὅμοιον, ἐξ οὗ αἱ Θρᾷσσαι ἱμάτια ποιοῦσιν. Ἡρόδοτος (4,74) ..τούτου τὸ σπέρμα θυμιῶσιν <κανναβισθῆναι>· πρὸς τὴν κάνναβιν ἐξιδρῶσαι καὶ πυριασθῆ- ναι <κάνναθρα>· ἀστράβη ἢ ἅμαξα, πλέγματα ἔχουσα, ὑφ' ὧν πομ- πεύουσιν αἱ παρθένοι, ὅταν εἰς τὸ τῆς Ἑλένης ἀπίωσιν. ἔνιοι δὲ ἔχειν εἴδωλα ἐλάφων ἢ γυπῶν <κάνναι>· ψίαθοι. καὶ τὰ Αἰγύπτια πλέγματα, ἀφ' ὧν καὶ τὰ <κάνναθρα>. καὶ εἶδος γῆς χρυσολίθου <κάννηκες>· πλέγματα ταρσῶν <Καννωνοῦ πανδοκεῖον>· <πέπαικται παρὰ τὸ> Καννωνοῦ ψήφισμα· εἰσήνεγκε γὰρ οὗτος ψήφισμα, ὥστε διειλημμένους τοὺς κρινομένους ἑκατέρωθεν ἀπολογεῖσθαι (Com. ad.) *<κανοῦν>· κανίσκιον ASvgn. δισκάριον (Exod. 29,3) AS <κάντορες>· οἱ κρατοῦντες <κανών>· κτείνας. ἢ τὸ ξύλον, περὶ ὃ ὁ μίτος (Ψ 761). καὶ αἱ τῆς ἀσπίδος ῥάβδοι, ἀφ' ὧν ὁ τελαμὼν ἐξῆπτο (Θ 193) <καπανευτάς>· ὀνηλάτας [<κάος>· ἐκαλοῦντο] <καπανίζει>· ζευγηλατεῖ <καπαλαί>· [κάπηλοι] φάτναι <καπάνη>· τριχίνη κυνῆ <καπάνια>· ἁρπεδόνες <καπανικώτερα>· ἀπὸ τῆς φάτνης, χορταστικώτερα. τινὲς δὲ ἀντὶ τοῦ μείζονα. <καπάνας> γὰρ ἀπήνας λέγουσιν (Ar. fr. 492) <καπαρδεῦσαι>· †μαντεύσασθαι <κάπας>· †μεμβρίς· ἢ φάτνας <καπατάξεις>· κατακόψεις. Πάφιοι <καπατάς>· καθορῶν παρὰ Εὔκλῳ *<κάπιτα>· κτηνῶν τροφή AS <κἀπεμβαφίζων>· ὁ ἐπεμβάπτων <κάπεσε>· κατέπεσεν (Δ 523) <καπέτις>· χοῖνιξ *<καπέτοιο>· τῆς τάφρου Sn (A), παρὰ τὸ ἐσκάφθαι (Ο 356) <κάπετος>· *τάφος g, σορός Avgs, ὄρυγμα S, βόθρος. οἱ δὲ σκα- πετόν *<Καπετώλιος>· ὁ Ζεύς AS. <καὶ <Καπετώλιον>·> ὄρος <κάπη>· φάτνη <κάπηισι>· φάτναις. ἀπὸ τοῦ κάπτειν ἀπ' αὐτῶν (Θ 434) <καπήλα>· ἡ κρεόπωλις ἀγορὰ παρὰ Ταραντίνοις <καπηλεύει>· μεταπωλεῖ. οἰνοπωλεῖ. καὶ τὰ πρὸς τὰς τροφὰς καὶ πόσεις *<καπηλεύοντες>· πραγματευόμενοι (2. Cor. 2,17) AS *<κάπηλος>· μεταπράτης AS, ὁ τὰ πρὸς τὴν κάπην πιπράσκων· <κάπη> δὲ ἡ τροφή *<κἀπῄνει>· ἐπῄνει Avg <καπηλοδύτης>· ὁ ἐν τῷ καπηλείῳ ἀναστρεφόμενος *<καπήλη>· ὅπου ὁ κυβερνήτης κάθηται. πάσσαλος, περὶ ὃν κατεί- ληται τὰ σχοινία. καὶ τὸ ἐν τῇ πρύμνῃ κοίλωμα, ἔνθα οἱ ναῦται πάντα ἀποτίθενται <καπήλτια>· γυναικεῖα ἱμάτια <κάπηξ>· ξύλον τι ἐν τῇ πρύμνῃ τῆς νεὼς ὑπερέχον <καπητόν>· παράβλημα ἀλόγων <κάπια>· τὰ σκόροδα. Κερυνῆται <καπίθη>· ἀγγεῖον, χωροῦν Ἀττικὰς κοτύλας δύο (Xen. Anab. 1,5,6) <Καπίων>· κιθαρῳδικοῦ νόμου ὄνομα *<καπίστριον>· φορβειὰ ὄνου A <Καπνίας>· Ἐκφαντίδης ὁ τῆς κωμῳδίας ποιητὴς <Καπνίας> ἐπεκαλεῖτο διὰ τὸ μηδὲν λαμπρὸν γράφειν. καὶ οἶνος δὲ <κα- πνίας> λέγεται ὁ κεκαπνισμένος. καὶ <κάπνιος> ἄμπελος ἡ μέ- λαινα (Ar. Vesp. 151) *<κάπνισαν>· πῦρ ἀνῆψαν (Β 399) (A) <καπνίσαντες>· καπνὸν ποιήσαντες <καπνοκορθυάζεται>· σκιρτᾷ. παρὰ Ἐπιχάρμῳ (fr. 195) <καπνωμένας>· καπνιζομένας *<καπύοντα>· πνέοντα S <κάποις>· κήποις [<καπυκτά>· πνέοντα] <κάπος>· *ψυχή S, πνεῦμα ASgn, καὶ ὁ τοῦ φοίνικος φλοιός, ἐν ᾧ κέκρυπται ὁ καρπός. καὶ ἡ πρώτη ἔκφυσις <καπουστάς>· φάρυγξ <κάπουτ>· ἡ κεφαλή. Ῥωμαῖοι <κάππα>· ... τινὲς δὲ τὸ ἐλάχιστον. οὐκ εὖ. καὶ γὰρ παρὰ Καλ- λιμάχῳ (fr. 565 Pf.) γράφεται <κόππα>, τὸ ἀνεστραμμένον ῥῶ †σομυκτηρισμός <κάππαστον>· ποικίλον [<καππάτια>· γυναικεῖα ἱμάτια] [<κάππει>· κατῆλθεν] <καπ πεδίον>· κατὰ τὸ πεδίον (Ζ 201) *<κάππεσε>· κατέπεσεν (Δ 523) (A) S [<καπητήρια>· καταβατήρια] †<καπήτιοι>· οἱ †πριεινεῖς τῆς κρήνης †<καπητός>· καταπεσιονημένος <κάπρα>· αἴξ. Τυῤῥηνοί <κάπραινα>· ἡ καταφερής, ἀπὸ τῶν <κάπρων> *†<κάπρας>· ἀκολασίας AS (s) [<καπρία>· εἶδος ὀρχήσεως ἐνόπλου] <καπρίσκος>· ἰχθῦς <Καπερναούμ>· χωρίον παρακλήσεως <Καπρόνται>· ἐκαλοῦντο οὕτως οἱ Θρᾷκες <κάπρος>· σύαγρος, ὗς ἄγριος A. ἢ τὸν φάγρον ἰχθῦν. [καὶ νόσημά τι γενόμενον ταῖς μελίσσαις A [<καπροσύρη>· περικάθαρσις] <Καπροφάγος>· Ἄρτεμις ἐν Σάμῳ <καππίτνῃ>· καταπέσῃ <κάπτοντες>· ἀποδεχόμενοι. ἐσθίοντες <καπύνιοι>· ἀκόλουθοι <κάπυς>· πνεῦμα. †κῆπος <καπυρός>· ...... <καπύσσων>· ἐκπνέων <κάπφαγε>· κατάφαγε <Κάρ>· θάνατος. †φθεῖρον. πρόβατον. γένος Καρικόν· *<κάρα>· κεφαλή Avgn. τοῦτο Ἀττικοὶ διὰ τοῦ <α> λέγουσιν, Ὅμη- ρος δὲ Ἰακῶς <κάρη> <κάρα>· αἲξ ἥμερος Πολυῤῥήνιοι. ὑπὸ Γορτυνίων ... ἄλλοι δὲ ἡ συκῆ. Ἴωνες τὰ πρόβατα. καὶ τὴν κεφαλήν <καραβαία>· δίκρουν ξύλον <καραβίδες>· γρᾶες. Μηθυμναῖοι <κάραβος>· ἔδεσμα, ὥς φασιν, ὠπτημένον ἐπ' ἀνθράκων. ὑπὸ δὲ Μακεδόνων ἡ πύλη. καὶ τὰ ἐν τοῖς ξηροῖς ξύλοις σκωλήκια. καὶ τὸ θαλάττιον ζῷον <καραγός>· ὁ τραχὺς ψόφος, οἷον πριόνων <καραδάλη>· ἀρμενοθήκη *<καραδοκεῖ>· προσδοκᾷ ASg, ἐκδέχεται AS(n). H)\ E)PITHREÎ TÒ KEFÁLAION TOÛ PRÁGMATOS (Eur. med. 1117) <κάραι>· συκαῖ <Καραιός>· Ζεὺς παρὰ Βοιωτοῖς οὕτω προσαγορεύεται· ὡς μέν τινές φασι διὰ τὸ ὑψηλὸς εἶναι, ἀπὸ τοῦ κάρα <κεράμῳ>· πίθῳ (Ε 387) [<καράμα>· ἡ ἐπὶ τῆς ἁμάξης σκηνή] <καράμβας>· ῥάβδον ποιμενικήν, ἣν Μυσοὶ <συκαλόβον> <καρανούσθω>· τελειούσθω <κάραννος>· κεκρύφαλος. κρήδεμνον. ἢ ἔριφος. ἢ ζημία <καρανώ>· τὴν αἶγα. Κρῆτες <καρανώσει>· κορυφώσει †<κάραξ>· στρώσω [<καράρα>· κεφαλή] <καραρύες>· οἱ Σκυθικοὶ οἶκοι. ἔνιοι δὲ τὰς κατηρεφεῖς ἁμάξας <καράς>· ὁ ἀποσπερματισμός [<καραταί>· κεφαλαί] *<κάρη>· ἡ κεφαλή m <καρή>· ἡ ὥρα, ἐξ οὗ καὶ <ἀκαριαῖον> *<καρατομῆσαι>· ἀποκεφαλίσαι (AS) <καρβανίζοντες>· βαρβαρίζοντες <καρβανίζει>· Καρικῶς λαλεῖ καὶ βαρβάρως <καρβανίζει>· βαρβαρίζει <κάρβανοι>· τὰ τῶν σφενδονῶν καρφία, ὡς Σέλευκος <κάρβανοι καὶ περσαῖοι>· οἱ ἀλφὸν ἢ λέπραν ἔχοντες. Ἕλληνες δὲ τοὺς βαρβάρους, οἱ δὲ τοὺς Κᾶρας <καρβάρεοι>· κάραβοι <καρβατίνη>· μονόπελμον καὶ εὐτελὲς ὑπόδημα ἀγροικικόν <κάρβις>· μαστροπός <καρβίναι>· βαρβαρικαί <κάρδακες>· οἱ στρατευσάμενοι βάρβαροι ὑπὸ Περσῶν. καὶ ἐν Ἀσίᾳ οὕτω καλοῦσι τοὺς στρατιώτας, οὐκ ἀπὸ ἔθνους ἢ τόπου <κάρδαμα βλέπειν>· ... (Ar. Vesp. 455) <καρδαμάλη>· μάζα <καρδαμίνη>· τὸ σίον, ὅ ἐστιν ἐμφερὲς καρδάμῳ· γίνεται δὲ ἐν ὕδασι <Καρδαμύλη>· πόλις (Ι 150) <καρδάμυσσε>· κατάμυε <Καρδίαι>· οἱ Ἕλληνες παρὰ Σκύθαις· διὰ τὸ πόλιν αὐτοὺς Ἑλληνίδα Καρδίαν διαρπάσαι <καρδίας θαλάσσης>· τοῦ βυθοῦ (Ion. 2,4) *<καρδιαλγίαι>· λῦπαι καρδίας Σ <καρδίη>· καὶ ὁ λογισμός (Π 435), καὶ τὸ σύνηθες <καρδιοβολεῖσθαι>· λυπεῖσθαι <καρδιοῦσθαι>· καρδιουργεῖν, ἐπὶ τῶν ἱερείων <καρδιώττειν>· τὴν καρδίαν ἀλγεῖν. τινὲς δὲ δάκνεσθαι στόμαχον ὑπὸ λιμοῦ. τίθεται δὲ καὶ ἐπὶ τοῦ ναυτιᾶν *<καρδιουλκίαι>· [λῦπαι καρδίας AS]. [τὰς καρδίας εἷλκον τῶν θυμάτων SΣ <καρδοπεῖον>· τῆς καρδόπου τὸ πῶμα. *<Κάρδοπος> δὲ ἡ μάκτρα, Σ ἤγουν ἡ [κάμπτρα, ὅπου τὰ ἄλευρα μάσσουσιν Agnp. ἤτοι ἀβάκην <καρδόπῳ>· μάκτρᾳ †κατακαίει <Κᾶρες>· ἔθνος βαρβαρικόν <καρέντα>· καταβρωθέντα <κάρη>· κάρα, [κεφαλή (Β 259) (g) n <καρήατα>· κεφαλαί (Ρ 437). τάξεις (Λ 309?) <καρηβαρεῖ>· βαρύνεται κεφαλήν. ἐξ οἴνου μεθύει <κάρην> δὲ κεφαλήν <καρηκομόωντας>· τὰς κεφαλὰς κομῶντας (Β 11) *<κάρηνα>· ἄκρα. κεφαλαί (Β 869) Ag. κορυφαί (Λ 158) An. τείχη (Β 117) A <καρήνων>· κορυφῶν. ἄκρων (Α 44) A <Καρησσός>· πόλις. καὶ ποταμός (Μ 20) *<καρθμοί>· κινήσεις As <>κάρθμοιο Μυρίνης>· τραχὺς τόπος (Β 814) <Καρῖται>· ἱππεῖς πειραταί. Κᾶρες <Καρικὰ μέλη>· ἐλέγετό τις Καρικὸς ῥυθμὸς ἐκ τροχαίου καὶ ἰάμβου συγκείμενος (Plat. com. 69,12) <Καρική>· ἀσύνθετος. καὶ ἄμπελος <Καρικόν>· εὐτελές, μικρόν. δηλοῖ δὲ καὶ ἀφροδίσιον σχῆμα αἰσχρόν <καρικάζειν>· βαρβαρίζειν <Καρικοὶ τράγοι>· ὡς εὐτελῶν ὄντων. Σοφοκλῆς Σαλμωνεῖ· (fr. 497) εἰ μὴ ἄρα εἶπε συγχέων τοὺς Κιλικίους <Καρικῷ πλοίῳ>· ... <Καρικῷ σχήματι>· λέγεται δὲ ἐπὶ τῶν ἀκολάστων σχῆμα Καρικόν <καριμοίρους>· τοὺς ἐν μηδεμιᾷ μοίρᾳ. ἢ μισθοφόρους, διὰ τὸ τοὺς Κᾶρας πρώτους μισθοφόρους γενέσθαι <Καρῖναι>· θρηνῳδοὶ μουσικαί, αἱ τοὺς νεκροὺς τῷ θρήνῳ παρα- πέμπουσαι πρὸς τὰς ταφὰς καὶ τὰ κήδη. παρελαμβάνοντο δὲ αἱ ἀπὸ Καρίας γυναῖκες <καριῶσαι>· ἀποκτεῖναι <κάρκαιρε>· ἰδίωμα ἤχου (Υ 157) <καρκαίρει>· ψοφεῖ <καρκανήρ>· τάξις <κάρκαρα>· †οὔλα ὁ διήτω †καὶ τὰ ποικίλα τῇ ὄψει καὶ ἐπιτυρὰ παρὰ Σιμωνίδῃ (Sem. fr. 33). ἔνιοι τοὺς μάνδρας. Ῥίνθων (fr. 20) †ταὶ τῇ οὐρανίᾳ ἦρι† <καρκαρίς>· ξύλων ἢ φρυγάνων φορτίον. ἢ δεινή <κάρκαροι>· τραχεῖς. καὶ δεσμοί (Sophr. fr. 147?) <καρκίνος>· τὸ νῦν <καρκίνωμα> λεγόμενον. καὶ ὑποδήματα κοῖλα. καὶ δεσμός τις. καὶ [ἡ πυράγρα T. ἢ *]εἶδος ζῴου. καὶ ἄστρον A <καρκινοῦται>· ὅταν ῥιζοῦται ὁ σῖτος, καὶ σκληρύνεται <Καρκώ>· Λαμία <κάρμα>· γλεῦκος. τὸ πρῶτον ἀποθλιβόμενον διὰ τῶν χειρῶν. καὶ κούρευμα *<Κάρμηλος>· ὄρος ἐν τῇ Φοινίκῃ (Amos 1,2 ..) Ans <κάρμορον>· τὸν κηρὶ μεμορημένον <Καρνεᾶται>· οἱ ἄγαμοι, κεκληρωμένοι δὲ ἐπὶ <τὴν> τοῦ Καρνείου λειτουργίαν. πέντε δὲ ἀφ' ἑκάστης ... ἐπὶ τετραετίαν ἐλει- τούργουν <κάρνη>· ζημία <Καρνησσόπολις>· Λύκτος ἡ Κρητικὴ οὕτως ἐκαλεῖτο <κάρνυξ>· τὴν σάλπιγγα Γαλάται <Καρνεῖος>· ἐπίθετον Ἀπόλλωνος· ἴσως ἀπὸ Κάρνου τοῦ Διὸς καὶ Εὐρώπης (Praxilla fr. 7 Bgk) <κάρνος>· φθείρ. βόσκημα, πρόβατον *<καρνοστάσιον>· στάβλος, ὅπου τὸ κάρνον ἵσταται A (s) <κάρνος>· μεγάλη ἀκρίς s <καρόπαις>· ἔπακμος παῖς <καρος>· κωφός. οἱ δὲ σκοτόδινος. βόσκημα. [ἐγκέφαλος s. ὠνή. [καιρός s. ἢ *[φθορά AS <καρὸς αἴσῃ>· καρὸς μοίρᾳ, οἷον θανάτου μοίρᾳ. <ἢ> διὰ τὸ πρώτους μισθοφόρους Κᾶρας γενέσθαι, μισθοφόρου μοίρᾳ (Ι 378) <καρορύς>· ὑδρία. Κρῆτες *<κάρου>· τοῦ ἐπὶ τὴν κεφαλὴν <ἐκ> πλησμονῆς βάρους A <κάρουα>· κάρυα. Λάκωνες <καρούμενος>· ὠνησάμενος <καροῦσθαι>· ὠνεῖσθαι <καροῦχος>· εὐχερής, εὔκολος †<καρπαλίον>· κάρπημα† <Κάρπαθος>· νῆσος <καρπαλίμοισι>· ταχέσι (Π 342) <καρπάλιμον>· ταχύ <Καρπάθιος τὸν μάρτυρα>· παροιμία δὲ <Καρπάθιος λαγὼν> κατ' ἔλλειψιν τοῦ <ἐπηγάγετο>. διὰ γὰρ τὸ μὴ εἶναι λαγωοὺς ἐν τῇ χώρᾳ ἐπηγάγοντο αὐτοί, καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τόν τε σῖτον αὐτῶν καὶ τὰς ἀμπέλους ὑπ' αὐτῶν βλάπτεσθαι. ὁ γοῦν Ἀρχίλοχος (fr. 152) παρὰ ταύτην τὴν παροιμίαν ἔφη· <Καρπάθιος τὸν μάρτυρα> *<καρπάσινοι>· κορτῖναι (Esth. 1,6) (A)g [<καρπάτινον>· ἀγροκικὸν ὑπόδημα μονόδερμον] †<καρπεῖν>· πληώττειν† <καρπαία>· ὄρχησις Μακεδονική <καρπίζεσθαι>· καθαιρεῖν <κάρπη>· τὰ σπέρματα. καὶ τήγανα ὀβελίσκους ἔχοντα <καρπία>· κλώνια *<καρπίζεσθαι>· προσοδεύεσθαι (Prov. 8,19) A *<καρπίζουσι>· ποτίζουσιν. εὔκαρπα ποιοῦσι (Eur. Bacch. 408) Agn <κάρπιμα>· δένδρα καρπὸν ἔχοντα <καρποβόλον>· τὸ σιτοβόλον· Ἀργεῖοι [<κάρποδος>· κάμπτρα, ὅπου τὸ ἄλευρον μαλάσσεται] <καρποῖς>· βλαστήμασιν <καρπομανής>· εἰς κόρον ἐξυβρίζουσα. Σοφοκλῆς Τυροῖ α# (fr. 591) †<καρπωμένη>· καρπῷ πλήθουσα <καρπὸν ἔδουσιν>· σῖτον ἐσθίουσιν (Ζ 142) <καρπός>· τὸ ἄρθρον τῆς χειρός. καὶ σῖτος. καὶ τέκνα. καὶ τὰ ἔρια <καρποῦ δίκη>· τῷ βλάψαντι καρπὸν οὕτως ἐδίκαζον <καρποῦμαι>· τρυγῶ [<καρπύραι>· ξύλων ξηρῶν κοπαί] <καρπῶ>· καρπιοῦμαι <καρπωθέντα>· τὰ ἐπὶ βωμοῦ καθαγισθέντα <κάρπωμα>· κέρδος. γένος, σπέρμα. *προσφορά Aps, δῶρα, [θυσία (Exod. 29,25 ..) vgp <κάρπωσις>· θυσία Ἀφροδίτης ἐν Ἀμαθοῦντι <καῤῥάξ>· καιρίως <κάῤῥαξον>· Πάφιοι κατάραξον <καῤῥέζουσα>· καταψῶσα n, καταψαύουσα (Ε 424) <καῤῥέξαι>· καταῤῥέξαι πρᾶξαι. καταψῆσαι <κάῤῥον>· βέλτιον, <[κρεῖττον s ἢ ἰσχυρόν> <κὰρ ῥόον>· κατὰ τὸ ῥεῦμα, κατὰ τὸν ῥόον (Μ 33) <κάρος>· φυτόν. ἢ καιρόν [κρεῖττον. ἢ ἰσχυρόν] *<>κάρσιον>· πλάγιον (ι 70) Avgn *<κάρτα>· πάνυ, λίαν, μεγάλως (Eur. Alc. 811 ..) Agn <καρταίνειν>· κρατεῖν <κάρταλλον>· τὸ πλεκτὸν ἀγγεῖον, ἐν τοῖς ὀψαρτυτικοῖς. *[κλο- βός (Sir. 11,30) s <καρτάζεσθαι>· κρατύνεσθαι. διϊσχυρίζεσθαι. καὶ διαμάχεσθαι <κάρτει>· δυνάμει (Θ 226) <Καρτεμνίδες>· οἱ Γορτύνιοι. Κρῆτες <καρτερία>· ὑπομονή (4. Macc. 8,26) <καρτερός>· κραταιός, ἰσχυρός (Α 178 ..) Avg. ἐγκρατής. κρα- τῶν, καὶ ἰσχύων <καρτή>· εἶδος ἱματίου παρὰ Ἰόβᾳ ἐν ιε# περὶ ὁμοιοτήτων †<κάρτη>· τὴν βοῦν Κρῆτες. καὶ τὸν οἰκέτην οἱ αὐτοί ... [ἢ πάνυ] <κάρτιστοι>· *ἰσχυροί A (n), κράτιστοι, δυνατοί, ἔνδοξοι (Α 266 ..) <καρτοί>· κεκουρευμένοι <καρτομιστής>· χλευαστής <καρτύνεσθαι>· ἀσφαλίζεσθαι. διϊσχυρίζεσθαι <κάρυα>· τὰς ἀμυγδάλους, καὶ καστάνους. καὶ τόπος Ἀρτέμιδος καὶ ἑορτή [καρύα] <Καρυάτεια>· θυσία. Λάκωνες <Καρυᾶτις>· ἑορτὴ Ἀρτέμιδος, καὶ ἱερόν ... [<καρηβοᾶν>· τὸ ὑπὸ ἤχου καὶ βοῆς τὴν κεφαλὴν ἀλγεῖν, καὶ ἰλιγγιᾶν] [<κάρυδοι>· καρύλαλοι] <καρυήματα>· κάρυα. Λάκωνες <καρυκάζειν>· ταράττειν *<καρυκεύει>· ἀρτύνει, ἡδύνει (Ag) *<καρυκευμάτων>· τραγημάτων, ἀρτυμάτων πολυτελῶν Ag (vp) <καρύκη>· *περίεργος ζωμός An βρῶμα Λύδιον ἐξ αἵματος καὶ ἄλλων ἡδυσμάτων συγκείμενον ἀφ' οὗ τὸ συνταράττειν καὶ ἀναδεύειν <καρυκεύειν> φασί *<καρυκεία>· ἡ ἡδύτης Agn τῶν ζωμῶν np, ὀψοφαγία (Greg. Naz. c. 1, 2, 8,96) <καρυκείαις>· μαγειρεύμασιν, ἀρτύμασι. ταραχαῖς <καρύκινον>· μέλαν <κᾶρυξ>· κῆρυξ. ἢ κατάγγελος <καρύσσωσι>· κηρύσσωσι †<καρυστεῖναι>· κεκραγέναι. Λάκωνες <Καρύστιος>· οἶνος (Alcm. fr. 117 Bgk.) καὶ εἶδος λίθου <Κάρυστος>· πόλις Εὐβοίας (Β 539) <καρυτίζεσθαι>· εὐφραίνεσθαι <καρυόχρους>· καρυοβαφοῦς <καρυών>· πλακοῦς ἔχων κάρυα <καρφαλέα>· κατακεκαυμένα. ξηρά. ὀξέα. κατάξηρα *<καρφαλέην>· κατάξηρον (Greg. Naz. 2, 1, 45, 271) (g) <καρφαματήρια>· ἐν οἷς θερίζουσι τοὺς ξηροὺς στάχυας <κάρφεος κωλέα>· δέσμη χόρτου <κάρφεται>· ξηραίνεται (r. s) <κάρφη>· ξύλα λεπτά, καὶ ξηρά <κάρφην>· φορυτόν [<κάρ>· φθεὶρ προβάτου εἶδος] <κάρφος>· ἄχυρον, χόρτος. κεραία ξύλου λεπτή *<καρφόμενος>· ξηραινόμενος Ag †<καρφύκτοι>· φρῦνοι. Ῥόδιοι <καρφύνεσθαι>· ξηραίνεσθαι. φθείρεσθαι <καρφυραί>· νοσσιαί. θάμνοι [<κάρφυροι>· νεοσσοί] <καρφυραί>· αἱ ἐκ τῶν ξηρῶν ξύλων γινόμεναι κοῖται. Εὐριπίδης Ἴωνι (172) <κάρχαι>· καρκίνοι. καὶ ὄχλοι. Σικελοί *<καρχαλέοι>· κατάξηροι (Φ 541) An (gp). στρογγύλοι (s) <καρχαρίας>· ὁ θαλάσσιος κύων. καὶ ἰχθύος εἶδος *<καρχαρόδους>· τραχεῖς, ὀξεῖς ὀδόντας ἔχων (Ν 198) AgΣ (np) <καρχαρόδοντας>· ὁμοίως. καὶ <ἀμφώδοντας>· ἀντεμβάλλον- τας εἰς ἀλλήλους τοὺς ὀδόντας <κάρχαροι>· οἱ ἔσχατοι ὀδόντες, τραχεῖς τε καὶ ὀδόντες ὀξεῖς *†<καρχήματα>· θέλγητρα An <καρχήσιον>· εἶδος ποτηρίου. καὶ τὸ ἐπικείμενον τῶν ἱστῶν ξύλον· καὶ ἐργαλεῖον τεκτονικὸν δελτοειδές *<καρχήσια>· τὰ κέρατα τὰ ἐπάνω τῶν καταρτίων τῶν πλοίων (Eur. Hec. 1261) An. καὶ τὰ ἄκρα τῶν ἱστῶν (g) <κάρχνη>· ἀργυρῆ ... <καρχῶδες>· τραχύ <κάρψαι>· ξηρᾶναι. ῥυσῶσαι. ἀφανίσαι. γεροντοποιῆσαι *<καρωθείς>· τὴν κεφαλὴν σεισθείς Avg. μεθυσθείς. ἢ βαρηθείς (Ierem. 28,39?) vg <κάς>· Κύπριοι ἀντὶ τοῦ καί [οἱ δὲ δέρμα] <κάσα>· οἰκία, καλύβη, οἴκησις παρὰ Ῥωμαίοις. <οἱ δὲ δέρμα> <κασαλβάς>· πόρνη. αἰσχροποιός, ἀπὸ τοῦ καλεῖν, καὶ σοβεῖν <κασάνεις>· ἀνύεις. Λάκωνες <κάσαργε>· τοὺς ὀφθαλμοὺς ἀνάστρεφε <κασαύρα>· κασωρίς. πόρνη s <κασαυρείοις>· οἴκοις, ἐφ' ὧν αἱ ἑταῖραι ἐκαθέζοντο· ὅθεν καὶ τὴν πόρνην κασαυράδα ἔλεγον (Ar. Eq. 1285) <κασέλλα>· καθέδρα <κασελλατίαἱ>· καθίσαι. Λάκωνες <κασεύδει>· κοιμᾶται †<κασέρηνον>· κάθελε. Λάκωνες *<κάσις>· ἡλικιώτης (Eur. Hec. 428) A (ns) <Κασθανέα>· πόλις Θεσσαλίας †<κασίαλτος>· χωρὶς σιάλου <κασιγνήτοιο>· ἀδελφοῦ ἰδίου (Γ 333). καὶ <κασίγνητος> ὁ ἀδελφός, οἷον ὁ κατ' ἀμφοτέρους τοὺς γονεῖς (Ζ 430) <κασιοβόρος>· ἐν κασίᾳ γινόμενος σκώληξ <κάσιοι>· οἱ ἐκ τῆς αὐτῆς ἀγέλης ἀδελφοί τε καὶ ἀνεψιοί. καὶ ἐπὶ θηλειῶν οὕτως ἔλεγον Λάκωνες. καὶ Εὐριπίδης Ἑκάβῃ (361) ... <κασκαλίζεται>· γαγγαλίζεται <κάσκανα>· κασσύματα <κασκάνδιξ>· ἡ γηθυλλίς <κασκός>· ὁ μικρὸς δάκτυλος <κάσμορος>· δύστηνος <Κάσος>· νῆσος περὶ Κόων (Β 676) <κασπέλλει>· στορνύει <κάσσαν>· κοττιστὴν πτωχὸν ὑπὸ Ἀχαιῶν <Κασσάνδρα>· Ἀλεξάνδρα ἐν Λακεδαιμονίᾳ <κάσσας>· ἀμφιτάπης. καὶ πιλωτά <κασίει>· κάθες <κασπολέω>· ὑποστορέσω (Sapph. fr. 46 L. -- P.) †<κάσσει>· νεοσσειᾷ <κάσσον>· ἱμάτιον, παχὺ καὶ τραχὺ περιβόλαιον <κάστανα>· Διὸς βάλανοι, Εὐβοϊκὰ κάρυα *<κάστελλος>· ὄνομα τόπου A, [ἄνω φέροντος καὶ κάτω φέροντος καὶ] μερίζοντος τὸ ὕδωρ <κὰς τόδε>· καὶ τόδε <κάστον>· ξύλον. Ἀθαμᾶνες <Καστόριαι>· εἶδός τι κυνῶν (Xen. Cyn. 3,1) <καστορνῦσα>· καταστρωννύουσα (ρ 32) <καστρήριαι>· στήῤῥιγγες. ἐρείσματα. περιπήγματα <κάστρωμα>· περισταύρωμα. κλεῖσις <κάστωρ>· ζῶον. ἀφ' οὗ ὄρχεις καστόρειοι <κάσσυμα>· δέρμα <κασσύας>· ὄρκυνος. Περγαῖοι <κασανδήριον>· ἰκτῖνος <κασύτας>· Συριακὸν βοτάνιον <κασφυράσσεται>· κατασπείρει <κάσχετο>· κατέσχετο <Κασωλάβα>· οἱ μὲν πόλις, οἱ δὲ κώμη. Αἰσχύλος Ἱερείαις (fr. 88) <κασωρίς>· πόρνη p <κασωρεῖον>· πορνεῖον <κᾆτα>· καὶ εἶτα <κατά>· πρόθεσις, ἀντὶ τοῦ ἐξ. καὶ ἀντὶ τοῦ ἀπό. καὶ ἀντὶ τοῦ ἐν. καὶ ἀντὶ τοῦ εἰς *<κατὰ ἀγυιάς>· κατὰ ἀμφόδους (Ζ 391) A *<καταβαλεῖ>· ἀποκτενεῖ g. καταλύσει (Eur. Bacch. 202). νικήσει. [ῥίψει. ἀφῇ (Sir. 8,16) n †<καταβαικά>· Λάκωνες. ἐκοίμησεν <καταβάπτει>· κατερυθραίνει ἐρυθρῷ βάμματι, ἢ ποντίζει *<καταβάτης>· ὁ ἀπὸ τοῦ ἅρματος ἀποβάτης (Plat. Crit. 119b) g *<καταβιβάζοντες>· κατασπῶντες A <καταβλακεύειν>· [καταβλαβεῖν.] ῥᾳθυμεῖν. ἢ δαπανᾶν ῥᾳθύμως <καταβλέθει>· καταπίνει g <καταβλής>· μάνδαλος g <καταβλώσκειν>· κατατρέχειν, ὑποφεύγειν g <καταβοή>· καταβόησις, κραυγή g <καταβολάδας>· κλάδους *<καταβολή>· θυσία, τελετή Ag <κατὰ βοὸς εὔξασθε>· εὔχεσθε κατὰ βοός <καταβόσκονται>· τρέφονται. νέμονται. δαπανῶσιν *<καταβραβεύεται>· κατακρίνεται An. καταγωνίζεται (Ep. Col. 2,18) (g)ns <καταβοᾷ>· κατακράζει *<καταβρίξας>· κατακοιμηθείς vg <καταβρόξαι>· καταπιεῖν <καταβρόξειε>· καταπίοι (δ 222) <καταβωσομένους>· περιβοησομένους (Hdt. 6, 85,1) g <καταγαγεῖν>· καταφέρειν *<καταγγέλλεται>· κηρύσσεται (Ep. Rom. 1,8) A (n) <κατάγειν>· ἐπὶ τὸν ναύσταθμον ἄγειν, ἢ καταλῦσαι <καταγεῶται>· οἱ θάπτοντες τοὺς τελευτῶντας. οἰκοῦσι δὲ ἔξω τῶν πόλεων <καταγινώσκω>· μέμφομαι <καταγληνίσαι>· καταναλῶσαι g <καταγλυπτόν>· εἶδος φιλήματος g *<καταγλωττίζειν>· βλασφημεῖν (Ar. Ach. 380) A. καὶ <<κατα- γλωττίσματα>> τὰ ἐρωτικὰ καὶ [περίεργα φιλήματα (Ar. Nubb. 51) Ag *<κατάγματα>· μηρύματα ἐρίου ἢ κατασπάσματα (Avg) <καταγνῶναι>· ἐπιγνῶναι. μέμψασθαι. Σοφοκλῆς Ἀθάμαντι α# (fr. 1) *<κατάγραπτος>· ποικίλος Agns <καταγραφή>· καὶ ἡμεῖς λέγομεν ἐν ζωγραφίᾳ <κατάγραφον> καὶ <κατατομή> <κατάγρει>· καθαιρεῖ. καταλαμβάνει (Sapph. fr. 149 L. -- P. ..) g *<καταγοητεύων>· ἀπατῶν Ags <κατάγχει>· πνίγει. *[κωλύει. κατέχει vgn. ἀνακρούει g <καταγωγή>· κατάλυσις, *[κατάλυμα vn, πανδοκεῖον, *οἴκημα vn <καταγωγίς>· ἱμάτιον ποιόν, παράπηχυ γυναικεῖον. καὶ σκεῦος πεντηρικόν. καὶ κράσπεδον. καὶ παράλωμα *<καταγωνίζεται>· νικᾷ (Agns) *<κατάγνωσις>· <μώμησις, μέμψις> (Sir. 5,14) s *<κατὰ δάκρυον εἴβεις>· καταστενάζεις A μετὰ δακρύων. κλαίεις (Π 11) *<καταδαρδάπτουσι>· κατεσθίουσιν Ans *<καταδαρθάνοντα>· κατακοιμώμενον A *<καταδαρθεῖν>· κοιμηθῆναι (Ar. Nubb. 38 ..) g(m) <καταδεᾶ>· ἐλάχιστα s <καταδεδάρθηκεν>· καθύπνωκεν <καταδάψαι>· καταδαπανῆσαι (Χ 339) <καταδέδασται>· καταβέβρωται. καταμεμέρισται *<καταδεδίττεσθαι>· καταφοβεῖσθαι An <καταδέδρομεν>· κατέδραμεν *<καταδεέστεροι>· ταπεινότεροι Avg. ἐλλιπέστεροι. [μικρότεροι (g) <καταδεικνύων εἰ δὴ κατέβης>· τουτέστιν ... (Com. ad.) *<καταδείσας>· φοβηθείς Agn [<καταδήδωκε>· καταβέβρωκεν] <καταδημομερίσαι>· μερίσαι δήμῳ <κατὰ δ' ἔστυγον>· ἐμίσησαν (κ 113) <κατὰ δὲ φρόνιν ἤγαγεν>· ἐμίσησε. κατεφρόνησεν (δ 258) *<καταδῃοῦν>· κατακόπτειν Avgn <κατὰ δ' ᾕρεεν>· κατελάμβανεν (Φ 327) [<καταδήσας>· φοβηθείς] <καταδῃώσαντες>· πολεμήσαντες. πορθήσαντες. πραιδεύσαντες. καταφανίσαντες <κατὰ διάτασιν>· κατ' ἔκτασιν <κατὰ διάστασιν>· κατὰ χωρισμόν *<καταδιελέσθαι>· καταμερίσασθαι Ags *<καταδιϊστᾶσι>· καταχωρίζουσι Agns <καταδίκη>· κατάκρισις <κατάδικος>· κατακεκριμένος †<καταδιχμᾶσαι>· κατασχεῖν <κατὰ δίψιον εἶδος>· καύματος ... *<καταδουπήσειε>· καταψοφήσειε Ans <καταδρύπτοντες>· σπαράττοντες <κατάδουπος>· ὀργίλος. *[καταῤῥάκτης An <καταδράθοι>· καθυπνώσαι <καταδρομή>· ἁρπαγή g †<καταδρύλην>· κατέσχεν <καταδραθέντες>· κατακοιμηθέντες *<καταδύεται>· κρύπτεται. βυθίζεται Avg *<καταδύντος>· βυθισθέντος. Av <καταδύμεναι>· λάθρα [ὑπεισελθεῖν N <καταδυναστεύω>· βιάζω (Exod. 21,17 ..) <καταδῦσα>· εἰσελθοῦσα (Θ 375) <καταδύσεις>· οἱ λάθριοι τόποι, καὶ βαθεῖς <καταδυσωπῆσαι>· παρακαλέσαι *<καταείμενοι>· περικείμενοι. περιεχόμενοι. κατάσκιοι. ἢ κατάστε- γοι (g) <καταείνυον>· κατεκάλυπτον (Ψ 135) <καταείσατο>· κατῆλθεν (Λ 358) <καταείσατο γαίῃ>· κατέδυ, καὶ κατεπλήγη εἰς τὴν γῆν. ἢ κατεφάνη (Λ 358) <καταέσας>· κατακοιμηθείς <καταέρξαι>· κατακλεῖσαι <καταζήνασκε>· κατεξήρανεν (λ 587) <καταζῶσται>· ἱμάντες οἱ τὰ σκεύη τοῖς ἵπποις καταζωννύντες <κατὰ ἤθεα>· κατὰ συνηθείας (ξ 411) <καταήσεται>· καταπνεύσει †<κατάηται>· καταλελάληται *<καθάπαξ>· συλλήβδην S (Avg) *<κάταιθε>· κατάκαιε A *<καταθεῖν>· κατατρέχειν Avgn <καταθεῖναι τὴν τιμήν>· ἐγλυτῆσαι τὴν τιμήν <καταθρυληθείς>· λεχθείς, λαληθείς *<καταθελγόμενα>· καταπραϋνόμενα An [<καταθέοιτο>· βλέποιτο] *<καταθεώμενοι>· καθορῶντες A *<καταθεῷτο>· βλέποι Avg *<καταθῆξαι>· παροξῦναι n *<καταθλήσαντες>· καταγωνισάμενοι (Avg) *<καταθοινήσαντες>· καταφαγόντες (Avgn) <καταθαρσύνονται>· κατατολμῶσι *<καταθρέξαι>· καταδραμεῖν g *<καταθρῆσαι>· κατασκοπῆσαι (Σ). κατανοῆσαι. κατιδεῖν *<καταθρῆσαι ῥᾷον>· κατιδεῖν εὐχερές Avgn *<καταθύμια>· ἀρέσκοντα τῇ ψυχῇ A, ἡδέα, εὔθυμα, ἢ [κατὰ νοῦν (Esai. 44,9) ps (Avg) <καταθύσασθαι>· μαντεύσασθαι *<καταθῶμαι>· ἀναπαύσωμαι. ἀπερείσωμαι Σ <κατ' αἶσαν>· κατὰ τὸ πρέπον (Γ 59 ..) <Καταιβάτης>· Διὸς ἱερόν ... <καταιβολή>· ἡ περιοδικὴ νόσος *<καταιγίς>· ἐπιφορὰ ἀνέμου σφοδροῦ Avg. καὶ ἡ τῶν ὑδάτων ζάλη vg <κατ' αἶγας ἀγρίας>· παροιμία λεγομένη εἰς ἀγρίας αἶγας τρέπειν <τὴν νόσον>, μάλιστα δὲ τὴν ἱεράν (Callim. fr. 75,13) *†<καταιγίσας>· κατασχίσας. οἱ γὰρ ἀνατιθέντες ἱμάτια κατέσχι- ζον αὐτά, ἵνα μὴ ἀρθῶσι παρά τινων Σ <καταήτας>· καταιγίδας <κατ' αἰγίλιπος>· κατὰ τῆς ὑψηλῆς, ἧς καὶ αἲξ ἀπολείπεται (Ι 15) †<καταιήδεσα>· κατῄσχυνα <καταιθαλωμένα>· κατεσποδημένα (Eur. Troad. 60) <καταῖθυξ ὄμβρος>· ὁ καταιθύσσων. γράφεται δὲ καὶ <καταί- φλεξ>· καταφλεγόμενος καὶ ἀναζέων (trag. adesp. 216) <κατάϊκες>· καταπνοαί <καταινέσαι>· συγκαταθέσθαι <κατᾶϊξ>· κατάσεισις. ὁρμή (Callim. h. Dian. 114) <καταιονεῖ>· καταντλεῖ <καταίρεσιν>· κατάλυσιν *<καταίροντες>· καταπλέοντες Avgn <κατ' αἶσαν>· κατὰ μοῖραν (Γ 59 ..) <καταίσια>· καταίσιμα. ὅθεν καὶ <καταισίμους> ἐπευφημιζόμενοι λέγουσι τὰς ἐπ' ἀγαθῷ μαντείας <καταιτιῶμαι>· μέμφομαι *<καταῖτυξ>· εἶδος περικεφαλαίας (Κ 258) Σ (n) *<κατὰ κάθετον>· ἐξεναντίας A (n) <κατακαίειν>· καταφλέγειν <κατακανῶ>· ἀποκτενῶ <κατακαίριον>· εἰς καίριον τόπον (Λ 439) <κατὰ καιρόν>· κατὰ χρόνον *<κατακαλλύνοιτο>· κατακοσμοῖτο n <κατακαλύπτων>· κατακρύπτων <κατακανδόν>· κατὰ θανάτου <κατάκανε>· ἀπόκτεινον <κατακάνεον>· φίλτρον <κατάκαρπον>· ἐπιτήδειον *<κατάκαρπος>· πλούσιος (Zach. 2,4) gn *<κατακαρφαίρει>· ἀφανίζει. ξηραίνει g <κατακαύσεις>· καταφλέξεις <κατακάσαι>· κακοδαίμονες. καὶ αἱ διὰ τὰ ὀνείδη ὑπὸ αἰσχύνης ἐπ' οἰκίας μένουσαι, ἢ ἄξιαι κεκαῦσθαι *<κατακαχρύσω>· ῥήξω· ἐπεὶ αἱ κριθαὶ φρυγόμεναι ῥήγνυνται. τινὲς δὲ συνταράξω, καταχώσω Σ *<κατακεντεῖ>· τιτρώσκει (Ezech. 23,47) A *<κατακερματίζει>· ἀναλίσκει, εἰς πολλὰ διατέμνει A, ἢ λεπτύ- νει, ἢ [μερίζει vg *<κατακερτομεῖ>· χλευάζει (gn), φλυαρεῖ (An) <κατακεχρημένη>· κατακεχυμένη <κατακεχρῆσθαι>· κατακεχύσθαι <καὶ τὸ ἀποχρήσασθαι> <κατακέρασον>· κατάχεον. [καὶ τὸ ἀποχρήσασθαι] <κατακερχνοῦται>· τραχύνεται, διὰ τὴν οὐλότητα. ἔνθεν καὶ <κερχνῶσαι> τὸ καταστίξαι, καὶ οἷον τραχῦναι· καὶ <πίνακες κερχνωτοί>· καὶ ὄσπριον <κέρχνος> <κατακείσῃ>· κατακλιθήσῃ <κατακηλούμενοι>· ἐξοιστρούμενοι, [καταθελγόμενοι (A) *<κατακισσᾶν>· προσποιεῖσθαι A <κατακλῄδην>· συλλήβδην <κατάκλειστοι>· ἐν Κορίνθῳ ἑταῖραί τινες <κατακλησία>· ὅταν τῶν μειζόνων τι δέῃ πρᾶγμα ἐπικρῖναι, κατακλησίας ἐποίουν τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων <κατάκλιτος>· τελευταία <κατακνῆστις>· τυροκνῆστις <κατ' ἄκνηστιν>· κατὰ τὴν ῥάχιν, ἣν μὴ ἔστι κνήσασθαι ῥᾴδιον (κ 161) <κατακοιμίζει>· καταπραΰνει (Plat. legg. 7,790d) <κατακοιρανέοντα>· κατακοσμοῦντα (Ε 824 v. l.?) <κατὰ κόκκας ἢ κατὰ κίκκας>· κατάπλασμα. <κατάκομον>· ... (Eur. Bacch. 1187) <κατακονά>· διαφθορά (Eur. Hipp. 821 v. l.) <κατακορής>· ὀχληρός <κατακορμίσαι>· κατακόψαι <ξύλον> <κατὰ κόῤῥης>· κατὰ τοῦ κροτάφου ἢ κατὰ τῆς σιαγόνος πλῆξαι <κατὰ κόσμον>· κατὰ τρόπον, ἐν τάξει, κατὰ τὸ δέον, κατὰ τὸ καθῆκον (Κ 472) <κατ' ἄκρας ἑλεῖν>· τὸ ἐξ ἐφόδου, καὶ τὸ αἰφνίδιον (Thuc. 4,112,3) *<κατακρατήσατε>· νικήσατε (Ierem. 27,15) A *<κατὰ κράτος>· ἰσχυρῶς Avg. τελείως. <ἀντιστάντος> †<κατακρέη>· κατάκριτος. <καταδικασθείς> *<κατὰ κρῆθεν>· κατὰ κεφαλῆς (Π 548) n [καταδικασθείς] <κατ' ἄκρης>· κατὰ κορυφῆς. κατὰ κρατός (Ο 557) <κατακρημνίζων>· κατακρημνῶν <κατακριδεύσει>· καταλαλήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες πολύφωνοί εἰσιν. ἢ καταναστήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες ἀναστήματα γῆς καὶ λόφοι εἰσίν. ἢ καταγελάσει (Com. adesp.) *<κατάκριμα>· κατάκρισις (An), καταδίκη (Ep. Rom. 8,1) <κατακρίτη>· κατάδικος <<κατ' ἄκρων>·> ἄρδην. φοράδην. παντελῶς. σφόδρα (Eur. Phoen. 1176) *<κατακροτεῖ>· ἄγαν ἐπαινεῖ Avg, κατευφημεῖ (A) n *<κατακτάμεναι>· ἀποκτεῖναι (Γ 379) n <κατάκτενος κόμη>· κατεκτενισμένη <κατάκτρια>· ἐριουργός <κατακυνῶν ἢ κατακύων>· ὅταν τὸ σχοινίον †ἐλίγηας τῶν ἄκρων προσκατακλείσῃς <κατακυριεῦσαι>· κατακρατῆσαι (Ps. 9,31) *<κατακυρωθείς>· κατακριθείς (Eur. Or. 1013) n *<κατακωκῦσαι>· καταθρηνῆσαι Agn [<κατακωλῦσαι>· θρηνῆσαι] *[<κατακωμᾷ>· καταγελᾷ A] <καταλαβεῖς>· πάσσαλοι <καταλαβέσθαι>· κατανοήσασθαι. φθάσασθαι. ἀφελέσθαι <καταλαγνευθείς>· εἰς ἡδονὰς κατενεχθείς †<καταλαθισταί>· ἐξηγηταί. ἢ ἐνδεικνύοντες τὰ δημόσια *<καταλαλάζειν>· κατεύχεσθαι. ἢ πολεμικῶς βοᾶν A *<κατὰ λαπάρην>· κατὰ τὴν λαγόνα (Ζ 64) Agn †<καταλαπριώσει>· ἀποκτονεῖ. καταδέξηται. κατατρυπήσει. ἢ καταπερίσεις† <καταλοχισμός>· τάξις <καταλαλιάν>· ... *<καταλγύνεσθαι>· λυπεῖσθαι An *<καταλεάναντες>· κατατρίψαντες A (vgp) *<καταλεγείς>· καταλεχθείς An <καταλέγεσθαι>· ὀδύρεσθαι τὸν τεθνεῶτα <καταλείβεται>· καταρεῖ (Eur. Troad. 605) *<κατάλειμμα>· ὑστέρημα As. μέρος (Gen. 45,7 ..) †<καταλαγνώσας>· καταλέξας *<καταλειφθέντες>· ὑστερηθέντες A <καταλῖναι>· καταμῖξαι <καταλέξας>· κατακοιμήσας. καταριθμήσας. ἀπαρτίσας <καταλευγαλέα>· κάθυγρος. καταληλιμμένη *<καταλεύει>· λιθοβολεῖ (Abs) <καταλεῦσαι>· ἐγκλῖναι. λιθοβολῆσαι <καταλευέσθω>· λιθασθήτω *†<καταλευόμενοι>· εἰς τὰ μέταλλα βαλλόμενοι A (n) *<καταλήγει>· παύεται n *<καταληΐζεται>· διαρπάζει Avgn *<καταληϊσάμενος>· λαφυραγωγήσας. καταπατήσας A *<καταλήξομεν>· καταπαύσομεν A (n) <κατάληξις>· <κατάπαυσις> s <<κατάλειψις>·> παραχώρησις <καταλειαινούσης>· καταπραϋνούσης (n) *<καταλειβόμενον>· καταστάζον (Σ 109) (A) *<καταλιπαίνειν>· λιπαροποιεῖν (Avg) <καταλίβῃ>· καταδύνῃ [<κατάλιψ>· μεσοδμή] <καταλλαγήν>· τὴν ἀντί τινος διδομένην δωρεάν <καταλλαγή>· εἰρήνη, φιλία <καταλλαγὴν δορός>· ἀνάπαυλαν. μεταλλαγήν. κατάλλαγμα (trag. ad. 218) *<κατάλληλον>· ἁρμόδιον An. ὁμαλόν *<κατάλληλος>· ἁρμόζων Agp *<καταλλήλως>· ἀκολούθως Avg ἁρμοζόντως g (An) Σ *<καταλογάδην>· πεζῇ, ἢ [τὰ πεζῷ λόγῳ γραφόμενα Avg <καταλογή>· τὸ τὰ ᾄσματα μὴ ὑπὸ μέλει λέγειν <καταλογή σοι εἴη>· Ἀττικώτερον· ἀλλά σε αἰδεσθεῖεν οἱ θεοί *<καταλογιεῖται>· καταριθμήσει Agn *<καταλογισμῷ>· καταριθμήσει A <κατάλογον>· ἀρίθμησιν *<κατάλογος>· ἡ ἀναγραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι Σ, καὶ [ἐξαρίθμησις g <κατάλογον>· τὸ μύρτον †*<καταλούς>· λῃστεία Ab <καταλοφάδια>· κατὰ τοῦ αὐχένος· <λόφος> γὰρ ὁ αὐχήν. ἢ κατὰ κεφαλήν· ὡς <κατωμάδια> καὶ <κατωμαδὸν> καὶ κατὰ τῶν ὤμων καὶ τοῦ τραχήλου (κ 169) *<καταλοχισμῷ>· περὶ τῆς γεννήσεως (1. Esdr. 5,39) A <κατ' ἀλλοθρόους>· κατὰ τοὺς ἀλλοδαπούς, ἢ πόῤῥω ὄντας (γ 302) *<καταλυγίζεται>· δεσμεύεται. στρέφεται A *<κατάλυμα>· οἴκημα, καταγώγιον (1. Regn. 1,18 ..) A <καταλῦσαι>· *ἀπολαῦσαι, εὐωχηθῆναι. [καταμεῖναι A (vg). κα- ταβαλεῖν (vg). ἢ τὸν ἀπαγξάμενον, οὐχὶ δὲ κατενεγκεῖν Σ. ἢ τὸ τὰ ἑψόμενα λάχανα ἐκπιάσαι *<καταλύτου>· ξένου, παρόδου (Sap. 5,14) A (s). καθαιρέτου *<καταμαλάσσοντα>· κατασκληραίνοντα A (n) *<καταμαλθάσσων>· καταπραΰνων A <κατ' ἀμαξιτόν>· τὴν κατημαξευμένην ὁδόν n, καθ' ἣν αἱ ἅμαξαι διέρχονται (Χ 146) *<καταμάρψαι>· καταλαβεῖν (Ζ 364) g(n) *<καταμεμυκέναι>· ἀποπτῆξαι An, κατὰ μέρος †<καταμήσας>· καθάπαξ <καταμήσατο>· ἐπεσώρευσεν n. ἐπεσπάσατο· (Ω 165) <ἄμη> γὰρ τὸ σκαφίον, ᾧ ἐπισπώμεθα, καὶ <ἀμητῆρες> οἱ θερισταί <καταμηλῶσαι>· τῇ μήλῃ χρήσασθαι, καθεῖναι <καταμηνύειν>· κατακηρύσσειν. [ζητεῖν] †<καταμηγγές>· παρακμὴ σώματος <καταμνιεῖ>· καταπίνει. κατεσθίει. <Μνιεῖν> γὰρ τὸ ἐσθίειν g <κατὰ μικρόν>· κατὰ βραχύ *<κατὰ μόθον>· κατὰ τὸν πόλεμον (Σ 159) gn *<κατὰ μοῖραν>· κατὰ τρόπον n, κατὰ καιρόν, ἢ νόμον (Α 286) <καταμονάς>· τὰς μισθώσεις τῶν ἐργατῶν εἰς χρόνον <κατάμουσον>· κατάπτηξον <καταμφωτοί>· αὐλοί τινες οὕτω καλοῦνται *<καταμωκᾶται>· καταγελᾷ (Sir. 13,7) (gn) †<κατανᾶ>· κατὰ νοῦν <καταναλίσκων>· ἐσθίων, δαπανῶν <κατανάξαντες>· ἀναζεύξαντες, εἰς τοὐπίσω ἀναχωρήσαντες *<κατανδρίζεσθαι>· καταπαλαῖσαι Avgp *<κατανεανιευόμενος>· κατακαυχώμενος. κατισχύων A (vg) <κατανεμεθείσης>· καταλαβούσης <κατανεῦαἱ>· κατανεῦσαι <κατανένοχεν>· συνουσίακεν <κατανενυγμένα>· ἀμυχὰς ἔχοντα <κατάνεται>· κατανύεται. ἀναλίσκεται (β 58) *<κατανεύοντα>· κατακύπτοντα A. θεωροῦντα *<<κατανεῦσαι>·> συνθέσθαι. [ἐπινεῦσαι. συγκαταθέσθαι (Α 558) Avg <κατανήσῃ>· αὐξηθῇ <κατανθρακῶσαι>· κατακαῦσαι. κατοπτῆσαι (Aesch. fr. 281,4) <κατανίφεται>· καταφθείρεται. καταχιονίζεται <κατανομεύς>· καταμεριστής *<κατανοοῦντι>· καταβλέποντι (Ep. Iac. 1,23) A *<κάταντα>· κατωφερῆ (Ψ 116) A <κάταντες>· ἐπὶ τὰ ἐμπρός *<κατάντης>· ῥᾴδιος, εὔκολος (Eur. Rhes. 318) g. ἢ <<κάταν- τες>·> κατάκρημνον. κατωφερές gvn <καταντήσας>· λαχών, κληρώσας *<καταντησάτωσαν>· φθασάτωσαν (2. Regn. 3,29) A <κατάντηστιν>· κατεναντίον (υ 387) <κατ' ἀντιβολίαν>· κατ' ἀντίβλησιν (Eupol. fr. 317?) <κατάντικρυ>· ἐναντίον (κ 559) [<καταντήσειν>· κατέναντι, ἐξ ἐναντίας] *<κατανένυγμαι>· ἡσύχασα. λελύπημαι (Esai. 6,5) <κατανύγητε>· ἡσυχάσατε. λυπήθητε (Ps. 4,5) <κατάνυξις>· ἡσυχία. ἢ λύπη (Ps. 59,5 ..) <κατανύουσι>· καταναλίσκουσι <κατανύσαι>· συντελέσαι <καταξανεῖ>· κατατρίψει. βασανίσει (Iud. 8,7 v. l.) <κατ' ἀξίαν>· κατὰ δόξαν (Eur. Hec. 374) <καταξόμενα>· καταλυσόμενα <κατάορα>· κατάντη (Eur. Troad. 1090?) *<καταπαίει>· μαστίζει, τιμωρεῖται A <καταπάλμενος>· καταπηδήσας (Λ 94) <καταπάλτης>· βέλη <πέμπον> πολιορκητικὸν ὄργανον. καὶ τὸ ἀφιέμενον βέλος <κατὰ πάντα>· ὑπὲρ πάντα <κατάπαστος>· πεποικιλμένος (Ar. Eq. 502) <καταπάγιον>· ἀσαλές. ἢ ἀθροῦν *<καταπείραντες>· καταδήσαντες n *<κατὰ πέλλας>· κατὰ τοῦ γάλακτος ἀγγεῖα (Π 642) A <καταπελτάσονται>· καταδραμοῦνται. ἀπὸ τῶν πελταστῶν (Ar. Ach. 160) *<καταπέλτης>· εἶδος βασανιστηρίου, ὡς ὅπλον χαλκοῦν vn, ἐν ᾧ ἐξαρθροῦσι τὰ μέλη οἱ δήμιοι <καταπεπεμμένα>· καθειμένα <καταπέπυθα>· κατεῤῥύηκα *<καταπεπελτωμένα>· καταπεπιναρωμένα (Ios. 9,5 v. l.) Avg <καταπεπληγώς>· καταπεπτηχώς <καταπέφνῃ>· ἀποκτείνῃ (Γ 281) (n) †<κατάπεμνοι>· καθαπτόμενοι *<καταπεφρικότες>· δειλιῶντες Ag(v) <καταπέψαι>· καταπραῧναι n. ἢ ἐν αὑτῷ κατασχεῖν. μεταφορι- κῶς, ἀπὸ τῶν πεσσομένων σίτων (Α 81) *<καταπημήνειεν>· καταβλάψειεν Agn [<καταπίει>· καταπίνει] a) *<καταπίμπρασθαι>· κατακαίεσθαι Avgn b) <κατὰ Πίν- δαρον>· ... <κατὰ πίονα μηρί' ἔκηα>· κατέκαυσα τὰ λιπαρὰ μηριαῖα ὀστᾶ (Α 40) <καταπειρητηρίη>· ... τόπους βαθεῖς πειράζοντες (Hdt. 2, 5,2). καὶ ἡ λεγομένη βολίς <καταπλαγέντα>· θαυμάσαντα (2. Macc. 3,24) <καταπλακών>· [καταπλήξας.] διαμαρτών <καταπλεκεῖσι>· συνδεθεῖσι, περιπεπλεγμένοις <καταπλήξ>· καταπεπληγώς <καταπλῆσαι>· μολῦναι <καταπλήσσει>· καταταράσσει, φοβερίζει, κατεξανιστᾷ *<καταπλήττεται>· φοβεῖται, δειλιᾷ A <καταπλιγήσει>· <κατακρατηθήσῃ>· τὸ βῆμα <πλίγμα> λέγουσι. τὸ οὖν κατακρατῆσαι μετάγοντες ἀπὸ τῶν κυλιομένων καὶ τοῖς ποσὶ κατεχόντων οὕτως φασί [κατακρατηθείσει] (Ar. fr. 198) *<κατὰ πόδα>· πάραυτα. κατὰ τάξιν Avg. ἢ ὀπίσω A *<καταποθῇ>· καταναλωθῇ (2. Cor. 2,7) A <καταπολεμῶ>· νικῶ <καταπονουμένους>· πειραζομένους (3. Macc. 2,2 ..) *<κατὰ πορθμόν>· στενὴν θάλασσαν (Eur. Troad. 102) An *<κατὰ ποσόν>· πλεονάκις Ags *<καταπρανοῦς>· κατωφεροῦς Avgn <καταπραϋνεῖς>· ἡμεροποιήσεις. σιωπήσῃ <κατάπρεμνος>· κατάκλαδος *<καταπρηνές>· κατὰ πρόσωπον An, ἐπὶ στόμα, κατωφερές <κατὰ †προΐθην>· κατὰ πρεσβυγονίαν. ἔνιοι τὸ κατὰ δαίμονα <καταπροιξάμενος>· καταφρονήσας, καὶ οὐκ εὐλαβηθείς, προῖκα δὲ αὐτὸ ποιήσας <καταπροίξει>· καταφρονήσεις (Agn). ἢ δωρεὰν γελάσεις (Ar. Eq. 435 ..) *<κατὰ πρόσκλισιν>· κατὰ χάριν s. [κατὰ πρόσκλησιν] καθ' ἑτεροβάρειαν (1. Tim. 5,21) Avgb *<κατὰ πρότμηστιν>· κατὰ τὸν ὀμφαλόν (Λ 424 v. 1.) Agn <κατὰ πρωτείρενας>· ἡλικίας ὄνομα οἱ πρωτείρενες παρὰ Λακε- δαιμονίοις *<καταπτήσσει>· δειλιᾷ, φοβεῖται (Sir. 35,18) Avg <καταπτήτην>· ἔπτηξαν, ἐφοβήθησαν. δυϊκῶς (Θ 136) <κατὰ πτόλιν>· κατὰ τὴν πόλιν (Β 130) <κατάπτυστον>· ἐξουθενημένον <καταπτώσσει>· φοβεῖται, [δειλιᾷ (n). ταπεινοῦται (Ε 254) <καταπυγοσύνη>· ἡδονὴ μεγάλη <καταπύγου>· κιναίδου (b), ἤγουν ἀσελγοῦς <καταπύγων>· ὁ μέσος δάκτυλος. καὶ ὁ κατωφερής *†<καταπύει>· ἐνέπλησε. κατεγνόει †A <καταπύθεται>· εὐρωτιᾷ <καταράκτης>· ὀχετός, ῥύαξ. καὶ ὁ ἀετός, Σοφοκλῆς Λακόωντι (fr. 347). καὶ τὰς ἁρπυίας, ἐν Φινεῖ (Soph. (?) fr. 648) <καταράξαι>· κατᾶξαι <καταραπατίτης>· Γόργων ἐν τῷ περὶ θυσιῶν (fr. 515,20 J.) *<καταράσσειν>· κατακλάνεσθαι (Hos. 7,6) A <καταρᾶσθαι>· ἀρᾶσθαι θεοῖς *<καταραψῳδῆσαι>· φλυαρῆσαι (Α vg) <καταρβύλοις χλαίναις>· ποδήρεσιν, ὥστε καὶ ἐπὶ τὰς ἀρβύ- λας χαλᾶσθαι. Σοφοκλῆς Τρωΐλῳ (fr. 565) *<κατάρδειν>· εὐφραίνειν An. ποτίζειν A <κατ' ἄρ' ἕζετο>· ἐκαθέσθη (Α 68) <καταρέξαι>· [καταρῆξαι.] καταψῆσαι (Α 361) <καταράκτης>· ὁρμητικός <καταρεπές>· ἑτερορεπές. ἑτεροκλινές <κατάρασθαι>· καταλύειν <καταριπτάζονται>· σκορπίζονται <καταρήστην>· †ὀρθὴν δουριστήν†, παρὰ Καλλιμάχῳ τὴν χάλα- ζαν (fr. 566) <καταῤῥήσσων>· ἐπικροτῶν, ἐπιψοφῶν <κατάρξασθαι τοῦ ἱερείου>· τῶν τριχῶν ἀποσπάσαι *<καταῤῥάσσειν>· καταρίπτειν (Ose. 7,6) (A) *<καταράσσοντες>· περικτυποῦντες (Sap. 17,4 v. l.) n <καταῤῥάξαι>· καταβαλεῖν. [ἢ καταψῆσαι] *<καταῤῥεῖν>· ἀναλίσκεσθαι (1. Regn 2,33) *<κατάῤῥησιν>· κατηγορίαν Av, καταβόησιν (m), καταλαλιάν, [κακολογίαν (Am) *<κατάῤῥυτα>· ἀρδεύσιμα (Eur. Andr. 215 ..) A (vg) *<καταρτίσαι>· κατασκευάσαι (gn). τελειῶσαι. [στερεῶσαι A <καταρυβδήσας>· καταπιών. ῥοφήσας <καταρυῆναι>· καταπεσεῖν <καταρυθμίζεσθαι>· κατευθύνεσθαι, κανονίζεσθαι n †<κάταρσον>· κατάκλεισον <καταρτυθείς>· ἀσφαλής. τέλειος <καταροΐζομαι>· ῥευματίζομαι <καταρῶμαι>· εὔχομαι. προσκυνῶ <καταρωγέα>· γῆν τινα πρὸς φυτείαν ἀμπέλων εὔθετον <κατὰ σαυτόν>· ἐπὶ σοῦ <κατὰ σέ>· ὅμοιός σοι *<κατασείειν>· ταράσσειν Ans <κατασβέσας>· σβέσας <κατασεσαλαγμένα>· κατασεσεισμένα *<κατασημήνασθαι>· κατασημειώσασθαι Agn *<κατασίνεσθαι>· καταβλάπτειν Avgn [<κατασείειεν>· καταταράσειεν] <κατασκαφής>· κατεσκαμμένος (Soph. Ant. 891) <κατασκαφόφιλος>· καταισχύνων τοὺς φίλους (Com.) <κατασκάψαι>· κατορύξαι <κατασκεδάσαι>· καταχέαι <κατασκέλλειν>· κατασκελετεύειν. τὰς σάρκας καταφαγεῖν <κατασκευή>· διασκευή *<κατασκιδναμένης>· κατασκορπιζομένης An (gs) *<κατασκῆψαι>· κατασπεῖραι (Eur. Med. 94) A <κατάσκιος>· πάντοθεν σκιὰν ἔχων (Zach. 1,8 ..) *<κατάσκοποι>· κατοπτεύοντες. ἐπίβουλοι (Gen. 42,9 ..) A (gn). ἢ δόλων ἐξιχνευταί. δολεροί, δόλιοι (Eur. Rhes. 645 ..) <κατασμύξαι>· μαρᾶναι. καῦσαι, ἐμπρῆσαι (Ι 653) *<κατασοβεῖται>· καταδιώκεται Agn *<κατασοφισθεῖσα>· χλευασθεῖσα Avg. τεχνασθεῖσα (Ab) <κατασπᾶν>· χαλᾶν. ἢ σιαλίζειν ἑτέρου ἐσθίοντος ἢ περὶ δείπνου διαλεγομένου. καταπίνειν τὸν σίαλον *<κατασπαταλᾷ>· τρυφᾷ (Prov. 29,21) A <κατασπερχάδην>· ἐπὶ τὴν οἰκίαν, ἢ ἐπὶ τὴν ἑστίαν κεκλημένον <κατὰ σπουδήν> *<κατασπερχόμενος>· ἐπειγόμενος An. καταπλησσόμενος (vg) *<κατασπιλάζων>· μολύνων A <κατ' ἀσπίδα>· ἐπ' ἀσπίδα (Γ 347) <κατασπλεκῶσαι>· κατελάσαι <κατασπόδησον>· κατέλασον <κατὰ στάθμην>· κατ' ὀρθόν. [κατ' ἔπαυλιν] <κατάστασις>· ἀποδοχή. ἢ κόσμος. ἢ ἦθος <καταστατήρια>· ἀποπεμπτήρια· ἐν οἵῳ τρόπῳ λέγομεν ἀπό- πεμψον <κατάστησον>. ἢ καταπαυστήρια, κατάστασιν ἔχον- τα, ἀπόπεμπτα, καθεσταμένα <καταστέλλει>· περικαλύπτει <καταστέξαι>· καταγαγεῖν τὸν βοῦν <κατὰ στεφάνης>· ὄρους ἐξοχῆς, ἀκρωρείας (Ν 138). <Στε- φάνη> γὰρ εἶδος κόσμου περὶ τὴν κεφαλήν, ἢ περικεφαλαίας. ὡς Ὅμηρος· "αὐχέν' ὑπὸ στεφάνης ἐϋχάλκου" (Η 12) *<κατάστημα>· ποίημα A στάσις. ὁρμὴ νοός (3. Macc. 5,45) <καταστίζων>· βεβαιῶν. καταψηφίζων. παρ' ὅσον τῶν ἀτακ- τούντων τὰ ὀνόματα <παρέστιζον καὶ ἐζημίουν. καὶ Σώφρων <κεντήματά> φησι> (fr. 143) <κατάστικτον>· ποικίλον <καταστίλβει>· καταυγάζει. καταλάμπει <κατὰ στίχας>· κατὰ τάξεις (Γ 326) *<καταστολήν>· περιβολήν (Isai. 61,3) A (s) *<κατὰ στόμα>· κατὰ τὴν ἀρχήν. μεταφορικῶς (Ο 389) An <καταστομίς>· μέρος τι τοῦ αὐλοῦ. τὸ ἐνόλμιον *<καταστοχάζεται>· κατὰ σκοποῦ βάλλει Avgn <καταστρέφει>· σκαλεύει *<καταστροφῆς>· ἐρημώσεως (1. Macc. 2,49) A <καταστρώματα>· τῆς νεὼς μέρος, ἐν ᾧ ἑστῶτες ναυμαχοῦσιν <καταστύξαι>· [κατασῦραι. συλλέξαι.] μισῆσαι <καταστυφέλου>· καταξήρου (Hes. Theog. 806) [<κατάστυ- φλον>· κατάξηρον] καὶ ἡμεῖς δὲ τὰς ἀνεργάστους χώρας καὶ σκληρὰς <στυφλὰς> καλοῦμεν *<κατὰ συνδυασμόν>· κατὰ κοινωνίαν. κατὰ σύμπραξιν Avg <κατὰ συγκυρίαν>· ... (Luc. 10,31) <κατασῦραι>· ἑλκύσαι σαγήνην <κατὰ σφέας>· καθ' ἑαυτούς (Β 366) Avgn <κατὰ σφέων>· κατ' αὐτῶν, ἢ καθ' ἑαυτούς [*<κατασφήκωνται>· καθήλωνται A] <κατασχάσαι>· κατατυχεῖν. ἢ ἀμυχὰς ποιῆσαι <κατασχεῖν>· κατακρατεῖν. κατοικεῖν <κατὰ τάξιν>· κατὰ κόσμον (1. Cor. 14,40) s <κατὰ ταὐτό>· οἷον ὁμονοοῦσιν <κατατεθήπειν>· θαυμάζειν. δειλιάζειν. ἐκπλήττεσθαι *<κατατεθήπεσαν>· κατεθαύμαζον Agn *<κατατεθηπότες>· ἐκπεπληγμένοι A (vg) <κατατεθηπώς>· δειλιάσας b *<κατὰ τέκν' ἔφαγε>· κατέφαγε τὰ τέκνα (Β 317) <κατατείνεται>· ἐφαπλοῦται *<κατατίθεσθαι>· συναινέσαι A *<κατὰ τὸ αὐτό>· ὁμοῦ (Act. ap. 14,1) A <κατατοξεύω>· ... (4. Regn. 9,16 ..) *<κατὰ τὸ κρῖμα>· κατὰ τὴν τάξιν. ἢ κατὰ τὸ πρόσταγμα (Ps. 118,149 ..) A <κατατρίχιον>· λεπτόν <κατάτροπον>· κάταντες, <πρόστροπον> δὲ τὸ ἐναντίον <κατατρυφῶ>· κατασπαταλῶ <κατατρύχει>· λυπεῖ. [καταπονεῖ (Agn) †<κατατοιόντα>· κατασκευάζοντα <κατατυχεῖν>· ἐπιτυχεῖν <κατὰ τῶν συῶν>· κατὰ τῶν χοίρων <καταυγάσας>· φωτίσας <κάταυλον>· κατηυλημένον. ἀναπεπταμένον <καταῦσαι>· καταντλῆσαι. καταδῦσαι <καταύστης>· [καταδύστης] ... <κατ' αὐτόν>· ὅμοιον αὐτῷ <καταφάγῃ>· κατεσθίῃ (Am. 4,9 v. l.) <κατὰ φάλαρα>· κατὰ μετωπίδια (Π 106) *<καταφάναι>· κατειπεῖν g(n) *<καταφατικήν>· συγκατάθετον A (gb) [<καταφήσας>· ἀπορήσας. ἀνιάσας] <καταφθατουμένη>· καταντωμένη. κυρίως δὲ τὸ ἐκ προκαταλή- ψεως (Aesch. Eum. 398) *<καταφιλοσοφήσαντες>· διὰ τῆς σιγῆς νικήσαντες A (gb) <καταφλάσαι>· κατακόψαι *<καταφοιτῆσαι>· παραγενέσθαι An(vgp) <καταφορήν>· ὕπνον (Hippocr. epid. 3,6) *<καταφορικός>· γαστέρας ποιῶν <πολλάς> A *<κατάφωρον>· ἐληλεγμένον. [φανερόν. ὑπεύθυνον n. ἢ κατα- φανῆ g γενόμενον n *<καταφορικῶς>· σφοδρῶς Avg <καταφράκτοις ψυχαῖς>· ταῖς ἐπεσκοτισμέναις, καὶ μὴ τὸ μέλλον εἰδυίαις. Ἴων Ἀλκμήνῃ (fr. 6) καὶ εἴδη πολεμικῶν †ὡς καταφράκτου *<κατὰ φρένα>· κατὰ διάνοιαν (Α 193 ..) n *<κατὰ φρήτρας>· κατὰ φατρίας (Β 362) n <καταφρονεῖ>· ὑπερηφανεῖ (Eur. Bacch. 503) <καταφρονέων>· καταβουλευόμενος <καταφρυγήσεται>· καταξηρανθήσεται <καταφρύγει>· καταξηραίνει *<καταφυέν>· γεννηθέν Agns <καταφυλαδόν>· κατὰ ἔθνη b †<καταφύξει>· κατασβέσει *<κατάφυτος>· σύνδενδρος A τόπος <καταφωνεῖ>· ταράσσει (Act. ap. 22,24 v. l.?) *<καταφωραθείη>· καταγνωσθείη A <καταφωρᾶν>· ἐρευνᾶν, ἐπιζητεῖν *<κατάφωρος>· φανερός Avs <κατὰ φῶτα>· κατὰ ἄνθρωπον *<κατὰ χαλκόν>· κατὰ βραχύ A <καταχέει>· κακολογεῖ (Iob 41,14) <κατὰ χεῖρα>· ἕτοιμα, εὐχερῆ. ἢ ὁ νῦν πρὸς χεῖρα καὶ εἰς πολλὰ χρήσιμος οἰκέτης <καταχήνη>· καταχάσμησις. [κατάγελως s <καταχήνῃ>· καταγελάσῃ, μυκτηρίσῃ, ἐξουθενίσῃ. [καὶ ὑπὸ Πεισιστράτου καλαμαίᾳ ἐμφερὲς ζῶον, ἀπὸ τῆς ἀκροπόλεως προβεβλημένον, ὁποῖα τὰ πρὸς βασκανίαν] *<κατὰ χθονός>· <κατὰ τῆς γῆς> (Γ 217) ANs ...· ὁ λιπαρός, ὁ τρόφιμος <κατάχρεως>· ἐπαρκῶν εἰς μαρτυρίαν <καταχθόνιος>· [κατὰ τῆς γῆς] ἢ [ὁ Ἅιδης s <καταχρήσει>· ἀρκέσει *<καταχρηστικῶς>· ὅταν καταχρήσηταί τις ἀπὸ πράγματος εἰς πρᾶγμα An καταστοχαζόντως <καταχρᾶται>· κακῶς χρᾶται <καταχρυσῶσαι>· καταλιθῶσαι (Exod. 26,29 ..) *<κατάχλυσις>· ἀήρ <πίλημα νεφῶν> A <καταχύσματα>· τραγήματα. ἔθος γὰρ εἶχον κατὰ τῆς κεφαλῆς κάρυα καὶ ἰσχάδας καταχέειν τῶν νεωνήτων δούλων παρὰ τὴν ἑστίαν καθισάντων. κατεχεῖτο δὲ καὶ τοῦ νυμφίου. λέγεται δὲ καὶ ἐπὶ ζωμοῦ <κατάχυτλον>· τὸ βαλανευτικὸν σκαφίον *<κατὰ χώραν>· κατὰ φύσιν. ἢ ἀκίνητον (Lev. 13,23. 28 v. l.) (n) *<καταψαίρουσι>· κινοῦνται Ag <καταψέφει>· κατασκοτίζει· <ψέφας> γὰρ τὸ σκότος· παρὰ τὸ <ψεφᾶσθαι>, τὸ μεταμελεῖσθαι καὶ οἷον σκότος περιτιθέναι τοῖς λεγομένοις. [τὸ καταψεφεῖν] ἔσθ' ὅτε δὲ καὶ τὸ φροντίζειν οὕτως λέγουσιν *<καταψηφίζεται>· κατακρίνει vg (As) *<καταψήχων>· κολακεύων Agn. ἡσυχῇ τρίβων *<καταψιλωθήσεσθαι>· ψιλὸν γενέσθαι A *<κατεαγότα>· κατενηνεγμένα. κατακεκλασμένα A (n) [<κατεάσας>· κατακοιμηθείς] *<κατεάχθη>· κατεθλάσθη A <κατεβάλλετο>· ἐτίθετο <κατέβασκε>· κατέβλαψεν *<κατεβαυκάλησε>· κατεκοίμισεν Σ <κατέβραψε>· κατέλαβεν *<κατεβήσατο>· εἰσῆλθεν (ο 99) <κατεβρότωσεν>· ἐμόλυνεν *<κατεβρόχθισε>· κατέπιεν (Ar. Av. 503) Agn <κατεγνωσμένος>· κατακεκριμένος (Ep. Gal. 2,11) <κατ' ἔγκλησιν>· κατὰ μέμψιν. κατὰ πταῖσμα <κατεγοήτευσεν>· ἠπάτησε. κατεμάντευσεν <κατέδαπτε>· κατήσθιε μετὰ σπαραγμοῦ *<κατέδαρθε>· κατεκοιμήθη An <κατ' ἐδάφους>· ἐπὶ γῆς (3. Macc. 2,22) <κατέδευσας>· [κατέφαγας.] ἔβρεξας (Ι 490) <κατεγλώττιζε>· διέβαλλε, κατηγόρει <κατεγκονῶν>· ἐπειγόμενος <κατεγνυπτωμένον>· τὸ ... <καὶ> <κατεγνυπτῶσθαι> <κατέγνωσαν>· κατέλεξαν <κατέγραψαν>· κατέξυσαν <κατεγυμνάσατο>· ἐπὶ γυμνασίαν ἀνάλωσεν <κατεδάη>· κατεκάη <κατέδαρθεν>· ὕπνωσεν <κατεδᾴωσε>· κατέκαυσεν. ἐπολέμησεν <κατέδευσε>· κατέβρεξε. κατέφυρσε. καὶ [ὁτὲ μὲν ἁβρῶς διαι- τᾶσθαι καὶ τρυφᾶν, ὁτὲ δὲ τὸ κατηφῆ εἶναι.] <κατεδηδεσμένον>· καταβεβρωμένον (Plat. Phaed. 110 e) *<κατεδήδοκε>· καταβέβρωκε, [κατέφαγεν Ag <κατεδηδοκώς>· καταβεβρωκώς Σ <κατεδῄουν>· κατέκοπτον <κατέδησα>· κατεδέσμευσα. (ε 383 ..) κατῄσχυνα *<κατεδιῄτησε>· κατέκρινεν Avg b <κατέδουπεν>· τέθνηκεν <κατέδουπον>· τεθνήκεισαν <κατέδραθον>· κατεκοιμήθησαν <κατεδρύπτετο>· κατεκόπτετο. κατεξύετο <κατέδυ>· κατεπόθη, [κατεποντίσθη Ag *<κατέδων>· κατεσθίων (Ζ 202) gn <κατεζώμευεν>· ἐτύρευεν, ὥσπερ ζωμὸν ἐκτροφήσας τὸ γάλα <κατεδιείλοντο>· κατεμερίσαντο (Ioe(l 3,2) *<κατέθορε>· κατεπήδησεν (Δ 79?) Ag <κατετεθήπει>· ἐπτοεῖτο <κατεθραύσθη>· κατεκλάσθη <κατέθυψας>· †περιέπλευσας <κατείβετο>· διεφθείρετο (ε 152). κατέῤῥει (Ω 794) <κατειβόμενον>· διαφθειρόμενον. [καταῤῥέον (Ο 37) Ab <κατεικής>· ἐπιεικής <κατειλάδα>· ἡμέρα χειμερινή <κατεῖλε>· κατέλεξεν. ἐποίκιλεν <κατείλεον>· συνέστελλον <κατειλεῖν>· κατέχειν. καταλαβεῖν <κατειληθέντας>· συσχεθέντας. καταληφθέντας *<κατειλῆφθαι>· προκαταλαμβάνεσθαι A <κατείλεα>· τὰ ἐσώτερα οἰκήματα. Ἐρυθραῖοι *<κατείλοχε>· κατέλεξεν A <κατειλυσπᾶσθαι>· εἰλούμενον σπᾶσθαι <κατειλυσπωμένην>· ὁ μὲν Λυκόφρων καταρτωμένην. Ἐρα- τοσθένης (fr. 63 Strecker) δὲ συγκεῖσθαι τὴν λέξιν ἐκτοῦ <εἰλεῖν> καὶ <σπᾶσθαι> (Ar. Lys. 722) <κατείλυται>· κεκάλυπται (g) [<κατειλωπτεῖν>· καταβλεφαρίζειν] *<κάτιμεν>· κατερχόμεθα Ag <κατειπών>· διαβαλών (Num. 14,37) <κατείργει>· ἐκώλυεν *<κατειργάσατο>· [ἐκώλυσε.] κατηγωνίσατο Agns *<κατειργμένος>· ἐγκεκλεισμένος gn [<κατείρα>· ἀσπίς. πέλτη] <κατεῖρες>· κατηρτισμένον, εὐήρετμον (Hdt. 8, 21,1) <κατείρηκεν>· λάθρα διαβέβληκεν *<κατειρωνεύεται>· μέγα φρονεῖ A. ἢ δολιεύεται Σ *<κάτεισι>· κατέρχεται (Λ 492 ..) Avg <κατεκαμάρωσεν>· κατέκρυψεν <κατέκανον>· κατέκτεινον <κατεκείαθεν>· κατεκοιμήθη <κατεκερμάτισεν>· συνέθραυσεν <κατεκήλεε>· δι' ἐπῶν ἥδυνεν (Greg. Naz. c. 2,1, 16,37) *<κατεκήλησε>· κατεπράϋνεν g (An) ἔθελξεν. <Κηλεῖσθαι> γὰρ λέγεται τὸ ὑπὸ αὐλῶν θέλγεσθαι A <κατεκλάδανεν>· ἀφεῖλεν <κατεκλᾴζετο>· κατεκέκλῃστο, κατακεκλεισμένην εἶχεν (Theocr. 18,5) <κατεκλάσθη>· ἐνέδωκεν (Ν 608) *<κατέκτα>· ἀπέκτεινεν (Β 662) As <κατεκνίδευεν>· κατέξυεν *<κατεκόπησαν>· ἐφονεύθησαν A *<κατέκταν>· ἀπέκτειναν bs [<κατέκπλησαν>· κατεπράϋναν] <κατελάσαι>· κατατῆξαι †<κατελεγχῶσαι>· κατελέγξαι. καταλέξαι <κατελέξαντο>· κατεκοιμήθησαν [<κατελελίβαντο>· κατεμερίζοντο] *<κατέλεκτο>· κατεκοιμήθη (Ι 662) g <κατέλεξας>· κατεκοίμισας. κατέβαλες *<κατέλεσα>· ἐλέπτυνα, συνέτριψα (Deut. 9,21?) A *<κατέλευσαν>· λίθοις ἔβαλον (Hdt. 1, 167,1 ..) (Avgp) *<κατέληξεν>· ἐπαύσατο An (vgps) *[<κατεμαξευμένην>· κατατετριμμένην] (A) b *<κατέμαρπτε>· κατελαμβάνετο (Ε 65) An *<κατέμαρψε>· κατέλαβεν (Greg. Naz. c. 1,2, 1, 549) n. [ἢ κατέβα- λεν] <κατ' ἐμαυτόν>· κατὰ τὴν ἐμὴν δύναμιν. ἢ *[κατὰ τὴν αὑτοῦ <δύναμιν> (Α 271) n <κατ' ἐμαυτοῦ>· κατὰ τῆς ἐμῆς δυνάμεως <κατεμεγαλαυχήσατο>· μεγάλως ἐκαυχήσατο <κατενάρκησα>· ἐβάρυνα <κατένασσε>· κατῴκισεν (Hes. op. 168) †<κατενέκουσιν>· ἔρχονται *<κατενεμήσατο>· κατέφαγεν, ἀνήλωσεν (Ps. 79,13) A <κατένευσεν>· ἐπένευσεν. ὑπέσχετο (Β 112) <κατενήρατο>· ἀπέκτεινεν (λ 519) *<κατεντευκτήν>· κατεντυγχάνοντα (Iob 7,20) Agn <κατ' ἔντευξιν>· κατ' ἐντυχίαν *<κατεντευχθέντα>· κατεντυχηθέντα Ag (v) Σa *<κατενύγησαν>· ἐλυπήθησαν (Act. ap. 2,37) s *<κατενῶπα>· κατ' ἐναντίον. κατ' ὄψιν (Ο 320) A *<κατεξανίσταται>· κατεπαίρεται (Greg. Naz. or. 1 p. 184a) Avg *†<κατεξανίει>· διεσθίει A *<κατεξευμαρίζοντος>· κατευθύνοντος n [<κατεξήνασκε>· κατεξήρανεν] <κατεπᾴδεσθαι>· καταπραΰνεσθαι <κατεπᾴδω>· γοητεύω. [πραΰνω A <κατ' ἐξωλείας>· ἔξω τῶν ὅρων <κατεπάλμενος>· καθαλλόμενος (Λ 94) <κατέπαλτο>· καθήλατο (Τ 351) <κατεπάσατο>· κατεκτήσατο <κατεπείγει>· κατασπεύδει *<κατέπεφνε>· κατέσφαξε n. κατεφόνευσε (Ζ 183) b *<κατεπερπερεύετο>· ἐχαριεντίζετο Agn <κατενώπια>· κατὰ τὸ ἔμπροσθεν τῶν θυρῶν μέρος *<κατεπιάνθη>· ἐλιπάνθη, ἐτράφη· <πίων> γὰρ ὁ λιπαρός Avg *<κατεπιφύεται>· κατατρέχει A <κατεπλάγη>· κατέσκληκεν [<κατέπλατο>· καθήλατο] <κατεπλατύνετο>· καθυπερηφανεύετο <κατέπλησαν>· ἀνέπλησαν, ἀνεπλήρωσαν <κατεπόθησαν>· κατεποντίσθησαν. κατέπεσαν (Isai. 28,7 v. 1.) *<κατεπτηχέναι>· φοβηθῆναι A (ps) *<κατεπτήχασιν>· τῷ φόβῳ ἐταπεινώθησαν A <κατεπτηχότα>· καταπτήσσοντα *<κάτεργον>· [πεπαλαιωμένον] <ἐργασίαν> (Exod. 30,16) A †<κατέρεαι>· κάθισαι. Πάφιοι <κατέρεικτα>· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα, οἷον κυά- μους· ἔνιοι δὲ καὶ τοὺς πυρούς. οἱ δὲ κατεῤῥωγότα ἱμάτια [<κατέρεζε>· καθέζου] *[<κατερέζετο>· ἐκαθέζετο] n *<κατέρεξε>· κατέψησεν (Α 361) n <κατερίκνωσε>· ... <κατέρειξεν>· ... *[<κατέροντες>· καταπλέοντες] b <κατέῤῥαξε>· κατέβαλεν (Sir. 46,6) *<κατεῤῥηγότας>· διεῤῥηγμένους (Ios. 9,4) A *<κατεῤῥινημένοις>· εὐτελέσιν Agn <κατεῤῥινωμένον>· καταπεπυκασμένον. καταδεδερματωμένον (Aesch. Suppl. 747) *<κατεῤῥύηκεν>· ἐσάπη (Ierem. 8,13) Avgs <κατερύκει>· κατέχει (ο 73) <κατέρυκεν>· ἐπέσχεν, [ἐκώλυσεν (δ 284) ns <κἀτέρωτα>· καὶ ἄλλοτε (Sapph. fr. 1,5) *<κατερυθραίνει>· καταβάπτει ἐρυθρῷ βάμματι An <κατέσκαψε>· κατώρυξεν *<κατεσκιρωμένης>· πεπαλαιωμένης (3. Macc. 4,1) Ag (b) *<κατεσκληκότα>· κατεσκληρωμένα A (gn) <κατέσπασε>· κατέπιεν <κατεσοφίσθη>· ἐπλανήθη †<κατεστάμενος>· καταθύσας <κατεστέμμεθα>· ἐστεφανώθημεν <κατεστήριξεν ἀρχῇ>· νόμον ἀπέδειξεν, [ἀπέδωκεν.] κατεστη- λίτευσεν *<κατεστιγμένος>· πεποικιλμένος An (g) *<κατεστόρεσε>· κατέστρωσεν Avgn. [ἐθεάσατο] *<κατεστρατοπέδευσε>· κατεπολέμησεν (2. Macc. 4,22) (Avg) *<κατέστυγε>· κατεστύγνασεν (Ρ 694) An <κατέστυγον>· κατεπλάγησαν. ἐμίσησαν (κ 113) *<κατεστυγημένος>· μεμισημένος g (Avp) <κατέστυψεν>· ἐσάρκωσεν <κατεσφηκωμένον>· περιεχόμενον *<κατεσφήκωνται>· καθήλωνται A *<κατεσφραγίσθη>· ἀπεκλείσθη A ἐσφραγίσθη (Sap. 2,5) <κατέσχες>· κατῆλθες (Eur. Ion 551) περιεκράτησας [<κατεθήπεσαν>· ἐθαύμαζον] [<κατέταρπον>· κατεκοιμήθησαν] <κατετήρυεν>· κατεῖχεν (ι 31) <κατέτλα>· κατετολμᾶτο <κατετυμβοχόησα>· ἔθαψα (Antim. fr. 156 Wyss) [<κατέτυξ>· γένος περικεφαλαίας] *<κατευγμάτων>· καταρῶν (Eur. Hipp. 1170) Ab *<κατευθικτήσας>· ἁψάμενος (2. Macc. 14,43) A (g)s *<κατ' εὐθύ>· κατ' εὐθεῖαν Avgn *<κατευθυνομένη>· διοικουμένη (Plat. Tim. 44 b) A <κατευκτόν>· τὴν ἐπί τινι εὐχῇ ὑπόσχεσιν *<κατευμαρίζοντες>· εὐχερίζοντες n(g). καθιστῶντες n(A) a) *<κατευμεγεθεῖν>· καταδυναστεύειν Agn b) *<<κατευμε- γεθήσας>·> ὑπερβάλλων. νικῶν As <κατευμεγεθήσειεν>· καταδυναστεύσειεν *<κατευνάζει>· κοιμίζει ns *<κατευνάζεσθαι>· κοιμίζεσθαι A (g) πραΰνεσθαι (g) <κατεύξασθαι>· κατά τινος εὔξασθαι (Plat. rep. 3,393a) *<κατευρύνεται>· μεγαλύνεται, [πλατύνεται (n) †<κατευρίσκοι>· κωλύει <κατεύχομαι>· καταρῶμαι (ns) <κατεύχου>· καταρῶ (Eur. Iph. T. 536) *<κατεφοίνιξας>· ἔβαψας An <κατέφυ>· ἐγεννήθη <κατεφωράθη>· ἠλέγχθη *<κατεφωρᾶτο>· ἠλέγχετο Avg <κατέχειν>· κρατεῖν (Eur. Bacch. 880). κωλύειν. συνέχειν *<κατεχειροῦτο>· ἐνίκα. ὑπέτασσεν A <κατέχεσθαι>· θεοφορεῖσθαι <κατέχευε>· *κατέβαλεν A. κατέθηκεν. ἥπλωσεν (Γ 10) *<κατεχθραίνοντα>· μισοῦντα b <κατεχμάσας>· κατασχών <κατέχμασον>· καταφόνευσον *<κατεωνᾶσθαι>· καταντλᾶσθαι A *<κατεωνεῖ>· καταντλεῖ A †<κατεωνῶσι>· καταμάσσουσιν† *<καταιώρηται>· <κατακρέμαται> A <κατέχευεν>· [δοξάζουσιν.] ἥπλωσεν. ἐπέβαλεν. ἐπέθετο. κατ- έῤῥιψεν <κατηβολή>· τὸ ἐπιβάλλον. Εὐριπίδης Τημένῳ (fr. 750) καὶ Πελιάσιν (fr. 614). <λέγεται δὲ οὕτως> καὶ ἡ τοῦ πυρετοῦ περίοδος. καὶ ὁρμή. καὶ μερίς. καὶ ἱερὰ νόσος. καὶ τέλος τῶν χρεῶν. τὸ καθῆκον. θυσία. τελετή. τὰ νομιζόμενα [λέγεται δὲ οὕτως] [<κατηγάσατο>· κατηγωνίσατο] *<κατηγλαϊσμένα>· κατακεκοσμημένα (ns) *<κατηγορευκότα>· κατειπόντα Agn [<κάτηδα>· καταβεβρωμένα] *<κατῄδεσα αὐτόν>· αἰσχυνθῆναι ἐποίησα Avg αὐτόν A *<κατῄθαλωμένη>· τεφρωθεῖσα (Eur. Tro. 60) An [<κατηθάτην>· καθωμιλησάτην] [<κατείθηκα>· κατέθηκα] *<κατῄκιζον>· ὕβριζον. ἔξαινον An *<κατῃκισμένους>· βασανισθέντας A ὑβρισμένους gb <κατῃκίσατε>· εἰς τὸ σῶμα ὑβρίσατε <κατῄκισται>· αἰκίᾳ καὶ βλάβῃ συνέχεται (π 290) *<κατηλαζονεύετο>· κατεπαίρετο αὐτοῦ A <κατῆλιψ>· μεσόδμη. μεσότοιχον. δοκός, ἢ ὑπότονος βαστά- ζουσα τὸν ὄροφον. οἱ δὲ ἰκρίωμα τὸ ἐν τῷ οἴκῳ· ὃ καὶ βέλτιον [<καθηλέτης>· ἐπήκοος] <κατήλυσις>· κατέλευσις <κατηλέγοντα>· φροντίδας ποιοῦντα <κατηλόκισται>· κατατέτριπται *<κατημαξευμένα>· κοινά. [καταπεπατημένα, κατατετριμμένα g (A) <κατημελής>· κατήκοος <κατήμυσσον>· κατέξυον. κατεσπάραττον <κατημύχθη>· ἐσπαράχθη <κατήναρε>· κατέκτεινεν (Callim. h. Ap. 101?) <κατηναρισμένα>· ἀπολωλότα. ἐκδεδαρμένα. ἐσκυλευμένα. Σοφο- κλῆς Αἴαντι Μαστιγοφόρῳ (26) <κατηνδράφυξας>· κατέκτεινας <κατήνοκα>· κατενήνοχα *<κατηντιβόλουν>· παρεκάλουν (Ios. b. Iud. 1,131) A (vg) <κατήνυσεν>· ἀνάλωσεν (Eur. Or. 89) *[<κατηπείθοντο>· κατεπραΰνοντο (Ε 417) Ag] *<κατηπιόωντο>· ὁμοίως (Ε 417) An <κατήραμεν>· ἤλθομεν (Greg. Naz. c. 2,1,11,210) <κατηρεγμένος>· πεπτωκώς. καμπτόμενος †<κατηργμένος>· †κατηπεισμένος. κατεστιγμένος *<κατηρέθετο>· παρωξύνθη A <κατηρεφέας>· καταστέγους (Σ 589) <κατηρεφές>· κατεστεγασμένον (ε 367) (g) κυρίως δὲ ἐπὶ τῶν ταπεινοστεγῶν <κατηρεφέας> (Σ 589). οἱ δὲ πέτρας (ι 183) <κατηρεφέστερον>· κατεστεγασμένον μᾶλλον <κατήρην>· κρεμαμένην <κατηρείκοντο>· κατεσχίζοντο <κατήρειξεν>· ἀνήλωσεν <κατήρη>· τὸν κεκαλυμμένον καὶ κατεχόμενον (Eur. Suppl. 110) <κατήριπες>· κατέπεσας (n) πέπτωκας *<κατηρτίσω>· ἐποίησας. ἐτελείωσας (Ps. 10,4 ..) Ab <κατήροσας>· ἐφύτευσας. ἐγέννησας <κατῆρξε>· συνέκλεισεν <κατηρτυκώς>· τέλειος. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων, ὅταν ἐκβάλῃ πάντας τοὺς ὀδόντας (Aesch. Eum. 473) <κατήρυδες>· αἱ βρίθουσαι καὶ καταρέουσαι ἄμπελοι. λέγει δὲ τὰς χρυσᾶς ἀμπέλους, παρόσον οὐκ ἐκλαδεύοντο <κατῇσε>· κατεκήλησε. καθωμίλησε <κατῃσάτην>· κατεκηλησάτην. καθωμιλησάτην *<κατηφέα>· κατηφῆ, [στυγνά (Avg) <κατήφεια>· στυγνότης An, ὄνειδος, αἰσχύνη, αἰδώς b, ἀνία (Ρ 556) <κατήφησας>· κατηνίασας <κατηφήσας>· κατανιαθείς (Χ 293) (b) <κατηφίη>· αἰσχύνη (Π 498), στυγνότης (Ρ 556) <κατηφόνες>· ἀναίσχυντοι n. κατηφείας ἄξια πράττοντες (Ω 253) <κατηχίζειν>· νουθετεῖν. ἐνηχεῖν *<κατηχούμενος>· διδασκόμενος (Rom. 2,18) A *<κατηχήσω>· οἰκοδομήσω (Ioseph. vit. 366) A *<κατηχθίζετο>· ἐμισεῖτο A (vg) *<κατηχθισμένον>· βεβαρημένον (Agn) <κατηχούμενος>· παιδευόμενος (Rom. 2,18) <κάτθανεν>· ἀπέθανεν (Φ 107) <κατθᾶξαι>· παρακονῆσαι. μεθύσαι <κατθέμεν>· θεῖναι (τ 4) <κάτθεο>· κατάθου (Ξ 219) *<κάτιδε>· ὅρα (Deuteron. 26,15) As <κατιλλάνθη>· κατεμυκτήρισεν <κατιλλώπτω>· καθορῶ <κατιλύσαντες>· περικαλύψαντες <κατιμονεύει>· καθιεῖ *[<κατιβόμενον>· καταρεόμενον A] <κἀτίναξε>· παρέσεισε [<κατηρομάει>· μεγαλοφρονεῖ] <κατισχναινομένης>· πεπαλαιωμένης <κατίσχεαι>· κατέχῃς (Β 233) *<κατισχνοῦν>· καταλεπτύνειν Agn <κατιτήρια>· ἡ ἐπὶ καθόδῳ θυσία †<κατηφθείμενον>· κατακείμενον (Eur. Rhes. 378) <κατ' ἴχνος>· κατακολουθήσας τὰ ἴχνη (Eur. Hec. 1059) <κατιώθη>· ἐρυπώθη <κατίωται>· ἐῤῥύπωται (Ep. Iac. 5,3) †<κατοιβωμένον>· κατεῤῥυπωμένον <κατ' οἶκον>· κατὰ τὸν οἶκον (Eur. Androm. 804 ..) <κατοικεῖαι>· κατάχαλκα σκεύη *<κατοιμώζοντες>· στενάζοντες Avg †<κατοινύσαι>· κατακρύψαι *<κατοιόμενος>· ὁ μετὰ πληροφορίας πιστεύων. ἢ ὁ ἐν ὑπολήψει φερόμενος A. καὶ ὁ ὑπερηφανευόμενος Σ (Habac. 2,5) n <κατοίσεται>· κατάξει (Χ 425) *<κατοιχομένων>· νεκρῶν, τεθνεώτων (Avg). ἀπελθόντων. ἀπο- θανόντων Avg *<κατοιόμενος>· ὑπερορῶν (Habac. 2,5) A *<κατοκωχή>· κατοχή A <κατ' ὀλίγον>· κατὰ μικρόν *<κατώλισθον>· κατέπεσον Avb <κατοκώχιμον>· κάτοχον. ἐνέχυρον <κατοπάζει>· ἀκολουθεῖ (Hes. op. 324) <κατοπάζων>· διώκων *<κατολοφυρόμενοι>· θρηνοῦντες vgn <κατόπιν>· ὕστερον. ὄπισθεν (Avgn) *<κατόπταν>· κατάσκοπον (Eur. Rhes. 134) n <κατοπτεύω>· ἐποπτεύω, ἐπιβλέπω [ἢ καθορᾶν] <κάτοπτον>· κάταντες. ἢ φανερόν. ἢ ἄντικρυ <κάτοπτρα>· δίοπτρον <κατοπτρίζεται>· ἐν αἰσθήσει φαντάζεται, ἢ ὁρᾷ <κατοργᾶν>· ὑπερακμάζειν [<κατοργῶν>· πεπαλαιωμένων] †<κάτοῤῥα ἢ καταρόα>· βώμενος ἐνόδειος† <κατοῤῥωδῶ>· *φοβοῦμαι s (Avg) πτοοῦμαι, πτήσσω <κατ' ὀρούαν>· ἡ ἀγορά ... <κατορυχάς>· θησαυρούς *<κατ' ὀρφναίαν>· <κατὰ τὴν> σκοτεινήν [ποιεῖ] Abs <κατορχούμενος>· καταπαίζων *<κατορώρυκται>· κατακέχωσται (Plat. Euthyd. 288 e) Avg *<κατ' ὄσσων>· κατ' ὀφθαλμῶν (Eur. Hipp. 245) A <κατουδαῖοι>· νεκροί. κατώγειοι <κατουλάδα>· τὴν κατίλλουσαν καὶ εἴργουσαν. βέλτιον δὲ τὴν κατόλεθρον, ἢ ζοφώδη, καὶ συστροφὰς ἔχουσαν ἀνέμων (Soph. fr. 400) *<κατ' οὐράν>· κατ' ὀπίσω Avgn <κατουρίσας>· ἀθρόως πάντα κάλων καθείς, καὶ μὴ διαμελλήσας <κατωφρυωμένος>· μεγαλοφρονῶν <κατοχά>· τοῦ τρυπάνου τὸ κατεχόμενον *<κατόχιμοι>· κατεχόμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων Agn <κάτοχοι>· λίθοι, οἱ ἐπὶ μνήμασιν τιθέμενοι. καὶ οἱ ἱερεῖς Ἑρμοῦ. καὶ οἱ ὑπὸ νόσων κατειλημμένοι. ἢ ἐνθουσιῶντες, ἢ ἔνθεοι (n) (*)<κατατραχηλιᾶν>· καταμωκήσασθαι <κατρεύς>· ὄρνις ποιός <κάτροπον>· κάταντες [<κατρός>· κακός] *[<καταρίζει>· οἷον ποτηρίῳ ῥίπτει A] <κατράγοντες>· οἱ βόαγροι. Λάκωνες †<κατευκανάθη>· ἐῤῥάγη *<καττύειν>· συῤῥάπτειν g (Ans) *<καττύεται>· συντίθεται, [τὸ τῶν βυρσῶν περίκομμα] συσκευά- ζεται, ὡς ἐκ τῶν κασσυμάτων A *<κάττυμα>· ἀπάτη, δόλος Agn. συσκεύασμα. δολιότης n (A) <τὸ τῶν βυρσῶν περίκομμα> <καττύν>· ἀπότριμμα δερματίου (Aristoph. fr. 285) *<κατώδυνος>· λυπηρά (1. Regn. 1,10) Av (g) *<κατωθήσαντος>· καταβαλόντος n (g) *<κατωθούμενος>· ἀνατρεπόμενος g <κατώκλαξας>· ἐπὶ πτέρναν ἐκάθισας <κατωκάρα>· κάτω κεφαλὴν ἔχοντα (Ar. Ach. 945) <κατωλιγωρήσαντες>· ἀμελήσαντες [<κατώλισθων>· καταπεσών] <κατώλυψα>· κατέξανα <κατωμαδίοιο>· κατὰ τοῦ ὤμου βαλλομένου (Ψ 431) *<κατωμαδόν>· κατὰ τῶν ὤμων (Ο 352) An (g) [<κατώμαλον>· κατὰ τῶν ὤμων] <κατωμιστής>· ὁ ἀπορίπτων ἐπὶ τὴν γῆν ἵππος <κατώμορξεν>· κατέμαξε. κατέψησεν <κατωνάκη>· ἱμάτιον, ἔχον ἐκ τῶν κάτω μερῶν νάκος προσερ- ραμμένον, ὅ ἐστιν μηλωτή. Δοκοῦσι δὲ τοῦτο ἀμφιέσασθαι Ἀθηναῖοι τῶν περὶ Πεισίστρατον τυράννων ἐπαναγκασάντων, ἵνα ὑπὸ εὐτελείας μὴ κατίωσιν εἰς τὸ ἄστυ οἱ πολῖται (Ar. Eccles. 724) <κατωπιάσαι>· κατηφῆσαι <κάτω πόδε>· καὶ τοὺς πόδας. δυϊκῶς (Ar. Vesp. 608) *<κατωραΐζεται>· σεμνύνεται gn <κατώρης>· κάτω ῥέπων <κατωρυγῶσιν>· ταφῶσιν (Ier. 32,19) <κατώρυχες>· κατωρυγμένοι (ζ 267) *<κατωρχήσαντο>· κατεχάρησαν (Zach. 12,10) Avg †<κατωτίδες>· ἅπερ οἱ νομεῖς κατὰ τῶν ὤμων φοροῦσι δέρματα <κατωφερής>· ὁ κάτω φερόμενος <κατωχάνης>· ὁ κάτοχος τοῦ τρυπάνου, κυρίως <κατωχεύει>· πηδᾷ. ἐπικάθηται <κατῴχοντο>· κατέβησαν. κατεγένοντο †<καυάζοντα>· ἀποσκάζοντα <καυαλέον ἢ καυαλές>· ὑπὸ Αἰολέων τὸ αἶθος. ἢ κατακεκαυ- μένον, καπυρόν, ξηρόν, θερμόν <καυαλός>· μωρολόγος <καύαξ>· λάρος <καυάξαι>· συντρῖψαι (Hes. op. 666) <καυαρόν>· κακόν. καπυρόν <καυκαλίας>· ὄρνις ποιός <καυκαλίς>· βοτάνη τις, ὁμοία κορίῳ. [καὶ ὄρνις] <καυκόν>· καυλίον. καὶ ἄγριον λάχανον <Καύκωνες>· ἔθνος βάρβαρον (Κ 429 ..) <καυλός>· τὸ ἄκρον τοῦ δόρατος pn, τὸ ἀπωξυμμένον, εἰς ὃ ἐμβιβάζεται τὸ κοῖλον τοῦ δόρατος (Ν 162). τὸ σύνηθες, ἐπὶ τῶν φυτῶν <καυλίον>· ὃ κατανέμονται οἱ ἰχθύες. καὶ τῶν κιόνων μέρος <καῦμα>· κατάκαυμα. ἢ θῦμα. ἢ πύρωσις <καύματος εἰδαλίμου>· τοῦ θερμοτάτου. ἢ ἱδρωτοποιοῦ (Hes. op. 415) <καυνάκαι>· στρώματα, ἢ ἐπιβόλαια ἑτερομαλλῆ <Καύνιος Ἔρως>· ἐν Καύνῳ τιμᾶται. καὶ ὁ σφοδρός <καυνός>· κακός. *σκληρός As. κλῆρος. *[καὶ πόλις Ῥόδου A <καῦρος>· κακός (Soph. fr. 956) Avg <καυσαλίς>· ἡ μέλαινα. καὶ ὑπέρυθρος <καυσμένης>· ἔνυδρος <καῦσος>· ὁ πυρετός (Hippocr. vet. med. 17) <Καΰστερος>· ποταμός n <καυστειρῆς>· καυστικῆς, θερμῆς. ὀξείας, δριμείας. διαπύρου (Δ 342) <καῦστις>· ἡ ἔκφυσις τῶν σταχύων. πυροὶ ἁδρυνόμενοι, καὶ χόρτος. τὸ δὲ αὐτὸ καὶ <ἀμφίκαυστις>. καὶ ἐπώνυμον Λήμη- τρος. Κρατῖνος (fr. 381) δὲ ἐπὶ τοῦ μορίου ἔταξεν αὐτό. κα- λεῖται δὲ καὶ εὕστρα, καὶ στρῶμα <καὖτιν>· καὶ εἰς τοὐπίσω <καυτόν>· θυσία τις, οὕτω καλουμένη. καὶ ἐσχάρα, καὶ ἑστία, ἔνθα καίουσιν <καυχαλίς>· φλύκταινα <καυχᾶται>· κομπάζει <κάφα>· λουτήρ. Λάκωνες <Καφίσιος>· μήν <καφάζειν>· γελᾶν <καφάζοι>· κακχάζοι. γελᾷ <καφάν>· κηφήν <κάχαρις>· δαγύς. καὶ πλαγγών. καὶ χρυσαλλίς, τὸ κοροκόσμιον. ἢ χαρίζεσθαι μὴ δυναμένη, ἢ οὐκ εὔχαρις (Sapph. fr. 49 L. -- P.) [<καχίλα>· ἄνθη. Κύπριοι] <καχλάζει>· ψοφεῖ. τρύζει [<καχλαίνει>· ἐκ θορύβου ταράσσει] <καχλίς>· συμβολή *<καχλάζει>· κιχλίζει A. ἀθρόως γελᾷ (b), [τετάρακται. γέγονε δὲ ἀπὸ τῶν κυμάτων A. ἐπαίρεται, φλεγμαίνει vg *<κάχληκος>· τοῦ κόχλου <ἢ κόχλακος> A [<καχνάζει>· κακχάζει] <<καχρυδίας ἄρτος>· ὁ ἐκ κριθῆς γενόμενος· Πάξαμος> p *<καχρύων>· πεφρυγμένων κριθῶν κυρίως (Ar. Vesp. 1306), κα- ταχρηστικῶς δὲ καὶ πάντα τὰ πεφρυγμένα. καὶ βοτάνη ἡ λιβανωτίς. καὶ τῆς πεύκης ἡ βλάστησις. καὶ πυροί τινες <καχρύσω>· συγχεῶ. ταράξω. καὶ <κατακαχρύσω> ὁμοίως <καψάκιον>· γλωσσόκομον <καψάνιος>· ἐλάττωμα ἵππου <καψιδρώτιον>· εἶδος χιτωνίσκου (Com. ad. 325) <καψιπήδαλος>· ὁ μετὰ τῶν τὰ ἄλφιτα †καὶ μὴ διδόντων ἀλλόμενος †(Com. ad.) <κάψαι>· <οἱ> τεύχη <κέαρνος>· ὄρυξ <κεάζω>· διασχίζω r. ἢ κλῶ <κέαθοι>· βοηθοί *<κέαρ>· ψυχή r. Avgn, διῃρημένως <κέαρνα>· σίδηρα τεκτονικά, ἢ λαξευτικά. ἢ ἀξίνην <κεάσαι>· σχίσαι. καῦσαι (ο 322) *<κεάσθη>· ἐκλάσθη (Π 412) r. An <κεάσματα>· κλάσματα, ῥήγματα, διαῤῥήγματα *<κεάσσαι>· διελεῖν A. συγχέαι <κέαται>· κεῖνται (Λ 659) p <κεβαλή>· κεφαλή. κύλιξ <κεβλήνη>· ἡ ὀρίγανος <κέβλος>· κυνοκέφαλος. κῆπος <κέγκεις>· ἐπιδάκνῃ <κεγχραμίς>· τὸ ἐντὸς τοῦ σύκου σπερμάτιον r. (p) †<κέγνωται>· τέτρωται †<κεγνώειν>· τεθραῦσθαι. τετρῦσθαι <κεγχρανοπώλης>· τραγηματοπώλης <κεγχρίδων>· σπερμάτων ὁμοίων κέγχρῳ <κεγχρίλης κεγχρῄς, τριόρχης>· ... (Ar. Av. 1181) [ὁ καρπός] <κεγχρίνη>· τὸ ἐκ κέγχρου ἕψημα <κεγχρίς>· ὀρνέου εἶδος <κέγχρος>· εἶδος βοτάνης. καὶ σπερμάτιον μελίνῃ ἐμφερές <κεγχρώμασι>· ταῖς περιφερείαις (Eur. Phoen. 1386). καὶ τοῖς καταστρώμασιν <κεδάσας>· διασκορπίσας <κέδασαν>· διεσκόρπισαν <κεδᾶται>· σκεδάννυται <κέδματα>· αἱ χρονιώτεραι διαθέσεις νοσώδεις, περὶ τὰ ἄρθρα· οἱ δὲ περὶ τὰ γεννητικὰ μόρια· [οἱ δὲ] Ἱπποκράτης (Epid. 6,5,15) <κεδνά>· *ἀγαθά (vg). συνετά n (vg), πιστά. φροντιστικά. κόσμια. *[σεμνά (s). σώφρονα. καλά vg. τίμια (v) <κέδρακε>· ῥιγοῖ, πέφρικεν [<κεδράντης>· τὸ πᾶν, ἢ λεπτὰ δύο, τὰ χερσαῖα] <κεδρίδες>· ὁ καρπὸς τῆς κέδρου <κέδρινον>· εὐῶδες (Ω 192) <Κεδρίσιες>· οἱ Κυδωνιᾶται <κέδρον>· Ἀττικοὶ οὐδετέρως *[[δάνειον] A <κέδρος>· ῥάβδος. κιβωτός, λάρναξ. *ἢ δένδρον r. (A) ἄκαρ- πον (A) <κέδροπα>· τὰ ὄσπρια (Hippocr. nat. pueri 12, VII 488,3 L. v. l.) <κεῖα>· καθάρματα <κειάμενοι>· καύσαντες (Ι 234) An *[<κειανθί>· καίοντες A] <κείας>· καύσας *<κείατο>· ἔκειντο (Λ 162) An *<κένσαι>· τῇ μάστιγι νύξαι (Ψ 337) Ag [<κεθμῶνες>· φωλεοί] [<κείδεα>· κακά] (Β 15) *<κεῖον>· ἐπορεύοντο (Β 509) (A) *<κεῖθι>· <ἐκεῖ> r Avg b) <<κεῖσε>·> .. ἐκεῖσε r. Avg. εἰς ἐκεῖνον τὸν τόπον (Γ 410) [<κείηε>· τέθνηκεν] <κεικύνη>· συκάμινος <κειμήλια>· τὰ ἀπόθετα χρήματα r. ng, ἀπὸ τοῦ <κεῖσθαι> (Ζ 47)· καὶ τὰ ἐν παραθέσει. μεταφορικῶς δὲ καὶ ἐπὶ σώματι τίθεται <κεινη>· ἐκείνη (β 124). [κενή (Γ 376) n <κείνης>· ἐκείνης (Ε 894) <κεινῇσι>· ματαίαις, κεναῖς (Δ 181) <κεινόν>· κενόν. ἢ [ἐκεῖνον (Γ 408) (gn) <κείν' ὄχεα>· ὅταν κενὸν <τὸ> ἅρμα ᾖ (Λ 160) <κείοντες>· κοιμηθησόμενοι (Ξ 340) [<κεῖρα>· γενεά. ἢ ἡλικία] <κείρει>· τέμνει. [κατεσθίει (Λ 560) g <Κειριάδαι>· δῆμος φυλῆς Ἱπποθοωντίδος *<κειρίαι>· [κειραιαί] <ζῶναι εἴτουν ἱμάντες τῶν κλινῶν> (Ar. Av. 816) A <κειρίδες>· [κηρία]. ὄρνεα [<κειριόνου>· ἐπίκερός ἐστιν ὁ τόπος] <κεῖρις>· ὄρνεον r. ἱέραξ. [οἱ δὲ ἀλκυόνα r <κείροντες>· ἀναλίσκοντες, [ἐσθίοντες (Φ 204) n <κειρύλος>· τοῦτον ἔνιοι κηρύλον λέγουσι. ἔστι δὲ ὄρνεον. ὁ δὲ Ἀντίγονος (Mirab. 23) τῶν ἀλκυόνων τοὺς ἄῤῥενας κηρύλους φησί (Ar. Av. 299) *<κεῖσε>· ἐκεῖ gn. εἰς ἐκεῖνον τὸν τόπον <κεῖσθαι>· ὑποκεῖσθαι ἐνέχυρα [<κεισιβδηλευμένοι>· νόθροι] *<κείσομαι>· τεθήσομαι (χ 319) A <κεισός>· βοτάνης εἶδος <κεῖσσα>· κίσσα. Λάκωνες <κεῖται>· ἀεὶ ἐπὶ κακοῦ τίθεται τοῦτο, ἢ θανάτου, ἢ ἀπραξίας <κεῖτο>· πεπτώκει (Ν 392 ...) *<κειχείς>· καταλαβών (Π 342) A <κειῶδες>· εὐῶδες (Ζ 483) <κείων>· κοιμηθησόμενος (ξ 532) r <κειώσασθαι>· καθήρασθαι <κεκαδησόμεθα>· διασκορπισθησόμεθα. *[χωρισθησόμεθα (Θ 353) g <κεκαδεῖν>· χωρίσαι. στερῆσαι. σκεδάσαι <κεκαδέσθαι>· φείδεσθαι. ἐντραπῆναι <κεκαδῆσαι>· βλάψαι, κακῶσαι. φείσασθαι. στερῆσαι (φ 153?) <κεκαδών>· χωρίσας. *[στερήσας Ab. φροντίσας (Λ 334) <<κεκαίνωται>·> κεκαινοτόμηται. νεωτέρισται (Thuc. 1, 71,3) <κεκαλαμευμένοι>· καλάμη γεγονότες <κεκάλακας>· καλὴ γέγονας. [ἢ ἐκάλεσας] <κεκαλμένον>· ἐπὶ γῆς ἐκπεπτωκός <κεκρανίς>· τράγου δορά <κεκαρμένον>· περικεκομμένον. [ἢ κεκοσμημένον] <κεκάρπωκε>· τετελείωκε. καὶ ἀπέκαυσεν <κεκάσθαι>· κατεσκευάσθαι. *[κεκοσμῆσθαι An <κεκασμέναι>· *κεκοσμημέναι (r. gn) δεδοξασμέναι. τετελειωμέ- ναι <κέκασται>· κεκόσμηται r. κατεσκεύασται. κρατεῖ. ὑπερέχει. ὥπλισται. τέτακται. πέποιθε. δεδόξασται *<κεκαυτηριασμένοι>· βεβασανισμένοι (A), μὴ ἔχοντες τὴν συνείδησιν ὑγιῆ (1 Tim. 4,2) An (g) <κεκαφηότα>· ἐκπεπνευκότα r (pb), <κάπυς> γὰρ τὸ πνεῦμα· r καὶ <κῆπος> ὁ περιπνεόμενος καὶ εὐήνεμος τόπος (Ε 698). [ἔνθεν καὶ <καπιλλᾶτος>, ἀπὸ τοῦ διασείεσθαι αὐτοῦ τὰς ἐν τῇ κεφαλῇ τρίχας ὑπὸ τοῦ πνεύματος. καὶ γὰρ καὶ αὐτὴ ἡ κεφαλὴ ὑπὸ Ῥωμαίων <κάπουτ> κέκληται, ἀπὸ τοῦ ὑψηλοτέ- ραν εἶναι τοῦ ἄλλου σώματος αὐτὴν <καὶ> περιπνεῖσθαι] <κεκαφηότι>· ἐκπεπνευκότι <κεκεῖνα>· κισσός *<κεκεπφωμέναι>· ἐπῃρμέναι A (g) *<κεκερτόμηται>· κεχλεύασται q. Ag *<κέκευθε>· κέκρυπται (Χ 118) A vg n <κέκηδε>· φροντίζει. ἀλγεῖ (Tyrtae. fr. 12,28 Bgk?) *<κεκηλίδωσαι>· μεμίανσαι (Ierem. 2,22) Ag (v) <κεκῆνας>· λαγωούς. Κρῆτες <κεκηρωμένη>· κεκακωμένη [<κεκήσας>· βοᾷς] <κέκηφε>· τέθνηκεν <κεκιβδηλευμένοι>· ἄτιμοι. ἀχρεῖοι. *[ἀδόκιμοι, νόθοι (Ar. Ran. 721) (Agn) <κέκιλος>· ἰσχνόφωνος [<κεκλεγμένος>· ἐπικαλούμενος] <κεκλαμένον>· κεκλαδευμένον. [κεκλυμμένον] ἀποκεκλασμένον (λ 194 v. l.) <κέκλεο>· κάλεσον <κέκληκε>· καλεῖ. κελεύει <κέκληται>· <καλεῖται, λέγεται> (Κ 258) <κέκλετο>· παρεκελεύετο An. ἐκάλει, ἐβόα. παρεκαλεῖτο (Ζ 287 ..) <κεκλήατο>· συγκεκλημένοι ἦσαν (Κ 195) <κεκληγός>· ψοφοῦν <κεκληγώς>· ψοφῶν. βοῶν, φωνῶν, [κραυγάζων. (r. vgn) ἐπι- καλούμενος (Β 222 ..) r <κεκλίαται>· συνεληλασμένοι εἰσίν (Π 68) <κεκλιμένοι>· περικεκλεισμένοι. *[περιεχόμενοι (gn). κεκλειμένοι. προσανακείμενοι (Ο 740) [<κέκλεινται>· κεῖνται] *<κεκλόμενοι>· κελεύοντες (Λ 346 ..) A <κέκλου>· κάλεσον <κέκλυθι>· ἐπάκουσον (Κ 284) r *<κέκλυτε>· ἀκούσατε Agn ἀκούετε (Γ 86 ..) *<κέκλυτέ μευ>· ἐπακούσατέ μου (Γ 86 ..) Av *<κεκλωσμένου>· διανενησμένου (Exod. 26,1 ..) A <κέκμακε>· κεκοπίακεν (p) <κέκμηκε>· πεπόνηκεν. τέθνηκεν. ἀπείρηκε. κεκόπωται <κεκμήκει>· ἀπειρήκει ὑπὸ κακῶν *<κεκμηκώς>· κεκοπιακώς (4. Macc. 3,8) r. Ag <κεκμηῶτες>· οἱ κεκοπιακότες <κέκνακεν>· ὑπὸ κακῶν ἀπειρήκει <κεκνιπωμένοι>· καρποὶ ὑπὸ ἐρισύβης διεφθαρμένοι. ἢ κνιποὶ τοὺς ὀφθαλμούς ... <κεκοισυρωμένη>· ἐκπεπληγμένη. περιεσταλμένη <κεκοκκυγωμένον>· κεχρισμένον χρώματι κοκκυγίνῳ, ὅ ἐστιν πορφυροῦν· ἀπὸ κοκκυγέας δένδρου *<κεκολαμμένη>· γεγλυμμένη (Sir. 45,11) Ag <κεκολάσθαι>· μώλωπας ἔχειν <κεκολλυρωμένον>· λευκῷ κεχρισμένον *<κεκομψευμένης>· κομψὸν τὸ σεμνόν, ἢ ἀστεῖον· ὅθεν λέγεται τὸ ῥῆμα A <κεκονδυλωμένον>· †διηρθρωμένον †<κέκοκεν>· ἔγνωκεν [ὅτι]. κεκακούργηκεν. ἢ πεφόνευκεν *<κεκονιαμένος>· κεκονιορτωμένος (Prov. 21,9 ...) Ag *<κεκόπακεν>· ἐπαύσατο (Gen. 8,8) r. Avg <κέκοπας>· ἐκόπασας. [ἢ κονδύλους ἔχων] <κεκορυθμένος>· καθωπλισμένος r, ἀπὸ τῆς κόρυθος (Δ 495 ..) [<κεκορυσμένα>· μεμετεωρισμένα. ὡπλισμένα] <κεκόσμηται>· τέτακται. κεκάθαρται <κεκοτηότι>· ὠργισμένῳ, κεχολωμένῳ (Φ 456) <κεκράανται>· ἐπιτετέλεσται (δ 616) <κεκραγήσει>· κραυγάσει <κεκραδῖναι>· ἄγριαι θρίδακες <κεκραμένας>· [κεκαρμένας. ἢ] εὐκράτους <κέκρανται>· τετέλεσται (Eur. Hipp. 1255 ..) *<κεκραιπαληκώς>· εὐφραινόμενος v, ἢ εὐφραμμένος (Ps. 77,65) A <κέκρηται>· ἥρμοσται <κεκριγότα>· κεκραγότα <κεκριμένη>· διακεχωρισμένη. τεταγμένη. σαφής. εὔδηλος. ἐπι- λεκτή (Κ 417) <κέκραγε>· βοᾷ. φανερῶς διαμαρτύρεται (Isai. 15,4) *<Κεκροπίδας>· Ἀθηναίους Ag, τοὺς αὐτόχθονας (Eur. Phoen. 855) A <κεκρουμένῳ>· ἐνδεεῖ, καὶ οὐ πλήρει *[<κέκροψ>· ἀπατεών. ἢ πίθηκος] Avgs <κεκρυμμένην>· †ἐπιμενῶς κειμένην (Bel 12) <κεκρύφαλος>· εἶδος κοιλίας τῶν μηρυκαζομένων ζώων. *σαβα- κάθιον Ag δεσμότριχον (Χ 469) <κεκρυφάλους>· τοὺς τῶν ἵππων κορυφαστῆρας, καὶ κροκυφάν- τους †<κέκτηκε>· τέτοκεν †<κεκτισμένοι>· πεφημισμένοι. κατεσφραγισμένοι <κεκύθωσι>· κρύψωσι (ζ 303) <κεκυπτάκασιν>· ἀσχολοῦνται *†<κέκυλτα>· δῶρα τὰ τῇ χειρὶ ἑλκόμενα A <κεκύκη>· καμπύλη <κεκυσῶσθαι>· ἐκτετμῆσθαι *<κεκυφότα>· ταπεινοῦντα A (vg) <κεκωδωνισμένοι>· πεπειρασμένοι, καὶ ἐξητασμένοι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων, καὶ τοῖς κώδωσι διαπειρωμένων, εἰ οἱ πρώτως <ἐν> ταῖς φυλαῖς τεταγμένοι ἐγρηγορέναι ... (Ar. Ran. 723) <κεκωδώνισται>· πεπείρασται, ἐξήτασται, δεδοκίμασται <κεκώνηται>· πεπίσσωται. κέκλυσται <κεκώπευται στρατός>· ὁ ἐπὶ κώπης (Soph. fr. 148?) <κεκώπηται>· ἡ ναῦς. [καὶ τὸ ἐν ἑτοίμῳ ἔχειν τὰ ξίφη (Eur. Or. 1288)] <κελαδεῖ>· βοᾷ <κελαδεινή>· κραυγή, βοή. ἢ κυνηγὸς ἐπιθετικῶς [<ἡ Ἄρτεμις> (Υ 70) r *<κελαδεινῆς>· θορυβώδους (Π 183) gb *<κελάδησαν>· ἤχησαν (Θ 542) (g) ns *<κέλαδος>· ἦχος μουσικός A, κραυγή, βοή, [θόρυβος (Eur. Hec. 928) Ag <κελαδων>· ἠχῶν, μέλπων (Φ 16) καὶ ποταμὸς Ἀρκαδίας (Η 133) *<κελαινεφές>· ὁ μελαίνων τὰ νέφη (Β 412) r. Ag <κελαινεφὲς αἷμα>· μέλαν (Δ 140) [παραγώγως ἢ συνθέτως, κελαινὰ συνάγων τὰ νέφη] *<κελαινή>· μέλαινα (Ε 310 ..) r. n <κελαινιόων>· μελαινόμενος r *<κελαινόν>· μελανόν (Α 303) r. Agsb <κελαινόλοπα>· κεράσια <κελαινῶπα θυμόν>· τὸν μὴ φανερόν. τὸν δόλιον. καὶ τῇ ψυχῇ δύσνουν (Soph. Ai. 954) <κελαιούς>· [ἡσύχους] ἤχους (r) <κελαρύζει>· *ἠχεῖ Avgn. φωνεῖ. ἢ συνεχῶς ῥεῖ. ἔστι δὲ ἰδίωμα ἤχου (Φ 261) *<κελαρύξεται>· μετὰ φωνῆς ἠχήσει An <κελαρύζειν>· ἰδίωμα ψόφου A †<κέλε>· τέρπε (s) <κέλεαι>· κελεύεις (Α 74) r (b) <κέλεαί με>· κελεύεις με (Α 74) <κελέβη>· ποτηρίου εἶδος θερμηροῦ. καὶ ποιμενικὸν ἀγγεῖον r <κελεΐς>· ἀξίνη [<κελεβρά>· λεπτὰ καὶ νεκρὰ κτήνη] <κελένδρυνον>· δρύϊνον. †κελαιόν. λέγεται δὲ καὶ μυσκέλενδρον. καὶ τὸ μακρόν *<κελαινόν>· σκοτεινόν. μέλαν (Α 303) r <κελεόν>· ὄρνιν r ποιόν <κελέοντας>· [εἰς] ἱστόποδας (Ar. fr. 795). καὶ τὰ ὁπωσοῦν μακρὰ ξύλα, δοκούς, ἱστούς, καὶ πέτευρα οὕτω φασί· Σικελοὶ γὰρ τὰ ξύλα ... <Κελεός>· ἥρως Ἀθηναῖος *<κέλεται δὲ θυμός>· παρακελεύεται ἡ ψυχή (Κ 534) A (n) *<κέλευθοι>· ὁδοί (Κ 66) (An) <Κελευθείας>· τὰς ἐνοδίους δαίμονας <κελευθείοντες>· ὁδεύοντες <κελευθιόων>· πρὸς ὁδὸν ἔχων τὴν διάνοιαν (Ν 125 v. l.) *<κέλευθος>· ὁδός r. Avg (n) <κελεύθρας>· κελεύσεως <κέλευσον>· πρόσταξον (η 163) <κέλευστρα ἢ κελεύστα>· ἅμαξα ἡμιονική <κελευτιόων>· κελευστικῶς ἔχων (Ν 125) <κελεύματα>· παιδιᾶς εἶδος. καὶ ἀγάλματα <κέλετρον>· ᾧ τοὺς ἰχθύας θηρῶσιν ἐν τοῖς ποταμοῖς *<κεληθίζειν>· τοῖς ἵπποις ἐπιβαίνειν (Ο 679) A <κελευσμοσύναις>· κελεύσεσιν <κέλης>· ἵππος r. An (g) καὶ ἱππαστής. καὶ μέρος. καὶ εἶδός τι [τῆς] νεώς. καὶ *[μονάτωρ r. An (g) <κελητιᾶν>· κελητίζειν. ἱππεύειν <κελλάς>· μονόφθαλμος <κέλλειν>· τὸ εἰς γῆν ἐκτιθέναι τὴν ναῦν. καὶ <ἐξοκέλλειν> †<κέλλικας>· δημότας <κελλίων>· ἡ τῶν χωλῶν βάσις <κελλόν>· στρεβλόν r πλάγιον <κελλῶσαι>· πλαγιάσαι <κελμάς>· θέρμη. [ἢ νεῦρον ἐλάφου] <Κελμίς>· παῖς †ἢ λύκιθον† καὶ ὄνομα ἑνὸς τῶν Ἰδαίων Δακτύλων *<κελοίμην>· κελεύοιμι (Ι 517) n (A) *<κελόμην>· ἐκέλευον (Α 386) n *<κέλομαι>· κελεύω (Γ 434) Ans [*<κελόν>· κελεύω [ἢ] ὅμοιον A] <κέλσαι>· ἐκκεῖλαι. ὁρμῆσαι. καταλαβεῖν. εὐτρεπίσαι. ἐξοκεῖλαι (κ 511). [συγκλεῖσαι. εἱλῆσαι] <Κελτοί>· ἔθνος ἕτερον Γαλατῶν <κελύφανα>· λεπίσματα <κέλυφος>· *λέπος Avgn. κυρίως δὲ καὶ τὸ τῆς ὀπώρας, καὶ τῶν δένδρων *<Κελχῶνες>· ἔθνος Σκυθικόν. ἢ <Κελχοί> Ab *<κελῶ>· ὁρμήσω Ag *[<κελωι πυρί>· τῷ καυστικῷ] (Θ 217) A <κέλωρ>· ἔγγονος, υἱός (Eur. Andr. 1033) (Avgn). ἐκτομίας, γάλ- λος, σπάδων <κελώριον>· παιδίον <κέλωρ>· φωνή, <ἀξίωμα> r <κελωρύειν>· κεκραγέναι, βοᾶν <κελωρύσας>· φωνήσας, βοήσας <κεμάς>· νεβρὸς ἔλαφος r τινὲς δὲ δορκάς (Κ 361) [<κεμασῖνας>· ἰχθύας] †<κεμαντά>· καθαρά. εὐώδη <κέν>· ἄν *<κεμάς>· ἔλαφος g νέος <κέμμερος>· ἀχλύς, ὁμίχλη <κέμμης>· ὅριον <Κέμμις>· πόλις ἐν Αἰγύπτῳ (Hdt. 2, 91,1) †<κέμμορ>· μέγα κῆτος <κεμπός>· κοῦφος, ἐλαφρὸς ἄνθρωπος [<κεμφάς>· ἔλαφος] <κέμων>· ἑτερόφθαλμος *<κενά>· ἀπόκενα. ἄκυρα (χ 249) A <κενεά>· κενά, μάταια. Κύπριοι δὲ ἀναδενδράδας <κενέαρος>· κενός. ἐλαφρός *<κενεαυχέες>· μάταια καυχώμενοι nT. καὶ κενῶς αὐχοῦντες (Θ 230) <κενέβρεια>· τὰ θνησίδια, καὶ νεκριμαῖα κρέατα (Ar. Av. 538) *<κενεῆς>· ματαίας An. κενῆς n *†<κενέφας>· σπόγγος Avg np *<κενεμβατεῖ>· ματαίως πατεῖ (Avg) *<κενεόν>· κενόν g. ἄπρακτον (Β 298) (n) <κενεῶνα>· *τὸν περὶ τὸν λαγόνα τόπον Avg. τὸ διάκενον μέρος τῶν ὀστῶν. ἀρσενικῶς (Ε 284) *<κενὴ δόξα>· κενοδοξία (Avg bp) [<κενίσαι>· κεντρίσαι] [<κενοῖο>· αὐτοῦ] *<κενόν>· τὸ κενωθέν. μάταιον (Eur. Or. 1043 ..) r. An *<κενοφωνίας>· ματαιολογίας (1. Tim. 6,20) Avgn <κέν πως>· ἄν πως (Τ 81?) <κενῶσι>· κενεῶσι. λαγόσι <κένσαι>· *κεντρίσαι Agn. †κτίσαι. κελεῦσαι (Ψ 337) [<κενταυρίσκος>· ἀγροῖκος, ἄγριος] <κενταυρικῶς>· ἀγροίκως, ἀγρίως <κένταυροι>· λῃσταί. καὶ οἱ Τιτᾶνες. καὶ οἱ παιδερασταί, ἀπὸ τοῦ ὄῤῥου [<κένταυρος>· ὄῤῥος] <κεντήματα>· ζημιώματα (Sophr. fr. 143) †<Κενταταπίτη>· χωρίον τι <κέντορες>· κεντρισταὶ ἐν τῷ ἐλαύνειν, ἐλατῆρες (Δ 391) <Κεντριάδαι>· τῶν περὶ τὰ μυστήρια <κεντρῖναι>· †φωνήν. γένος τι ζῴου <κεντρηνεκέας>· εὐπειθεῖς, ταχεῖς, καὶ διηνεκῶς κεντριζομένους, καὶ [τοῖς κέντροις εἴκοντας r καὶ πειθομένους (Ε 752) <κέντρον>· δόρυ. μάστιξ. καὶ τὸ ἐν σιδήρῳ ἀδαμάντινον <κεντροτυπος>· μοχθηρός. φαῦλος. ἢ κεντροποιός. πανοῦργος *<κεντυρίων>· ἑκατόνταρχος (Marc. 15,39) r. Avg *<κέντωρ>· ἡνίοχος r. n *<κενωθῇ>· μάταιος ἀποφανθῇ (1. Cor. 1,17) n <κεραϊσταί>· κομῆται. πολεμικοί <κεραϊστής>· κομήτης. ἁλιεύς. εἶδος ὄφεως. καὶ ὁ κέρατα ἔχων *<κενῶν φάους>· τυφλῶν A *<κέοιτο>· κεῖτο Avgn *<κέπφος>· εἶδος ὀρνέου κουφοτάτου Agn. περὶ τὴν θάλασσαν διατρίβοντος, [ὃ εὐχερῶς ὑπὸ ἀνέμου μετάγεται. ἔνθεν λέγεται ὀξὺς καὶ κοῦφος ἄνθρωπος <κέπφος> Agn *<κεπφωθείς>· ἐπαρθείς r. Agn. ἀπατηθείς (Prov. 7,22) r. A <κέρα>· κέρατα (Δ 109) s. τρίχες <κέρα ἀγλαέ>· τὴν τρίχα λαμπρέ Avgn. τῷ τόξῳ ἀγαλλόμενε (Λ 385) <κεραία>· ἐν τῷ πλοίῳ οὕτω τι καλεῖται <κεραΐδες>· τῶν προβάτων τὰ θήλεα, τὰ ἔνδον ὀδόντας ἔχοντα *<κεραΐζειν>· κτείνειν. πορθεῖν. διαρπάζειν A διαφθείρειν <κεραϊζετον>· διέφθειραν (Ε 557) *<κεραΐζων>· ἀναιρῶν. πορθῶν Avgn. φθείρων (Π 752) n *[<κεραιλέα>· τὴν κόμην καλλωπιζομένη A] <κέρατ' ἐλαιοῦντα>· ὁ εἰς κέρατα ἔλαιον ἀλείφων †<κερέεσιν>· ἄλγεσι φθοραῖς <κέραινε>· κεράννυε n, κέρασον (Ι 203 v. l.) <κεραιοῦχον>· δικαιοδότην. ἀπὸ τοῦ ἐν τοῖς πλοίοις <κεραιού- χου> <κέραιρε>· κέρασον (Ι 203 v. l.) (r. b) <κεραΐς>· κορώνη <κεραία>· σταυρός <κεράμβηλον>· κήπου προβασκάνιον. καὶ θηρίδιόν τι, ὃ περὶ τὰς συκᾶς δεσμευόμενον ἀποδιώκει τῇ φωνῇ τοὺς κνῖπας. ἔνιοι τοὺς κανθάρους, ὡς κέρατα ἔχοντας. τὸν Κέραμβον ... <κεράμβυξ>· ζῶον κανθάρῳ ὅμοιον <κεράμεα>· ὁ παντοδαπὸς κέραμος <κεραμεῖα>· ἔνθα τὰ ὀστράκινα σκεύη πιπράσκεται <κεραμεικαί>· πλατεῖαι πληγαί. ἀγὼν γὰρ Ἀθήνησιν εὐτελὴς ἐν τῷ Κεραμεικῷ, ἐν ᾧ τύπτουσι πλατείαις χερσὶ τοὺς μὴ τρέχοντας καὶ τοὺς ἄλλους ἀγωνιστὰς γέλωτος χάριν *<κεραμεοῦν>· ὀστράκινον r. Agn <κεραμεὺς [ὁ] Λυκοῦργος>· <ὁ Ἀθηναίων νομοθέτης> (Com. ad.) <κεραμικὴ μάστιξ>· τὸν ὀστρακισμὸν λέγουσι· μάστιγα μὲν διὰ τὸ βασανίζειν τοὺς ὀστρακιζομένους καὶ κολάζειν, κερα- μικὴν δὲ διὰ τὸ ἐκ κεράμου τὰ ὄστρακα εἶναι <Κεραμεικός>· τόπος Ἀθήνησιν, ἔνθα οἱ πόρνοι προεστήκεσαν q. εἰσὶ δὲ δύο Κεραμεικοί, ὁ μὲν ἔξω τείχους, ὁ δὲ ἐντός <κεραμίνας>· πηλίνους <κεραμίνῳ>· εὐτελεῖ. ἢ ἀπὸ κεράμου <κεράμιον>· τὸ τοῦ οἴνου ἢ ὕδατος σταμνίον <κέραμος>· πίθος. καὶ πᾶν [ὄστρακον r. καὶ δεσμωτήριον. καὶ ὀχύρωμα. καὶ πόλις Καρίας. ἤδη δὲ ἐπὶ χρώματος <κερανίξαι>· κολυμβῆσαι. κυβιστῆσαι [<κεράννυε>· κέρασον] *<κεραννύντος>· κιρνῶντος Avg *<κεραόν>· τέλειον g. ἢ κέρατα ἔχοντα (Γ 24) *<κεραοξόος>· κερατοποιός (Δ 110) (ns) <κεραὸς ἔλαφος>· ... ἢ εὔκερως (Γ 24) r <κέρας>· θρίξ. τόξον. καὶ αἰδοῖον *<κέρας>· κεφαλή (A). θρίξ. σάλπιγξ. [δύναμις g. ἢ πολέμου μέρος Avgn. καὶ [ἡ ἐξοχή <καὶ ἡ τιμή> r <κεράσαι>· μῖξαι. *[ἑνῶσαι. συνάψαι (Avg) <κερασβόλα>· *ἄκαρπα Ag, τὰ <μὴ> ἑψητὰ ὄσπρια. οἱ †περὶ τῶν κεράτων βοῶν δεσμοί †[καὶ οἱ ἐν ταῖς ἀρχαίαις λύραις κόλλαβοι] <κέρας ὄρθιον>· ἡ νευρά. Εὐριπίδης δὲ Αὔγῃ ... fr. 278) <κερασός>· δένδρον r. ὃ φύεται ἐστραμμένως. σχοινίον δὲ ποιεῖ ὁ φλοιὸς αὐτοῦ, μεθ' οὗ ἀντὶ νεύρων δεσμεύουσιν <Κεραστιάς>· ἡ Κύπρος ποτέ *<κερασφόρος>· κερατοφόρος (Eur. Phoen. 248) Avg <κεράσχειλοι>· οἱ ἐπικαμπῆ ἔχοντες τὰ χείλη <κέρατα>· τῆς φάλαγγος τὰ ἄκρα. καὶ μετώπου μέρος. καὶ ἡ τῶν κεράτων χρῆσις †<κερατεσσεῖς>· οἱ τοὺς ταύρους ἕλκοντες ἀπὸ τῶν κεράτων. καλοῦνται δὲ καὶ <κεραελκεῖς> <κερατουργός>· ὁ ταῖς κιθάραις κέρατα ποιῶν <κέρατος φυτόν>· ὃ πρὸς τὰ τόξα ἐχρῶντο [<κερατωνία>· συκῆ Αἰγύπτου] <κερατοβόλια>· τὸ λαγωβόλον <κεραυνίας>· ὁ κεκεραυνωμένος <κεραύνιος>· ἐμβρόντητος. καὶ Ζεὺς ἐν Σελευκείᾳ. καὶ ἱμάτιον ποιόν <κεραυνός>· ψόφος, κτύπος. βροντή. ἀῤῥωστία. καὶ *τὸ τοῦ Διὸς ἀμυντήριον Avgn καὶ καύστρα <κέραφος>· χλευασμός, κακολογία <κερβαλά>· [ἀσθενῆ]. μέταλλα κερβέριοι>· ἀσθενεῖς. φασὶ δὲ καὶ τοὺς Κιμμερίους <Κερ- βερίους>· καὶ τὴν πόλιν οἱ μὲν Κερβερίαν καλοῦσιν, οἱ δὲ Κιμμερίην· ἄλλοι δὲ †Κιμμη. ἔστι δὲ τόπος ἐν ᾅδου (λ 14). *<Κέρβερος>· <κύων μέγας Ἅιδου> τρικάρηνος r. np <κερβοροκίνδυνος>· τάρταρος †ὠχρός [καὶ κύων μέγας Ἅιδου] <κερβόλλουσα>· λοιδοροῦσα, βλασφημοῦσα. ἀπατῶσα *<κερδαίνει>· πορίζεται A <κερδαῖον>· τὸ ἐπικερδὲς τοῖς παροῦσι, καθόσον ἐκβέβρασται *<κερδαλέης>· [πανοῦργος. ἐπικερδής (ν 291) An]. συνετῆς (Κ 44) (A) <κερδαλέον>· δόλιον, πανοῦργον. ἢ κέρδη περιποιοῦντα <καὶ> ὠφελείας (ζ 148). *ἢ ποικίλος As <κερδαλεώτερον>· ἐπικερδέστερον <κερδαλεόφρων>· ἐκ παντὸς κερδαίνειν φρονῶν διὰ δόλου. κερδοῦς φρόνημα ἔχων, τουτέστιν ἀλώπεκος, ὅθεν ὁ δόλιος (Α 149) *<κερδαλέη>· ἀλώπηξ (Archil. 89,5) r. gp <κέρδεα>· πανουργίας (Ψ 322) *<κέρδεσι>· πανουργίαις (Ψ 515) n †<κερδείιαν>· ἀλωπεκίαν <κέρδιον>· συμφορώτερον, [ὠφελιμώτερον (Γ 41 ..) r. Avg <κέρδιστος>· συνετώτατος. φρόνιμος. πανουργότατος (Ζ 153) An [<κέρδοπα>· ὄσπρια] <κέρδος>· σύνεσις. τέχνασμα. [ὠφέλεια (Κ 225) r <κερδοσύνη>· σοφία. τέχνη. σύνεσις. πανουργία (δ 251) *<κερδώ>· [κερδίστη A]. ἀλώπηξ r. Avg n [<κερέα>· ἀρχή. γράμματα] [<κέρεζε>· πορθεῖ] <κερεῖ>· ξυρεῖ *<κερεῖς>· θερίσεις (Prov. 27,25) A <κερητίζει>· βαλλίζει <κέρκα>· ἀκρίς <κερδάλια>· [ἐπιτάφια] <γυναικεῖα ἐνδύματα καὶ> ἐντάφια r <κερκάς>· κρὲξ τὸ ὄρνεον [<κέρκαξ>· ἱέραξ] <κέρκαφα>· ἐγγύη <κερκέτης>· τὸ μικρὸν πηδάλιον. ἀπὸ τῶν εὑρόντων <Κερκέται>· ἔθνος Ἰνδικόν <κερκίδας>· δονακίνας. ἐπεὶ ταῖς ἀνθήλαις ἐχρῶντο εἰς κερκίδας (Callim. fr. 284) <κερκιθαλίς>· ἐρῳδιός <κερκίς>· ἡ τῆς πίτυος κορυφή, ἢ αἴγειρος. καὶ εἶδος ὄρνιθος <κέρκνος>· ἱέραξ. ἢ ἀλεκτρυών <κέρκος>· θηρίδιον τὰς ἀμπέλους βλάπτον. καὶ *[οὐρά r. Avgn. καὶ ἀνδρεῖον αἰδοῖον. ἢ ἀλεκτρυών. ἢ ἀρουραῖος μῦς *<κέρκουρος>· εἶδος πλοίου q. A. καὶ ἰχθῦς A <κέρκωψ>· παιγνιώδης ἢ εἶδος θηρίου, μεγάλην οὐρὰν ἔχοντος <κέρκυ>· διπλῆ αὕτη, καὶ διστέλεχος καὶ διθύσανος. ἐχρῆτο δὲ αὐτῇ μᾶλλον ὁ ἐν Κῷ πρύτανις <Κέρκυρα>· νῆσος <Κερκυραία μάστιξ>· περιττήν τινα τὴν κατασκευὴν εἶχον αἱ Κερκυραῖαι μάστιγες. οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι. εἶχον δὲ ἐλεφαντίνους κώπας καὶ τὰ μεγέθη περιτταὶ ἦσαν. ὑπερηφάνους δὲ [καὶ] εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶ Ἀριστοτέλης [ποιεῖσθαι, ἢ] γενέσθαι (fr. 513 R3 <Κερκυραῖοι ἀμφορεῖς>· τὰ Ἀδριανὰ κεράμια *<κέρκωπες>· ποικίλοι. πονηροί. [πανοῦργοι (Prov. 26,22) A *<κερκωπίζοντες>· κατασκώπτοντες (Agn) <κερκώπη>· μικρὸν τεττίγιον τὸ καλαμαῖον λεγόμενον. εἶναι γὰρ τρία γένη τεττίγων φασί. οἱ δὲ τέττιξ θήλεια μὴ φωνοῦσα <κερκώπων>· *δολίων Avgn. πονηρῶν. σκωπτῶν. κακούργων. τεττίγων <κέρματα>· χρήματα. θραύσματα *<κερματίζει>· εἰς λεπτὰ διαιρεῖ Agn, ἤγουν εἰς μικρὰ συντρίβει <κέρμηλος>· ἀφ' οὗ χαλκὸς γίνεται [<κέρνα>· ἀξίνη] <κέρνεα>· τὰ τῇ Μητρὶ τῶν θεῶν ἐπιθυόμενα <κέρνος>· στεφανίς. ἀγγεῖα κεραμεᾶ <κερνοφόρος>· ὁ τὰς θυσίας ἄγων <κεροβάτης>· ὁ Πάν· ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἱονεὶ κερατοβάτης, τὴν βάσιν ἔχων κερατίνην <ἐπεὶ τὰ κάτω τράγου εἶχεν> (Ar. Ran. 230) *<κερόδετα>· τόξα· (Eur. Rhes. 33) Ag †<κεράμεναι>· λυπόμεναι. καὶ ὥσπερ παιόμεναι. [ἔπειτα κατὰ τράγου ἔχειν] <κεροπλάστης>· λεπτουργός. ἢ τριχοκοσμητής (Archil. fr. 57 Bgk) <κερουλκός>· ὁ τοῖς κέρασιν ἕλκων (p) τὸ ἄροτρον. καὶ ὁ κε- ραιοῦχος κάλως <κερουτιᾶι>· γαυριᾶι. μετενήνεκται δὲ ἀπὸ τῶν ὑψαυχενούντων ταύρων [<κερεκόψαι>, ἢ σχίσαι ξύλα] <κέρσα>· Ἀσιανὸν νόμισμα <κέρσαι>· κόψαι r, *τεμεῖν A. κεῖραι. γαλλίσαι. †καὶ δραστήρια <κέρσης>· γάλλος <Κέρτα>· πόλις, ὑπὸ Ἀρμενίων *<κερτομεῖ>· χλευάζει vg, γελᾷ, ὑβρίζει vgn *<κερτομίας>· ἐρεθιστικός r. A (n) <κερτομία>· παίγνια. προβασκάνια. ἐρεθισμοί. παραλογισμοί <<κερτομισταί>·> ψεῦσται, καὶ γελασταί (b) <κερύχρη>· εἶδος πλακοῦντος <κερχαλέον>· σκληρόν. ξηρόν. διψαλέον (Hippocr. epid. 7,7) <κέρχανα ἢ κερχάνεα>· [ὀστέα (r), καὶ ῥίζαι ὀδόντων <κέρχνει>· τραχύνει <κέρχνη>· τὸ ἐκ τῆς μελίνης ἕψημα. ἢ τὰ νῶτα τῶν ἰχθύων. καὶ ὀρνέου εἶδος. καὶ ἡ μελίχρους <κερχνώμασι>· τραχύσμασι. κυκλώμασι. γαργαλισμοῖς. καλοῦσι δὲ καὶ τὸν περὶ τὰς ἴτυς τῶν ἀσπίδων κόσμον (Eur. Phoen. 1386?) καὶ ποτηρίων ἐπὶ χειλῶν ... λέγονται δὲ καὶ †νικα- κίδες <κερχνωτά>· τετορνευμένα ἐπὶ τοῦ χείλους τῶν ποτηρίων, ὥσπερ χερχνώδη. ποικίλα. τραχέα. πολύπαστα <κερῶ>· κεράσω. τελειῶ <κερωνία>· δένδρον. ἢ συκῆ Αἰγυπτία <κέρως>· κέρατος (Thuc. 2,90,2 ..) <κέρωνται>· κιρνῶνται (Δ 260) *<κέσκετο>· ἔκειτο (φ 41) A <κεσκίον>· στυπεῖον, τὸ ἀποκτένισμα τοῦ λινοῦ <Κέσκος>· πόλις [κέσκον οὐκ ἔχουσα] καὶ <Νοῦς> ποταμὸς Κιλι- κίας. ὅθεν καὶ παροιμία γέγονε· πόλις Κέσκον οὐκ ἔχουσα. εἴρηται δὲ ἐπὶ τῶν νοῦν μὴ ἐχόντων (Com. ad. 807) καὶ Σκυ- βελίτης οἶνος, ἀπὸ Σκυβέλων, τόπου Παμφυλίας †<κέστερ>· νεανίας. Ἀργεῖοι <κεστὸν ἱμάντα>· *τὸν ποικίλον ἱμάντα Ag. ἢ χιτῶνα ποικί- λον n. ἢ τὸν τῆς Ἀφροδίτης ἱμάντα. καὶ ὁ διακεκεντημένος χιτών (Ξ 214) <κέστρα>· ἀμυντήριον ὅπλον. σφῦρα. καὶ εἶδος ἰχθύος <κεστρεύειν>· κεχηνέναι πεινῶντα <κεστρεῖς>· τοὺς κεχηνότας καὶ πεινῶντας κεστρεῖς λέγουσι. καὶ τοὺς Ἀθηναίους οὕτως ἔλεγον καὶ προσηγόρευον· τὸ γὰρ ζῷον αὐτὸ λαίμαργόν τέ ἐστι καὶ ἄπληστον <κέστραι σιδηρᾶι>· ... (Soph. fr. 19) <Κεστρινικοὶ βόες>· οἱ ἐν Χαονίᾳ. ἡ γὰρ Χαονία πρότερον Κεστρίνη προσηγορεύετο· ἔστι δὲ μοῖρα τῆς Ἠπείρου διαφό- ρους ἔχουσα βοῦς <κέστρος>· ἡ πρώτη ἔκφυσις τῶν σπερμάτων. καὶ ἀκόντισμα. καὶ ἡ ἐν τῇ γλώττῃ τραχύτης <κέστρωσις>· †βαφικὴ μιμουμένη <κεστρωτὸν ξύλον>· βαρὺ ἔχον τὸ κέντρον. οὐκ ἔχει δὲ σίδη- ρον, οὐδὲ ἀκμήν. εἰώθασι δὲ οἱ βοτῆρες πυροῦν τὰ ἄκρα τῶν αὐτῶν ξύλων, ἕνεκα τοῦ πεπωρῶσθαι πυρίκαυστα *<κεῦθε>· κρύπτε (Α 363) vgn <κεύθεα>· κοῖλα. κρύφια <κευθμός>· κατάδυσις. [πυθμήν r. θησαυρός. κοῖλον, ἢ κοιλάς <κευθμῶνες>· καταδύσεις· ἀπὸ τοῦ <κεύθειν>, ὅ ἐστιν κρύπτειν· *[κρύφιοι τόποι (κ 283) (n) <κέφαλα>· κεφάλαιον. ἢ κόσμος τῶν νεῶν. [ἢ κεφαλή. ἢ συνα- ρίθμησις q. ἢ ζήτημα p ἄκρον *<κεφαλαίωσον> συντόμισον συνάγαγε (Sir. 32,8) Avg <Κεφαλίδαι>· γένος Ἀθήνησιν <κεφαλή>· τὸ σύνηθες. καὶ ὄνομα. σῶμα. ψυχή. ὕψος <κεφαλῖνος>· ἰχθῦς r ποιός <κεφαλῖται>· οἱ γωνιαῖοι λίθοι <Κεφαλλῆνες>· ἔθνος r περὶ τὴν Ἰθάκην (Β 631) <κέφαλοι>· τῶν κεστρέων τινὲς οὕτω καλοῦνται <κέφαλον>· μέρος ἐν τῷ πλοίῳ, ἢ κόσμος, ἢ τὰ ἐρείσματα *<κεφφωθείς>· καταγελασθείς. εἴρηται δὲ ἐπὶ τῶν ἀλόγου δίκην ἀνοήτως συνεπαγομένων A <κέχανδε>· χωρεῖ. [διὰ πλῆθος ψοφεῖ] *<κεχανδότα>· χωροῦντα (Ψ 268) Ag (n) <κεχάνια σῦκα>· τὰ αὐτομάτως κεχηνότα <κεχαραγμένος>· ὠργισμένος (Hdt. 7,1,1) *<κεχάροντο>· ἐχάρησαν [ἢ ἐχώρησαν] (Π 600) An *<κεχάρημαι>· χαίρω A [ἢ χωρῶ] *<κεχαρηότα θυμῷ>· χαίροντα n τῇ ψυχῇ (Η 312) [<κεχαρειότα>· χαίρειεν n ἥσειεν] <κεχαρισμένα>· ἄριστα. προσφιλῆ (Υ 298) <κεχαρισμένος>· ἄριστος. [προσφιλέστατος (n). [μετὰ χαρᾶς πάντα ποιῶν (β 54) Agn <κεχαροίατο>· χαρεῖεν (Α 256) r *<κεχειροτόνηται>· προβέβληται (Dem. 21,216) Avg *<κεχειρωμένοι>· ἡττημένοι. κεκρατημένοι Avgn <κεχήλωμαι πόδας>· δέδεμαι συνεῤῥαμμένος τοὺς πόδας· <χη- λεύειν> γὰρ τὸ ῥάπτειν, καὶ <χήλινον> τὸ πλεκτόν, ὡς Ἀνα- κρέων (fr. 37), καὶ <χήλευμα> τὸ ὀπήτιον. Σοφοκλῆς Πανδώρᾳ ἢ Σφυροκόποις (fr. 445) *<κέχηνεν>· ἔχασκε r An, τὸ στόμα ἤνοιγεν An προσεδόκησε g. ῥέμβεται (1. Esdr. 4,19) *<κεχηνότας>· χαύνους Ag, χαίνοντας A, ἐνεούς (vg) <κεχιλιῶσθαι>· χίλια ἐζημιῶσθαι <κεχλιδότα>· ἀνθοῦντα †<κεχλάνδαν>· χάσκειν †<κεχλαδοῦσι>· χάσκουσι <κεχληδέναι>· ψοφεῖν. προσλαλεῖν <κεχλίαγκα>· τεθέρμαγκα <κέχλοιδεν>· διέλκετο <κεχλοιδιάματα>· διελκυσμένους <κεχμάζει>· ἀνθίζει, ἀνθεῖ. ἵσταται <κεχολωμένον>· πικρόν, [ὠργισμένον (Α 217) n *<κεχολώσεται>· ὀργισθήσεται (Α 139) r. An [<κέχραμαι>· εἶδος πορνείας] <κεχραμένη>· ῥερυπωμένη. παραγαπωμένη. πικραινομένη †<κεχρηματεῖσθαι>· πεφρῦχθαι. Αἰσχύλος (fr. 429) <κεχρημένος>· ἐνδεὴς ὤν, χρῄζων (Τ 262). ἢ πεμφθείς (ρ 421 ..) *<κεχρησμῳδημένα>· μεμαντευμένα An (vg), προφητευθέντα (vgn), λεχθέντα μετὰ θείας ἀποφάσεως (Plat. ep. 6,323 c) (n) <κέχρικεν>· ἐγκέχρικεν. ἐκονίασεν. ἢ ἐγκεκέντρικεν <κεχρῖσθαι>· πεπλῆχθαι *<κεχρισμένα>· ἠλειμμένα (Ierem. 22,14) Avg <κεχρυσωμένος>· τετιμημένος (Exod. 26,32) †<κέω>· σκέψει. Λάκωνες <κεώδης>· καθαρός <κεῶεν ὄζει>· εὐωδεῖ <κέων>· κοιμησόμενος (η 342) †<κεωρεῖν>· πασχητιᾶν <κεώσατο>· καθήρατο <κηδάζει>· καθαίρει. <κηδαλίζει> [<κηδαίνει>· μεριμνᾷ] <κήδαλον>· αἰδοῖον. κέρας. σκάλαθρον <κήδεα>· λῦπαι (Ε 156 ..) <κήδεεν>· ἠνία, ἔβλαψεν (Ε 400) *<Κηδάρ>· πένθος A (n) <κήδεα>· μέριμναι, [λῦπαι r, ἀνίαι χαλεπαί, [καλὰ] ἢ *[κακά An *<κῆδε δέ>· ἐλύπει δέ (Ε 400) An *<κήδει>· λυπεῖ (Ρ 550) An <κηδεία>· οἰκειότης <κήδειν>· κακοποιεῖν, ἀνιᾶν, λυπεῖν (Ι 615) *<κηδείαν>· ταφήν (2. Macc. 4,49) (r) Avg <κήδειος>· προσήκων. φροντιστής <κηδείους>· τοὺς προγενεστέρους, ἢ κατ' ἐπιγαμίαν οἰκείους, ἢ συγγενεῖς (Τ 294) <κηδεμόνες>· φροντισταί (r. Avgn), εὐεργέται (g). καὶ οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι (Ψ 163) <κηδεός>· κηδεύσιμος, ὑπὸ κηδεμονίαν πίπτων, καὶ φροντίδος ἄξιος (Ψ 160) <κήδεσθαι>· φροντίζειν. λυπεῖσθαι (τ 23) <κηδεσταί>· *πενθεροί (r. An), οἱ τῆς κόρης γονεῖς. καὶ οἱ τῶν γαμούντων οἰκεῖοι ἐκδιδόντες, καὶ *[συγγενεῖς An, καταχρη- στικῶς (Eur. Alc. 731) *<κήδεται>· φροντίζει, ἐπιμελεῖται Avgn. βοηθεῖ (Β 27) vg <κηδεύειν>· *φροντίζειν A, ἐνταφιάζειν r. ἐπιμελεῖσθαι. βοηθεῖν <κηδεύοντα>· ἐπιστατοῦντα, κηδόμενον (Eur. Or. 883) *<κηδεύσω>· ἐπιμελήσομαι, θεραπεύσω (Eur. Or. 791) Ag <κηδέων>· ἀνιῶν <κήδιστοι>· φίλτατοι. φροντιστικώτατοι. ἀναγκαιότατοι (Ι 642) <κήδομαι>· *φροντίζω Avgn, οἰκτείρω, λυποῦμαι, ἀνιῶμαι, ὀργίζομαι <κῆδος>· κηδεία. πένθος, λύπη (Ο 245). φθορά. [συγγένεια (Ν 464) r. μνηστεία. *θεραπεία g. φροντίς r <κήδων>· ἀνιῶν, κακοποιῶν (Ω 542) †<κηθα>· τάφος <κήθεια>· κηθάρια. τὰ ὀξύβαφα, ἐν οἷς τοὺς κύβους ἔβαλλον <κηθεῖν>· βοηθεῖν. συντρέχειν <Κηθείδης>· διθυράμβων <ποιητής> <κήθευον>· συνεπορεύοντο <κηθοί>· βοηθοί <κήϊα>· καθάρματα <κηκάδδει>· λοιδορεῖ. χλευάζει †<κήκραν>· ἐκεκράγεσαν <κηκάς>· κακή. τιμωρός. κακολόγος. δύσφημος (Callim. fr. 656) <κῆκες>· λάροι <κηκίει>· πηδᾷ r, πιδύει (Ν 705) <κηκίειν>· ἀναφέρεσθαι καὶ διϊδροῦν <κήκιεν>· ἀνεφέρετο p. ἀνεπήδα (Η 262) r <κηκίς>· ἀτμίς. [στύμμα. καὶ ὁ καρπὸς τῆς δρυός q. Κῷοι δὲ καὶ τοὺς ἀκάρπους στάχυας καὶ στερίφους <κῆλα>· *βέλη θεῖα. σημεῖα (Α 53) n. ξύλα· ὅθεν καὶ καλόπους καὶ κηλώνειον. καὶ ἱερὰ ἀγάλματα. καὶ πυρετός <κηλάδες>· αἶγες, αἱ ἐν τῷ μετώπῳ σημεῖον ἔχουσαι τυλοειδές <κηλαίνειν>· θέλγειν. νοσεῖν <κηλάς>· νεφέλη ἄνυδρος. καὶ χειμερινὴ ἡμέρα. καὶ αἴξ, ἥτις κατὰ τὸ μέτωπον σημεῖον ἔχει τυλοειδές <κηλάστραι>· σκαφίδες, ἀγγεῖα ποιμενικά. ἢ δένδρα <κηλεῖ>· πραΰνει, *[θέλγει n, πείθει. καταμαραίνει [<κηλάδησαν>· ἤχησαν. ἐβόησαν] *<κηλέῳ>· καυστικῷ n, θερμῷ. λαμπρῷ (Θ 217) <κηλείῳ>· ὁμοίως (Ο 744) <κήληθρα>· φίλτρα. παραμύθια *<κηληθμῷ>· [θέλγω, τέρπω (n)] τέρψει (n), χαρᾷ (λ 334) †<κηλήνη>· μέλαινα <κηλήτειρα>· ἡσυχάστρια *<κηλητηρίους>· τὰς ψυχὰς θεραπευούσας (Eur. Hec. 535) Agn <κήλησις>· ἡ δι' ᾠδῆς ἡδονή p *<κηλῖδες>· μολυσμοί A *<κηλίς>· ἕλκος. οὐλή Avg. ὄνειδος b. ῥύπος Avg. καὶ εἶδος αἰσχρὸν ἐν ἱματίῳ <κηλόν>· ξηρόν <κηλοῖ>· εὔχεται θεῷ *<κηλούμενος>· [ἐν ἱματίῳ A] τερπόμενος Avg (n) <κηλοῦν>· εὔχεσθαι [<κήλυγμα>· ἀχρεῖον. ἀσθενές] *<κηλώνια>· ἀντλητήρια ξύλινα g *<κηλώνειον>· ξύλον, ἐν ᾧ ἕλκεται τὸ ὕδωρ gn <κήλων>· ὁ ἐν τῇ νηὶ λεγόμενος. καὶ ὀχευτής (Archil. fr. 97 Bgk) πεῦσις. καὶ ἄντλημα †<κήμιψ>· φλὲψ γεώδης ἐν πέτραις <κημός>· πλεκτὸν ἀγγεῖον, ἐν ᾧ λαμβάνουσι τὰς πορφύρας (Soph. fr. 463). ἔστιν δὲ ὅμοιον ἠθμῷ, καὶ ἐν αὐτῷ τὸ δέλεαρ. δηλοῖ δὲ καὶ [τὸ ἐπιτιθέμενον τῇ τῶν δικαστῶν ὑδρίᾳ πε- πλεγμένον πῶμα, παρόμοιον χώνῃ q. καὶ ὁ περιτιθέμενος τοῖς ἵπποις, εἰς ὃν αἱ κριθαὶ βάλλονται. καὶ γυναικεῖον προ- κόσμημα. καὶ *[εἶδος χαλινοῦ Agn <κημός>· στομὶς τῷ χαλινῷ ἐμφερής *<κήμωσις>· φίμωσις A (n) [<κήνεον>· καθαρόν] *<κηνσήτωρ>· ὁ τὴν γῆν μετρῶν A <κήνουι>· ἐκεῖ <Κρῆτες> <κηνσός>· βοτάνη τις. [τὸ δὲ τέλος <κινσὸς> διὰ τοῦ <ι>] <κήνυγμα>· τὸ κενὸν τοῦ σώματος, οἷον σκιά, καὶ εἴδωλον, φάν- τασμα, ἀσθενές, καὶ ἀχρεῖον (Aesch. Prom. 157) <'κηνυσσόμην>· εἴδωλον ἐγενόμην (Aesch. Choeph. 196) [<κηνύει>· καλεῖ] <κήνω>· ἐκεῖ <κήξ>· ὁ λάρος κατὰ Ἀπίωνα. λέγεται δὲ καὶ καύηξ. τινὲς καὶ αἴθυιαν ἀποδιδόασιν· οἱ δὲ κέπφον· οἱ δὲ διαφέροντα ἀλλήλων (ο 479) <Κήπιδος σκέλος>· παροιμιῶδες ἦν τὸ <Πέρδικος σκέλος> (Com. ad. 73) <κηπεύων>· [κηπεῦον] κηδόμενος ... <κηποκόμος>· κηπουρός r <κῆπος>· *παράδεισος παρὰ Πέρσαις An. ἢ εἶδος κουρᾶς, ἣν οἱ θρυπτόμενοι ἐκείροντο ὡς ἐπίπαν ἐν μιᾷ μαχαίρᾳ. καὶ τὸ ἐφήβαιον τῶν γυναικῶν. καὶ ζῷον ὅμοιον πιθήκῳ <κηρ>· περισπώμενον καὶ οὐδετέρως λεγόμενον ἡ ψυχή· ὀξυτο- νούμενον δὲ καὶ θηλυκῶς ἐκφερόμενον ἡ θανατηφόρος μοῖρα, ἢ θάνατος *<κηρ>· ψυχή. (Β 851) AΣ θάνατος (Α 228 ..) Avg <κηραίνει>· φθείρει. μεριμνᾷ, φροντίζει. δυσθανατεῖ <κηραίνοντα>· βλάπτοντα *<κηραίνειν>· βλάπτειν A <κῆρ ἀπινύσσων>· παραφρονῶν (Ο 10) <κῆρας>· ἀκαθαρσίας, μολύσματα. βλάβας <κηραφίς>· κάραβος <κῆρες>· [ψυχαί.] συμφοραί, *[μοῖραι θανατηφόροι (Β 302) Ag <κηρέσιον>· ὀλέθριον, νοσηρόν <κηρεσσιφορήτους>· τοὺς ὑπὸ τῆς εἱμαρμένης μετενηνεγμένους ἢ ἀπωθησομένους ἐνθένδε ὑπὸ τῶν μοιρῶν (Θ 527) <κηρί>· εἱμαρμένῃ (Γ 454 ..) <κῆρι>· ψυχῇ (Δ 46 ..) <κηρείαις>· ἐπιθανάτια ἐντυλίγματα (Ev. Ioan. 11,44) <κηρίναι>· μάστιγες γίνονταί τινες <κηρίναι>, ὥσπερ οἱ λεγό- μενοι <κηρίονες> <κήρινθος>· ἡ λεγομένη <ἐριθάκη>. ἔστι δὲ τροφή, ἣν παρατί- θενται ἑαυταῖς αἱ μέλισσαι. καὶ πόλις Εὐβοίας (Β 538). καὶ ἕλκος ποιόν <κηρίον>· τὸ τῶν μελισσῶν. καὶ εἶδος πλακοῦντος <κηριοῦσθαι>· ἐκπλήττεσθαι <κηρίφατοι>· ὅσοι νόσῳ τεθνήκασιν <κηρίῳ βύσασα>· εἰς τὸ στόμα τῶν παίδων ἐτίθεσαν κηρίον, ὑπὲρ τοῦ μὴ βοᾶν ὁπότε ὑποβάλλοιεν <κηριωθῆναι>· ὑπὸ σκοτοδίνου ληφθῆναι <κηρίωμα>· κοίλωμα. ἔστι γὰρ τὸ κηρίον, ᾧ προσεικάζει τοὺς ὀφθαλμοὺς τῶν Φινειδῶν (Soph. fr. 649) <κηρόθι>· ἐκ ψυχῆς (Ι 300) r. np [<κηρόν>· λεπτόν. νοσηρόν] <κηροπάζουσα>· βαστάζουσα †<κηροσσαίων>· παλαιῶν [<κηρούει>· ἐκεῖ. Κρῆτες] <Κηρουχίδαι>· γένος ἐν Μιλήτῳ, ἀπὸ Κηρούχου <κηρόφιν>· ἐκ τῆς ψυχῆς <κήρεα>· τὰ κέρδη <Κήρυκες>· οἱ ἄγγελοι, οἱ διάκονοι, οἱ τὰς ὑπηρετικὰς ἐπιτε- λοῦντες πράξεις. ἐκαλεῖτο δὲ καὶ γένος ἰθαγενῶν, ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. Φανίας. καὶ τοὺς ἐρινάζοντας τοὺς ἐρινοὺς <κήρυ- κας> λέγουσι <κηρυκίνη>· ἡ καταρωμένη <κηρύκειον>· σκῆπτρον. καὶ ἐφ' ᾧ ἀναβὰς κηρύσσει [<κήρυγμα>· ἀχρεῖον. ἀσθενές] <Κηρύκειον>· ὄρος τῆς Ἐφέσου r. p, ἐφ' οὗ μυθεύουσι τὸν Ἑρμῆν κηρύξαι τὰς γονὰς Ἀρτέμιδος <κηρῦλος>· ἄρσην [ὄρνις συνουσιαστικός r, τινες δὲ ἀλκυόνα <κῆρυξ>· ἄγγελος, διάκονος, πρεσβευτής (Β 184) <κήρυξας>· ἀντὶ τοῦ ἐκήρυξας <κησσόν>· εὔοδμον <κῆτα>· καλαμίνθη [<κήτει ναίει>· ἐρημίᾳ. στερήσει] <κητεία>· θυννῶν φορά <Κήτειοι>· γένος Μυσῶν· ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ Κήτεος (λ 521). ἢ μεγάλοι <κητίνη>· πλοῖον μέγα ὡς κῆτος b <κήτειον>· μέγαν. [καὶ <εἰς> ὃ τὰς ψήφους διωθοῦσιν ἐν τοῖς κληρωτηρίοις]. καὶ ἐμετήριον ἀπὸ λαχάνου ἀγρίου, ὅπερ ἀντὶ πτερῶν καθίεσαν εἰς τὸ στόμα, ὡς Κρατῖνος ἐν Ὥραις (fr. 266) σημαίνει. καὶ ἥδυσμα. καὶ τὸ νεαρὸν κρόμμυον. [ἔνιοι μέλος τι·] οἱ δὲ τὰ Ὀψαρτυτικὰ συνθέντες διὰ τοῦ <γ> φασὶ <γήτιον κῆτος>· θαλάσσιος ἰχθῦς παμμεγέθης (Ion. 2,1). δηλοῖ δὲ καὶ ἀπορίαν <κητώεσσα>· ὑγρά. κοίλη. [μεγάλη n. εὔυδρος. καλαμινθώδης. οἱ δέ, ὅτι ἐκεῖ ἡ θάλασσα συνεχῶς κήτη ἐκβάλλει (δ 1) <κηφήν>· μυῖα ἄκεντρος, ἀργή n, μὴ γεννῶσα *<κηφῆνας>· τοὺς ἄῤῥενας τῶν μελισσῶν, ἀπράκτους (g) <κηφηνώδεις>· τετυφωμένοι. κατασεσιγασμένοι <Κηφισιεῖς>· γένος ἰθαγενῶν <Κηφισίς>· λίμνη (Ε 709) <Κηφισός>· ποταμός *<κηχί>· ῥύπος vgn <κήχρα>· δανείζει <κῆχος>· τόπος. καὶ <ποῖ κῆχος>· ποῖ γῆς. ἄλλοι <κῆγχος> †<κηώ>· σύνθεσις <κηώδει>· εὐώδει (Ζ 483). τεθυμιαμένῳ, ἀπὸ τοῦ καίεσθαι τὰ θυμιάματα. ἔνθεν τὸ δυσῶδες <κηῶδες>· τεθυμιαμένον, εὐῶδες, εὔπνουν. φωτεινόν <κηῶεν>· μέλαν. καθαρόν. ]εὔοδμον r, τεθυμιαμένον (Γ 382 ..) <Κιανίς>· ἑταίρα· Κιανὴ γὰρ ἦν †<κιάντωρ>· κιναιδῶς <κίασθαι>· κεῖσθαι <κίατο>· ἔκειντο <κίβαλος>· διάκονος [<κίββα>· πήρα. Αἰτωλοί] <κιβδηλιᾶν>· ὠχριᾶν <κιβδηλιῶντας>· ὠχρούς, ὑπὸ τῆς κιβδήλεως ἐνοχλουμένους. ἔστι δὲ ]<κίβδηλις> ἐν τοῖς μετάλλοις σκωρία g, ἀφ' ἧς πᾶν φαῦλον <κίβδηλον>, μοχθηρόν, [φαῦλον] ψεῦσμα, *νόθον, ἀδόκιμον (Sap. 2,16) vgSn <κίβδης>· κακοῦργος. κάπηλος. χειροτέχνης [<κιβικία κιβίνδα>· κατὰ νότου] *<κίβισις>· πήρα Sgn. Κύπριοι <κιβλεῦραι>· στοχάσασθαι <κίβον>· ἐνεόν. Πάφιοι <κιβώριον>· Αἰγύπτιον ὄνομα ἐπὶ ποτηρίου .. *<κιβωτός>· λάρναξ vg ξυλίνη. ἢ σορός <κίγκασος>· κυβευτικός τις βόλος <κιγκλίδες>· θύραι, ἃς ἡμεῖς καγκελλωτὰς λέγομεν <κιγκλίζειν>· κινεῖν. πειράζειν <κίγκλος>· ὄρνεον πυκνῶς τὴν οὐρὰν κινοῦν r. ἀφ' οὗ καὶ τὸ <κιγκλίζειν>, ὅ ἐστι διασείεσθαι. τινὲς δὲ <σεισοπυγίδα> <κίγκρα>· κίρνα <κιγκράμας>· ὄρνεον †<κίγκριται>· κνίζεται. ὀδύρεται <κιγχάνειν>· εἰσπράττειν. λαμβάνειν *<κιγχάνω>· τυγχάνω Ss *<κιγχλίζει>· σαλεύει. μοχλεύει. κινεῖ S *<κιγχλίς>· ὁ τοῦ δικαστηρίου κάγγελος Svg *<κιγχλισμός>· αἰσχρὸς [γέλως μετὰ ἀταξίας S <κίδαλον>· κρόμμυον <κίδαρις>· *πῖλος βασιλικός, ὃν καὶ <τιάραν> Avn· ἔνιοι δὲ κίτα- ριν διὰ τοῦ τ Av. ἢ στρόφιον, ὃ οἱ ἱερεῖς φοροῦσιν. ἔστι δὲ ἐκ σμύρνης καὶ λαβύζου. ἡ δὲ <λάβυζός> ἐστι πολυτιμοτέρα αὕτη τῆς σμύρνης καὶ ὄζει ἥδιστον καὶ θυμίαμά ἐστιν κάλλιστον παρὰ βασιλεῖ· ἐκ τούτων ἡ κίδαρις πέπλασται. ἢ ἐκ τριχῶν ὕφασμα, ἢ [περικράνιον] *περίθεμα κεφαλῆς εὐκόσμιον, καλόν. εἶδος καμελαυκίου An (g). τινες δὲ περικράνιον ASvn. πίλινον (Exod. 28,4 ..) ASv <κιδαφεύειν>· πανουργεῖν· <κιδάφη> γὰρ ἀλώπηξ. ἢ ἐσθίειν, ἀπὸ τῶν κιῶν <κιδαφίων>· πανούργων· <κιδάφην> γὰρ τὴν ἀλώπεκα λέγου- σιν. ἔνιοι δὲ παρὰ τοὺς κίας φασὶ πεποιῆσθαι τὴν λέξιν καὶ δηλοῦν τὸν διαβιβρώσκοντα <κίδαφος>· δόλιος. καὶ <<κιδάφη>> ἡ ἀλώπηξ *<κίδνασθαι>· σκεδάννυσθαι, σκορπίζεσθαι (Θ 1) (ASvgn) <κιδνόν>· ἐνθάδε. Πάφιοι <>κιδνοτέρους>· ἀσθενεστέρους <κίδραι>· αἱ ἐφώριοι πεφρυγμέναι κριθαί <κίε>· βάδιζε (γ 17). παρεγένετο (Ε 423) <κίειν>· πορεύεσθαι <κιέλλη>· φέγγος, αὐγή, φῶς. πάχνη. ὁμίχλη <κίεν>· ἐπορεύετο, παρεγένετο (Α 348) <κίενεν>· ἐπετέλεσεν (Ε 508) <κίες>· θηρίδια σιτοφάγα <κίθαρις>· κιθάρα. κιθάρισμα (Γ 54) <κιθαριστήριοι>· αὐλοί τινες <κίθαρος>· στῆθος. πλευρά (Hippocr. loc. hom. 3). καὶ ἰχθῦς <κιθών>· πῶμα πίθου <Κιθωνέα>· ἐπίθετον Ἀρτέμιδος <κικαῖος>· †ἴσον ἐλλύχνιον, τὸ τῶν καρπῶν λέπος <κίκαμα>· τῷ λαχάνῳ καυκαλίδι ὅμοιόν τι *<κίκι>· φυτόν r. AS <κίκελος>· τροχός <κίκιμον>· τῆς κορώνης τὸ κόπριον <κίκερος>· ὁ χερσαῖος κροκόδειλος <κίκεῤῥοι>· ὦχροι. Μακεδόνες [<Κικίνης>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς] <κικιννᾶς>· τριχοπλάστης <κικίρδης>· συκῆ <κίκιῤῥος>· ἀλεκτρυών <κικκάβιν>· ἐλάχιστον. οὐδέν <κίκκα>· ἀλεκτορίς <κίκκασος>· ὁ ἐκ τῶν παραμηρίων ἱδρὼς ῥέων. καὶ βόλου ὄνομα <κίκκη>· συνουσία. ἡ ἀπὸ τῶν αἰδοίων δυσοσμία <κικκίδαι>· μίνθωνες <κοκκιλόνδις>· παιδὸς ἀφόδευμα <κικκός>· ἀλεκτρυών. κλέπτης. διαχώρησις <κίκλην>· τὴν ἄρκτον τὸ ἄστρον. Φρύγες *<κικλήσκει>· καλεῖ (χ 397) vgp (An) [<κικλισμός>· γέλως] <Κίκονες>· γένος Θρᾳκῶν (ι 47 ..) (n) <κικνία>· μικρὰ φθείρια †<κίκνωψ>· θηρίον <κικοβαυλιτίδες>· κογχυλίου τι γένος μέλαν. καὶ τὰ ἐκ στέατος σκωλήκια <κίκους>· ὁ νέος τέττιξ <κικριβιντίς>· ἀνδράχνη <κικυμωνίς>· γλαῦξ (Callim. fr. 608) <κίκυμος>· λαμπτήρ. ἢ γλαυκός. ὁμοίως καὶ <κίκυβος> <κικυμωνεῖν>· δυσβλεπτεῖν (p) <Κικυννῆς>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς *<κῖκυς>· δύναμις r. gn <Κίκων>· ὁ Κίκων Ἀμυθάονος ἦν, οὐδὲν αἴσιον προθεσπίζων (Hippon.) [<κικλαίει>· καλεῖ] <κιλάριος>· ὁ ἥλιος <κιλίας>· στρουθὸς ἄρσην <Κίλικες>· οἱ Ὑποπλακίους Θήβας οἰκοῦντες (Ζ 397), ἢ δημόται <κιλικίζεσθαι>· κακοηθίζεσθαι <Κιλίκιοι ἄρτοι>· ῥυπαροί, μεγάλοι (Plat. com. fr. 82) <Κιλίκιοι τράγοι>· οὗτοι ἀναφέρονται εἰς [κύρβασιν, ἢ] κυρή- βασιν. ἢ τράγοι δασεῖς. καὶ τὰ ἐκ τριχῶν συντιθέμενα <κιλίκια Κιλίκιος ὄλεθρος· πονηρός>. πονηροὶ γὰρ οἱ Κίλικες <Κιλικίους>· πικρὰς τιμωρίας <Κίλικι λιμῷ>· ὀλέθρῳ. ἔλεγον γὰρ Κιλίκιον ὄλεθρον [<κιλιβοῦς>, τὸ ἓν κέρας εἶχον ἀπεστραμμένον] <Κίλλα>· πόλις, ἔνθα ἱερὸν Ἀπόλλωνος (Α 38) r <κίλλαι>· ἀστράγαλοι. ἢ ὄνοι <κιλλακτήρ>· ὀνηλάτης, κυνηγός <κιλλαμαρίζειν>· κατιλλώπτειν <Κίλλεια>· εἶδός τι λαχάνου. ἢ ἀκάνθαι τῶν ἐχίνων. ἢ πηγή, ἢ κρήνη. ἢ ὄρος τῆς Ἀττικῆς. χωρίον δασύ, ὅπερ διαφόρως προσαγορεύουσιν, οἱ μὲν Κάλλιον· οἱ δὲ Κυλίαν· ἄλλοι Κύλλου πέραν (Euphron. frg. 69 Strecker) <κιλλίβαντες>· τραπεζῶν βάσεις καὶ ὑποθέματα, ἢ τρισκελεῖς τράπεζαι (Ar. Ach. 1122) <Κιλλικύριοι>· οἱ ἐπεισελθόντες γεωμόροι. δοῦλοι δὲ ἦσαν οὗτοι καὶ τοὺς κυρίους ἐξέβαλον <Κιλλίκων>· προδότης οὕτως ἐπωνομάζετο, Ἀχαιὸς μὲν τοὔ- νομα, Κιλλίκων δὲ ἐπικαλούμενος, ὃς Μίλητον προέδωκε τοῖς βασιλέως στρατηγοῖς (Ar. Pac. 363) <κίλλιξ>· στάμνος. ἢ βοῦς τὸ ἓν κέρας ἔχων διεστραμμένον <κιλλόν>· εἶδός τι χρώματος φαιοῦ <κίλλος>· ὄνος. καὶ τέττιξ πρωϊνὸς ὑπὸ Κυπρίων <κιλλυρός>· σεισοπυγίς S <κίμαι>· χυμὸς πύρινος <κιμαός>· χυλὸς μορέας <κιμβάζει>· στραγγεύεται <κίμβαζε>· στραγγεύου. [κίμβαξ γὰρ ἡ ἀσπίς r] <κιμβερικόν>· χιτωνίσκου εἶδος πολυτελοῦς, ὃ λέγεται <στατός> (Ar. Lys. 52) <κιμβεύει>· †ὁδοιπορεῖ <κιμβικία>· πανουργία r. ἐνδοιασμός *<κιμβία>· σκνιφία. μικρολογία r. ASn <κίμερος>· νοῦς. Φρύγες <Κιμμερὶς θεά>· ἡ μήτηρ τῶν θεῶν (trag. ad. 221) <Κιμμέριοι>· Σκύθαι r. καὶ [ἔθνος περὶ τὸν ὠκεανόν (λ 14) T †<κίμμυρος>· μικρολόγος r [ἢ μακρολόγος] <κίμψαντες>· ἐρείσαντες, στηρίξαντες *<κιμήλια>· σκεύη, δῶρα A, καὶ τὰ ἀπόθετα χρήματα ASv †<κιμώσεις>· φιμώσεις (1. Cor. 9,9) <Κιμώνεια ἐρείπια>· ἔνθα ἠσχημόνουν περαινόμενοι (Cratin. frg. 151) <κιναβεύματα>· πανουργεύματα <κινάβρα>· δυσωδία τῶν τράγων r. p <κίναδος>· θηρίον qr. S. ὄφις (Dem. 18,162 ..) <κιναθίας>· κρυπτός <κιναθίζειν>· ἰδιάζειν, ἀποθησαυρίζειν κατὰ μικρὸν συλλέγοντα. ἔνιοι μινυρίζειν. καὶ κινεῖν <κινάθισμα>· κίνημα πλήθους, παραγώγως· ἐξ οὗ πλῆθος παρα- γινόμενον ὑπακούεται (Aesch. Prom. 124) <κιναίδιον>· ὄρνεον, ἴυγξ r *<κίναιδος>· ἀσελγής, πόρνος r ASvgp [<κινάκεσθαι>· μικρολογεῖν] [<κινάνδρα>· ἀλώπηξ] <κίναρχος>· ἄψυχος <κιναρύζεσθαι>· θρηνεῖν μετὰ τοῦ γογγύζειν. καὶ κινεῖσθαι <κινουρίδες>· ἰχθῦς <κιναύρου ψῦχος>· τὸ ἅμα ἡμέρᾳ. Κύπριοι <κιναφεύειν>· πανουργεύεσθαι <κιναιδία>· πορνικὴ ἀσχημοσύνη <κίνδαξ>· εὐκίνητος <κίνδακας>· εὐκινήτους <κινδαύει>· κινεῖται. κερατίζει <κινδάφη>· ἀλώπηξ r <κινδαφίων>· πανούργων. ἀλωπέκων <κινδαψοί>· ὄρνεα r. καὶ ὄργανα κιθαριστήρια. καὶ Ἰνδοί <κίνδυνος ἡ ἐν πρῷρᾳ σελίς>· οἱ πολέμιοι γὰρ τὴν πρῴραν εὐθέως ἐφάλλονται. <Σελὶς> δὲ ἡ καθέδρα <κίνερμοι>· οἱ μικροὶ ἰχθύες <κίνημα>· κίνησις r, ταραχή, ὁρμή. χόλος, κότος, ἢ ὀργή [<κινῆδος>· ἀσελγής] *<κιννάβαρι>· εἶδος χρώματος ἀληθινοῦ, ὃ λέγομεν κόκκινον r. AS· καὶ παρὰ τοῖς ζωγράφοις <κιναβρεύματα>· ἀποκαθάρματα ὄζοντα <κιναθίδα>· χρῖσμα γυναικεῖον <κιννάμωμον>· *ἓν τῶν λιβανωτῶν, ἢ τῶν ἀρωματικῶν (Ex. 30,23 ..) (AS), λιβάνιον. καὶ ὄρνις. καὶ πόα εὐωδεστάτη <κιννυρίδες>· τὰ μικρὰ ὀρνιθάρια <κινούρας>· τοὺς κακούργους ἵππους *<κινηθέντος>· ὀργισθέντος (Α 47) *<κίνσος>· εἶδος νομίσματος. ἐπικεφάλαιον (Matth. 22,19) *<κινύρα>· ὄργανον μουσικόν, κιθάρα ASvg (1. Regn. 10,5 ..) οἰκτρά AS <Κινυράδαι>· ἱερεῖς Ἀφροδίτης <Κινύρας>· Ἀπόλλωνος καὶ Φαρνάκης παῖς, βασιλεὺς Κυπρίων *<κινύρεσθαι>· θρηνεῖν (ASn), κλαίειν <κινυρή>· ἁπαλή, νέα. λεχώ. οἰκτρά, *[θρηνητική (Ρ 5) n <κινυρόν>· λεπτόν. καπυρόν. ὀξύ. οἰκτρόν <κίνυσθαι>· κινεῖσθαι. ἐγείρεσθαι. ἄρχεσθαι. ἰδεῖν. διανοεῖσθαι. αἰδεῖσθαι. ὁρμᾶν <κίνυται>· τὰ αὐτά †<κινύτιδος>· [κιντικός] χαραδριός <Κινύφιον>· τὸν Ἀνταῖον. ἀπὸ Κινύφου τοῦ ποταμοῦ <κινώ>· κίνησις. Δωριεῖς (Empedocl. fr. 123,2) r †<κίνωσις>· χρύσοφρους *<κινώπετα>· κνώδαλα, [θηρία Ag <κιξάλλαι>· κλέπται <κιξάλλης>· φώρ, κλέπτης. ἀλαζών (Democr. fr. 260) <κιξαλλία>· πᾶσα κακοτεχνία <κίξαντες>· ἐλθόντες. πορευθέντες <κίξατο>· εὗρεν. ἔλαβεν. ἤνεγκεν <κίξιος>· τέττιξ <κιονίδα>· σταφυλήν *<κίουρος>· ἐμβολεὺς οἰσύϊνος, κόφινος, ᾧ τὸν σῖτον ἀναβάλλου- σιν οἱ ναυτικοί. ἢ μέτρον τι [<κίρα>· ἀλώπηξ. Λάκωνες] <κίραφος>· ἀλώπηξ <Λάκωνες> <κίρβα>· πήρα, διφθέρα <Αἰτωλοί> <Κιρβιαῖον>· ἔθνος ἐχόμενον Λυδῶν [<κίρεται>· φθείραται. δαπανᾶται] <κίρις>· λύχνος Λάκωνες. ὄρνεον. ἢ Ἄδωνις. <Κύπριοι> <κίρκασμα>· τοὺς βότρυας <κίρκοι>· κρίκοι. ἁρπάγαι. πάντα τὰ ἐπικαμπῆ <κίρκοι> λέγονται <κίρκος>· κρίκος. *[ἱέραξ vg. κωπηλάτης Avg. καὶ τῆς αἰγείρου ἡ βλάστη *<κιρνᾷ>· οἰνοχοεῖ A <κιῤῥά>· ἰχθῦς ποιός *<κιῤῥόν>· πυῤῥόν ASgn. ἐρυθρόν. [ξανθόν S <κίῤῥος>· ὀρός. καὶ αἷμα. καὶ πόμα γάλακτος. Λάκωνες *<κίρυλος>· ἰχθὺς ποιός. καὶ ὀρνέου εἶδος <κιρσός>· πάθος τι περὶ τὸ σῶμα, ὅπερ τινὲς ἰξίαν καλοῦσιν· ἄλλοι <κρισσόν> <κίρων>· ἀδύνατος πρὸς συνουσίαν. καὶ αἰδοίου βλάβη. καὶ ἀπεσκολυμμένος. καὶ κυρίως μὲν ὁ σάτυρος, καὶ ἐντεταμένος, ὁ γυναικίας, καὶ μὴ δυνάμενος χρῆσθαι <κίς>· ζωύφιον ἐν τοῖς ξύλοις καὶ τῷ σίτῳ γινόμενον (Ar. Geryt. fr. 21 Demianczuk) S <κίσθος>· θάμνος, ἧς τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ <κίσιρνις>· ὄρνις ποιός <κίσπρα>· πικρὰ τὸ ἦθος, παλίγκοτος. Κῷοι <κίσσα>· ἐπιθυμία. [ὄρνεον r. καὶ ἰχθῦς ποιός. καὶ γυναικεῖον πάθος <Κισσθήνη>· πόλις καὶ ὄρος ἐν Θρᾴκῃ <Κίσσιοι>· ἔθνος Περσῶν (Aesch. Pers. 119) *<κίσσηρις>· †βούνευρον ASvgp <ἢ εἶδος ὁμαλιστηρίου> p <κρισσός>· ὁ κιρσός. Ἀχαιοί <Κισσοέντιοι>· οἱ Κνώσιοι <κισσός>· εἶδος φυτοῦ r ἢ *βλάστημα ἑλισσόμενον AS <Κισσοῦς>· ὄρος ἐν Μακεδονίᾳ. καὶ πόλις Θρᾴκης <Κισσηΐς>· Κισσέως θυγάτηρ (Ζ 299) †<κισσουάλλα>· κισάλα. κρόμμυα <κισσύβιον>· τὸ ἐκ κισσίνου ξύλου ποτήριον. καὶ ὁ σκύφος (ι 346) †<κίσταμα>· τόξευμα. ὀϊστός <κιστέρνα>· λάκκος φρέατος r. βάραθρα. ἢ βυθός <κίστας>· κυρτός <κίστη>· †τέλη <κίστη>· ἀγγεῖον πλεκτόν, εἰς ὃ βρῶμα ἐνετίθετο καὶ ἱμάτια. κιβωτός. (Σa) [ἢ] ἅπαξ <εἰρημένον> (ζ 76) <κιτρίον>· τὸ Ἰνδικὸν μῆλον r <κιτταί>· πρόγονοι <κιττᾶν>· γλίχεσθαι S· ἐπὶ τῶν γυναικῶν· [ἐπιθυμεῖν S <κίτταλος>· μυῤῥίνη <κιττάναλον>· ἡ κρησέρα <κίττανος>· ἡ κονιακὴ τίτανος <κίτταρις>· διάδημα, ὃ φοροῦσι Κύπριοι. οἱ δὲ τὰ διαδήματα φοροῦντες κίτταροι λέγονται <κιττέα>· †ἄκιτος. Λάκωνες <κιττόν>· καλόν. Λάκωνες <κίττυλα>· τὰ κελύφη τῶν καρπῶν <κιττῷ>· καλῷ, χρηστῷ, ἀγαθῷ †<κιτύμινα>· γλαυκά *†<κιφφός>· μανικός AS <κιχάνειν>· εὑρίσκειν. καταλαμβάνειν. εἰσπράττειν <κιχεῖν>· κιχῆσαι. [καταλαμβάνειν (S) εὑρεῖν. ἐνέγκαι *<κιχείς>· καταλαβών (Π 342) An <κιχείω>· τὸ καταλαμβάνω r. n καὶ καταλήψομαι (Α 26) <κιχῆλαι>· αἱ κίχλαι, τὰ ὄρνεα (Epich. fr. 157) <κιχῆναι>· κιχήσασθαι. λαβεῖν (π 357) *<κιχήσατο>· εὗρε. [κατέλαβεν (Δ 385) Avgn *<κιχήσεσθαι>· καταλήψεσθαι (Ζ 341) An <κίχησις>· ἡ λῆψις <κιχητός>· <εἰς> ὃ ἐμβάπτεται ὁ λιβανωτός. Κύπριοι <κίχλη>· ἰχθὺς θαλάσσιος. καὶ [ὄρνις r <κιχλίζουσι>· γελῶσι, μειδιῶσιν <κιχληβῶτις>· ἀνδράχνη *<κιχλισμός>· γέλως σφοδρός r. Avg <κιχόρια>· λαχανίδια ἄγρια *<κιχρήσει>· δανείσει (Sg) <κιχυβεῖν>· δυσωπεῖν νυκταλωπεῖν †<κίψει>· κακοποιεῖ <κίων>· ὁ στῦλος. καὶ τὸ ἐν τῷ στόματι, ὃ καλεῖται <σταφυλή> <κιών>· ἐλθών, βαδίζων, *[πορευθείς r. ASsb <κλαγγή>· φωνή, ἠχή (Α 49), βοή. *[ἢ κλαγγὴ ὀρνέων (Γ 3) ASvg *<κλαγγηδόν>· μετὰ κραυγῆς (Β 463) Ab <κλαγγεῖν>· κλάγξαι, φθέγξασθαι *<κλάγξαντος>· κράξαντος (Κ 276) A (b) <κλάγος>· γάλα. Κρῆτες <κλάδα>· κλάδον. ῥάβδον <κλαδεῖ>· σείει, κινεῖ <κλαδαρόμματοι>· εὔσειστοι τὰ ὄμματα <κλαδαρῶν>· κλάδων ... <κλαδαρόρυγχος>· τροχίλου εἶδος <κλαδάσαι>· σεῖσαι <κλάδεα>· ῥᾶχοι, φραγμοί <κλᾷδες>· ζυγά. Αἰολεῖς <κλαδόνες>· κλάδοι <κλάδος>· ὄζος [<κλαδεῖ>· λοιδορεῖ. φθέγγεται] <κλάει>· δακρύει. κλαίει (Eur. Alc. 201) <Κλαζομένιοι>· οὕτω κωμῳδοῦνται. δοκοῦσι γὰρ ἐπικύπτοντες προστιλᾶν <Κλαζομένιος>· οὗτος Ἡρακλείδης ὁ Κλαζομένιός τε καὶ [ὁ] βασιλεὺς καλούμενος (Com. ad. fr. 76) *<κλάζοντες>· κραυγάζοντες (Π 429) ASn <κλάζων>· βοῶν. [διασχίζων] [καίων] ἢ κελεύων· ἀντὶ τοῦ σημαίνων τῷ ψόφῳ τὴν πορείαν (Soph. Ant. 112) <κλαήσει>· κλαύσεται (Dem. 19,310 ..) †<κλαιόν>· τὸ κανοῦν. καὶ† <κλᾶις>· μοχλός <κάβακος>· ὁ κάχληξ <κλᾶισαι>· κλεῖσαι <κλαμαράν>· πλαδαράν. ἀσθενῆ <κλαμμίς>· ἀναδενδράς <κλαμυστῆσαι>· βοῆσαι, καλέσαι <κλᾶν>· κάμπτειν. ἐμποδίζειν. τέμνειν ἀμπέλους, ὅπερ ἡμεῖς <κλα- δεύειν> *<κλανία>· ψέλλια βραχιόνων ASvgn <κλαπάζειν>· χρονίζειν †<κλαραγείων>· ἐλαφρῶς καθεύδει. Σικελοί <κλάρας>· φοίνιξ, τὸ δένδρον <κλάρες>· αἱ ἐπὶ ἐδάφους ἐσχάραι <κλαρία>· κληρία S. κλήματα ἀμπελόφυλλα. ἢ *[χωρίων κλῆροι AS <κλάριον>· ἀμπελόφυτον. καὶ ἐπίθετον Ἀπόλλωνος <κλάριοι>· κλάδοι. [δοῦλοι] [<κλαρά>· ψελία] <κλαρῶται>· εἵλωτες, <δοῦλοι> †<κλάσθεον>· κλεῖθρον <κλάσματα>· συντρίμματα. θρύμματα (Lev. 2,6) <κλαστήριον>· δρέπανον S. τὸ τῆς ἀμπέλου <φύλλα τέμνον> <κλάστης>· ἀμπελουργός *<κλαυκτόων>· λαμπρυνόμενος <κατὰ> τὰς ὄψεις (Υ 172) AS *<κλαυθμυριζομένων>· κλαιόντων AS (gs) <κλαυμυριόμενον>· κλαίοντα. Ταραντῖνοι <κλαυμυρεῖται>· [ἢ] κλαίει <κλαῦσιν>· ἀγῶνα. ἄνθος τι *†<κλαυτάν>· ποιὰν φωνήν (Eur. Tro. 146) AS <κλέα>· τὰς ἀνδραγαθίας (Ι 189). <Κλέος> γὰρ ἡ δόξα, καὶ ἡ φήμη, καὶ ὁ λόγος †<κλεαγης>· βοηθήματα. ῥήματα [<κλεαινόν>· ὀνομαστόν <κλεαινῶν>· ὀνομαστῶν, ἐνδόξων] <κλεῖδα>· ὑποδήματος εἶδος. Κρῆτες <Κλεῖδες>· ἄκρα τῆς Κύπρου (Hdt. 5,108,2) *<κλειθῇ>· περιτραπῇ AS *<κλεῖθρα>· μοχλοί. ἀσφάλειαι vgAS. πύλαι (Eur. Or. 1366 ..) AS <κλέει>· νεοσσεία (Hes. op. 301) <κλεηδόνα>· κληδόνα, φήμην, δόξαν (δ 317) <κλεῖ>· ἐπαινεῖ, ὑμνεῖ <κλειδοῦχος>· γυνή (Eur. Hipp. 541) †<κλούς>· κλεινάριον μικρόν. Λάκωνες †<κλειμάζειν>· παλαίειν. σκελίζειν. ἀπατᾶν <Κλίμακα>· χωρίον Εὐβοίας <κλιμακτήρ>· κλῖμαξ, βαθμός (Ezech. 40,22 ..). ἢ χωρίον [<κλείματα>· ὑποδήματα] *<κλεινός>· ὡραῖος. [ἔνδοξος gn (AS), ὀνομαστός (Eur. Andr. 456) *<κλεῖν>· κλεῖδα AS. λέγειν, ἐπιφημίζειν <κλεινοί>· οἱ εἰς τὰ παιδικὰ ἐπὶ κάλλει ἁρπαζόμενοι παῖδες <κλείοιμι>· ἄιδοιμι <κλείομαι>· ἐπικαλοῦμαι <κλείουσαι>· ὑμνοῦσαι †<κλειόων>· πυλῶν, ὅπου ζεύγεσιν ἦν τόπος εἰς στάσιν (Ψ 112) (n) <κλείπους>· κόσμος τις τοῦ καλουμένου γείσου <κλεῖθρον>· κλειδίον r <κλείσατε>· εἴπατε *<κλεισίη>· ἡ σκηνή (Α 329) AS <κλισμός>· θρόνος. κλίνη, κλιντήρ (Θ 436 ..) †<κλείτα>· μέρη. καὶ ἡ οὐράνιος ἄρκτος <Κλειταγόρα>· ᾠδῆς τι εἶδος. καὶ <ποιήτρια> Λεσβία τὸ γένος (Ar. Lys. 1237) <κλεῖται>· λέγεται, [ὑμνεῖται, ᾄδεται s <κλειτόεν ὕδωρ>· ποταμὸς Ἀρκαδίας. †<κλείταιόν> φασιν εἶναι οἱ †Κρῆτες *<κλείτη>· κλίματα. γωνίας (Exod. 25,12 ..) AS (g) ἢ ἀγαθὴ δόξα (AS). ἢ ὀνομαστή <κλειτορίς>· τοῦ γυναικείου αἰδοίου ἡ ὑποδορίς, ἔνθεν καὶ τὸ <κλειτοριάζειν> τὸ ψηλαφᾶν *<κλειτός>· ὁ ἔνδοξος (Γ 451 ..) vs (g) <κλέζω>· καλῶ, φωνῶ †<κλέθος>· κληδόνα <κλεμμάδιον>· κλοπαῖον (Plat. leg. 12,955 b) <κλέμμιν>· δίφρον ἀνακλιτόν <κλεμμύς>· χελώνη †<κλεμμύειν>· κηρύσσειν <κλέομαι>· ἐπικαλοῦμαι. εὔχομαι *<κλέος>· δόξα r. ASgn, τιμή s φήμη n ἀγαθή. [ὄνειδος (Ar. fr. 796)] ὅ ἐστιν [ἔπαινος ps <κλέπας>· νοτερόν, πηλῶδες, ἢ δασύ, ἢ ὑγρόν <κλέπτει>· πονηρεύεται. ἐπιθυμεῖ. ἐξαπατᾶται <κλέπτεσθαι>· †θέλειν. ἐπιθέσθαι. πονηρεύεσθαι. ζητεῖν. ἐπιθυ- μεῖν <κλέπος>· [ὑψηλόν.] [νοτερόν. δασύ. καὶ] φώριον, κλέμμα <κλέπτε>· παραλογίζου (Α 132) *<κλέπτε νόῳ>· παραλογίζου τῇ διανοίᾳ (Α 132) AS *<κλεπτομένου>· χλευαζομένου g <κλεύθωμαι>· κελεύθωμαι. παραγένωμαι, ὁδεύω (Ψ 244 v. l.) [<κλεύσομαι>· κελεύθωμαι. ὁδεύσω] <κλευσόμεθα>· ἀκούσομεν. φθεγξόμεθα †<κλευτόν>· τλευτόν <κλέψαι>· <κλέπτειν> τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν <κλεψίαμβοι>· Ἀριστόξενος, μέλη τινὰ παρὰ Ἀλκμᾶνι <κλεψίῤῥυτον ὕδωρ>· τὸ τῆς κλεψύδρας. αὕτη δέ ἐστιν κρήνη Ἀθήνησιν, ἀπὸ τῆς ἀκροπόλεως ἐπὶ σταδίους εἴκοσιν ὑπὸ γῆν φερομένη, εἰς ἣν τὰ ἐμβαλλόμενα πάλιν θεωρεῖται ἀρχομένων τῶν ἐτησίων (Callim? fr. 771 P.) <Κλεψύδρα>· κρήνη, ἥτις τὸ πρότερον <Ἐμπεδὼ> προσηγο- ρεύετο. ἔχει δὲ τὰς ῥύσεις ἀνατελλούσας εἰς τὸν Φαληρέων δῆμον. <σημαίνει δὲ καὶ τὸ σκεῦος.> ὡρολόγιον, *ὄργανον, ἐν ᾧ αἱ ὧραι μετροῦνται ASvgn <Κλεωναῖαι>· ῥαφανίδων τι γένος· ἀπὸ τοῦ ἐν <Κλεωναῖς> εἶναι †<κλήδεα>· φραγμοί <κλήδην>· καλεῖν ἐξ ὀνόματος (Ι 11) r. N <κλήδην>· ἐλθόντα ἐπὶ τὴν ἑκάστου σκηνήν. τὸ καλέσαι πρός τινα ἐλθόντα καὶ δημοσίᾳ κηρύσσοντα (Ι 11) <κληδόν>· σωρόν <κληδονίσαι>· ἀκοῦσαι r φήμην τινά, [μαντεύσασθαι r *<κληδόνος>· πρεσβείας (Eur. Andr. 561) ASn <κλῃδοῦχος>· γυνή, ἀπὸ τοῦ τὰς κλεῖς τῆς οἰκίας ἔχειν (trag. ad. 222) *<κληδόσι>· φήμαις g <κληδών>· κλέος, δόξα, [φήμη r *<κληῖδας>· τὰς κλεῖδας r. AN <κλήθρη>· δένδρου εἶδος (ε 64) r <κληῖδες>· τῆς νεὼς τὰ ζυγά, ἐφ' ὧν οἱ ἐρέσσοντες κάθηνται. ἐνίοτε δὲ καὶ ἡ κλεὶς <κληΐς>, καὶ θύραι· παρὰ τὸ ἐπικλείεσθαι. τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀνθρωπείου μέρους. καὶ παρὰ Ἐφε- σίοις τῆς θεοῦ τὰ στέμματα *<κληῖδα>· τὴν κατακλεῖδα (Ε 146) AS *<κληιζόμενος>· φημιζόμενος r. g <κληῖσι>· ταῖς κατακλείσεσι τῶν περονῶν (σ 294) <κληϊσταί>· κλεισταί. ἢ κλείθροις ἠσφαλισμέναι (β 344) [<κλῆμα>· ὑπόδημα] <κλημακόεσσαν>· τραχεῖαν, καὶ ὀρεινήν (Β 729 v. l.) <κληματίδες>· αἱ ἐκ τῶν κλημάτων δέσμαι <κληνίδιον>· κράββατος, ὑποκοριστικῶς *<κλήνιος>· ἔνδοξος vg *<κλήομαι>· καλοῦμαι ASg *<κληπικοί>· ἰσχυροί ASn. καὶ †ἄσιτοι AS <κληροδοσία>· κλῆρος. μερίς (1. Macc. 10,89) r *<κληροδοτήσετε>· λαχμῷ δώσετε (2. Esdr. 9,12 v. l.) AS <κλῆρος>· τὸ βαλλόμενον εἰς τὸ λαχεῖν. ἢ ψῆφος. ἢ *οὐσία ASg. ἢ μέρος. καὶ σκωλήκιόν τι <ἐν> σμήνεσι γινόμενον <κληροῦται>· διαιρεῖται <κληρουχία>· δεσποτία (2 Esdr. 21,20) <κληροῦχος>· ὁ δεσπότης r, καὶ ὁ γεωργός (Hdt. 5, 77,2) *<κλήρων>· μερίδων (Ios. 19,1 ..) AS *<κληρώσει>· μερίσει (Esai. 17,11) As *<κλησιάδας>· τὰς θύρας τῆς σκηνῆς AS *<>κλησίασον>· σύναξον (Lev. 8,3 ..) A *<κλησιάων>· σκηνῶν (Β 91) AgN <κλήτεσι>· ταμείοις. σκηναῖς (Ps. 127,3) *<κλητεύει>· καλεῖ εἰς δικαστήριον ASg <κλητεύεις>· μαρτυρεῖς <κλητήρ>· ὁ εἰς δίκην καλῶν, ὁ κλητεύων, καὶ μαρτυρῶν τοῖς καλοῦσιν εἰς δίκην <κλητῆρα>· τὸν καλέσαντα. Ἴων Φρουροῖς (fr. 49) <κλητεύων>· μαρτυρῶν τοῖς καλοῦσι δικάσασθαι †<κλητή>· νεοσσεία *<κλητῆρες>· μάρτυρες ASvg <κλητόν>· κεκλημένον *<κλητός>· ὁ ἐξ ὀνόματος κεκλημένος (Ι 165). ἢ ὁ ἔνδοξος (Γ 451 ..) (g) <κλητροί>· κλήτορες <κλητόν>· καλούμενον. κληθέντα <κλήτωρ>· κήρυξ r. ἄγγελος. ὑπηρέτης. μάρτυς <κλιδία>· τάριχος ... <κλίμακες>· πάλης εἶδος (Soph. Trach. 520) <κλιμακοφόρος>· ὁ ἐπὶ κλιμακίου τιθεὶς τὸν νεκρόν †<κλιμακίας>· ... τις τῶν πυρῶν <κλιμακισμοί>· πάλαισμα ποιόν <κλιμακτῆρες>· οἱ τῆς κλίμακος βαθμοί (Aristoph. fr. 277) r [<κλίματα>· ὑποδήματα] <κλῖναι>· τροπαὶ τῶν μαχομένων. καὶ τὸ περιέχεσθαι ἔξωθεν ὑπό τινος. καὶ τὸ σύνηθες <κλῖναν>· ἐτρέψαντο, ὑπεχώρησαν <κλίνθη>· κατεκλίθη. ἐπέκλινεν (Ψ 232) <κλινθῆναι>. ἀνακλιθῆναι. ἀνακλῖναι (Ψ 335) <κλινίς>· ἐπὶ τῆς ἁμάξης νυμφικὴ καθέδρα <κλίνῃσι τάλαντα>· μεταβάλλῃ τὰ ζυγά (Τ 223) <κλινθήτην>· ἐκλίθησαν (Κ 350) [<κλῖθρος>· εἶδος δένδρου. ἢ μοχλός] *<κλινοπετεῖς>· ἐπὶ δίφρου καθήμενοι r. AS (g) <κλεινός>· ἔνδοξος. ἀγαθός, καλός †<κλινόστριχνον>· τὴν ψαλίδα <κλιντήρ>· δίφρος r. ἀνακλιτός. <φορεῖον> r <κλιντῆρες>· δίφροι, κλῖναι <κλίνη>· κράββατος r <κλινίδιον>· r ὑποκοριστικῶς τὸ αὐτό *<κλισία>· κλίνη A. σκηνή r. Abs *<κλισιάδες>· αἱ δίπτυχοι θύραι vgnp. κλισίαι <κλισίαι>· αἱ αὔλειοι πυλῶνες <κλισίη>· σκηνή. καθέδρα (δ 123) καὶ ἡ ἔπαυλις (π 159)· ἀπὸ τοῦ <κλίνεσθαι> ἐν αὐτῇ τὰ θρέμματα. καὶ πρόθυρον. Νίκαν- δρος <κλισία>· στήλη. οἱ δὲ κρηπῖδα, ἐν ᾗ οἱ θρόνοι ἔκειντο. Διο- νύσιος δὲ Ποσειδῶνος οἶκον <κλισίον>· πανδοχεῖον r. s. ἢ βάσις, ἐφ' ᾗ τίθεται [ὁ θρόνος (ω 208) r <κλισίον>· προστάς. πρόστῳον. καὶ βοῶν στάσις καὶ εἴσοδος. ἔνιοι τὰς τοῦ πυλῶνος θύρας πλατείας, εἰς ἃς δύναται ζεῦγος βοῶν εἰσελθεῖν *<κλισμοί>· θρόνοι [ἢ] ἀνάκλιτα <ἔχοντες> ASgn <κλίσις>· ὀνομασία <κλίτα>· στοαί. ἢ σέλλας εἰς τὸ κατακλίνεσθαι <κλίτος>· τόπος [κατωφερής r <κλιτῦς> καὶ <κλιτύες>· τὰ ἀποκλίματα τῶν ὀρῶν. ἢ τὰ κατα- φερῆ τῶν ὑδάτων. ἢ κλίμακες. ἢ ὀρῶν λόφοι. καὶ αὐλῶνας. καὶ φάραγγας (Π 390) †<κλιμαδόν>· ὁ δερμάτινος δίφρος <κλοιός>· μέρος τι τῆς νεώς. ἢ *περιτραχήλιος δεσμός r ASg, κολλάριον S(A), ἤτοι μανιάκης (Gen. 41,42 ..) †<κλοῖστρον>· κλῶστρον† <κλοιωτά>· δεσμοῖς διεξειλημμένα. <Κλοιὸς> γὰρ εἶδος δεσμοῦ περιτραχηλίου <κλοιώτης>· ὁ δεσμώτης r *†<κλοιτοιμωγεῖς>· ἀκουσταὶ θρήνου AS <κλοιῶν>· εἶδος ὀρνέων (ρ 755) <κλονεῖ>· ταράσσει. φθείρει. φοβεῖ <κλονεῖται>· φθείρεται. εἴργεται *<κλονέονται>· ταράττονται (Ξ 59) A (g) <κλονέοντο>· ἐθορυβοῦντο, *[ἐταράσσοντο Sgn. καὶ τὰ ὅμοια (Ε 8) <κλόνες>· αἱ ἐκφύσεις τῶν δένδρων <κλόνιν>· ἰσχίον. ῥάχις. ὀσφύς. κοτύλαι, γλουτὰ καὶ τὰ ὅμοια *<κλόνος>· ταραχὴ πολέμου ASvg ἢ σεισμός n *<κλονούμενος>· ταρασσόμενος A (v) gn <κλοτοπεύειν>· παραλογίζεσθαι. ἀπατᾶν. κλεψιγαμεῖν. *[στραγ- γεύεσθαι (Τ 149) ASn <κλονιστήρ>· παραμήριος μάχαιρα. παρίσχιον <κλοτοπευτής>· ἐξαλλάκτης. ἀλαζών [<κλύδιον>· πέλαγος] <κλύδων>· †χώρα. καὶ ἡ τοῦ ὕδατος φορά, ἢ *[κυμάτων σφο- δρότης r (ASn) *<κλυδωνίζεται>· ταράττεται A. παρακρούεται (Isai. 57,20) AS <κλυδώνιον>· πέλαγος. χειμών. καὶ θόρυβος πραγμάτων (Eur. Hec. 48?) *<κλύει>· ἐπακούει (Eur. Hec. 1093) ASvgn <κλύειν>· ἀκούειν, αἰσθάνεσθαι· μάλιστα δέ <τ'> ἔκλυον αὐτοί (ζ 185) <κλύζει>· πλημμυρεῖ, ῥέει. βρύει *<κλῦθι>· ἄκουσον r. gnps <Κλύμενος>· ἰατρὸς ἀφυής, ὃν Ἀριστοφάνης (fr. 704) φησὶν ἀναμεμίχθαι τῷ Μορσίμῳ διὰ τὸ καὶ τὸν Μόρσιμον ἰατρὸν εἶναι ἀφυῆ. ἦν δὲ καὶ τραγῳδοποιὸς ἀφυὴς ὁ Μόρσιμος. λέγεται δὲ καὶ ὁ κισσός, ὡς Ἀντίμαχος· κισσοῦ τε κλυμένοιο καὶ ἀμπε- λίνης (fr. 85 W.) [<κλύοις>· δεσμοῖς] *<κλῦθί μευ>· ἐπάκουσόν μου (Α 37) gnp <κλυταί>· ἔνδοξοι. ἀγαθοί, καλοί. τίμιοι. πολλοί. ἢ *πανταχοῦ κηρυττόμενοι (AS) <Κλυτίδη>· Κλυτοῦ παῖ (ο 540) *<κλυτοπώλῳ>· ἐνδοξοπώλῳ A. ἱππεὺς ἀγαθός (Ε 654) *<κλυτοτόξῳ>· τῷ κατὰ τὴν τοξείαν ἐνδόξῳ (Δ 101) A <κλυτὸς ὄρνις>· ὁ ἀλεκτρυών *<κλυτοτέχνης>· περιβόητος διὰ τὴν τέχνην (Α 571) (ASgn) <κλύων>· ἐπακούων <κλωγμός>· ὁ διὰ τῆς γλώττης περὶ τὸν οὐρανίσκον ψόφος r. S, ὃν <λάκησίν> τινές φασιν, οἷον οἱ ὀνηλάται ποιοῦνται κυρίως †<κλῶδις>· κλέπτης <Κλώδωνας>· τὰς Μιμαλλόνας, μαινάδας, βάκχας <κλώζειν>· τὸ ἐκβαλεῖν ἐκ τῶν θεάτρων· <κλωγμοὺς> γὰρ ἔλεγον κατὰ μίμησιν τῶν γινομένων ἐν τοῖς στόμασι ψόφων, οὓς πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν (Dem. 21,226) <κλώθει>· κατασπᾷ g νήθει. [ἐπιμερίζει ns. [βλαστάνει, καλῶς αὔξεται] <Κλῶθες>· Μοῖραι (η 197 v. l.) <κλωκυδά>· τὸ καθῆσθαι ἐπ' ἀμφοτέροις ποσίν <κλωμακόεν>· κρημνῶδες. δύσβατον r <κλωμακόεσσαν>· πολλὰ ἀποκλίματα ἔχουσαν· ἀφ' οὗ τὴν τραχεῖαν καὶ ὀρεινὴν σημαίνει, ἢ κρημνώδη, ἢ [δύσβατον (Β 729 v. l.) (r) <κλῶν>· συντρίβων. κατασπῶν <κλώνακα>· ῥάβδον. [καὶ τὰ κλιμακώδη χωρία] <κλῶναξ>· κλάδος <κλῶντες>· σπῶντες. συντρίβοντες r <κλωπᾶσθαι>· ἐπιθυμεῖν. θέλειν. καὶ τὸ λάθρα καὶ ἀψοφητὶ ἰέναι καὶ πράσσειν, καὶ κλέπτεσθαι <κλωπεία>· ὄρχησίς τις, ὡς Ἰόβας ἐν τετάρτῳ Θεατρικῶν *<κλῶπες>· κλέπται (Eur. Rhes. 645) Sgb <κλωπωμένη>· λάθρα καὶ ἀψόφως περϊοῦσα. καὶ ἐφιεμένη παρὰ τὸ κλέπτεσθαι. [δὲ οὕτως] τὸ προθυμεῖσθαι δὲ οὕτως ἔλεγον <κλώσκων>· ἐπικλώθων <κλωστήρ>· τὸ κεκλωσμένον ῥάμμα (Ar. Ran. 1349) *<κλώψ>· κλέπτης (Greg. Naz. c. 2,1, 55,3) AgNp <>κμητά>· πεποιημένα, πεπονημένα. <κναδάλλεται>· κνήθεται *†<κνάξει>· βοήσει ASvgN <κνακός>· ψαρὸς ἵππος <κνακόν>· λευκόν. πυῤῥόν <κνάμπτει>· κάμπτει. καταξαίνει. κατίσχει †<κνάξ>· γάλα †λευκόν <κνάμπτομαι>· κακοῦμαι. καταπονοῦμαι. καταξύομαι <κνάπτειν κελεύω γλῶσσαν>· συνέχειν ἐντὸς τῶν ὀδόντων κελεύω τὴν γλῶτταν (trag. ad. 224) <κναπτόμενον>· ξαινόμενον <κνᾶσαι>· ὀλέσαι. λυπῆσαι <Λάκωνες> [<κναστήριον>· ἐνήλατο. Λάκωνες] *<κνάφοι>· ἄκανθαι, αἷς κνάπτεται τὰ ἱμάτια AS <κνάφου δίκην>· ὅταν ἐν κύκλῳ οἱ κναφεῖς περιέλκωσι τὰ ἱμάτια περὶ τὸν λεγόμενον <κνάφον>. ἔστι δὲ τοῦτο φυτὸν ἀκανθῶδες *<κνεομένων>· πονουμένων ASg <κνέφαλλον>· τύλη. ἣν δὲ ἡμεῖς τύλην, Ἀττικοὶ τυλεῖον. καὶ †πιλός, καὶ προσκεφάλαιον, *ἢ τύλη ASg <κνέφας>· ἑσπέρα, σκοτία νύξ, κενὴ φάους *<κνέφας>· σκότος (Α 475) r. nps <κνέωρον>· φυτόν τι, ὃ τοῖς Θεσμοφορίοις ὑποστόρνυται, καὶ ὃ εἰς κάθαρσιν χρῶνται. καὶ γυναικεῖον μόριον <κνῆ>· ἔκοπτεν (Λ 638) r (n) <κνηθμός>· κνησμός *<κνηθόμενοι τὴν ἀκοήν>· ζητοῦντές τι ἀκοῦσαι καθ' ἡδονήν (2. Timoth. 4,3) AS <κνηκίς>· κνηκοειδὴς τοῦ ἀέρος κατάστασις r. καὶ δέῤῥις λεπτή. καὶ νεφέλιον λεπτόν. καὶ μελανία. καὶ ἔλαφος <κνηκὶς ἐπενήνοθε>· μελανία τις τῷ σώματι. ἄλλοι δὲ ἐπὶ τῶν νεφῶν εἶπον <κνηκόν>· τὸ κροκίζον χρῶμα, ἀπὸ τοῦ ἄνθους· ὅτε δὲ ἀπὸ καρποῦ, τὸ λευκόν <κνῆκος>· λευκός. καὶ εἶδός τι σπέρματος. καὶ πυῤῥός <κνῆμαι>· τὰ διερείδοντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. αἱ κερκίδες. αἱ τῶν τροχῶν ῥάβδοι χάλκεα ὀκτάκνημα (Ε 723) καὶ ὁδοὶ ἀνώμαλοι καὶ ἀναντώδεις. καὶ ἡμῶν κνῆμαι, ἤγουν τὰ σκέλη· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί (Υ 37). <κνήμαργος>· κνημώδης, [παχύκνημος r *<κνήμη>· μέρος ποδός A *<κνημοῖσι>· τοῖς τραχέσι [τόποις καὶ δυσβάτοις (Β 821 ..) n <κνημίαι>· φθοραί. καὶ τὰ ὀρθὰ ξύλα τῶν θρόνων, ὅπου ἐστὶν ἐπικλίνειν <κνημίας>· τὰ ἀντικνήμια. καὶ τὰ ἐπὶ τῶν θρόνων ἑκατέρωθεν ξύλα διὰ τὴν καθέδραν πεπηγότα. καὶ τὰ ἐν τοῖς ἁρματείοις τροχοῖς. καὶ τὰ τῆς ἁμάξης περιθέματα <κνημοῦμαι>· φθείρομαι <κνημούς>· δασεῖς, τραχεῖς καὶ δυσβάτους τόπους (δ 337) <κνημωθῆναι>· φθαρῆναι r <κνημῶσαι>· περιχῶσαι, φράξαι. φθεῖραι. κλεῖσαι. περιελθεῖν <κνηστήρ>· φθορεύς r ὀλετήρ *<κνῆν>· κνήθειν AS <κνῆστις>· κοπὶς σιδηρᾶ. ξυστήρ, ἐν ᾧ ξύουσι τὸν τυρόν (Λ 640). τινὲς δὲ καὶ τὴν ῥάχιν ἀκούουσιν. ἔνιοι τὸ †ἀκνεῖν <κνηστός>· ἄρτος. Ἀρτεμίδωρος <κνῆστρον>· τὸ κνέωρον (Hippocr. mul. aff. 1,80) <κνίδαι>· ἀκαλῆφαι. καὶ πόα τις <κνιδᾶται>· δάκνεται. ἴσως ἀπὸ τῆς πόας *<Κνίδος>· νῆσος <ἐγγὺς> Ῥόδου ASn <κνίζει>· λυπεῖ (Eur. Med. 599) <κνιδοῦντες>· κνίδῃ μαστιγοῦντες *<κνίζων· [ἢ κνιζίων>.] λυπῶν. ἢ συκάμινα τέμνων (Amos 7,14) gSn <κνιπή>· πτιλή <κνιπεῖν>· σείειν, ξύειν [μέλαθρα καὶ δοκούς] <κνῖπες>· ὄμματα περιβεβρωμένα. καὶ ζωύφια τῶν ξυλοφάγων <κνιπίδες>· πέρασμα δορᾶς <κνῖσα>· ἀτμός, καπνὸς τῶν θυσιῶν (Α 317). καὶ τὸ λίπος τοῦ ἱερείου (σ 45) καὶ ὁ ἐπίπλους (γ 457) <κνίσσαι>· φθεῖραι, ὀλέσαι. λυπῆσαι <κνισαλέῳ>· περικαπνιστῷ *<κνίσης τε>· τῆς ἀναθυμιάσεως. ἢ τοῦ λίπους (σ 45) ASn <κνισῆεν>· εὐῶδες (κ 10) r <κνισμός *ζηλοτυπία r. AS. ἢ μέλος τι κνισμῷ αὐλούμενον <κνισολοιχός>· λίχνος (Antiph. fr. 64 ..) <κνιστὰ λάχανα>· συγκεκομμένα (Ar. fr. 79) <κνίφεα>· κνίδας *<κνίψ>· ζῶον πτηνόν, ὅμοιον κώνωπι S(A) <κνοῦς>· ὁ ἐκ τοῦ ἄξονος ἦχος. λέγεται δὲ καὶ <κνοή>. καὶ ὁ τῶν ποδῶν ψόφος, ὡς Αἰσχύλος Σφιγγί (fr. 227). τινὲς δέ φασιν <κνοῦν> μὲν ἦχον, χνόην δὲ περὶ ὃ μέρος τοῦ ἄξονος, ἡ χοινικίς <κνῦ>· τὸ ἐλάχιστον <κνύειν>· κνήθειν, ξύειν (Men. frg. 859 Körte) <κνύζα>· [κνυζηθμός> S, ἀπὸ τοῦ <κνυζᾶσθαι>· ἐπὶ τῶν κυνῶν. καὶ] ἡ κόνυζα κατὰ συγκοπήν <κνύζεσθαι>· μοχθεῖν. κλαίειν. †ἀφανίζεσθαι <κνυζηθμός>· ἰδίωμα ἤχου φωνῆς (π 163), καὶ *[κλαυθμός <κνυζόν>· ἀέρα ἐπινέφελον καὶ πνευματώδη (r) rp <κνυζοί>· οἱ τὰ ὄμματα πονοῦντες (r) <κνυζούμενον>· στένοντα. [ἢ φωνὴ κυνῶν [ἢ] κνυζηθμὸς γοερὸν φθεγγομένων] <κνυζώσω>· συσπάσω. κακώσω (ν 401) <κνύζωψ>· λάχανον, ὅμοιον σελίνῳ <κνυθόν>· σμικρόν <κνυπώσω>· θριγκώσω <κνύφος>· ἄκανθα μικρά r <κνώδακες>· οἱ ἐν τοῖς φυσητῆρσιν ἀσκοί S *<κνώδαλα>· κυρίως, τὰ θαλάττια θηρία· ASvgn κινώδαλα γάρ ἐστιν τὰ ἐν τῇ ἁλὶ κινούμενα (r) Ὅμηρος δὲ ἐπὶ χερσαίου φησὶν (ρ 317) *<κνώδαλον>, θηρίον, ἢ ζῷον μικρόν (Sap. 11,16) vgn <κνώδαξ>· κέντρον ἄξονος, γνώμων. ὄργανον χρυσοχοϊκόν. καὶ χαλινόν <κνώδη>· χωρία. θηρία <κνώδων>· ἡ ἀκμὴ τοῦ ξίφους καὶ τοῦ δόρατος (Soph. Ai. 1025) <κνωσμός>· ἡσυχία πάντων <κνώσσειν>· ὑπνοῦν, καθεύδειν, κοιμᾶσθαι. ῥέγχειν *<κνώμενοι>· κνηθόμενοι ASvg <κνωπεύς>· ἄρκτος. ἔνιοι <κνουπεύς> *<Κνωσσός>· πόλις <Κρήτης> (Β 646) gSn *<κνώσσοντι>· καθεύδοντι (Greg. Naz. c. 2, 1, 45,229) (gn) <Κνώσια κῶλα>· τὰ ὁρμητικά (trag. ad. 225?) <κοᾷ>· ἀκούει. πεύθεται <κοάλεμος>· ἠλίθιος, ἀνόητος †<κοαλδδεῖν>· Λυδοὶ τὸν βασιλέα †<Κοαλιδεῖν>· βάρβαρον ἔθνος †<κόαλοι>· βάρβαροι <κόαξ>· βάτραχος r. S. <κόαρον>· ἐλάχιστον <κοᾶσαι>· αἰσθέσθαι [<κοάχλικας>· ἄρτους] <κόβακτρα>· κοβαλεύματα, [πανουργήματα n <κόβαλος>· *πανοῦργος ASvgn. κακοῦργος. στωμύλος, λάλος, ἀφ' οὗ καὶ ὁ κομψός. ἔνιοι μάταιος. ἄλλοι κροταφιστής, ἄσω- τος, τωθαστής, ἀπατεών. κακόλαλος <κόβαρος>· ὄνος <κόβειρα>· γελοῖα <κόβειρος>· γελοιαστής, σκώπτης, λοιδοριστής <κοβελίσκον>· τρυβλίον [<κόγκαλος>· κονιορτός] <κογκυλεύοντες>· κογκύλιον ἐκπιάζοντες <κόγξ>· ὁμοίως <πάξ>. ἐπιφώνημα τετελεσμένοις. καὶ τῆς δικα- στικῆς ψήφου ἦχος, ὡς ὁ τῆς κλεψύδρας παρὰ [δὲ] Ἀττικοῖς <βλόψ> <κογχαλίζειν>· πεποίηται ἀπὸ τοῦ ἤχου τῶν κόγχων <κόγχας>· καὶ χήμας καὶ τὸ μέτρον [<κόγχναι>· αἱ ὄγχναι] <κόγχην διελεῖν>· παροιμία ἐπὶ τοῦ ῥᾳδίως τι ποιῆσαι (Tele- clid. fr. 19) <κόγχης ἄξιον>· ἐπὶ τοῦ εὐτελοῦς ἐτίθεσαν <κογχίτης>· εἶδος λίθου <κόγχον διεῖλες>· ἴσον ἐποίησας <κόγχος>· κοχλίας <κογχυλαγόνες>· γυναῖκες, νύμφαι <κογχύλαι>· κηκῖδες <κογχύλια>· τὰ ὄστρεα. καὶ πορφύραι (r) <κογχυλίας λίθος>· σκληρός, ἔχων ἐν ἑαυτῷ κογχυλίου τύπους (Ar frg. 193) <κόδαλα>· ἰχθῦς, κεστρεύς <κοδαλεύεσθαι>· ἔνδον διατρίβειν <κοδαλεύομαι>· ἐνδομυχῶ <κοδαλευομένη>· ἀρεσκευομένη. ἀπραγοῦσα <κοδομεῖαι>· φρυκτωρίαι <κοδράντης>· τὸ πᾶν, ἢ τὸ τέταρτον τῆς φόλλεως, ἢ λεπτόν· τὸ δὲ <λεπτὸν> ἑξακισχιλιοστὸν ταλάντου, ὅ ἐστι νουμμίον ἕν, ἢ κοκκία τρία. τὸ δὲ <τάλαντον> λίτραι ἑκατὸν εἰκοσιπέντε. ὁ δὲ <κοδράντης> νουμμία τρία. ὁ δὲ ἔσχατος κοδράντης τὸ τέταρτον τῆς φόλλεως <κοδομεύει>· φρύγει τὰς κριθάς. καὶ <τὸ> ἔργον κοδομεία <κοδομεύειν>· τὸ ἐν ἰπνῷ φρύγειν, ἤ τινι ἀγγείῳ <κοδομεύς>· ὁ ἐπιπάσσων τῷ φρυγεῖ, τὰς κριθὰς φρύγων <κοδομή>· ὄνομα θεραπαίνης. ἀπὸ τοῦ <κοδομεύειν>, ὅπερ ἐστὶν ἐν ἰπνῷ φρύγειν †<κοδομία>· ὑπνία. φρυκτία. ἀλετρία *<κοδράντης>· τὸ πᾶν, ἢ λεπτὰ δύο· ASvgn τὸ δὲ <λεπτὸν> ἑξακισχιλιοστὸν ταλάντου (Marc. 12,42 ..) <Κόδρους>· οὓς ἡμεῖς λέγομεν Κρονικούς τινας, τὸ ἀρχαῖον αὐτῶν ἐμφανίζοντες *<<Κόδρος>>· Ἀθηναῖος, λαμπρὸς τῷ γένει AS <κοδύμαλον>· τὸ στρουθίον μῆλον. οἱ δὲ κυδώνιον. οἱ δὲ ἄνθους εἶδος. οἱ δὲ κόσμος περιτραχήλιος <κοδώνεα>· σῦκα χειμερινά. καὶ καρύων εἶδος Περσικῶν †<κοθεῖ>· αἰσθάνεται, νοεῖ <κόθημα>· ἐπὶ τοῦ αἰδοίου. καὶ <κότιλον> ὁμοίως *<κόθορνος>· ὑπόδημα ἀμφοτέροις τοῖς ποσὶ πεποιημένον ASvg. τινὲς δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἐφαρμόττειν φασὶ τὸ ὑπό- δημα τὸ κόθορνον (n) <κοθοῦριν>· ἀλώπεκα <κόθουρος>· ἀργός, ἄκεντρος. κολόβουρος. σιτοκοῦρος. ἀχρεῖος. κακοῦργος (Hes. op. 304). [ἀλώπηξ] [<κοθώ>· βλάβη] <Κοθωκίδαι>· δῆμος <Οἰνηίδος> *<κωθωνίσαι>· μεθύσαι ASvg. <Κώθων> γὰρ τὸ μέγα ποτήριον (ASg) <κώθων>· περιφερὲς καὶ μέγα ποτήριον r †<κοία>· κλέψημα <κοῖα>· τὰ κοῖλα <κοιάζει>· ἐνεχυράζει <κοίας>· σφαίρας. ἢ λίθους (Antim. fr. 89 Wyss) <κοίασον>· σύνθες <κοιᾶται>· ἱερᾶται <κοίελος>· τὸ ἐν τοῖς κυάμοις θηρίδιον <κοΐζειν>· τὰ χοιρίδια μιμητικῶς λέγεται [<κοίημα>· γέννημα] <κοίης>· ἱερεὺς Καβείρων, ὁ καθαίρων φονέα. οἱ δὲ <κόης> <κόϊκες>· ἐν Αἰθιοπίᾳ φοινίκων εἶδος. καὶ τὰ πεπλεγμένα ἐκ τῶν φύλλων τοῦ δένδρου σκεύη, φορμοί <κοικύλλειν>· περιβλέπειν· <κύλα> γὰρ τὰ ἐπάνω τῶν ὀφθαλ- <μῶν. οἱ δὲ τὸ περιστρέφεσθαι καὶ διατρίβειν περιβλεπόμενον. ἄλλοι φθονεῖν (Ar. Thesm. 852) <κοιλάδες>· πεδία. λιβάδες (Mich. 1,4) <κοιλάς>· τὸ εὔδιον. *καὶ ἡ βαθεῖα γῆ r. ASvgn *<κοίλῃσι>· βαθείαις (Α 26) n <Κοιλία>· ὀχετὸς ἐν Κυρήνῃ. [καὶ τὸ ἐκ ξύλων οἴκημα] <Κοίλη>· δῆμος Ἀττικῆς <κοιλίσκον>· κοῖλον ... *<κοιλώμασι>· ταπεινώμασιν AS <κοῖλον τοῦ ποδὸς δεῖξαι>· ἐπὶ τῶν εἰς φυγὴν τρεπομένων <κοῖλον λόχον>· τὸν δούριον ἵππον (δ 277) <κοιλότερα>· βαθύτερα †<κοιλοπίτυξ>· †ὁπλίτης. τινὲς δὲ ὀϊστός †<κοιλῶπαν>· περίζωμα <κόϊλον>· κοῖλον <κοῖλος θυρεών>· οὐκ ἔχων θύρας <κοῖλυ>· τὸ κοῖλον [<κοιλώτεα>· δένδρον τι] <κοίμαστρον>· κοιτών <κοιμηθέντι>· κατακλιθέντι, οὐ πάντως ὑπνώσαντι (υ 4) <κοιμηθῆναι>· κατακλιθῆναι. ὑπνῶσαι (η 343) <κοιμίζει>· κατακλίνει a) <κοινά>· χόρτος. b) *<κοινῇ>· δημοσίᾳ AS *<κοινεῖον>· πορνεῖον r. ASvg <κοινοβούλως>· τοὺς συνέδρους <κοινοδήμιον>· τὸ δημόσιον. ἢ τὸ δικαστήριον *<κοινολογεῖται>· κοινῇ διαλέγεται (1. Macc. 15,28) ASvg <κοινοκατθέτας>· συνθηκοφύλακας r *<κοινόν>· βδελυκτόν, ἀκάθαρτον (Rom. 14,14) ASn <κοινός>· δεσπότης. καὶ μέρος τι τῆς νεώς. δῆμος. ἀδελφός. Σο- φοκλῆς Ἀντιγόνῃ· ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα (1) καὶ ἐν Ὑδροφόροις· πολύκοινον Ἀμφιτρίτην (fr. 612) <κοινῶνας>· κοινωνούς <κοινῶσαι>· προσανενεγκεῖν *<κοινὸς Ἑρμῆς>· παροιμία ἐπὶ τῶν κοινῇ τι εὑρισκόντων AS <κοῖον>· ἐνέχυρον r <κοιόλης>· ὁ ἱερεύς [<κοιοφόρος>· ἔγκυος, ἐγγαστρωμένη] †<κοιπποίβα>· πᾶν σπέρμα. Ἀχαιοί <κοιρανέων>· κοίρανος καθιστάς. ἢ τὰ τοῦ [κοιράνου ἔργα ἐπι- τελῶν n, κελεύων βασιλικῶς ἢ βασιλεύων (Β 207) <κοίρανος>· ὁ ἐπικρατῶν, καὶ ἡγεμονεύων, *[βασιλεύς (Β 204 ..) ASvgn †<κοίσκαι>· δίκαιοι †<κοισσοί>· κορμοί *<κοῖται>· γυναικῶν ἐπιθυμίαι (ASvg) <κοιτάσαι>· κατακοιμῆσαι <κοίτη>· κίστη, ἐν ᾗ τὰ βρώματα ἔφερον. αἱ δὲ μικραὶ <κοιτίδες> <κοιτίς>· ἡ μικροτέρα κίστη, ἐν ᾗ <ὁ> γυναικεῖος κόσμος ἀπε- τίθετο *<κοῖτον ἰαύει>· εἰς τὴν κοίτην ἐγκοιμᾶται (Eur. Rhes. 740) Agn <κοῖτος>· ὁ ἐν τῇ κοίτῃ ὕπνος. (η 138) καὶ θηλυκῶς ἡ <κοίτη> <κοιτών>· τὸ δωμάτιον <κοιφόν>· κοῖλον <κοιώσατο>· ἀφιερώσατο, καθιερώσατο <κόκκαλος>· ῥόμβος. στρόβιλος. πεύκη (Hippocr. vict. acut. 2,10, II 456 L.) <κοκκίδα>· αἴγειρον <κοκκόαξ>· κορώνη r <κοκκοῦσα>· συκῆ <κοκκοβάγη>· γλαῦξ r <κοκκοθραύστης>· ὄρνις ποιός <κόκκονοι>· οἱ πυρῆνες τῶν ἐλαιῶν <κόκκος>· ἐξ οὗ τὸ φοινικοῦν βάπτεται. καὶ αὐτὸ τὸ χρῶμα r. καὶ τὸ γυναικεῖον μόριον. καὶ ὁ τοῦ σίτου κόκκος <κόκκον>· τὴν τοῦ σίτου κεγχραμίδα r. [καὶ ἐπιβόημα οἰονόμου] <κοκκοχλύζειν>· συλλαβίζειν <κοκκοποιόν>· κοκκοβαφές <κόκκυ>· τὸ ἐλάχιστον (Ar. Av. 507) <Κοκκυβίας>· ὄνομα κύριον <κόκκυγες <γε γ#>>· ἐπὶ ὑπονοηθέντων πλειόνων εἶναι, καὶ ὀλί- γων ὄντων (Ar. Ach. 598) <κοκκυγίαν>· ἄνεμον, οἱ Κροτωνιᾶται <κοκκύζει>· ταράσσει. [φωνεῖ ὀξέως r <κοκκύμηλα>· ὁ καρπός ... <κόκκυξ>· τὸ ζῷον. ἢ τὸ [ὄρνεον r. καὶ ἡ βοτάνη. καὶ ὁ πρό- βολος. καὶ τοῦ ἱεροῦ ὀστέου τὸ πρὸς τοῖς ἰσχίοις. καὶ λόφος, καὶ [περικεφαλαία r [<κόκκυς>· λόφος] <κόκκωνες>· οἱ κόκκοι τῆς ῥοιᾶς. καὶ ὅθεν ἰξός (Solo fr. 40 B.) †<κοκρύνδακοι>· κυλλοί <κοκρύδων>· λῃστῶν. κλεπτῶν <κοκύαι>· οἱ πάπποι καὶ οἱ [πρόγονοι (p) a) [<κῶλα>· ὀστᾶ. μέλη. ἢ ὅπλα. καὶ] b) ....· εἶδος ὀρχήσεως, ὃ καὶ ξιφισμός <κολαβρίζειν>· σκιρτᾶν <κολαβρευομένη>· κώλοις ἁλλομένη <κόλαβρον>· τὸ χοιρίδιον <κολάζειν>· περαίνειν, †ὀγκᾶσθαι <Κολακοφωροκλείδης>· Ἱεροκλείδης, ὃν ἐπὶ πονηρίᾳ κωμῳδοῦ- σιν, Ἕρμιππος μὲν ἐν Κέρκωψι (fr. 38), Φρύνιχος δὲ ἐν Κωμασταῖς (fr. 17). ὁ δὲ Ἀσκληπιάδης Κλεώνυμον εἶναι ὑπέλαβεν, οὐδὲ τὸ τέλειον τοῦ ὀνόματος ἐπιστήσας <κολάττην>· κόλακα <Κολακώνυμος>· Κλεώνυμος λέγεται Κολακώνυμος· κόλαξ γάρ (Ar. Vesp. 592) <κολάπτει>· κλώθει πρὸς τῷ γόνατι, ἢ *γλύφει ASvg <κόλασις>· τιμωρία r [<κολασσία>· ἀνδριάντος σκιά. καὶ τὸ εἰς ὕψος ἀνάστημα] <κολαφιζόμενος>· ῥαπιζόμενος <κόλαφος>· κόνδυλος r. παρὰ δὲ Ἐπιχάρμῳ ἐν Ἀγρωστίνῳ καὶ παιδοτρίβου ὄνομα (fr. 1) <κολέα>· ποιά τις ὄρχησις <κολεάζοντες>· ὠθοῦντες [κολούοντες] περαίνοντες [<κολεάμος>· ματαιόφρων] <κολεασμός>· τὸ περαίνεσθαι. πεποίηται δὲ ἀπὸ τοῦ <κόλου> καὶ ἀπὸ τοῦ καθιέναι εἰς τὸ <κόλον>· τοῦτο δὲ <κολεάζειν> ἔλεγον <κολέαρχος>· κακόσχολον ὄνομα [<κολεῖν>· ἐλθεῖν] <κολεκάνοι>· τοῦτο ἐπὶ μήκους σὺν λεπτότητι ἐτάσσετο. Στράτ- τις δὲ ἔν τῳ φορτικῷ δραματίῳ· Ποῦ 'στιν; οὐκ ἄξει τις ἔξω τὴν †ἀποῦσαν μητέρα τῶν διδύμων †κολέκαν λέγων †(fr. 64) <κολεός>· *ἡ θήκη τοῦ ξίφους ASvgn. καὶ λάρναξ. καὶ ὑδρία <κόλερα>· [νόθα] νωθρά (Aristoph.). ἔνιοι δὲ πρόβατα τραχέα ... [<κολεάσα>· ἀναθήματα] <Κολαινίς>· Ἄρτεμις ἀπὸ <Κολαίνου> τοὔνομα λαβοῦσα <κολετρῶσι>· καταπατοῦσι. ἀπὸ τῶν τὰς ἐλαίας πατούντων, ὃ δὴ λέγουσι <κολετρᾶν>. ἔνιοι δέ· ἐνάλλονται εἰς τὸ <κόλον>, ὃ δηλοῖ εἰς τὴν γαστέρα (Ar. Nub. 552) <κοληβάζει>· ἐσθίει. καταπίνει <κολία>· ὀρχήσεως εἶδος. καὶ ἐπικήδεια. καὶ μέτρον τι· καὶ τὸ ἡμικόλιον. καὶ τὰ ἐκ μέλιτος τρωγάλια †<κολιᾶν>· ἐρίζειν. ἀγνωμονεῖν <κολιάσαι>· ὀρχήσασθαι <κόλλεα>· περιτμήματα δερμάτων, ἀφ' ὧν ἕψεται ἡ κόλλα τοῦ βοός [<κόλλα>· τοῦ βοὸς τὸ νωτιαῖον δέρμα, ἐξ οὗ τὸ κολλᾶν] <κόλλοπες>· οἱ κόλλαβοι, περὶ οὓς αἱ χορδαί· τὸ γὰρ νωτιαῖον, τὸ τραχηλιαῖον τοῦ βοός, <κόλλοψ>, διὰ τὸ εἰς κόλλαν εὐθετεῖν. καὶ τοὺς σκληροὺς δὲ καὶ παρηβηκότας παῖδας ἐντεῦθεν <κόλ- λοπάς> φασιν <κολλήεντα>· †κακῶς [κεκολλημένα n, ἢ τὰ ἐκ συμβλημάτων [ἡρμοσμένα (Ο 389) n <κολλητὰς σανίδας>· τὰς θύρας, τὰ θυρώματα (Ι 583) <Κολλίδαι>· γένος ἰθαγενῶν †<κόλιξ>· τὸ γαρδούμιον p <κόλλικας>· εἶδός τι ἄρτου <κόλλικος νόμον>· τὸν κόρδακα κόλλικα λέγουσι καὶ κορδακίς- ματα ... <κόλλοπι> κολλάβῳ (φ 407) <κολλοπίζειν>· καθέλκειν <κολλοπῶσαι>· κατακολλῆσαι <κολλούρας>· ἄρτος <κόλλοψ>· τοῦ νώτου ἡ φορίνη, καὶ τῆς λοφιᾶς τὸ ἄκρον <κόλλυβα>· τρωγάλια (r) <κολλυβιστής>· *τραπεζίτης· <κόλλυβος> γὰρ εἶδος νομίσματος (Ev. Marc. 11,15) r. ASgn, καὶ ὁ ἐν τῷ χαλκῷ κεχαραγμένος βοῦς <κολλύρα>· Θεόφραστος ἐπὶ τῶν ἐκ τέφρας πεπλασμένων, ἢ ἔγχουσα <κολλυρίων>· ὄρνις ποιός <κολλύχνιον>· καρύου λέπισμα <κολοβάφινα>· τὰ κολλοβαφῆ *<κολοβοῖ>· ἐπικόπτει ASvg <κολοβός>· κοντός r. σμικρός. ὀλιγοστός. ἢ ἐστερημένος. καὶ νόμος τις κιθαρῳδικός [<κολοιβάζειν>· ἀτάκτως ἐσθίειν] <κολοίδιον>· παραξιφίδιον <κολοίδορον>· ξύλον μάχας ποιούντων ἐπεισφερόμενον <κολοιή>· φωνή ... <κολοιοί>· σκῶπες, μικραὶ κορῶναι *<κολοιός>· <πετεινὸν> ὃ οὐ ταχὺ ὁρᾶται ἐν Ἀλεξανδρείᾳ ASn <κολοίπρημα>· ἄπληστον κάθαρμα <κολοιτέα>· δένδρον τι <κολοιτύποι>· κακοί <κολοίφρυξ>· Ταναγραῖος ἀλεκτρυών. καὶ ὄρος Βοιωτίας <κολοκάνοι>· εὐμήκεις καὶ λεπτοί <κολοκτρυών>· ἀπὸ τοῦ κολοβοῦ <καὶ> ἀλεκτρυόνος μεγάλου γέγονεν (Ar. Ran. 935 v. l.) †<κολοίστιον>· ξηρόν <κολόκυμα>· τὸ τυφλὸν κῦμα r. οἱ δὲ τὸν <σκώληκα> καλούμενον, τὸ μακρὸν κῦμα <κολοκώνας>· τὰς βαλβῖδάς τινες <κόλον>· κολουστόν, μέγαν τράγον κέρατα οὐκ ἔχοντα. καὶ ἡ τῶν κεράτων ἔκφυσις αὐτὸ μόνον ἔχον τὸ ζῷον, καὶ μηδέποτε εἰς τὸ τέλειον κερασφοροῦν. ταύτας δὲ καὶ <στολόκρους> ἔλε- γον. δηλοῖ δὲ καὶ τὸ ἔντερον, καὶ τὸ κολοβόν. παρὰ δὲ Ὁμήρῳ (Π 117) τὸ κολοβόν, τὸ κεκολοβωμένον <κόλος>· κολοβός. ἢ μάχη ἄκερος. [θόρυβος]. νοσώδης. πηρός. *κολοβός (A) s <κολοσσοί>· ἀγάλματα ὑπερμεγέθη. ἀνδριάντες *<κοιλόσταθμος>· ἔπαυλις, καμαρωτὸν ἔχουσα τὸν πυλῶνα (Agg. 1,4) ASn <κολοσσία>· ἀνδριάντος σκιά. καὶ τὸ εἰς ὕψος ἀνάστημα <κολοσυρτεῖ>· θορυβεῖ (r), ταράσσει <κολοσυρτός>· θόρυβος. συρφετός. κονιορτός. ὄχλος. ἀναφύραμα <κολουᾶν>· θορυβεῖν <κολούει>· καταστέλλει. σάττει. κωλύει. ἐμποδίζει. κολοβοῖ (θ 211) <κολούεται>· ἐλαττοῦται <κολουραίη>· κολοβή. νεωτάτη (Callim. fr. 235 Pf.) <κολουρίᾳ>· τῇ ἀποτομίᾳ <κολουρῖτις γῆ>· ... Σικελοί <κόλουρον>· κολοβόν r. μάστιγα *<κόλου κώδιον>· Λάκωνες [<κολουμβᾷ>· θορυβεῖ] <>κόλους>· ψωμούς (ρ 222) *<κολοῦσθαι>· κολοβοῦσθαι ASg <κολούσματα>· κλάσματα <κολούων>· μειῶν, ἐλαττῶν <κολοφών>· ὁ κολιός. καὶ ἰχθῦς ποιὸς θαλάσσιος. ἢ *τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. καὶ ἐπὶ παθῶν, ἤτοι συμφορῶν, λαμ- βάνεται AS. ἢ τὸ ὄνομα πόλεως. *κεφάλαιον A, καὶ τὸ τέλος, ἤγουν τὸ πέρας τοῦ πράγματος AS <Κολοφώνια>· ὑποδήματα κοῖλα (Rhint. fr. 4) καὶ μεταλλικόν τι <κολόχειρ>· χείραργος <κόλπον ἀνιεμένη>· τὸ κατὰ τὸ στῆθος μέρος ἀνέλκουσα, ἵνα τὸν μαστὸν δείξῃ (Χ 80) *<κόλπος>· κοῖλος τόπος παραθαλάσσιος r. ASn <κόλσασθαι>· ἱκετεῦσαι <κόλυβος>· ἔπαυλις [<κολυκρίζοντες>· ἐκτελοῦντες] <κολυμβητάς>· τοὺς ἐκ τῶν φρεάτων ἀναπέμποντας τοὺς κάδους <κολυμβίς>· ὄρνις ποιός (Ar. Av. 304) <κόλυμβοι>· αἱ κολυμβάδες, τὰ ὄρνεα (Ar. Ach. 876). ἢ ζωΰφια ἐν κολυμβήθραις <κολύρας>· ἀρτίδια μικρά, καθάρεια S [<κολύμφατος>· φλοιός. λεπίδιον] <κολυφίζοντες>· ἐκκενοῦντες <Κολυττός>· ὄνομα δήμου <κολύφανον>· φλοιός. λεπύριον <κολυφρόν>· ἐλαφρόν <κολῶ>· κολάσω <Κολῶναι>· ἡ πόλις Τροίας <κολωμένους>· κολάσοντας (Ar. Vesp. 244) <Κολωνός>· παροιμία· ὀψὲ ἦλθες, ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο· ἐλέγετο δὲ ἐπὶ τῶν μισθαρνούντων <κολωνία>· τάφος. Ἠλεῖοι *<κολώνη>· τόπος ὑψηλός n (g), καὶ ἐπανάστημα γῆς b βου- νοειδές (Β 811). ἢ [πόλις μεγάλη ASgn *<κολωνός>· τόπος ὕψος ἔχων Avg *<κολῷον> καὶ <κολῶιον> ἢ <κολῳός>· *θόρυβος (An), ἀταξία (n), ταραχή (r). ἡ μεταφορὰ ἀπὸ τοῦ ζώου (Α 575) <Κολωνοῦ>· τόπος ἐν τῷ ἄστει †<κόλωψ>· ἀμφιάτωρ† [<κολωφών>· πέρας, ἔσχατος τέλος] [<κολοτέα>· δένδρον τι] *<κομᾷ>· γαυριᾷ, μεγαλοφρονεῖ. ἢ χλοηφορεῖ Avgn. ἢ ἀγάλλεται <κόμαι>· τρίχες (Ρ 51) <Κομαίθα>· ἡ τυχοῦσα γυνή [<κομαίονται>· κοιμηθήσονται] <κομάκτωρ>· ἡ λέξις παρὰ Ῥίνθωνι ἐν Μηδείᾳ (fr. 9) †<κομανίαν>· πορνί. δαψιλιά ἀνίαν† <κόμαρος>· φυτόν τι, ὅπερ φέρει καρπὸν μιμαίκυλον <κομάς>· θεραπείας. καὶ τὰ συοφόρβια <κόμβα>· κορώνη. Πολυῤῥήνιοι <κομβακεύεται>· κόμπους λέγει <κόμβαλα>· πήγματά τινα <Κόμβη>· Κουρήτων μήτηρ r *<κόμβησαν>· ποιὸν ἦχον ἀπετέλεσαν (Π 118) ASn <κομβολύτης>· βαλλαντιοτόμος *<κόμβωμα>· στόλισμα. σκίρωμα A <κομβίζων>· φυσῶν <κόμβος>· κόσυμβος. τὸ ἔκπωμα [<κόμβους>· ἄδοντας γομφίους] <κομβώματα>· τὰ ἐν ταῖς ῥάβδοις μικρὸν †χρόνον ἔχοντα ὑπὸ †πεταλαίων *<κομβώσασθαι>· στολίσασθαι AS <κομεῖν>· ἐπιμελείας ἀξιοῦν <κομέειν>· κομεῖν. ἐπιμελεῖσθαι, θεραπεύειν (λ 250). ὅθεν καὶ <κόμη> καὶ <ἱπποκόμος> *<κομενταρήσιος>· τὰς ἐγγραφὰς τῶν ἐγκλημάτων δεχόμενος AS *<κόμαι>· αἱ τρίχες τῆς κεφαλῆς. καὶ *χωρίον g *<κομιδή>· ἡ ἐπιμέλεια N, θεραπεία <κόμης>· ἄρχων r. ἡγεμών <κομβῆσαι>· ἀναλαβεῖν <κομῆτα>· αὐχητά <κομήτης>· εὔθριξ r, καλὰς τρίχας ἔχων. *ἢ ἀστήρ r. vgs [<κομία>· εὐωχία] *<κομίατον>· ἐξαίτησιν λαμβάνειν τοῦ ἀφεθῆναι ASvgn *<κομιδῇ>· ἄγαν, πάνυ, σφόδρα S n, παντελῶς An. ἢ συλλογή. ἢ λῆμψις. ἢ ἐπιμέλεια (Ψ 411) r AS(vgb) *<κόμιζε>· ἐπιμελείας ἀξίου (Ζ 490) ASn(g) <κομίζεται>· νομίζεται. λέγεται. ὅπερ ἐστὶν †ἢ Τυμπανιστρίαις <κομίζων>· βαστάζων, ἐπιφέρων (Eur. Andr. 1259) <κομίσαι>· φέρειν, σῶσαι. θρέψαι. ἀναλαβεῖν. ἀναγαγεῖν. ἐπιμε- λείας ἀξιῶσαι <κομιστάς>· ἐπιμελητάς <κομίστρια>· ἐπιμελήτρια. τροφός qr. [ἐμπλέκτρια] <κομιούμενος>· ὠνησόμενος <κομιστά>· τροφή <κόμητα>· ἕνα τῶν ἑπτὰ ... <κόμμα καινόν>· οὐ μόνον ἐπὶ τοῦ νομίσματος, ἀλλ' ἤδη καὶ ἐπὶ τῶν καινῶν πολιτῶν (Ar. Ran. 890?) [<κομμάραι ἢ κομάραι>· καρίδες. Μακεδόνες] [<κομμαρεύων>· θηρεύων. μοχθῶν] *<κόμμοι>· [ὀδόντες γόμφιοι, ἢ κόμποι] ἢ κοπετοί ASn *<<κόμμος>> κρότος, *[κόσμος ASvg <κομμοῦν>· ὡραΐζειν τὸ σῶμα †<κομμῶ>· πλεκτάναι r. AS <κομμωθεῖσα>· κοσμηθεῖσα *<κομμώτρια>· ἡ ἐμπλέκτρια r. ASvgbs <κόμμωσις>· ὁ τοῦ σώματος ὡραϊσμός r. καὶ ὑπὸ τῶν μελις- σουργῶν ἡ τοῦ σμήνους διάχρισις <κομμῶσαι>· κοσμῆσαι *<κομμώτρια>· ἡ κοσμοῦσα τὰς τρίχας καὶ ψιλοῦσα κούρισσα ASvg <κομπάζει>· καυχᾶται r. s <κόμπαλος>· παλαιστροφύλαξ <κομπολακήσει>· προσαλαζονεύσει <κομπάζειν>· ... καὶ καταλαζονεύειν <κομπεῖ>· μεγαλορημονεῖ. ψοφεῖ <κόμποι>· ὀδόντες γόμφιοι <κομποῖς>· ὑπερηφάνοις *<κόμπος>· ψόφος An. κτύπος g, ἦχος ὀδόντων (Λ 417) ASn <κομπῶδες>· ἀλαζονικόν (Thuc. 5,68,2?) r <κομψά>· τὰ στρογγύλα (Eur. Troad. 651) <κομψεία>· ποικίλη λαλιά, καὶ [πανουργία r. Ss. [ἢ οἱ σκόλυμοι. ἔνιοι τὰ τῶν κοσσύφων κρέα. οἱ δὲ γένος λαχάνων, ὅπερ τινὲς <ἱπποσέλινον>· καὶ <σμυρνίον>] *<κομψεύεται>· κολακεύει. σεμνύνεται. πιθανοποιεῖ AS *<κομψόν>· ἔντιμον. σπουδαῖον gn. γελοιαστήν. τωθαστήν. παν- οῦργον. λάλον. στωμύλον. σκωπτικόν (g). ἐπιχαρῆ (ASs) *<κομψότερον>· βελτιώτερον AS. ἐλαφρότερον (Ev. Io. 4,52) A *<κομψούς>· βελτίστους. πανούργους A. σπουδαίους. ἐντίμους. καλούς [<κομωδοῦντες>· θριαμβεύοντες. πομπεύοντες] *<κομῶσα>· γέμουσα ASs *<κοναβῆσαι>· ἠχῆσαι (ASn), ψοφῆσαι (Β 334 ..) (n) *<κόναβος>· ἦχος, ψόφος ASvgn κρότος <κοναί>· φόνοι <κονάριχον>· γλαφυρόν <κοναρόν>· εὐτραφῆ, πίονα. δραστήριον <κοναρώτερον>· δραστικώτερον *<κονιάσουσιν>· κονιορτὸν ἐγείρουσιν AS <κόνδοι>· κεραῖαι. ἀστράγαλοι <κόνδυ>· ποτήριον βαρβαρικόν r, κυμβίον S <κονδούκτωρ>· μισθωτής *<κονδυλίζει>· κολαφίζει AS <κόνδυλος>· ἕτερόν τι τοῦ κολάφου <κονδυλούμεναι>· ἀνοιδοῦσαι· καθάπερ ἐπὶ τῶν βρασσομένων ὑπὸ τοῦ πυρὸς ὑδάτων <κόνει>· σπεῦδε, τρέχε <κονεῖν>· ἐπείγεσθαι r. [αἰσθάνεσθαι]. ἐνεργεῖν <Κονεῖδαι>· γένος ἰθαγενῶν <Κονείδης>· Θησέως παιδαγωγός καὶ μαΐστωρ <κόνις>· τέφρα, σποδός (ω 316) <κονηταί>· θεράποντες [<κονθηλαί>· αἱ ἀνοιδήσεις] <κονία>· σμῆμα. σποδός <κονίαν>· μαζονόμον *<κονίασις>· ἀσβέστωσις r (AS) *<κονιαταί>· ἀσβεστάριοι AS, καὶ οἱ χρῖσται <κονίζεσθαι>· κυλίεσθαι. φθείρεσθαι. *[κονιορτοῦσθαι ASvg <κονίη>· κόνις n, ἄμμος (Β 150). μάχη (Γ 55). [ἀκαθαρσία (Am. 2,1 ..) (AS) <κόνιν αἰθαλόεσσαν>· τέφραν. [μάχην. ἀγήν. καὶ] σποδός (Σ 23) <κονίοντες>· ἀνύοντες λευκαίνοντες (Ν 820 ..) s <κονίποδες>· ὑποδήματα πρεσβυτικά. κονιορτόποδες. ἀγροῖκοι. ἐργάται <κόνις>· κονιορτός καὶ τὰ ὅμοια (Ι 385) <κονῖσαι>· ἀνύσαι <κονισάλεος>· κεκονιορτωμένος (Antimach. fr. 39 Wyss?) r <Κονίσαλοι>· ἀφροδισιακοί <κονίσαλος>· *κονιορτός (Γ 13) r. Ag(n). σκίρτησις σατυρικὴ ἡ τῶν ἐντεταμένων τὰ αἰδοῖα <κονίσασθαι>· ἀγωνίσασθαι <κονίσουσι>· κονιορτοῦ πληρώσουσιν (Ξ 145) [<κόννα>· σποδός] <κονάβησαν>· ἤχησαν (Β 334) <κοναβίζει>· ἦχον ἐπιτελεῖ. †δεσμεύει <κόνναρον>· καρπὸς δένδρου ὅμοιος παλιούρῳ <κοννεῖν>· συνιέναι, ἐπίστασθαι (Aesch. Suppl. 117) *<Κοννᾶς>· αὐλητὴς πενίαν ἔχων καίπερ ὢν ἄριστος AS <κόννος>· ὁ πώγων, ἢ ὑπήνη. ἢ χάρις <κοννοῦσι>· γινώσκουσιν <κοννοφορῶν>· σκόλλυν φορῶν <Κόννου ψῆφον>· παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων (Ar. Vesp. 675) †<κοννοειδῆ>· εἰς ὀξὺ λήγων (Ag) †<κοννόφροσιν>· ἄφροσιν *<κονσιστώριον>· θεῖον συνέδριον ASvg *<κονσουλάριος>· ὑπατικός ASg <κοντίλος>· εἶδος ὀρνέου, ἢ ὄρτυξ. ἔστι δὲ καὶ ὄφις <Κοτινοῦσα>· τὰ Γάδειρα οὕτως ἐκαλεῖτο <κοντός>· δόρυ <κοντουβερνάλιος>· συστρατιώτης <κοντῷ πλεῖν>· προσηκόντως ζῆν <κόνυζα>· βοτάνη r. p ἄφυλλος. τινὲς δὲ φυτόν τι εὔφυλλον ἱκανῶς. διὸ καὶ στιβάδας ἐξ αὐτοῦ ἐποίουν. ἔστι δὲ ὅτε ἐν ταῖς στέγαις ἐπέβαλον ἐξ αὐτῆς ἀντὶ σωλήνων. καὶ ἐπὶ τὰ σαρώ- ματα [<κονωεῖν>· συνιέναι, ἐπίστασθαι] <κόοι>· τὰ χάσματα τῆς γῆς, καὶ τὰ κοιλώματα <κοπάδες>· τὰ ἐπικεκομμένα δένδρα <κόπανον>· ξύλον. ὄργανον ἐρεοπλυτικόν r *<κόπασον>· ἡσύχασον (Ierem. 14,21) (r) AS <κόπελλα>· αἰδοῖα, καὶ τὰ ὀστώδη τοῦ σώματος <κοπετός>· κομμός. *θρῆνος μετὰ ψόφου χειρῶν (Ps. 29,12 ..) ASvgn <κόπηθρον>· φυτὸν λαχανῶδες ἄγριον *<κοπήσονται>· φονευθήσονται (Ierem. 26,5) ASs †<κοπίαι>· ἡσυχίαι <κόπιες>· κέντρα ὀρνίθεια <κοπίζειν>· ψεύδεσθαι <>κοπιῆς>· ὑψηλοῦ τόπου (Δ 275) <κοπίς>· μερίς, δεῖπνον, μάζα, ἄρτος, κρέα, λάχανον ὠμόν, ζωμός, σῦκον, τράγημα, θέρμος <κοπταί>· μελίπηκτα †<κομπάτιον>· μονόφθαλμον (r. s) <κοππατίας>· ἵππος κεκαυμένος, ἐντετυπωμένον ἔχων σημεῖον τὸ κόππα, ὅ ἐστι ἀπεστραμμένον Ρ [καὶ Σ] <κόπος>· κοπανισμός <κοπρευταί>· φυτευταί <κόπρος>· ἥ τε τῶν κτηνῶν ἡ εἰς τοὺς κήπους βαλλομένη "τέμε- νος μέγα κοπρήσαντας (ρ 299)" καὶ ἡ στάσις τῶν βοῶν. καὶ ἡ κόνις· "κυλινδόμενος κατὰ κόπρον" (Χ 414) <κοπροσύρα>· τὰ συρόμενα κόπρια <κόπτει>· πενθεῖ <κόπτε δὲ δεσμούς>· τοὺς ἥλους κατεσκεύαζε καὶ ἐνήργει (Σ 379) <κόπρου>· τῆς βουστασίας, ἣν ἔνιοι μάνδραν καλοῦσιν (Σ 575) <κοπτή>· θαλάσσιον πράσον <Κόπριος>· τῆς Κόπρου (Ar. Equ. 899) <κόπριον>· θάκων σκύβαλον <κοπτομένου>· ταλαιπωρουμένου <κόπτων>· τύπτων, ἐλαύνων <κοραγεῖν>· τὸ ἀνάγειν τὴν Κόρην <κορακεύς>· εἶδος ἰχθύος <κορακίας>· ὁ μέλας [καὶ] κολοιός, καὶ <κορακῖνος> ὁμοίως <κορακῖνοι>· εἶδος ἰχθύος p <Κόρακος πέτρη>· τόπος ἐν Ἰθάκῃ κληθεὶς ἐντεῦθεν· ὁ Κόραξ παῖς ἦν Ἀρεθούσης· διο...>θανεν. οὐ φέρουσα δὲ τὴν λύπην ἡ μήτηρ αὐτοῦ ἀπήγξατο. καὶ ἀπὸ τούτου Κόρακος πέτρα ὠνομάσθη, ἀπὸ δὲ τῆς μητρὸς κρήνη τῆς Ἰθάκης Ἀρέθουσα (ν 408) <Κορακοφοροκλείδη>· ... ἔστι γὰρ Ἱεροκλείδης *<κοράλλιον>· λίθος θαλάσσιος ἐρυθρός ASvbs †<Κόραννος>· βασιλεὺς Μακεδονίας <κόραξ>· τὸ γινωσκόμενον ζῷον r, καὶ ἕτερον στεγανόπουν, καὶ ἰχθῦς ποιός. καὶ τῶν ἀλεκτρυόνων ἄκρα ῥύγχη <κοράξαι>· ἄγαν προσλιπαρῆσαι. πεποίηται παρὰ τοὺς κόρακας <Κοραξοί>· Σκυθῶν γένος (Hecat. 1 fr. 210 J.) καὶ τὸ γυναικεῖον αἰδοῖον <κόραξ ὑδρεύσει>· παροιμία ἐπὶ τῶν δυσχερῶς τινων τυγχα- νόντων <κόρας>· ὀφθαλμούς (Eur. Hec. 1117 ..) <κοράσσει>· †ὀρχεῖται. καὶ ἄκλητος ἐλήλυθε <κοράττειν>· κορακεύεσθαι [<κοραύλη>· ἀπόστημα. κορύνη. ῥόπαλον] <κόραφος>· ποιὸς ὄρνις <κόρμα>· ἡ τοῦ κόρματος καὶ κορυβαντίας αἰτία <κόρδαξ>· εἶδος ὀρχήσεως ἀσέμνως κινούσης <τὴν ὀσφῦν> *<κορδακίζεια>· αἰσχρὰ ὀρχεῖται ASgn <κορδακισμοί>· τὰ τῶν μίμων γελοῖα, καὶ παίγνια [<κορδαξίας>· ὀρχήσεως] <κορδύλη>· κορύνη. ῥόπαλον. ἢ τὸ ἐπάνω τῆς κάσιδος. [ἢ πα- νοῦργος] <κορδύλος>· ἰχθῦς ποιός [<κορδύς>· πανοῦργος] *†<κορέζε>· πόρθει AS <κορέει>· πληροῖ, [χορτάσει (Θ 379) S <Κόρεια>· [θεραπεύεται, καλλύνει ἢ] θυσία τῇ Κόρῃ τελουμένη *<κορεῖν>· κοσμεῖν, καθαίρειν AS <κορεῖον>· περικράνειον [<κόρεν>· κορυφή, ἔπαλξις καινή] <κορέννυται>· χορτάζεται (s) <κορέσαι>· διεργάσασθαι. πληρῶσαι, χορτάσαι <κορέων, κορέσκων>· ἐξυβρίζων <κόρζα>· καρδία. Πάφιοι <κόρη>· νύμφη, ἣν ταῖς παρθένοις ἔπεμπον. καὶ παρθένος. καὶ ἡ ὄψις <κόρην>· παρθένον ASn. ὀφθαλμόν. (b) καὶ παῖδα ASn [<κορθέλαι>· συστροφοί. σωροί] <κόρημα>· κάλλυντρον, ὅ τινες σάρον <κορθίλας> καὶ <κόρθιν>· τοὺς σωρούς. καὶ τὴν συστροφήν *[<κορθέλαι>· συστροφαί AS. σωροί] <κόρθιλος>· ὄρνις, ὅν τινες βασιλίσκον <κόρθυς>· σωρός <κόρθυας>· τὰ κατ' ὀλίγον δράγματα <κορθύεται>· *διεγείρεται r. A. καὶ εἰς ὕψος αἴρεται, μετεωρίζε- ται, φρίσσει, *ὑψοῦται (Ι 7) r. Agn [<κορθύεσθαι>· αἴρεται εἰς ὕψος] <κορθώ>· βλάβη <κοριάλαι>· τρίγλαι, ἰχθύες <κορίαννον>· τὸ κόριον, καὶ γυναικεῖον κοσμάριον χρυσοῦν <κορίζομαι>· ὑποκορίζομαι <κόρι>· τὸ κορίανδρον, ἢ μᾶλλον κορίαμβλον *<κορικῶς>· γυναικικῶς, ὡς κόρη An <κορινθιάζειν>· μαστροπεύειν, ἑταιρεῖν (Ar. fr. 354) <Κορίνθιαι>· αἱ πέδαι, καὶ αἱ ἀπὸ Κορίνθου τῆς πόλεως γυναῖκες *<Κόρινθος>· πόλις Ἑλλάδος AS <Κορίνθιος ξένος>· ἐπὶ τῶν τὰς λάταγας ῥιπτούντων (Ar. Thesm. 404). [*<κορίννουσι>· κονιορτὸν ἐγείρουσιν A] ἀπὸ τῆς παρ' Εὐριπίδῃ Σθενεβοίας τῷ Βελλεροφόντῃ ἀποχευούσης (fr. 664 N.), ὡς δὲ Ἄτταλος ἐν τῷ περὶ παροιμιῶν, ἐπὶ τῷ ... διὰ κάλλος ὡς ὁ Βελλεροφόντης <κοριοειδές>· κορίῳ ἢ κόρῃ ἐοικός *<κόριον>· μικρὸν κοράσιον r. Avgn, ἢ κορίδιον. τὸ λάχανον AS <κόρις>· ἰχθῦς ποιός. ἢ πόα, ἣν ἔνιοι <χαμαίπιτυν> *<κορίσαι>· ὑψῶσαι ASs <κόριψ>· νεανίσκος <κοριῶντα>· γαυρούμενον r <κόρκορα>· ὄρνις. Περγαῖοι †<κορκόδρυα>· ὑδρόρυα <κόρκορος>· εἶδος ἰχθύος. ἢ λάχανον ἄγριον (Ar. Vesp. 239) <κορκορυγή>· κραυγή, βοή, ταραχὴ μετὰ θορύβου <Κορκυραία μάστιξ>· δοκεῖ ἐκείνη χαλεπωτάτη εἶναι κατὰ <τῶν> παιδευομένων [μάστιξ] <κορκυρεύεται>· ἀπονοεῖται n <κορμάζειν>· τέμνειν, πρίζειν <κορμηταί>· κοσμηταί <κορμός>· πλάτη, ἀπὸ τοῦ εἰς ὀλίγον κεκορμάσθαι· <πλάτη> δὲ εἶδος πλοίου. καὶ ἕδρα. καὶ κώπη. καὶ [τὸ εἰς βραχὺ συντετμη- μένον ξύλον r †<κορκούτης>· αἰδοῖον ἀνδρῶν <κόρνος>· κεντρομυρσίνη. Σικελοί <κορνώπιδες>· κώνωπες [<κοροήν>· τὸ ἄκρον τοῦ τόξου, ἢ κρικίον] <Κόροιβος>· ἠλίθιος καὶ [μωρός p. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον, [ἀπὸ Κοροίβου τινὸς p μωροῦ καὶ ἠλιθίου μετάγοντες, ὃν οἴονται τὸν Μυγδόνος εἶναι παῖδα τοῦ Φρυγός [<κοροῖτις>· ἀλώπηξ] *<κοροκόσμια>· τῶν παρθένων <κοσμήματα> Σ <κορωνίδας κακῶν>· κεφάλαια κακῶν. καὶ αἱ εἰς ἀγαθὸν ὑπερ- οχαί ... <κόρος>· *πλησμονή, χορτασία rg, τρυφή. παῖς. κάλλυντρον. καὶ μέτρον τι σιτικόν. καὶ πλέγμα μυρσίνης πεποιημένον (Lysipp. com. fr. 9) *[<κορούεται>· ὑψοῦται, κορυφοῦται] gΣ <κόρος>· †πλῆθος ἀνθρώπων. καὶ τὰ νέα βλαστήματα. καὶ μέτρον *<κόῤῥη>· τράχηλος g, ἢ τὸ ὀπίσω τοῦ τραχήλου, ἢ [κρόταφος gs [<κόῤῥιον>· μικρὸν κοράδιον] <κορσεύς>· κουρεύς <κορτάφοις>· <κροτάφοις> ὑπὸ Περγαίων <κόρσαι>· αἱ τῶν ὀφρύων τρίχες καταφέρουσαι εἰς τοὺς ὀφθαλ- μούς. ἢ γνάθοι. ἢ κορυφαί. Ἀχαιοὶ δὲ κεφαλίδας, ἐπάλξεις, προμαχῶνας. στεφάναι πύργων. ἢ κρόταφοι. ἢ κλίμακες <κόρσακις>· τράγος παρὰ Κρατίνῳ (fr. 338). Δίδυμος ἤκουεν ἀπὸ τῆς κόρσης· ... Κόρσαι γὰρ τῆς Κιλικίας *<κόρση>· κεφαλή. ἔπαλξις. κλῖμαξ. κρόταφος gS (An) †<κορσίπιον>· ῥίζα τις, ἢ νόμισμα παρ' Αἰγυπτίοις τὸ κερσαῖον λεγόμενον †<κορσίς>· πυγή <κορσόν>· κορμόν <κορσοῦν>· κείρειν <κορτεῖν>· κροτεῖσθαι <κορσωτήριον>· κουρεῖον <κορτερά>· κρατερά, ἰσχυρά <κόρτην>· Πάρθοι ἐσθῆτα καλοῦσιν, ἣν λαμβάνουσι παῖδες εἰς ἄνδρας ἀφικόμενοι <κόρτος>· ὁ ἐν τοῖς κυσὶ κρότων <Κορτύνιοι>· οἱ Ἀρκάδες· ἡ γὰρ Κόρτυς τῆς Ἀρκαδίας [<κόρυ>· περικεφαλαία] <κορυβαντιᾷ>· ἐν τελετῇ <ὀρχεῖται> *<κορυβαντιούσης>· μαινομένης AS, ἢ ἐπιθετικῶς [δαιμονιζο- μένης A (vg) *<κορυβαντισμός>· καθαρισμὸς μανίας ASgn *<Κορύβας>· Ῥέας ἱερεύς ASn *<κορυπτεῖν>· κερατίζειν ASg †<κορύγης>· κήρυξ. Δωριεῖς <κορυδαλλός>· ἢ πτηνὸν ζῷον. καὶ δῆμος τῆς Ἀττικῆς. ἢ <κόρυδος> παρ' ἐνίων <Κορυδεύς>· ὄνομα κύριον. οὗτος ἐκωμῳδεῖτο ἐπὶ δυσμορφίᾳ, καὶ οἱ παῖδες αὐτοῦ *<κόρυζα>· μύξα ns, κατάῤῥους Ag. περὶ κεφαλὴν πάθος <κορυζᾷ>· †ξαίνει. μωραίνει *<κορυζῶν>· μεμωραμένος ASgb *<κόρυθα>· περικεφαλαίαν (Λ 375) ASvgb <κορυθάϊκι>· τῷ τὴν περικεφαλαίαν εὐκίνητον ἔχοντι, ἢ σείοντι, οἷον [πολεμιστῇ (Χ 132) (S) <κορυθαίολος>· μαχητής, ἀπὸ τοῦ <αἰολεῖν τὴν κόρυν> r, ὅ ἐστιν ἐπισείειν. ἢ *ποικίλην ἔχων περικεφαλαίαν. ἢ εὐκίνητος (Β 816) AS <κορυθαλία>· δάφνη ἐστεμμένη. τινὲς τὴν εἰρεσιώνην. ἄλλοι δὲ †ὑπερορίθεον <κορυθαλίστριαι>· αἱ χορεύουσαι τῇ Κορυθαλίᾳ θεᾷ <κόρυθα περίδρομον>· τὸν περιβόλαιον στέφανον <κόρυθες>· περικεφαλαῖαι παρὰ τὸ κάρα <Κορυθία>· αὐλήτρια [<κόρυθοι>· περικεφαλαῖαι] †<κόρυθος>· εἷς τις τῶν τροχίλων† <κόρυθος φάλον>· περικεφαλαίας <ἀνάστημα> (Γ 362) *<κόρυθος>· περικεφαλαίας A <κορύθων>· ἀλεκτρυών. †αἱ νεανίδες <κορυλλίων>· ὄρνιθος εἶδος [<κόρυκος>· θυλάκιον, ἢ πήρα] <κόρυμβα>· τὰ ὑπ' ἐνίων ἄφλαστα, τὰ ἀκροστόλια, τὰ ἄκρα τῶν πρυμνῶν. τὰ ἀπεξυσμένα πρὸς κόσμον τῶν νεῶν ἄκρα, καὶ ἐπικεκαμμένα, ἅ ἐστι <κατὰ> τὴν πρύμναν καὶ κατὰ τὴν πρῶραν (Ι 241) <κόρυμβον>· τὴν ἀκρόπολιν, ἐπειδὴ ἐφ' ὕψους ἐστί. τὴν ἐπὶ τῆς κεφαλῆς τοῦ ὄρους ὕλην. καὶ καθόλου πάντα τὰ μετέωρα, καὶ εἰς ὕψος ἀνατείνοντα <κορύμβους> λέγουσιν, ὅθεν κόρυς, κύρβις, κυρβασία <κόρυμβος>· ὁ καυλὸς τοῦ ἀσπαράγου AS <κορυμβάσι>· περιδρόμοις, δι' ὧν συσπᾶται γύργαθος καὶ κεκρύφαλος καὶ δεσμοί (Antimach. fr. 173 Wyss?) <κόρυμνα>· κόσμος τις γυναικεῖος περιτραχήλιος [<κορύναι>· μύξαι] <κορύνη>· ἑτεροβαρὲς ξύλον. οἱ δὲ *ῥόπαλον r. ASvgn. οἱ δὲ κολόροβον. [οἱ δὲ ξύλον ἐπικαμπές (Η 141) ASv <κορύνησις>· βλάστησις <κορυνήτης>· κορυνομάχος, ῥοπαλομάχος (Η 9) r <κορυνθεύς>· κόφινος, κάλαθος. ἀλεκτρυών <κόρυνθος>· μάζης ψωμός <κορυνῶδες>· ὀζῶδες [<κόρυξ>· νεανίσκος] [<κορυπτόληπτὸν>· κερατιστήν] <κορυπτόλης>· κερατιστής (Theocr. 5,147) †<κόρυρ>· θριγκός *<κόρυς>· περικεφαλαία r. ASn <κορύσσει>· κρύπτει. μάχεται. ταράσσει. αὔξει. καθοπλίζει <κορύσσεσθαι>· ἐπαίρεσθαι *<κορύσσεται>· καθοπλίζεται (Η 206). ὑψοῦται (Δ 424) n <κορυσσαμένη>· καθοπλισαμένη <κορύσσων>· ὁπλίζων n. καὶ τὰ ὅμοια (Β 273) <κορυστής>· ... ἀγαθός, ἢ *ὁπλίτης (Δ 457) (ASgn Σa) <Κορύστιοι>· οἱ Γορτύνιοι. [ἢ ὁπλῖται] <κορυστόν>· τὸ ἐπίμεστον [<κορύτει>· τῇ κεφαλῇ] <κορυφᾷ>· κορυφῇ, ἀκρωρείᾳ <κορύφαινα>· ποιὸς ἰχθῦς <κορυφαῖος>· τέλειος. ἡγεμών r. [κόρυμβος· οἱ δὲ μαλλόν, τὰ τῶν παιδίων κορυφάνια] *<κορυφή>· κεφαλή Agn. λόφος, [ἀκρωτήριον A <κορυφιστής>· κόσμου γυναικείου τὸ περὶ τὴν κεφαλὴν χρυσίον, καὶ κεκρυφάλου τὸ μέσον ῥάμμα <κορυφοῖ>· κατερέφει <κόρυφος>· κόρυμβος γυναικεῖος, <οἱ δὲ μαλλόν, τὰ τῶν παιδίων σκολλύφια> *<κορυφοῦται>· αὔξεται r. ὑψοῦται r. ASgn Σa <κορυφώσασαι>· ἐκτελέσασαι *†<κορφῶς>· ἐλαφρῶς (Eur. Med. 449) ASs <κόρχορον>· λάχανον ἄγριον (AS). καὶ στέαρ <κορωνά>· ὑψηλά <κορώνεως>· ἀμπέλου ἢ συκῆς εἶδος (Ar. Pac. 628?) <κορώνη>· κόραξ. καὶ τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ δέδεται (Δ 111). καὶ ὁ κρίκος τῆς θύρας (α 441). καὶ τὸ ζῷον. καὶ ὄρνεον. καὶ ἰχθῦς. καὶ λάρος. καὶ εἶδος στεφάνου (Sophr. fr. 163) <κορώνη τὸν σκορπίον>· παροιμία ἐπὶ τῶν δυσχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων <κορῶναι>· ἁλίαι αἴθυιαι, κολυμβίδες. τὰ περιφερῆ σχήματα *<κορωνίς>· τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα ASvg <ἀκρώ- ρεια. τέλος> ASgb <Κορωνεία>· πόλις Βοιωτίας (Β 503). [ἀκρώρεια. τέλος] <κορωνίδες>· καμπυλόπρυμνοι ναῦς (Β 392). καὶ οἱ ἐκ τῶν ἴων πεπλεγμένοι στέφανοι. κυρίως δὲ τὰ βλαστήματα <κορωνιδεύς>· ὁ τῆς κορώνης νεοττός (Cratin. fr. 179) <κορώνιος>· μηνοειδῆ ἔχων κέρατα βοῦς *<κορωνίς>· καμπυλόπρυμνος (S). ἢ στεφανίς r. n <κορωνισταί>· οἱ τῇ κορώνῃ ἀγείροντες, καὶ τὰ ἀιδόμενα ὑπ' αὐτῶν <κορωνίσματα> <κορωνιῶν>· γαυριῶν (r) †<κορωνόν>· πονηρός† <κορωνόπους>· πόα τις, ἣν καὶ <κορακόποδα> λέγουσιν <κορωνός>· ὀρθόκερως ταῦρος (Archil. fr. 39 B.) <κορώνη>· τὸ ἐπικεκαμμένον τοῦ ῥυμοῦ [<κόσαι>· κριθαί] <κόσαβος>· σκεῦος συμποτικόν, ἐφ' οὗ τὰς λάταγας ἔβαλλον ἐρίζοντες †<κοσάλανον>· τὸ βραχύ, καὶ τὸ δίκαιον† [<κοσάλεφοι>· κόλαφοι, ἢ κοσάλεφοι] <κοσκινόριπος>· εἰς κοσκίνου κατασκευὴν ῥίπος [<κόσκικοι>· οἱ κατοικίδιοι ὄρνιθες] *<κοσκυλμάτια>· τὰ τῶν βυρσῶν περικομμάτια ASgb <κοσκυλματίοις>· κολακευματίοις. ἢ παραλογισμοῖς (Ar. Eq. 49). λείμασι δορᾶς [<κοσμᾶν>· ἐρίζειν. ἀγνωμονεῖν] <κοσμεῖν>· διατίθεσθαι <κοσμῆσαι>· διατάξαι. στῆσαι (Β 554). στεῖλαι *<κοσμησάμενος>· παραταξάμενος (Β 806) g <κοσμητής>· κουρεύς. ἐνταφιαστής *<κοσμήτορες>· ἡγεμόνες (Α 16 ..) ASgn *<κοσμίους>· ἀνεπιλήπτους (1. Tim. 2,9 v. l.) (ASg) *<κοσμιωτάτη>· εὐκαλλώπιστος ASvg <κόσμος>· *καλλωπισμός rA, κατασκευή, *[τάξις gs, κατάστασις. στρατηγὸς κεκοσμημένος. κάλλος <κόσμου ἐκπύρωσις>· ὄρχησις. ἢ ὑπόθεσις <κοσσάβους>· κοττάβους (Eur. fr. 562,3 ..) *<κοσυμβωτόν>· κροσσωτόν (Exod. 28,4) AS(gn) <κοσύμβη>· *ἀνάδεσμα ASvgn, ἢ ἐγκόμβωμα. καὶ ὅπερ αἱ Κρῆσσαι φοροῦσιν, ὅμοιον ἀσπιδίσκῃ. καὶ περίζωμα Αἰγύπ- τιον. καὶ τὸ ἐγκομβοῦσθαι ... *<κόσσυφος>· ὄνομα πτηνοῦ AS <>κοσται>· κριθαί <κόστος>· εἶδος ἀρώματος <κοστίας>· κοιλίας, κόμορος †<κόσβατοι>· οἱ ἐπὶ θυσιῶν τεταγμένοι [<κοσσύμβη> καὶ <κόσσυμβος>· ἐγκόμβωμα. καὶ περίζωμα Αἰ- γύπτιον. καὶ τὸ ἐγκομβοῦσθαι] <κοσώλυφος>· βόθυνος, ὄχθος, ἀνάστημα γῆς. ἢ σπέρμα <κοτέει>· ὀργίζεται. καὶ ὑφορᾷ (Hes. op. 25) <κοτεῖν>· διεχθραίνειν, χαλεπαίνειν <κοτεῖται>· ζηλοῦται, ἐπιθυμεῖται *<κοτέοντες>· ὀργιζόμενοι (Γ 345) ASgn *<κοτέων>· ὀργιζόμενος (Δ 168) As <κοτεσσάμενος>· μεμψάμενος, [χολωθείς (Ε 177) r <κοτέσσεται>· χολωθείη (Ε 747) <κοτήεις>· [στέφανος ἐξ ἐλαίας]. ἢ [ὀργίλως διακείμενος (Ε 191) (r) (pN) <κοτιεῖ>· φθονεῖ, ζηλοῖ <κοτικᾶς>· ἀλέκτωρ r [<κοτήλλουσα>· τήλλουσα] *<κότινος>· ἀγριέλαιος AS. ἢ ὁ ἐξ ἀγριελαίας στέφανος Sp Ὀλυμ- πιακός (Ar. Plut. 586). φασὶ γὰρ αὐτὸν κότινον εἶναι <κότιξις>· μέλους τι εἶδος <κοτίλλιον>· αἰδοῖον ἀνδρός [<κοτίς] κότος>· *ὀργή, ἔχθρα ASn, χόλος, ἔρις ἔμμονος, καὶ ἡ ἐγκειμένη ὀργὴ εἰς κακοποιΐαν (Ν 517) <κοτταβεῖα>· πλινθία, ἢ ἀκρωτήρια. ἄμεινον δὲ νοεῖν ἔπαθλον τῷ ἄριστα κοτταβίσαντι. ἔπαιζον γὰρ τὸ καταλειπόμενον ἐν τῷ ποτηρίῳ ἐκχέοντες καὶ πειρώμενοι ψόφον ἀποτελεῖν. ὁ δὲ ἐπιτυχὼν μάλιστα τῷ ψόφῳ ἐνίκα (Callim. fr. 227,6) *<κοτταβίζει>· οἶνον ποτηρίῳ ἀναῤῥιπτεῖ Ag <κοτταβία>· οὐλόθριξ <κοττάβινος>· ὑπόθεμα, Λάκωνες ... ἐν ᾗ οἱ κότταβοι ἐγίνοντο <κότταβος>· λάταξ. Εὐριπίδης Πλεισθένει (fr. 631) καὶ παιδιὰ παρὰ Ἀττικοῖς, ἀπὸ Σικελίας παραδοθεῖσα <κόττανα>· εἶδος σύκων μικρῶν. καὶ ἡ παρθένος παρὰ Κρησὶ κόττανον <κοττάρια>· τὰ ἄκρα τῆς κέγχρου <κόττειν>· τύπτειν, †δορατεῖν [<κόττικοι>· αἱ περικεφαλαῖαι] <κοττίδικα>· πλαταγή, κρόταλον <κοττοβολεῖν>· τὸ παρατηρεῖν τινα ὄρνιν <κοττανάβαθρον>· ἔνθα οἱ ὄρνιθες κοιμῶνται <κόττος>· ὄρνις. καὶ ἵππων δέ τινας οὕτως ἔλεγον †<κοττυλειοί>· κατοικίδιοι ὄρνεις <κοττύβη>· τὸ φυόμενον ἐμφερὲς μύκητι *<κοτύλαια>· μικρά· παρὰ τὴν <κοτύλην> AS *<κοτύλη>· εἶδος μέτρου g. καὶ τρώγλη (A). ἢ τὸ κοῖλον τῆς χειρός rASp, καὶ πᾶν κοῖλον· ὅθεν καὶ (An) εἰς ὅπερ ἡ τοῦ μηροῦ κεφαλὴ ἐμβαίνει <κοτύλη> καλεῖται (g) <κοτυληδών>· πόας εἶδος *<κοτυληδόνες>· αἱ τοῦ πολύποδος πλεκτάναι r. ASg <κοτυληδονόφιν>· ἐπὶ τοῦ πολύποδος τῶν πλεκτανῶν. αἱ γὰρ ἐν τοῖς ποσὶν αὐτοῦ κοιλότητες <κοτυληδόνες> λέγονται (ε 433) *<κοτυλήρυτον>· πολύ AS, ὥστε κοτύλῃ ἀρύσασθαι (Ψ 34) Σ (g) <κοτυλίσκος>· κρατηρίσκος, ᾧ χρῶνται οἱ μύσται (Ar. fr. 380). καὶ τὸ κοίλωμα. τινὲς τὰ μόνωτα ποτήρια. καὶ πλακοῦντος εἶδος. ἢ βόθρος, εἰς ὃν τὸ αἷμα τῶν τῇ γῇ θυομένων ἐνέβαλλον <κότυνα>· σκύβαλα <Κοτυττώ>· ὁ μὲν Εὔπολις κατ' ἔχθος τὸ πρὸς τοὺς Κορινθίους φορτικόν τινα δαίμονα διατίθεται (fr. 83) <κοῦα>· ἐνέχυρα <κούαγμα>· σμῆμα <κουάνια>· μέλανα. Λάκωνες <κουάσαι>· ἐνεχυριάσαι <κουβηζός>· στιβεύς <κουκᾶνα>· †πάππον. ἢ κυκεῶνα <κουλεόν>· Ἰακῶς τὸ κολεόν (Α 220) *<κουλεός>· ξιφοθήκη (Α 220 ..) (S)p <κουλυβάτειαν, κλύβατιν>· τὴν σιδηρῖτιν πόαν, ἣν ἑλξίνην ἔνιοι <κουλιβός>· ἡ πίτυς <κουμάσιον>· τὸ τῶν ὀρνίθων οἴκημα †<κούνημα>· κόκων, ἢ ὁ κύων <κούνουπες>· κώνωπες <κουπήϊον>· καμάρα, ἡ ἐπὶ τῶν ἁμαξῶν γινομένη <κοῦραι>· κόραι (Β 598 ..) <κουράνια>· ἐκ μελίνης ἄλφιτα <κουράς>· ἡ ἐν τοῖς ὀροφώμασι γραφή. ὀροφικὸς πίναξ. παρὰ δὲ Αἰσχύλῳ ἐν Μυρμιδόσιν (fr. 142) ἀμφιβάλλεται <ἐνκου- ράδι>. ἔστι δὲ <ἐγκουρὰς> ὀροφικὸς πίναξ *<κουρότεροι>· νεώτεροι (Δ 316) AS <κουράτωρ>· τροφεύς, παιδοκράτωρ *<κουράων>· παρθένων. θυγατέρων (ζ 122) g <κούρεων>· τὸν [ἀκουντίτην] νακοτίλτην <κουρεύς>· ὄρνις ποιός, ἀπὸ τοῦ φθέγγεσθαι ἐμφερὲς ἤχῳ γνα- φικοῦ μαχαιρίου <κουρεῶτις>· μηνὸς τοῦ Πυανεψιῶνος ἡμέρα, ἐν ᾗ τὰς ἀπὸ τῆς κεφαλῆς τῶν παίδων ἀποκείροντες τρίχας Ἀρτέμιδι θύουσιν *<κούρη>· κόρη A (gb) <Κουρῆτες>· τῆς μὲν δευτέρας συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦντες (Ι 529), διὰ τὸ κουρικῶς ἀναδεδέσθαι τὰς κόμας. <Κούρητες> δὲ προπαροξυνομένου τοῦ ὀνόματος νεανίαι (Τ 248). καὶ ἔθνος Κρητῶν <Κουρήτεσι>· Κρησίν (Ι 551?) *<Κουρήτων>· ἔθνος A. Κρητῶν (Eur. Bacch. 120) <Κουρήτων στόμα>· ἐδόκουν εἶναι μάντεις, <οἷον> θεσπιῳδὸν στόμα (trag. adesp. 580) <κουριᾶν>· κομᾶν. κουρᾶς ἐπιδεῖσθαι [<κουρίας>· ὀροφικὸς πίναξ] <κουρίδες>· καρίδες, ἢ τὰς μικρὰς ἐγχλώρους, τὰς δὲ ἐρυθρὰς καμμάρους (Sophr. fr. 26 ..) *<κουριδίης>· ἐκ παρθενίας γαμετῆς (Α 114) n <κουρίδιον>· παρθένιον, καὶ τὸν ἐκ παρθενίας ἄνδρα (Ε 414). Λάκωνες δὲ κουρίδιον καλοῦσι <τὸν> παρὰ [δὲ] αὐτοῖς τε- τράχειρα Ἀπόλλωνα <κουρίξ>· τῆς κόμης (χ 188) *<κουρίζων>· ἀκμάζων, νεάζων (Σ), [νέος ὑπάρχων (χ 185) g <κουριζόμενος>· ὑμεναιούμενος, διὰ τὸ γαμουμέναις λέγειν· σὺν κούροις τε καὶ κόραις (Aesch. fr. 43) ὅπερ νῦν παρεφθαρμένως <ἐκκορεῖν> λέγεται <κουρὶξ αἰνυμένους>· τῆς κόμης λαμβανομένους. ἢ νεανικῶς, παρὰ τὸν <κοῦρον>· ἢ τῶν τριχῶν, παρὰ τὴν <κουράν>· ἢ τῆς κόμης ἀπρὶξ δράξασθαι, λίαν, καὶ βίᾳ. τινὲς δὲ ἀνδρικῶς καὶ νεανικῶς (Callim. fr. 772 Pf?) <κούριξαν>· ἀπέκειραν <κούρειον>· Σοφοκλῆς Ἀνδρομέδᾳ· (fr. 122) ἡ <δ'> ἔκθυτον κούρειον ᾑρέθη πόλει· νόμος γάρ ἐστι [τοῖς] βαρβάροις θυηπολεῖν βρότειον ἀρχῆθεν γέρας. τῷ Κρόνῳ <κουριῶν>· κουρᾶς δεόμενος. καὶ διαφέρειν φασὶ <κομᾶν> καὶ <κουριᾶν>. τὸ μὲν γὰρ <κομᾶν> ἐστιν ἐπιμελούμενον τρίχας ἔχειν· <κουριᾶν> δὲ τὸ κατὰ συμφορὰν ἄλλως καθιέναι κόμην <κοῦροι>· νέοι Avgn, παῖδες ἄῤῥενες (Α 470) (vg) <κοῦρος>· παῖς, νέος, υἱὸς ἄῤῥην, νεανίας, νήπιον (Δ 321 ..) <κουροτέροισι>· κούροις, [νέοις (φ 310) n *<κουρότερος>· νεώτερος (Δ 316) (AS) <κουροτρόφος>· *παιδοτρόφος (ι 27) ASvg. ὑφ' ἑτέρων ἡ Δημήτηρ *<κουρῶν>· πόκων (Deut. 18,4) AS *<κουστωδία>· βοηθεία στρατιωτική ASN *<κουστωδίας>· τοῦ τῷ δεσμωτηρίῳ ἐπικειμένου στρατεύματος AS(g), ἢ συναγωγῆς (Matth. 27,65 ..) <κούταρον>· τῶν ὀπισθίων τοῦ βοὸς ἡ σὰρξ ὑπὲρ τὰ ἄρθρα <κουτίδες>· συκαλλίδες <κουτίδια>· δίκτυα τὰ πρὸς τὰς συκαλλίδας <κοῦφα>· τὰ μὴ βαρέα (Eur. Alc. 1029) <κουφίζει>· μετεωρίζει <κόφινος>· μέτρον χωροῦν χοᾶς τρεῖς <κουφικὸν τρόπον>· τὴν †κομητικὴν ὄρχησιν <κουφολογία>· φλυαρία (Thuc. 4,28,5) <κοῦφον>· ἄκοπον. μετέωρον *<κοῦφος>· ἐλαφρός ASvn. ταχύς (2 Regn. 2,18 ..). [γοργός AS. εὐχερής *<κουφόσκευος>· οὐ βαστάζων τὴν πανοπλίαν AS <κοὐχί>· καὶ οὐχί <κοχλίαι>· τὰ ἐσθιόμενα ζῷα. καὶ τὰ ἐν τοῖς ὀργάνοις ξύλινα <κόχλος>· τοῖς θαλαττίοις ἐχρῶντο πρὸ τῆς τῶν σαλπίγγων εὑρέσεως. καὶ ὁ στρόμβος <κοχύ>· πολὺ πλῆθος <κοχὺ δ' ἔῤῥει>· ἰσχυρῶς καὶ μετὰ ψόφου καὶ λάβρως <κοχυδεῖν>· ὑπερχέειν <κοχῶναι>· τὸ ἱερὸν ὀστοῦν τὸ τῆς ῥάχεως r. πρὸς τῷ δακτυλίῳ. οἱ δὲ τοῦ ἱεροῦ ὀστέου τὰ ἑκατέρωθεν μέρη. τίθεται δὲ καὶ ἐπὶ τοῦ ἰσχίου <κοχώνα>· τὰ ἰσχία, καὶ τὰ ὅμοια <κόψα>· ὑδρία <κόψενα>· παραστάτης, χαλκός <κόψεν>· ἔπληξεν (Μ 204). ἐπάταξε τὴν θύραν, ἔκρουσε. κατέαξεν <κοψία>· χύτρα *<κόψεσθε>· προσοχθιεῖτε (Ezech. 20,43) (n) <κόψιχος>· εἶδος ὀρνέου, ὃ <κόσσυφος> παρ' ἐνίων λέγεται. τάς- σεται δὲ καὶ ἐπὶ τοῦ θαλασσίου <κοῶ>· αἰσθάνομαι <κοεῖ>· αἰσθάνεται [<κόν>· εἰδός] <κοῶν>· εἰδώς <κράανον>· τέλεσον (n) <κραἅρα>· κόσκινον. ἢ ὄρυγμα <κράβος>· ὁ λάρος <κράγιον>· σύντριμμα ἐν κεφαλῇ <κραγόν>· κραυγήν (Ar. Equ. 487) <Κράγον>· βόημα. καὶ ὄρος (Eur. fr. 669?) <κραγγών>· ἔνυδρον ζῷον. καὶ εἶδος καρίδος <κραγγών>· κίσσα <κραδαίνειν>· κραδεύειν, σείειν, τινάσσειν *<κραδαίνει>· σείει, τινάσσει AS <κραδαινόμενον>· *σειόμενον AS, τινασσόμενον, ταρασσόμενον (Ρ 524) *<κραδαίνων>· ὁμοίως (2. Macc. 11,8) AS <κράδαλοι>· κλάδοι συκῆς *<κραδάων>· σείων (Η 213) n <κράδεμνον>· κάλυμμα. στεφάνη. μίτρα. τὸ ἐπικράνιον στεφά- νωμα (Eur. Phoen. 1490) <κράδη>· συκῆ ASvgn. κλάδος. καὶ ἀγκυρίς, ἐξ ἧς ἀνήπτοντο οἱ ἐν ταῖς τραγικαῖς μηχαναῖς ἐπιφαινόμενοι (Com. adesp.) <κραδησίτης>· φαρμακός, ὁ ταῖς κράδαις βαλλόμενος (Hippon. fr. 96 B.) *<κραδία> καὶ [<κραδίη>· καρδία (Γ 60) gs <κραδίην ἐλάφοιο>· δειλότατον (Α 225) <κραδίης>· καρδίας (Κ 10) <κραδίης νόμος>· νόμον τινὰ ἐπαυλοῦσι τοῖς ἐκπεμπομένοις φαρμακοῖς, κράδαις καὶ θρίοις ἐπιραβδιζομένοις (Hippon. fr. 96 B.) <κραδίης τυρός>· ὁ ὑπὸ τοῦ ὀποῦ τῆς κράδης πησσόμενος <κραδοφάγος>· *συκοφάγος ASgn, ἰσχαδοφάγος. σημαίνει δὲ καὶ τὸν ἀγροῖκον [<κραιάρα>· κεφαλή. καὶ ἀκροστόλιον] <κραίνειν>· τιμᾶν. βασιλεύειν *<κραίνουσι>· πληροῦσι ASg, παρέχουσι S. τιμῶσι AS, βασι- λεύουσιν (Eur. Alc. 1160 ..) g <κραίνων>· ὁμοίως *<κραιπάλη>· ἡ ἀπὸ τῆς χθιζῆς μέθης κεφαλαλγία (Luc. 21,34) (AS) <κραιπαλήσας>· μεθύσας *<κραιπνά>· ταχέα ASn, ὀξέα (Ε 223) *<κραιπνόν>· ταχύ (An) ὀξύ *<κραιπνοῖσι>· ταχέσιν A, ὀξέσιν (Ζ 505) <κραιπνότερος>· ὀξύτερος, ταχύτερος (Ψ 590) *<κραῖρα>· ἡ κεφαλή, [ἢ κραέρα.] καὶ ἀκροστόλιον AS <κραῖραι>· στόλοι νεῶν. μέτωπα. κεφαλαί <Κρακαλίδαι>· τῶν Κρισσαίων βασιλεῖς. ἢ διάφορον γένος (Aeschin. 3,107) *<κράματα>· κεράσματα (An) †<κραμβατέλος>· ξηρὸς καὶ καπυρός <κράμβαλα>· μνημεῖα <κραμβαλίζουσιν>· καπυρίζουσιν. κατασείουσιν <κράμβη>· ῥάφανος, καὶ ἕτερα λάχανα *<κρᾶμα>· κέρασμα Avgn. καὶ εὔκρατον N <κραμβίον>· τὸ κώνειον (Hippocr. mul. aff. 1,63, VIII 130,1 L.) <κραμβόν>· καπυρόν τινα <γέλωτα> καὶ ξηρόν φασιν. [ἢ τὴν κράμβην] <κραμβότατον>· καπυρώτατον (Ar. Eq. 539) <κράμβωτον>· ἰκτῖνος τὸ ζῶον [<κράνα>· κεφαλή] <κρᾶναι>· κρῆναι τέλειαι καὶ αἱ τῶν ὑδάτων <ἀγωγαί>. καὶ ἐπιτελέσαι *<κραναῆς>· τραχείας (Γ 201) ASgn †<κραναοίκορον>· μοῖρά τις τοῦ ἱερείου <κραναόν>· ὑψηλόν. τραχύ <Κραναοῦ υἱός>· Ῥαρός <Κραναὴν πόλιν>· τὰς Ἀθήνας ἀπὸ Κραναοῦ <κράνεα χηλευτά>· πλεκτὰ ἐκ σχοίνου, ἢ ἄλλης τινὸς ὕλης μαλακῆς (Hdt. 7,89,3) <κρανία>· τὰ προσκεκολλημένα συρίγ- για, εἰς ἃ τὰ πτερὰ ἐμβάλλεται <κράνεια>· λεπτοκάρυα *<κρανέεσθαι>· τελέσαι, [τελειῶσαι (Ι 626) *<κράνεσι>· περικεφαλαίαις ASn *<κρανέω>· ἐπιτελέσω g(n) <κράνεος>· περικεφαλαίας <κρανία>· τόξον. εἶδος δένδρου. περικεφαλαία <κρανίξαι>· ἐπὶ κεφαλὴν ἀποῤῥῖψαι <Κράνιοι>· τῆς Κεφαλληνίας αὗται τέσσαρες <πόλεις> ... Κράνιοι <Κρανίον>· [πλατύ, ὑψηλόν. σεμνόν. ἰσχυρόν, ὀχθῶδες.] καὶ ἡ κεφαλή. ἢ. γυμνάσιον *<κράνος>· περικεφαλαία Avgps <κράντωρ>· βασιλεύς (Eur. Andr. 507) <κραντῆρες ὀδόντες>· οἱ ὕστερον φυόμενοι, οἱ λεγόμενοι σω- φρονιστῆρες. [οἱ δὲ τόπον Κεφαλληνίας] †<κραντήριοι>· οἱ κραίνοντες, καὶ ἐπιτελοῦντες <κράξαι>· βοῆσαι b, ἠχῆσαι <κράος>· ἐν ᾧ τὴν γῆν σκάλλουσι. καὶ ἡ σκαλευομένη [ἀμπελών ἢ] ἄμπελος <Κράπαθος>· ἡ Κάρπαθος (Β 676) [<Κράπαθα>· τὴν Κάρπαθα]. νῆσον Ῥόδου <κραπαταλίας>· ἀνεμώδης, καὶ ἀσθενής. καὶ ἀνίσχυρα λέγων. ἄμεινον δὲ ληρώδης <κραπαταλλοί>· ἰχθύες τινές <κραπαταλός>· παρὰ πολλοῖς ὁ μωρός. ἢ νόμισμα (Pherecr. fr. 99) <καράρα>· πέπονθε τὴν κεφαλήν. οἱ δὲ βοῶν πυρετός. καὶ ἀκρο- στόλια νεῶν <κρᾶς>· κρέας. τινὲς δὲ κεφαλή <κράσβολα>· κόλλαβοι δερμάτινοι †<κρασσέα>· ἀλευρωτίς† <κρασίν>· κεφαλαῖς (Κ 152). καὶ <κράτεσφιν> (Κ 156) *<κρᾶσις>· κέρασμα ASs <κράσπεδα>· τὰ ἐν τῷ ἄκρῳ τοῦ ἱματίου κλωσμένα ῥάμματα, καὶ *[τὸ ἄκρον αὐτοῦ (Num. 15,38) A (S)nps [<κραστῆναι>· διάκονοι γυναῖκες] <κραστήρια>· τῶν ἐνηλάτων αἱ κεφαλαί, καὶ συμβολαί, καὶ τὰ ἄκρα <κράστιν>· Ἀττικοί. διὰ τοῦ γ οἱ νῦν <γράστιν> φασίν· ἔστι δὲ ὁ χλωρὸς χόρτος [<κραστόδετον>· σφενδόνην δεδεμένην· τὰ γὰρ ἄκρα τῆς σφεν- δόνης κεφαλὰς ἐκάλουν] *<κρᾶτα>· κεφαλήν (θ 92) ASgn *<κραταιᾶς>· ἰσχυρᾶς (Sir. 46,5) AS <κραταίγονον>· βοτάνη μεθ' ἧς πλέκουσιν <κραταιγός>· δένδρον <κραταιγύαλοι>· στεῤῥοὶ κατὰ κύτη, [τουτέστιν τὰ ὅπλα] (Τ 361) <Κράταιϊς>· προπαροξυτονεῖται, τὸ κύριον ὄνομα τῆς μητρὸς τῆς Σκύλλης (μ 124) τὸ δὲ προπερισπώμενόν ἐστιν ἐπὶ τοῦ Σισύφου προσηγορικόν (λ 597) <κραταίλεων>· ἔδαφος ἐκ σκληροῦ λίθου γεγονός <κραταίλεων>· ἡ Νιόβη (Aesch. fr. 167?) <κραταιόν>· ἰσχυρόν (Ios. 24,4) (Np) <κραταίπεδον οὖδας>· λιθόστρωτον ἔδαφος. [ἢ λιθόστρωτον ἔδαφος] (ψ 46) <κρατεῖ>· [μένει. κρύπτει]. κυριεύει. [δυνάμει ἄρχει b <κράτει>· δυνάμει. [κεφαλή] (Η 142) <κρατέει>· κρατεῖ, καὶ ἄρχει (Ε 175) <κρατέοντα>· κρατοῦντα, ἰσχύοντα *<κρατερόν>· ἰσχυρόν ASvgn, δυνατόν (Α 25 ..) [<κρατεροφόρος>· γενναῖος] <κρατερόφρονος>· βουληφόρου <κρατερόδοντες>· καρτερούμενοι <κρατερώματα>· μίξις χαλκοῦ καὶ κασσιτέρου *<κρατερώνυχες>· ἰσχυροὺς ὄνυχας ἔχοντες (Ε 329) (gn) <κρατευταί>· ὀβελίσκοι <κρατευτάων>· τῶν βάσεων, ἐφ' ὧν οἱ ὀβελίσκοι τίθενται πρὸς ὄπτησιν (Ι 214) <κράτει>· νίκῃ. ἀρχῇ, ἐξουσίᾳ *<κρατῆρες>· σιτλία, σκυφία (Exod. 25,33) ASn <κρατηρίσκοι>· οἱ τοῦ ὀφθαλμοῦ, <οἳ> καὶ <μήκωνες> λέγονται <κρατί>· κεφαλῇ (Γ 336) <κράτιστα>· καλά. κρατούμενα <κρατιστεύει>· δυναστεύει, κυριεύει <κράτιστος>· ἰσχυρότατος, δυνατώτατος <κρατόδετον>· <σφενδόνην δεδεμένην> τὰ <γὰρ> ἄκρα τῆς σφεν- δόνης <κεφαλὰς ἐκάλουν> <κρατός>· τῆς κεφαλῆς (Α 530) <κράτος>· βασιλεία. ἰσχύς, [δύναμις. δόξα. ἐξουσία (Hebr. 2,14) n <κρατὸς λιμένος>· τῆς ἀρχῆς τοῦ λιμένος (ν 346) <κρατύνει>· κρατεῖ (Eur. Alc. 596) <κρατύνεσθαι>· ὀχυροῦσθαι <κρατυνάμενος>· ὀχυρωσάμενος *<κρατυνθέν>· κρατηθέν, βεβαιωθέν (Sap. 14,16) ASg <κρατυντήρια>· κατισχύοντα (Democr. fr. 8 b?) *<κρατύς>· [ἄρχει, ἐξουσιάζει] <κρατερός, ἰσχυρός> (Π 181) ASn [<κραναίνει>· φροντίζει, ἐπιθυμεῖ] [<κραύγαρ>· ὁ ἰσχυρός] <κραυγή>· βοή. ἢ γοήτευμά τι παιδίοις ἐπιφερόμενον, ὃ κατα- βλάπτει [τοῖς παιδίοις.] καὶ γὰρ ἡ γραῦς Σεριφία ἀκρίς ἐστιν ἡ λεγομένη βασκανία <κραυγίας>· ἵππος, ὁ ὑπὸ κραυγῆς καὶ ψόφου ταρασσόμενος <κραυγάζει>· βοᾷ, καλεῖ <κραυγός>· δρυοκολάπτου εἶδος [<κραυγόν>· ποιὸς ὄρνις] *<κραυρότερον>· ξηρότερον (Plat. Tim. 60 d) AS <κραῦρος>· νόσος μελισσῶν, ὅταν σκώληκας καὶ †ῥάχνας ποιήσῃ †<κραῦσον>· τὸ πῦρ <κράφα>· ᾧ οἱ κηπουροὶ τοὺς βώλους ἀπάγουσιν *<κρεάγρα>· ἐν ᾗ αἴρεται τὰ κρέα ASn. ἁρπάγη, καὶ λύκος AS, ἐν ᾧ τὰ ἐκ τῶν φρεάτων ἀνέλκουσι †<κρεάνας>· ἐλπίδας <κρέας>· καὶ τὸ σῶμα ἔλεγον (Ar. Ran. 191), καὶ τὸ διδόμενον τοῖς Ἀρεοπαγίταις. ἡ γὰρ ἐξ Ἀρείου πάγου βουλὴ κρέας ἐλάμβανεν <κρέατα>· κρέα <κρέασι>· συμποσίοις (Μ 311) <κρεῖον>· *ἀγγεῖον r. gn. εἰς ὃ κρέα βάλλεται (Ι 206) *<κρείουσα>· καλλιστεύουσα (Χ 48) ASgn <κρεῖσσον>· κρεῖττον, *[βέλτιον AS, κάλλιον (ζ 182) r <κρείττονας>· τοὺς ἥρωας οὕτω λέγουσιν. δοκοῦσι δὲ κακωτικοί τινες εἶναι. διὰ τοῦτο καὶ οἱ παριόντες τὰ ἡρῶια σιγὴν ἔχουσι μή τι βλαβῶσι. καὶ οἱ θεοὶ δέ. Αἰσχύλος Αἴτναις (fr. 10) <κρειττόνων>· ἐναρέτων <κρείων>· *βασιλεύων ASg, ἄρχων Agn, κρατῶν gn, ἰσχύων, ἡγεμονεύων (Α 130 ..) *<κρέκει>· κιθαρίζει A <κρέκελος>· θρῆνος <κρέκοντα>· κερκίζοντα *<κρεμόω>· κρεμάσω (Η 83) n <κρέμων>· ἐκρέμασα <κρεμβαλιάζειν>· κογχύλια καὶ ὄστρακα συγκροτοῦντας ἔν- ρυθμόν τινα ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις (Hermipp. fr. 31) <κρέμβολα>· ἐφ' οἷς τὰς κρόκας ἐντυλίσσουσιν αἱ γυναῖκες <κρέμυον>· κρόμυον <κρέξ>· κορυφαία. καὶ ὄρνεόν τι, ὃ τοῖς γαμοῦσιν οἰωνίζονται (Callim. fr. 428). τάσσεται δὲ καὶ ἐπὶ τριχός (Callim. fr. 288). *<κρήγυον>· ἀγαθόν gn, ὠφέλιμον r, ὑγιές (Α 106) ASvg <κρήδεμνα>· τὰ χείλη *<κρήδεμνον>· ἐπιβόλαιον, ὅ ἐστι [κεφαλόδεσμος r. ASvgn. ᾧ χρῶνται αἱ γυναῖκες (Ξ 184). [κατὰ μεταφορὰν καὶ τὰ τείχη ASgn λέγεται <κρήδεμνα> (Π 100). [στεφανίς. καὶ κόσμος n <κρήδεσμον>· κεφαλόδεσμον *<κρήηνον>· τέλεσον r. ASn, ἐπιτελείωσον (Α 41) AS *<κρήηνεν>· ἀπετέλεσεν AS, ἐτελείωσεν <κρηθεῖν>· κακολογεῖν <κρῆθμον>· λάχανον <κρήϊα>· ζῴδια <κρήϊνον>· κρεοθήκη <κρήϊον>· ἐπίκοπον. [κρεοδόχον λέβητα (r) †<κρημνοβάτης>· νευροβάτης (Greg. Naz. c. 2,17,80) vg <κρημνός>· ὄχθος, ἐξοχὴ πέτρας, καὶ ὄρους βάθος, χάος <κρηναρχίη>· ἀρχὴ ἐπὶ τῆς ἐπιμελείας ὕδατος <κρηνῶν>· πηγῶν *Agn, ὑδάτων <κρήνη>· *πηγή r. ASvgn, ὕδωρ ἀγώγιμον *<κρήηνον ἐέλδωρ>· τελείωσον τὸ ἐπιθύμημα (Α 41) <Κρηνιᾶς>· τοὺς Κεφαλλῆνάς τινες <κρηνιῶν>· καρηβαρῶν r <κρηνοφύλαξ>· ὁ τὴν κρήνην φυλάσσων *<κρηπίδων> [καὶ] <βάθροις>· βωμῶν (Eur. Troad. 16) AS <κρηπίς>· *ὑποβάθρα, θεμελίωσις, ὑπόδημα ASvgn. λέγεται δὲ καὶ τὸ περίθεμα τῶν ἐγχύτων πλακούντων. καὶ περὶ τὴν ἀρχιτεκτονίαν <τὸ> τῆς κτίσεως, ἐφ' οὗ οἱ στυλοβάται. ἀπὸ ταύτης οἱ ποιηταὶ τὰς καταρχὰς καὶ θεμελίους λέγουσιν <κρῆσαι>· κεράσαι, ἐπιχέαι <κρησίαι>· καλλίονες †<κρησίπαιδα>· ἐν Σαμιακῇ θυσίαι ἡ λέξις φέρεται. δῆλον ὅτι μέρη ἱερείων λέγεται *<Κρήσσας>· Κρητικάς Sn, ἀπὸ Κρήτης *<κρησφύγετα>· τὰ πρὸς τοὺς χειμῶνας στεγνά. καὶ ὀχυρώ- ματα Σ. σπήλαια. [διαλανθάνοντες τόποι AS <Κρῆτα τρόπον>· τὸ παιδικοῖς χρῆσθαι <Κρήτηθεν>· ἀπὸ Κρήτης (Γ 233) r. p <κρητήρ>· ὁ φάρυγξ. καὶ τὸ οἰνοχόον ἀγγεῖον *<κρητῆρας>· [τοὺς κρατοῦντας] <κρατῆρας> AS(vg) n <κρητῆρα στήσασθαι ἐλεύθερον>· <ὃν> εἰώθασι τῷ Διῒ ὑπὲρ ἐλευθερίας ἱστάναι τοὺς πολεμίους ἀπωσάμενοι (Ζ 528) <κρητήριον>· ἐπίχυσις· <κατακρῆσαι> γὰρ τὸ καταχέαι <κρητίζειν>· ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. ἔταττον δὲ τὴν λέξιν ἀπὸ <τοῦ> τοὺς Κρῆτας ψεύστας εἶναι <Κρητικόν>· ἱματίδιον λεπτὸν καὶ βραχύ. τὰ γὰρ τοιαῦτα <Κρητικὰ> ἔλεγον (Eupol. fr. 311). καὶ γένος ὀρχήσεως <Κρητικὸν μέλος>· οὕτω Κρῆτες ῥυθμοὶ ἐλέγοντο ἀπὸ Κρητῶν (Cratin. fr. 222). καὶ γένος ὀρχήσεως <κρῖ>· κριθή. εἶδος ὀσπρίου. ἢ ἄλφιτα. ἢ γένος τι <κριδδέμεν>· γελᾶν. Βοιωτία δὲ ἡ λέξις (Stratt. fr. 47) <κριβάνας>· πλακοῦντάς τινας (Alcm. fr. 20) <κρίβανος>· ὁ βαῦνος τῶν κριθῶν. κριθαῖς γὰρ τὸ πρότερον ἐχρῶντο, καὶ βαύνους τὰς καμίνους ἔλεγον. καταχρηστικῶς δὲ καὶ ὁ λέβης <κρίγδανον>· πέλτη, ἀσπίς <κριγή>· ἡ γλαῦξ. οἱ <δὲ> δαίμονες, εἴδωλα (Hippon. fr. 54) <κρίδιον>· ὁ μικρὸς κριός r †<κρίες>· ἡ χελιδών <κρίζει>· ὀξὺ αὐλεῖ <κρίζειν>· κεκραγέναι [<κριζόν>· ἐπίλεκτον, διάφορον] <κρίζαος>· ψώρα. κρίζα <κρῖθα>· κριθήν. καὶ ἵππου ἀῤῥώστημα <κριθή>· πυρόν. ἢ τὸ τοῦ ἀνδρὸς μόριον (Ar. Pac. 965). ἢ ὀφθαλ- μῶν ἐπανάστασις παρὰ ἰατροῖς (Hippocr. Epid. 2, 2, 5) <κριθόγιτον>· ἀφέψημα κριθῆς <κριθόκανον>· σπέρμα μελανθίῳ ὅμοιον <κριθοφυλακία>· ἀρχὴ ἐπὶ τῆς ἐξαγωγῆς τῆς κριθῆς ἢ σίτου <κρίθων>· ἐπώνυμον ἀνδρὸς μοιχαλίου <κρίκα>· κρίκον <κριθῶν ὄχλος>· ἐν Τροφωνίῳ (Cratin. fr. 227)· παρέθηκε δὲ παίζων τὸ ἀργύριον <κρικαδία>· τὸ ἐναλλάξαι τοὺς δακτύλους ὥσπερ κρίκους <κρίκεν>· ἐψόφησεν, ἔτρισεν (Π 470) *<κρίκος>· κίρκος AS, ἔνθα ἡ κώπη εἰσέρχεται AS *<κρῖ λευκόν>· κριθὴν λευκήν (Ε 196) n *<κρίμα>· ἀνταπόδοσις θεοῦ (Ep. Rom. 3,8) AS <κρίματα>· ψῆφοι, δίκαι (1. Cor. 6,7) (ns) <κριμνίτης>· πλακοῦντος εἶδος <κριμνούς>· λευκάς τινας βοτάνας <κρίμνον>· ἡ κριθή r. p. [<κριμυεῖ>· ῥίγε, πέφυκεν] <κρίνα>· ἄνθη καλλίπνοα εὐωδιάζοντα. ἢ μάζα. ἄμεινον δὲ θυμιά- ματα ἢ †τὸ μέλι φυρατὸν ἡδὺ τὸ λευκόν† <κρῖναι>· τάξαι. χωρίσαι. δοκιμάσαι. δικάσαι. ἐπιλέξασθαι <κρίναιμι>· ἐπιλέξαιμι <κρινάμενοι>· ἐπιλεξάμενοι *<κρινάμενος>· ἐπιλεξάμενος (Ι 521) Sn *<κρίνας>· ἐπιλέξας vgn. χωρίσας (Ζ 188) n <κρίνατο>· ἐπελέξατο. ἐδίκασεν *<κρῖνε>· δίκαζε A. καὶ τὰ ὅμοια <κρίνειν>· ἀριθμεῖν. χωρίζειν. ἀνακρίνειν, συγκρίνειν. ἔνιοι <κρι- νόμεθα> ἀντὶ τοῦ μαχόμεθα. ἢ διαλεγόμεθα <κρινεῖς>· διαχωρίσεις <κρίνθη>· διεκρίθη. ἐχωρίσθη *<κρινθέντας>· χωρισθέντας (A) S(g) <κρίνη>· κνίδη *<κρίνομαι>· δοκιμάζομαι (Ierem. 2,35) A <κρινόμεθα>· μαχόμεθα. διαλυόμεθα <κρινομένους>· ἀναιρομένους, ἀποθνήσκοντας <κρίνον>· τὸ ξηρόν. τάσσεται καὶ ἐπὶ πτωχοῦ, καὶ νεκροῦ, καὶ ἐκπεπτωκότος. καὶ σχῆμα χορικῆς ὀρχήσεως (Apolloph. com. fr. 2) <κρίνοντες>· διαχωρίζοντες (Β 446) b <κρίξαι>· ἠχῆσαι, φωνῆσαι [<κρίον>· ἀγγεῖον] [<κριόντων>· βασιλευόντων] <κριός>· ῥόπαλον πολιορκητικόν. καὶ ὁ τῶν προβάτων ἄρσην. ὄργανον ἀσπίδων. Ἀθηναῖοι δὲ τὰς τραχείας κόγχας καλοῦσι <κριούς>. καὶ παρὰ Ταραντίνοις <εἰς> τὰ μεταλλικὰ ἀναγράφεται <κριός>. καὶ παρὰ τοῖς ἀρχιτέκτοσι μέρος τι τοῦ Κορινθίου κίονος <κριὸς ἀσελγόκερως>· ἦν ἐν τῇ ἀκροπόλει κριὸς ἀνακείμενος μέγας χαλκοῦς. <ἀσελγόκερων> δὲ αὐτὸν εἶπε Πλάτων ὁ κωμικὸς (fr. 210) διὰ τὸ μέγαν εἶναι, καὶ συναριθμεῖ αὐτῷ τόν τε δούριον ἵππον ....... τὸ γὰρ <ἀσελγὲς> οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοί, ἀλλ' ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου· καὶ γὰρ <ἄνεμον ἀσελγῆ> λέγουσιν, ὡς Εὔπολις (fr. 320). ἄμεινον δὲ τὸν ἀσελγόκερων δέχεσθαι εἶναι τὸν κυρίττοντα, καὶ οἱονεὶ ἐξυβρίζοντα τοῖς κέρασιν <κριὸς τροφεῖα ἀπέτισε>· παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας [γὰρ] οὗτοι πλήττουσιν [οἱ κριοί] <κριοῦ διακονία>· ὅταν προστάσσωμεν παιδίῳ διακονῆσαι, λέγομεν· δώσω σοι εἰ τύχοι ἀστραγάλους, ἢ ἰσχάδας. καὶ ὁ κριὸς οὖν εἶπε· καταλείψω τοὺς ἀστραγάλους σοι [δώσω] <κριοφάγος>· θεός τις, ᾧ κριοὶ θύονται <Κρῖσα>· πόλις Φωκίδος (Β 520) r <Κρίσαμις Κῷος>· ἦν πολυθρέμματος. τούτῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατ' ἔτος τὸ κάλλιστον τῶν προβάτων ἀφαρ- πάζειν. καὶ τὸν Κρίσαμιν ἀνελεῖν. φαινομένην δὲ αὐτῷ ὄναρ κελεῦσαι καταθάψαι αὐτήν, τὸν δὲ μὴ φροντίσαντα παγγενεὶ ἀπολέσθαι *<κρίσεως>· δοκιμασίας (Num. 27,11 ..) Avg <κρισίαι>· τάξεις ἱππικαί *<κρίσιν>· ἀκολουθίαν (Deut. 17,11) AS <κρίσις>· ἀνάκρισις (Exod. 21,8) <κρισσός>· ἡ ἐν ταῖς δρυσὶ γινομένη διάφυσις, ὅθεν ῥέει ὁ ἰξός. ἢ ἡ ἐν τοῖς ἄρθροις διάφυσις σκληρὰ καὶ ὀζώδης <κρίσμιον>· φυλάκιον <κριτάν>· κριτήν <κρίτανος>· τέρμινθος <κριτάς>· ὀδόντας <κριτήριον>· δοκιμαστήριον, δικαστήριον (Exod. 21,6 ..) *<κριτικὸς ἐνθυμήσεων>· διακρίνων λογισμούς (Hebr. 4,12) *<κριτός>· ἄριστος. ἐπιλελεγμένος, [ἐπίλεκτος (Η 434) gns <Κριῶθεν>· ἀπὸ δήμου. ἔστι γὰρ ὁ Κριωεὺς δῆμος φυλῆς τῆς Ἀντιοχίδος *<κροαίνων>· τοῖς ποσὶ κρούων ASvgn. ὁ ἐπιθυμῶν (Ζ 507) gn †<κροβάντιον>· πόλιον <Κρόβυζοι>· γένος Θρᾳκῶν (Hecat. fr. 170 J.) [<κρόβαλος>· ὁ ὁμαλὸς τῶν παίδων, καὶ αἱ τρίχες τῶν αἰδοίων] <κροιός>· νοσώδης, ἀσθενής <Κροίσειοι στατῆρες>· τινὰ ...... <κρόκα ἢ κρόκη>· ... <κρόκη>· πέμματος εἶδος. ἢ *[ῥοδάνη ASb <κρόκαι>· παραθαλάσσιοι ψῆφοι <κρόκαλαι>· ψῆφοι. ἀκταί. ἄμμος [<κροκαλεῖ το>· πανοῦργον παιδίον] <κροκόδειλος>· τὴν τύλην, καὶ τὸ ζῷον, καὶ τὸ ἐν τῷ Νείλῳ, καὶ [τὸ χερσαῖον r <κροκόπεπλος>· κροκοειδῆ ἱμάτια ἔχουσα (Θ 1 ..) (r) <κρόκος>· τὸ φυτόν. καὶ ἀλεκτρυόνες οἱ τὸν τράχηλον τοιοῦτον ἔχοντες. κρόκη <κροκόττας>· ζῷόν τι τετράπουν Αἰθιοπικόν <κροκύδες>· γνάφαλα <κροκυλεγμός>· τὸ κολακευτικῶς τὰς κροκύδας ἀπολέγειν τῶν ἱματίων <Κροκύλεια>· πόλις (Β 633) n <κροκύς>· ἐχῖνος ἡ βοτάνη <κροκώδης>· τινὲς ὡς δυσλύτων ὄντων τῶν ἐκ τῆς κρόκης δες- μῶν, ἔνιοι δέ, ὡς κρόκου φυομένου ἐκεῖ. τινὲς δὲ κροκώδη, ἐκ κροσσῶν συνεστραμμένων <κρολίαζε>· πλησίαζε θᾶττον <κρόμβος>· ὁ κόνδυλος. καὶ ὁ καπυρός <κρομβότατον>· καπυρώτατον. κατακεκονδυλωμένον <κρόμμυα>· τὰ κρομυοπώλια (Eupol. fr. 304) *<κρόμνον πότωι ὄψον>· τῷ πότῳ προσφάγιον· A ἐρεθιστικὸν τοῦ οἴνου S, τὸ δριμὺ κρόμμυον (Λ 629) A <Κρόνια>· ἑορτὴ Ἑκατομβαιῶνος μηνὸς Κρόνῳ <Κρονίδαρ>· πολυετής <κρονικαὶ λῆμαι>· παρὰ τὴν παροιμίαν γέγονε, τὴν <χύτραις λημᾶν> καὶ <κολοκύνταις> (Ar. Nubb. 327), ἐπὶ τῶν ἀμ- βλυωττόντων (Ar. Plut. 581) <Κρόνιον>· [ἑορτήν]. ἢ [παλαιόν r <κρόνιππον>· παλαιόν (Ar. Nubb. 1070) <Κρονίωνας>· παλαιοὺς ἀνθρώπους <κρονικώτερα>· ἀρχαιότερα (Plat. Lys. 205 c v. l.) <Κρόνοι>· παλαιοί <Κρόνου πυγή>· τὸ ἀρχαῖον καὶ ἀναίσθητον †κέρας. ἀπὸ τοῦ Κρόνου *<κροντᾷ>· κατασήπεται AS <Κροντίδαι>· μάντεων γένος <Κρόντωνας>· ὁμοίως <κρόξ>· κρόκη <κρόπιον>· ἀξίνη δίστομος [κρόσσαι] <κρόσσας>· κλίμακας np, ἄλλας ἐπ' ἄλλαις. τινὲς δὲ τὰς κεφαλίδας τῶν τειχῶν, ἢ προμαχῶνας, ἢ στεφάνας τῶν πύργων, ἢ τὰ κρηπιδώματα. καὶ γὰρ <κροσσοὺς> ἄχρι νῦν, τὰ κατώτατα τῶν ἱματίων. ὃ καὶ βέλτιον. καὶ γὰρ τὸ ὄνομα τῆς κλίμακος ἐγίνωσκεν ὁ Ὅμηρος, καὶ οὐδέπω ἦν πολεμικὰ ὄργανα (Μ 258) <κροσσούς>· τὰ κάτω τῶν ἱματίων τὰ ῥαμματώδη *<κρόσταλλος>· εἶδος ὑέλου AS <κρόστινα>· φυλακτήρια *<κρόσσας πύργων>· τὰς ἀναβαθμίδας τῶν τειχῶν (Μ 258) n <κροταλίζει>· κρούει ταῖς χερσίν <κρόταλον>· περίτριμμα. κρότημα <κροταφίς>· σιδηρᾶ σφῦρα. διπλῆ <ἐκ> τοῦ ἑτέρου ὀξὺ ἔχουσα, ἐκ δὲ τοῦ ἑτέρου κρόταφον *<κροτεῖ>· κρούει ASb <κρόταφος>· κόῤῥη <κρότημα>· ἐπὶ τῶν δολίων τάσσεται (Eur. Rhes. 499) *<κροτήσας>· κτυπήσας ταῖς χερσίν (g) *<κροτήσατε χεῖρας>· ἐπαινέσατε ταῖς χερσίν (Ps. 46,1) Av *<κροτήσουσιν>· ἐπαινέσουσι (Ps. 97,8) A <κροτητά>· ἐκγεγλυμμένα. εὐτίνακτα. *ἐπιτετριμμένα AS <κρότοι>· εὐφημίαι, ἔπαινοι <κρόττονες>· ὁμοίως <κρότονοι>· κρότονες <Κροτωνία>· σταφυλή. †αὐλίς <κρότων>· οὕτω καλεῖται, ὅ τινες κίκι Αἰγύπτιον, οἱ δὲ σησάμην ἀγρίαν. καὶ τὸ ζῷον τὸ ἐν κυσὶ καὶ βουσὶ γινόμενον. ἄλλοι δὲ πυρσός <κροτώνη>· τὸ ἐπιγινόμενον τοῖς δένδροις, μάλιστα τῇ ἐλαίᾳ <κρότωνος ὑγιέστερος>· ...... (Men. fr. 263 Koe.) <κρουερῶ>· τοῦ φοβεροῦ <κροῦμαι>· μύξαι <κροῦναι>· τὰ ἄφορα δένδρα <κροῦναι>· κρῆναι τέλειαι <κρουνοί>· ῥεῖθρα, ὀχετοί, ὑδάτων ἐκβολαί <κρουνοφόρον>· οὕτω καλεῖταί τι τῶν ἐν ταῖς ναυσίν *<κρουνῶν>· ῥευμάτων (Δ 454) gn <κρούπανα>· ξύλινα ὑποδήματα. καὶ κλεῖς. καὶ <κρουπέζια> καὶ <κρουπεζοφόρος>, (Cratin. fr. 310) ὁμοίως <κρουπαλίας>· κλεῖδας <κρουπεζούμενος>· τὰ ξύλινα σανδάλια <κρουπέζια> λέγεται, καὶ ὑποδήματα ξύλινα, μεθ' ὧν τὰς ἐλαίας πατοῦσι. θέλει οὖν δηλοῦν, τοὺς τραχεῖς πόδας ἔχοντας <κρούπετα>· ὑψηλὰ ἢ ξύλινα ὑποδήματα, ἢ γυναικεῖα [<κρύπτει>· σκώπτει] <κρουσιδημῶν>· κρουσιμετρῶν. ἀπὸ τῶν ἐν τῷ μετρεῖν ἀπα- τώντων (Ar. Equ. 859) <κρουσιμετρεῖν>· ἐλλιπῶς μετρεῖν καὶ ἐνδεῶς. οἱ γὰρ φαύλως μετροῦντες συνέκρουον τὰ μέτρα εἰς τὸ ἀποπίπτειν τὰ μετρού- μενα. ἐντεῦθεν καὶ τὸ παραλογίζεσθαι <παρακρούεσθαί> φασιν <κρουσίης>· ἐλλιπής <κρουσίθυρον>· μέλος τι οὕτως ἐκαλεῖτο <κροῦσιν>· τὴν ὑπόκρισιν, τὸν παραλογισμόν. καὶ μουσικὸν ὄνομα. καὶ ὅταν πρὸς τὸ λέγειν ἐν ταῖς ζητήσεσιν ὑποκρούων- ται <κροῦσις>· τὴν πρὸς τὸ λεγόμενον ἐν ταῖς ζητήσεσιν ἀντίῤῥησιν καὶ παράκρουσιν οὕτω φασί <κρουτεῖται>· κοκκίζει <κρυβάζει>· ἀποκρύπτει *<κρύβδα>· κρυφιμαίως (Σ 168) ASb *<κρύβδην>· λάθρα (λ 455) r. vg np <κρυβηλός>· κρυπτὸς πύργος [<κρύβες>· νεκροί] <κρυβήσια>· νεκύσια <κρυβήτας>· τετελευτηκότας <κρυερήν>· ψυχράν r. κρυσταλλώδη <κρυερόν>· *φρικτόν r. Anps. μισητόν. ἀναιδές. *[φοβερόν ps. ἐλεεινόν, οἰκτρόν, δεινόν, χαλεπόν. πονηρόν, κακόν, δυσχερές <κρύμα>· εὕρημα <[κρυμνός ἢ] κρυμός>· πάγος, ψῦχος, μέγα ῥῖγος <κρυμώσσει>· ῥιγοῖ, πέφρικε *<κρυόεσσα>· φρικτή g. μισητή. [τραχεῖα ASn *<κρυόεσσα ἰωκή>· ἡ φρικτὴ καὶ φοβερὰ βοή (Ε 740) n *<κρύος>· ῥῖγος, ψῦχος Avg <κρυπταδίῃ>· λαθραίᾳ, κρυφιμαίᾳ (Ζ 161) (b) <κρυπτεύομαι>· ἐνεδρεύομαι *<κρυπτάδιος>· λαθραῖος r. n *<κρύσταλλος>· τὸ πεπηγὸς ὕδωρ ASvg ὑπὸ κρύους (Χ 152) r. AS [<κρύφαλον>· σαβάκανον] <κρυφανδόν>· κρυφίως r *<κρυφῇ>· λάθρα AS, ἀδήλως, [κρυπτῶς (1. Regn. 19,2 v. l.) r [<κρυφίνους>· ὑπούλους] *<κρυψίνους>· δόλιος, πανοῦργος (Xen. Cyr. 1,6,27) r. ASvgp (n) <κρυώδους>· φρικώδους (r) *<κρόβον>· δρέπανον <κρωβύλος>· ὁ μαλλὸς τῶν παίδων ASvn, ἢ ὁ κόρυμβος τῆς ἐμπλοκῆς. ἔστιν γὰρ ἀνηνεγμένη ἀπὸ μέσου τοῦ μετώπου ἐπὶ τὴν κορυφήν. οὕτω δὲ καὶ ὁ ῥήτωρ Ἡγήσιππος †καὶ δήγγος †ἐκαλεῖτο (Aeschin. 1,64). <Κρωβύλος> καὶ ὁ μαλλὸς τῶν αἰδοίων <Κρωβύλου ζεῦγος>· παροιμία ταττομένη ἐπὶ τοῖς ὑπερβαλ- λούσῃ κεχρημένοις πονηρίᾳ. μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινος *<κρώζειν>· ὡς κόραξ κράζειν (ASvg) <κρεωδαίτης>· ὁ δαιτρός <κρωκαλέον>· παιδίον πανοῦργον <κρωμακόεν>· κρημνῶδες r <κρώμαξ>· σωρὸς λίθων r. s <τάφος, μνῆμα> s <Κρῶμνα>· πόλις Παφλαγονίας (Β 855), καὶ Θεσσαλίας <κρώζει>· κράζει n <κρώπιον>· δρέπανον. τινὲς δὲ διὰ τοῦ β <κρόβιον> (Pherecyd. 3,154 J.) <κρωσσοί>· ὑδρίαι, στάμνοι, λήκυθοι †<κρωτάνεροι>· βάναυσοι. πολῖται. καὶ ἐξελεύθεροι. ἰδιῶται <>κτα>· ἔκτεινε (λ 324 ..) [<κτᾶν] κτάναι>· φονεύειν, ἀνελεῖν <κτανεῖν>· κτείνειν (Eur. Andr. 407 ..) <κτάνθεν>· ἀπώλοντο (Ε 558 ..) <κτάρα>· ἰχθῦς βραχύτερος πάντων *<κτάσθαι>· ἀναιρεθῆναι. κτανθῆναι (Ο 558) An <κτᾶται>· ὠνεῖται [<κτάτεσι>· κτήμασι] <κτατο>· ἐκτήσατο. ἀπέθανεν <κτεανήχης>· πένης <κτέανον>· κτῆμα r. S *<κτεάνων>· κτημάτων (Hes. op. 315) v <κτέαρ>· δῶρον r. *κτῆμα ASvgp. γέρας. σκεῦος *<κτεάτεσι>· κτήμασι Sgn. χρήμασιν (Ε 154) g *<κτείνει>· φονεύει A, ἀναιρεῖ (Eur. Phoen. 1601 ..) (vg) p *<κτείς>· κτένιον r. AS <αἰδοῖον> r. A <κτεατίσασθαι>· κτήσασθαι (Π 57?) (b) <κτένας>· τοὺς τῶν χειρῶν καρποὺς καὶ τῶν ποδῶν καὶ τὰ τιτθία μεταφέροντες ἀπὸ τῶν εἰς τὰς τρίχας ἐπιτηδείων κτενῶν. λέγουσι δὲ καὶ τὰς νωτιαίας πλευράς <κτένια>· τῶν κιθαρῶν οἱ ὑπερέχοντες ἀγκῶνες λέγονται <κτενώμεθα>· ἀναιρούμεθα <κτενωτή>· ὑφαντή r <κτενωτὴν τρίχα>· τὴν ἐφαπτίδα. <κτενωτὴν> τὴν ὑφαντήν, <τρίχα> δὲ ἐπεὶ τὰ ἔρια τρίχες εἰσὶν τῶν προβάτων *<κτέρας>· κτῆμα (Κ 216) ASn <κτέρεα>· ἐντάφια (Ω 38) r. S <κτέρες>· νεκροί s. καὶ <ἀκτέριστοι> οἱ ἄταφοι *<κτερεΐζω>· κτῶμαι. σκυλεύω AS. ἐνταφιάζω r(g) <κτερίσαι> s. καὶ <κτερίξαι>· [θάψαι, ἐνταφιάσαι s <κτερίσαι>· πάντα τὰ εἰς τιμὴν τοῖς κατοιχομένοις ἐπιφερόμενα ... <κτηδών>· τριόδους <κτήματα>· πάντα τὰ ὑπάρχοντα (Act. ap. 2,45 ..) <κτήνεα>· χρήματα <κτήνη>· βοσκήματα (Gen. 26,14 ..) *<κτηνωδέστερα>· ἀλογώτερα· <κτήνη> γὰρ τὰ ἄλογα (r) (Ag) <κτησάμενος>· λαβών. ἔχων <κτῆσις>· πλοῦτος r. p <κτήτορες οἰκιῶν>· κτῆται (Act. ap. 4,34) <κτιδέα>· γένος περικεφαλαίας. καὶ <κτὶς> δέ ἐστι ζῷον ὅμοιον γαλῇ, οὗ τὸ δέρμα εὔθετον εἰς περικεφαλαίας. τινὲς δέ φασι δορὰν λύκου <κτιλεύσασθαι ἢ κτιλώσασθαι>· συληθῆναι <κτίλος>· τιθασός. πρᾷος. ἡγεμών <κτίλον>· συνήθη *<κτίλος>· ὁ προηγούμενος τῆς ποίμνης κριός (Γ 196) r. gn <κτιμένη>· κατῳκισμένη. καὶ πόλις Θεσσαλίας <κτίμενον>· τὸ οἰκούμενον (Β 501 ..) <κτίσαι>· ἱδρῦσαι. οἰκίσαι. ἄρξασθαι <κτίσμα>· ποίημα, [οἰκοδόμημα (Sir. 38,34) r <κτίστης>· ποιητής, πλάστης (2. Macc. 1,24) <κτίτωρ>· κτίστης <κτίται>· κτίστορες (Eur. Or. 1621) <κτίσω>· θήσω. ἀπάρξομαι. ποιήσω *<κτυπεῖ>· τῇ χειρὶ κρούει An <κτυπέων>· κτυπῶν. βροντῶν (Η 479) <κτυπία>· ὁ ἐπιθαλάμιος κτύπος (r) <κτυπιῶν>· τῶν ἐπικρουμάτων τοῦ θαλάμου, ἃ ἐπικτυποῦσιν ἔξωθεν, ὅταν συγκατακλίνηται τῷ νυμφίῳ ἡ γημαμένη *<κτύπος>· ψόφος. βροντή Agn [<κτύναι ἢ>] <κτοῖναι>· †χωρήσης προγονικῶν ἱερῶν. ἢ δῆμος μεμερισμένος ... *<κτωμένοις>· κεκτημένοις AS *<κύαθος>· στάγιον, μικρὸν μέτρον n. ἢ ἀντλητήριον r. ASg (n) *<κυάθους>· σκαφιόλια. ὠάρια σιδηρᾶ, οἷα κύαθος. δέχεται ὑγροῦ τινος οὐγγίας δύο (Exod. 25,28 ..) AS <κυαίνων>· ἔγκυος ὤν *<κυαιστεωνάριοι>· βασανισταί AS (g) <κύαμος>· ὄσπριον. *φάβα μέγα ASn. ἢ ὁ κλῆρος. καὶ τὸ ὑπὸ τὴν θηλὴν τοῦ μαστοῦ πρῶτον συνιστάμενον γάλα. καὶ τὸ Αἰγύπτιον κιβώριον λεγόμενον καὶ κολοκάσιον <κυαμοτρώξ>· ἐν ταῖς διαψηφίσεσι κυάμοις ἐχρῶντο καὶ ἐλάγχα- νον κυάμῳ, καὶ τοὺς τὸν λευκὸν κύαμον λαβόντας εἰληχέναι ἐνόμιζον (Ar. Equ. 41) <κυάμῳ δικαστικῷ>· ψήφῳ <Κυαμίτης>· †ὁ πάγκος καλούμενος <κυαμεύειν>· κληροῦσθαι <κυάμῳ πατρίῳ>· Σοφοκλῆς Μελεάγρῳ (fr. 371), ὡς καὶ τῶν Αἰτωλῶν τὰς ἀρχὰς κυαμευόντων. διεκλήρουν δὲ αὐτὰς κυάμῳ καὶ ὁ τὸν λευκὸν λαβὼν ἐλάγχανεν. ἀνάγει δὲ τοὺς χρόνους, ὡς καὶ ἐν Ἰνάχῳ <κυαμοβόλον δικαστήν> (fr. 266) <κυανέῃ>· μελαίνῃ, φαιᾷ (Ε 345) *<κυανέῃσι>· φαιαῖς, [μελαναῖς (Α 528) ASn a) <κυάνεος>· μέλας, σκοτεινός b) *<<κυάνεος>> <ἐλέλικτο δράκων>· μέλας ἐν τῷ ἀναφορεῖν (Λ 38) A *<κυανέων>· Μαύρων, [Αἰθιόπων (Hes. op. 527) ASvn (g) *<κύανον>· εἶδος χρώματος οὐρανοειδές (η 87) AS (nT) *<κυανόπεζα>· μελανόπους (Λ 629) AS (n) <κύανος>· θαλάττιον ὕδωρ A. καὶ ὄρνις *<κυανοχαίτης>· μελανόθριξ. Ποσειδῶν (Ξ 390) Avg <κύαρ>· τὸ τῆς ῥαφίδος τρῆμα (Hippocr. morb. 2,33, II 516 L) καὶ τὸ τῆς κώπης τοῦ μύλου <Κυάρη>· ἡ Ἀθηνᾶ †<κυβάβδα>· αἷμα. Ἀμαθούσιοι <Κύβαβος>· θεός <κυβαΐζοντες>· λάσωνες <κύβον> τὸν ἐνθουσιῶντα, ἢ τὸν Ἑρμῆν <κυβάσαι>· καταστρέψαι <κύβας>· σορός <κύββα>· ποτήριον <κύβεθρα>· τὰ τῶν μελισσῶν <σίμβλα> r (g) <κυβεῖον>· τόπος, εἰς ὃν συνῇσαν κυβεύσοντες· ὃ νῦν τόπον δεξιόν <Κύβελα>· ὄρη Φρυγίας. καὶ ἄντρα. καὶ θάλαμοι *<Κυβέλη>· ἡ μήτηρ τῶν θεῶν (Eur. Bacch. 79) r. g <κυβερνᾷ>· ἰθύνει. διοικεῖ <κυβερνήσεις>· προνοητικαὶ ἐπιστῆμαι καὶ φρονήσεις (1. Cor. 12,28) [<κύβεσις ἢ κίβυσις>· πήρα] <κυβεῦσαι>· *παῖξαι. ταβλίσαι gn. χλευάσαι <κυβευτήν>· σοφὸν κυβευτήν, ἀλλὰ μὴ στένειν τύχην (Soph. fr. 861) τὸν τοῖς κύβοις χρώμενον. ἐπιστήμην γάρ τινα ἐδό- κουν τὸ [δὲ] δεξιῶς χρῆσθαι. ἐπιστημονικωτέραν τὴν πεττείαν τῆς κυβείας ἐνόμιζον <κυβέβις>· γάλλος. κίναιδος. μανιῶν <κυβηβᾶι>· θεοφορεῖται, κορυβαντιᾷ <Κυβήβη>· ἡ μήτηρ τῶν θεῶν. καὶ ἡ Ἀφροδίτη [καὶ ὑποδήματα παρὰ Ἀρκάσιν] <ὑπὸ Λυδῶν> [η] καὶ Φρυγῶν παρ' ὃ καὶ Ἱππῶνάξ (fr. 120 Bgk) φησι· καὶ Διὸς κούρη Κυβήβη καὶ Θρεϊκίη Βενδίς. ἄλλοι δὲ Ἄρτεμιν. <κύβηβος>· ὁ κατεχόμενος τῇ μητρὶ τῶν θεῶν (Cratin. fr. 82) <κυβηλικὸν τρόπον>· <τῷ πελέκει κακουργῆσαι> <κυβηλιστάς>· καὶ κοβάλους. τοὺς κακούργους λέγει <κύβηλις>· μάχαιρα. ἄμεινον δὲ πέλεκυν, ᾧ τὰς βοῦς καταβάλ- λουσι <κυβηλίσαι>· πελεκίσαι· κύβηλις γὰρ ὁ πέλεκυς *<κυβιστῆρας>· πηδητάς ASgn, τινὲς ὀρχηστὰς ποικίλους (Eur. Phoen. 1151) <κυβεία>· κυβευτικὴ πραγματεία. κύβευμα <κύβηλις>· τινὲς τὴν τυροκνῆστίν φασιν. ἔπαιξεν δὲ ὁ Κρατῖνος (fr. 315) παρὰ τό· χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμιν- διν (Ξ 291) <κυβῆ>· κυβευτήν <κύβηνα>· σκήνωμα <κυβῆναις>· γλαῦξαις [<κυβησίαν>· πήραν] <κυβησίνδα>· ἐπὶ κεφαλήν, ἢ τὸ φορεῖν ἐπὶ νώτου, ἢ κατὰ νώτου <κυβισίς>· κήλη <κυβητίζω>· ἐπὶ κεφαλὴν ῥίψω <κυβιτίζω>· τοῖς ἀγκῶσι πλήττω (Epich. fr. 213) <κυβιτόν>· ὁ ἀγκών *<κύβον>· <λίθον> τετράγωνον AS <κύβος>· *πᾶν τετράγωνον ASvg. ἢ σχῆμα γεωμετρικόν r. καὶ ἀριθμός τις. καὶ ᾧ οἱ κυβευταὶ χρῶνται. ἐκαλεῖτο δὲ τοῦ βόλου σχῆμα. καὶ <ὁ> παρὰ τοῖς μεταλλικοῖς κύβος. καὶ οἱ Σαλαμίνιοι λέγουσι κύβον τὸ τοῦ ἱματίου σημεῖον, Πάφιοι δὲ τὸ τρύβλιον <κύβωλα>· κῶλα. ἢ ὀσφύς. ἢ μεγάλα ὀστᾶ, καὶ ὀλέκρανα *<Κυδαθήναιος>· ἔνδοξος Ἀθηναῖος AS <Κυδαθηναιεύς>· δῆμος [τῆς] τῆς Πανδιονίδος φυλῆς ἐν ἄστει <Κύδαθον>· ὁμοίως <κυδάγχας>· μάχας. λοιδορίας <κυδαγχόμενα>· λοιδορούμενα <κυδάσσει>· ταράσσει. λοιδορεῖ <κυδάζεσθαι>· λοιδορεῖσθαι <κυδαζόμενα>· λοιδορησόμενα <κυδαίνει>· τιμᾷ. ἀξιοῖ. θαυμάζει. ἐγκωμιάζει (Ξ 73) [<κυδάναν>· τὴν γλαῦκα] *<κυδαίνεται>· δοξάζεται, σεμνύνεται ASb *<κυδαλίμη>· ἔνδοξος, τιμία (Avg) <Κυδαντίδαι>· δῆμος τῆς Πτολεμαΐδος φυλῆς [<κυδάϊ>· ἀρετῇ] <κύδαρ>· τάφος <κύδαρος>· νεὼς εἶδος <κυδάττειν>· ἐπιφωνεῖν <κύδεϊ γαίων>· τῷ καθ' ἑαυτὸν ἀξιώματι (Α 405) <κύδηνεν>· ἐδόξασεν (n). ἐμετεώρισε κατὰ διάνοιαν (Ψ 793) *<κυδιάνειρα>· μεγάλους καὶ [ἐνδόξους τοὺς ἄνδρας ποιοῦσα (Α 490) r. gp *<κυδιανείρῃ>· τῇ τοὺς ἄνδρας δοξαζούσῃ (Ζ 124) AS (gp) <κυδίας>· τὰ ἄνθη τῶν ὀδόντων <κύδιμος>· ἔνδοξος, σεμνός, τίμιος *<κυδίμων>· τὰ αὐτά ASgn <κύδιον>· κρεῖττον, αἱρετώτερον (Eur. Alc. 960 ..) <κυδιόων>· σεμνυνόμενος r. *χαίρων. δόξῃ ἐπαιρόμενος (Β 578 ..) ASvg <κύδιστε>· ἐνδοξότατε n, σεμνέ, τιμιώτατε (Α 122) <κύδνος>· κύκνος <κυδοιμός>· πόλεμος (g). θόρυβος, ταραχή (Κ 523) Avg <κυδοιδοπᾷ>· ταράσσει, θορυβεῖ, κυκᾷ (Ar. Pac. 1152) *<κυδοιμῶν>· θορύβων AS, ταραχῶν (Iob 38,25) S <κυδος>· *δόξα ASvgn, ἀρετή, νίκη, τιμή, ἀριστεία (Α 279). λοιδορία S, κακολογία <κυδρή>· *ἔνδοξος r. ASn, σεμνή, τιμία, ἔντιμος (Σ 183) <κυδρός>· ἔνδοξος, καὶ τὰ ὅμοια. γαυριῶν. πεποιθώς. Εὐρυτίδαις (Ion fr. 13) συγκοπὲν δ' ἐκ τοῦ κυδαρός [πεποιθώς] [<κυδύλιον>· ἔνδοξον] <Κύδωνες>· ἔθνος (γ 292) <κυδώνιον>· μέγα, καὶ ἀξιόλογον. ἢ ἀπατηλόν, δόλιον. λοίδορον. καὶ τὸ μῆλον. Κυδωνία δὲ πόλις Κρήτης. καὶ τὸ φυτόν *<κυέει>· ἐγκυμονεῖ, ἐν γαστρὶ ἔχει AS *<κύει>· ἐγκύμων ἐστί ASn, γεννᾷ ASvg <κυέουσαν>· ἔμβρυον ἐντὸς ἔχουσαν (Ψ 266) b [<κύεσσαν>· κύουσαν] *<κυζηθμός>· ἡ ἀσαφὴς τῶν κυνῶν βοή r. ASvgn <Κυζικηνοὶ στατῆρες>· διεβεβόηντο ὡς εὖ κεχαραγμένοι. πρό- σωπον δὲ ἦν γυναικὸς ὁ τύπος <κύημα>· τὸ κατὰ γαστρός. καὶ ἡ προβολὴ τῶν φυτῶν <κυηρόν>· ἔγκυον. ἁπαλόν, βλαστόν <κύησεν>· ἐν γαστρὶ ἔσχεν <κύθεν>· ἔκρυψεν, ἐκάλυψεν (γ 16) <Κυθέρεια>· ἡ Ἀφροδίτη. καθ' Ὅμηρον μέν, οὐχ ὅτι "προσέ- κυρσε Κυθήροις" (Hes. Theog. 198), ἀλλ' ὅτι κευθόμενον ἔχει ἐν ἑαυτῇ τὸν πάσης ἐρωτικῆς φιλίας ἐξηρτημένον [τὸν] κεστὸν ἱμάντα (Ξ 214), ἤγουν τὸν ποικίλον. ἢ ὅτι οἱ ἐρῶντες ἐν αὑτοῖς κρύπτουσι τὸ ἐρωτικὸν πάθος (θ 288) <κυθηγενέεσσι>· κρυφογενέσιν <Κύθηρα>· νῆσος Κρήτης. καὶ πόλις Θεσσαλίας r. τινὲς δὲ νῆσον πρὸ Μαλέου. Μάλεον δὲ ἀκρωτήριον τῆς Λακωνικῆς <Κυθηρίῳ>· τῷ ἐκ Κυθήρων (Κ 268) <Κυθηροδίκης>· ἀρχή τις τὰ ξενικὰ διοικοῦσα (Thuc. 4, 53,2) <Κύθηρος>· δῆμος τῆς Πανδιονίδος φυλῆς *<Κυθήρων>· Ἀφροδίτης ἡ πόλις (ι 81) Avg <κυθνώλης>· ἐξώλης. ἔνιοι δὲ πεποιῆσθαι τὴν λέξιν φασὶ ἀπὸ Κύθνου τῆς νήσου· ἀπολέσθαι γὰρ αὐτὴν ὑπὸ Ἀμφιτρύωνος <κυθωνύμου>· αἰσχρὸν κλέος ἔχοντος. ἢ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις. ἢ ἀξίου κεκρύφθαι <κυθνόν>· τὸ ἄκυον φάρμακον. καὶ <πολύκυθνα> πολύσπερμα. <κυθνὸν> γὰρ τὸ σπέρμα <κυθώδεος>· δυσόσμου *[<κυΐντατα>· οἰκτρότατα S] <κυΐσκει>· συλλαμβάνει <κυΐσκεται>· ἔγκυος γίνεται <κυκᾷ>· *ταράσσει r. ASvgn. ἢ τὰ κάθυγρα ἄλφιτα ... <Κύκαλα>· δῆμος τῆς Αἰαντίδος φυλῆς *<κυκεῶ>· κυκεῶνα (κ 290) AS *<κυκειῶ>· πόμα ἐκ πολλῶν βοτανῶν συγκείμενον φαρμακίας (Λ 624), ποτὸν δηλητήριον ASvg [<κυκεῖ>· ταράσσει] <κύκημα>· τάραχος r *<κυκηθήτην>· ἐταράχθησαν, δυϊκῶς (Λ 129) Anps *<κύκηθρον>· ταραχήν (Ar. Pac. 654) ASvgn <κυκεῶ>· κυκεῶνα. ἐξ οἴνου καὶ μέλιτος καὶ ὕδατος καὶ ἀλφίτων ἀναμεμιγμένον πόμα. κατὰ ἀποκοπὴν τῆς <να> συλλαβῆς. τὸ δὲ αὐτὸ καὶ μετὰ τοῦ <ι> κυκειῶ (κ 290) <κυκήσεων>· ταραχῶν <κυκλήσομεν>· ἐφ' ἁμαξῶν ἄξομεν (Η 332) <κύκκαρος>· τὸ ἐλάχιστον <κύκλα>· οἱ κύκλοι. τροχοί (Ε 722). ἢ χοροί <κυκλάζει>· κύκλῳ περιέρχεται <κυκλαίνει>· στρογγυλοῖ <κυκλάμινος>· πόα τις ὑπὸ τῶν ῥιζοτόμων (p) *[<κύκλετε>· ἀκούσατε AS] [<κύκλευον>· εἶδος πόματος ἐξ εἰδῶν συγκείμενον] <κυκλήσομεν>· ἀνάξομεν, ἐφ' ἁμαξῶν κομιοῦμεν (Η 332) <κύκλιοι αὐλοί>· οὕτω τινὲς ἐκαλοῦντο. εἶεν δ' ἂν οἱ χορικοί <κυκλιοδιδάσκαλον>· κύκλιον χορὸν διδάσκοντα (Ar. Av. 1403) <κύκλιοι χοροί>· ..... <Κυκλοβόρος>· ποταμός. τινὲς δὲ χαράδραν μετὰ ψόφου ῥέουσαν (Ar. fr. 636?) <κύκλοι>· *τροχοί ASgn. ὀφθαλμοί <κύκλος>· περίβολος. καὶ ἐν ἀγορᾷ τόπος, ἔνθα σκεύη καὶ σώματα πιπράσκονται. καὶ ἐν ταῖς κωμῳδίαις ὑπότροχόν τι κατα- σκεύασμα. καὶ παρὰ τοῖς γεωμέτραις ἐπίπεδον σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. καὶ εἶδος ἱππασίας <κυκλοτερές>· περιφερές r. ἐπικαμπές (Δ 124) <κύκλους καὶ τροχούς>· τὰ τείχη. <τροχὸν> δὲ τὸ τεῖχος, ὡς Σοφοκλῆς Ἡρακλεῖ· Κυκλώπιον τροχόν (fr. 207) <κυκλοφορούμενος>· κατὰ κύκλον φερόμενος AS <κυκλοχανῶν>· γλίσχρων, σμικρολόγων <Κυκλώπων ἕδος>· ἐπειδὴ Κύκλωπες ἐτείχισαν τὰς Μυκήνας <Κυκλώπων>· χαλκέων *<κύκνος>· ὄρνεον r. AS [<κυκοίας>· προγόνους] <κυκύιζα>· γλυκεῖα κολόκυντα <κύκυον>· τὸν σικυόν <κυκῶν>· ταράσσων. ἀναζέων. [θρηνῶν] *[<κυκοῦντος>· θρηνοῦντος] (ASs) *<κυκλοστάθμοις>· ὑψηλοῖς (Hagg. 1,4) <κύλα>· τὰ ὑποκάτω τῶν βλεφάρων κοιλώματα r. τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς κοῖλα. τὰ ὑπώπια <κυληβίς>· κολοβή <κυλίκεια>· παιδιά τις παρὰ πότον. Ἰόβας (fr. 275,99 J.) <κυλικήρυτον αἷμα>· ὡς τὸ <κοτυλήρυτον>, οἷον πολύ (Cal- lim.? fr. 773 Pf.) <Κυλικράνων>· Πολέμων φησί, ὅτι τοὺς ὤμους κεχαραγμένοι ἦσαν κύλικας. οἱ δὲ τοὺς ὑπὸ τῇ Οἴτῃ Ἡρακλεώτας ἀπό τινος <Κύλικος Λυδοῦ> ὠνομάσθαι *<κυλίνδει>· ἐπιφέρει. κυλίει (Ρ 688) Ag *<κυλίνδεσθαι>· ὁμοίως (Λ 147) (n) <κύλινδροι>· †ὄφεις. καὶ σφραγῖδος εἶδος. καὶ ὅλμοι. καὶ λίθοι στρογγύλοι *<κυλινδούμενος>· κυλιόμενος, περιστρεφόμενος ASn <κυλίνθιον>· προσωπεῖον ξύλινον *<κύλιξ>· κοτύλη, [ποτήριον gns(p) <κυλίχνη>· φιάλη. καὶ ἡ ἰατρικὴ πυξίς <κυλιχνίδες>· πυξίδες. ἄλλοι λιβανωτρίδες. ἕτεροι ἀγγεῖα κερα- μεᾶ. ἄλλοι κύλικας. ἄλλοι πυξίδας ἰατρικάς <κύλλας>· σκύλαξ. Ἠλεῖοι <κύλλαβοι>· ὑπώπια [<κυλλαίνει>· θυμαίνει] <κύλλαιος>· βόστρυχος <κυλλάραβις>· δίσκος. ἢ γυμνάσιον ἐν Ἄργει <κυλλᾶστις>· ἄρτος τις ἐν Αἰγύπτῳ ὑποξίζων ἐξ ὀλύρας [<κυλλατούς>· τοὺς ὀφθαλμούς] <κύλληβιν>· κολοβόν[τα]. οἱ δὲ τὰ κέρατα κολόβια παρ' Ἱπ- πώνακτι (fr. 122) <κυλαίνων κάτω>· Σοφοκλῆς Φαίδρᾳ. τὰ ὦτα καταβαλών, ἅπερ οἱ σαίνοντες <κύνες> ποιοῦσιν· "ἔσαινεν οὐρὰν ὦτα κυλλαίνων κάτω" (fr. 625). οἷον· οὐρῇ μέν ῥ' ὅγ' ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω (ρ 302) *<Κυλλήνη>· ὄρος Ἀρκαδίας (Β 603) ASg <Κυλλήνιος>· ὄνομα κύριον [<ὁ Ἑρμῆς> (ω 1) r <κύλλια>· ὑπώπια μελανά <κυλίνδεσθαι>· κυλίεσθαι *<κυλλοποδίων>· χωλός (Σ 371) ASn. [μονόχειρ] <κυλλός>· χωλός ps. καμπύλος †<κόλλοβος>· ξηρὰ συκῆ <κύλλου πήρα>· ζητοῦσι διὰ <τί> τὸ πορνεῖον Κύλλου πήραν Ἀριστοφάνης εἴρηκεν ἐν Δράμασιν ἢ Κενταύρῳ· "τὸ δὲ πορ- νεῖον Κύλλου πήρα" (fr. 273). ἔστι γὰρ χωρίον Ἀθήνησιν ἐπηρεφὲς καὶ κρήνη. ἀντὶ δὲ τοῦ Πέραν πήραν ἔφη <Κυλώνειον ἄγος>· ἀπὸ ἱστορίας. τοῦτο δὲ λέγει σαφῶς Θου- κυδίδης (1,126,3) <κῦμα>· ὕδατος ἐπιδρομὴ βιαία. καὶ τὸ ἔτι ὂν ἐν τῇ κοιλίᾳ. καὶ τὸ γεννώμενον κύημα <κυμάδας>· ἐγκύους [<κυμάγχη>· ἡ εἱρκτή] *<κυμαίνεται>· ταράσσεται ASvg <κυμαίνουσα>· ταράσσουσα. οἰδαίνουσα. ὑπερβλύζουσα (Isai. 17,12 ..) <κύμαρος>· κόμαρος. βόστρυχος <κύματι κωφῷ>· ἀήχῳ (Ξ 16) *<κυμάτια>· τὰ χείλη, διὰ τὸ <κυμαίνειν> AS. ἢ αἱ ὑπεροχαί g. παρὰ τέκτοσι καὶ λιθοποιοῖς (Exod. 25,10 ..) Σ <κύματι κωφῷ>· τῷ μὴ ἠχοῦντι S, ἀλλ' ἀρχομένῳ μεγεθοῦσθαι (Ξ 16) <κυματοφορτίδες>· κόγχοι <κυματωγή>· ῥαχία. αἰγιαλοῦ ὑπαγωγή (Hdt. 4, 196,1) <κύματα>· ὑδάτων ἐπιδρομαὶ βίαιοι. κυήματα. τὰ γεννώμενα. καὶ τὰ ἐν ταῖς κοιλίαις ἔτι ὄντα· καὶ δένδρα. καὶ ὄρη <κύμβαι>· ὄρνιθες (Empedocl. 20,7) <κύμβαχον ἀκρότατον>· ... (Ο 536) [<κυμβαλικὸς τρόπος>· τῷ πελέκει κακουργῆσαι] <κύμβαλον>· *βακύλιον. βαβούλιον Avgn. εἶδος ὀργάνου μου- σικοῦ (1. Cor. 13,1) r <κύμβας>· ὄρνιθας. καὶ ... κοίλας καὶ περιφερεῖς. καὶ εἴδη ποτη- ρίων *<κύμβαχος>· ἐπὶ κεφαλῆς <πεσὼν>, καὶ ἄνω τοὺς πόδας <ἔχων> (Ε 586) vgS. καὶ τὸ ἀνώτατον μέρος τῆς περικεφαλαίας (Ο 536) rS <κύμβη>· νεὼς εἶδος (Soph. fr. 123). καὶ ὀξύβαφον. καὶ πήρα *<κυμβίον>· εἶδος ποτηρίου, καὶ πλοίου AS <κύμβοι>· τὰ ἐμπολήματα †<κύμβινον>· τοῦτο ἐπὶ μικρολόγου ἔταττον <κύμβος>· κοῖλος μυχός. [βυθός r. καὶ κεραμίου πυθμήν <κυμβαγρευταί>· ὀρνιθευταί <κύμηχα>· κύαμον <κύμινδις>· εἶδος ὀρνέου (Ξ 291) †<κυμίνδαλα>· καταστροφή. Ταραντῖνοι <κυμινοπρῖσται>· οἱ φειδωλοί. ὁμοίως καὶ <καρδαμογλύφοι κυνάγχη>· τέχνη, μηχανή. ἔνιοι τὸν διὰ χειρῶν δεσμόν. οἱ δὲ τὸ <κυνάγχα> ἀντὶ τοῦ κλέπτα. καὶ νόσημα κυνῶν. καὶ ἀνθρώ- πων πνιγμός. καὶ εἱρκτή <κυμοῤῥόον>· τὸν ὑπὸ τῶν κυμάτων ῥοῦν <κυνάδα>· κυνόσβατον, ἢ φυτόν, ὅπερ τὰς αἶγας νέμεσθαί φασιν <κυνάδες>· αἱ ἀπομαγδαλιαί <Κυνάδης Ποσειδῶν>· Ἀθήνησιν οὐ τιμᾶται ... <κυνάδης>· ἀνελεύθερος <κυναναιδής>· λίαν ἀναιδής (Sophro fr. 169c K2) <κυνάκτας>· ἱμάντας. οἱ ἐκ βύρσης τοῦ σφαγιασθέντος Τετράχειρι Ἀπόλλωνι βοὸς ἔπαθλα διδόμενοι †<κυναλοπιεντα>· κυνοφθόρον. οἱ δὲ διελόντες κύνα ἄδικον ἀπέδοσαν <κυναλώπηξ>· Φιλόστρατον λέγουσιν οὕτως τὸν Ἀθηναῖον κωμῳδοῦντες (Ar. Eq. 1069). ἢ <ὅτι> ἐξ ἀλώπεκος καὶ κυνὸς τοὺς Λακωνικοὺς κύνας φασὶ γίνεσθαι <κυνάμυια>· ἀναιδής, ἰταμή, καὶ θρασεῖα. ὁ μὲν γὰρ κύων ἀναι- δής· ἡ δὲ μυῖα θρασεῖα (Φ 394) <κύναρος <ἄκανθα>>· φυτόν τι. καὶ μήποτε ἡ κυνόσβατος, διὰ τὸ τραχὺ <καὶ> ἀκανθῶδες· <κύνα> γὰρ <ξυλίνην> τὴν κυνός- βατον ὁ θεὸς λέγει (Soph. fr. 651) <κύνας ἀργούς>· λευκούς, ἢ ταχεῖς κύνας (Α 50) <κυνδάλη>· παιδιά τις. καὶ οἱ μὲν ὑπομνηματισταὶ <κυνδάλας> τὰς σκυτάλας ἀπέδοσαν, οἱ δὲ τὰ γεωμετρούμενα σχήματα, κακῶς. <Κυνδάλους> γὰρ ἔλεγον τοὺς πασσάλους καὶ <κυν- δαλοπαίστην> τὸν πασσαλιστήν <κυνδός>· ἄπαικτος. ἀπαράλλακτος <Κύνδων>· ποταμὸς ἐν Ἑλλησπόντῳ. οἱ δὲ ἐν Πελοποννήσῳ <κυνεάγας>· κυδώδων <κυνεγκέφαλος>· ὁ <διὰ> τῆς ῥάχεως ἀπὸ κεφαλῆς εἰς τὰ αἰδοῖα φερόμενος γόνος <κυνέη>· κυρίως μὲν ἡ ἐκ κυνείου δέρματος περικεφαλαία ... (Κ 257 ..). καὶ ἡ οἰκία <παρὰ τοῖς Τυῤῥηνοῖς> *<κυνεῖ>· φιλεῖ. προσκυνεῖ (Eur. Med. 1207 ..) Ags <κύνειον θάνατον>· ἄγαν φοβερόν (Ar. Vesp. 898?) <κυνελφεῖ>· κρύπτει r <κύνεον>· ἐφίλουν (φ 224) <κύνεος>· ἀναιδής (Ι 373) S †<κυνέπασαν>· ἐξέδοσαν· ἔνιοι κυνέπασαν τὸ αἰδοῖον †ἐπιτάνσπον- δον οἷον ἐπέπασαν† [<κυναιρίου>, ἢ] <Κυνουρίου>· Ἀργολικοῦ <κύνες>· τοῦ ἵππου τῆς ὁπλῆς μέρος. καὶ ἧλοι. καὶ ἀναιδεῖς. καὶ οἱ δράκοντες <κύνεσσι>· τοῖς κυσί (Α 4) <Κυνετίαν>· ἤτοι Ἄρεως κόρην. ἢ Ἀθηνᾶν. ἢ Πειθώ (Callim.?) [<κυνζηθμός>· ἡ ἀσαφὴς τῶν κυνῶν βοή] <κυνῆ>· περικεφαλαία. πέτασος. πῖλος Ἀρκαδικός. ἢ οἰκία <κυνῆ Βοιωτία>· ἐγένοντο γὰρ διάφοροι. ἀλλ' αἱ ἐν Βοιωτίᾳ καλαὶ κυναῖ, ἃς οἱ κατ' ἀγρὸν ἐφόρουν ([Dem.] 59,94?) *<κυνηδόν>· ὡς κύων r. Av(g) <κυνθάνει>· κρύπτει (r) <κύνθιον>· προσωπεῖον r ξύλινον <κυνίας>· πῖλος. ἢ †χείρ <κυνίζει>· μετὰ βλακείας περιπατεῖ <κυνίξεις>· ἀκροβολισμοί <κυνίσφειλον>· ἀπατητικόν <Κύννα>· ὄνομα πόρνης (Ar. Vesp. 1032 ..) <Κύννειος>· Ἀπόλλωνος ἐπίθετον <Κυννίδαι>· γένος Ἀθήνησιν, ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κυννείου Ἀπόλλωνος <κυνοβάμων>· ἵππος τις οὕτω προσαγορεύεται <κυνόβλωπες>· κύνειον ὁρῶντες <κυνόγλωσσον>· πόα τις (Epich. fr. 44) <κυνοδέσμη>· δεσμὸς ἀκροποσθίας <κυνοειδεῖς>· ἀναιδεῖς. κυνῶπας <κυνοθαρσής>· ἀναιδής (Theocr. 15,53) <κυνόκεντρον>· πόα τις <κυνοκεφάλιον>· πόα τις, ἥν τινες <ἀνεμώνην> καλοῦσιν <κυνόμαλα>· τὰ κοκκύμηλα *<κυνόμυια>· ἀναιδής, καὶ ἰταμή, καὶ θρασεῖα. τοιαῦτα γὰρ τὰ ζῷα ὁ κύων καὶ ἡ μυῖα (Exod. 8,21?) Ap <κυνόπρηστις>· ζῷόν τι *<κυνοραισταί>· κροτῶνες, οἱ τοὺς κύνας πιπιλίζοντες AS (vg) (p) <κυνοραιστέων>· τῶν κροτώνων· ἀπὸ τοῦ ῥαίειν, ὅ ἐστι φθεί- ρειν (ρ 300) <κυνόροδον>· κρίνον, ὅμοιον ὑακίνθῳ <κυνορχίας>· βόλου ὄνομα <κυνος>· τυφλοῦ S. ἢ *πόλις <Λοκρίδος> (Β 531) g <Κυνόσαργες>· τόπος ἱερός. ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας. Διόμου φασὶ θύοντος Ἡρακλεῖ, κύων ἁρπάσας τὰ μηρία ἔφευγε διωκόμενος. ἐκλήθη δὲ ὁ τόπος οὕτως, ἢ ἀπὸ τῆς λευκότητος τοῦ κυνός, ἢ τοῦ τάχους <κυνὸς μέλη>· τὸ ὠρύεσθαι <κυνοσσόοι>· θηρευταί <κυνός>· ἀναιδοῦς <Κυνόσουρα>· φυλὴ Λακωνική· καὶ ἄκρα τοῦ Μαραθῶνος, πρὸς τὴν Εὔβοιαν τετραμμένα. καὶ ἡ μικρὰ ἄρκτος. καὶ πᾶς χερσοει- δὴς τόπος. καὶ οἱ Κυδωνιασταὶ οὕτω καλοῦνται <κυνόλφη>· σίλφη <κυνοῦπες>· ἄρκτος. Μακεδόνες <κυνοῦραι>· ἀστράγαλοι <κυνουρία>· ὅπου μετὰ χειμῶνος κῦμα ἐκβάλλει <κυνοῦχος>· θυλάκιον, βαλάντιον, ἢ μαρσίππιον <κυνοφθαλμίζεται>· ἀναιδῶς ἐμβλέπει <κυνόφαλοι>· Κορίνθιοι φυλή <κύντατα>· οἰκτρότατα <κύντατον>· ἀναιδέστατον. οἰκτρότατον. αἰσχρότατον (Κ 503) <κύντερον>· ἀναιδέστερον. χαλεπώτερον (Θ 483) r. p. χεῖρον <κυνεῖν>· τὸ ἀσπάζεσθαι <κυνύπισμα>· τὸ ἀπὸ στεμφύλων ποτόν. Κύπριοι [<κυνήρη>· θρηνητική] <κυνώ>· †ἀσφάλειά τις. καὶ οἷον ἀποκεκύνωται <κυνώ>· ἡ ἀναιδεστάτη <κυνώλης>· ἐξώλης r *<κυνῶπες>· ἀναιδέστατοι AS(gs) *<κυνώπιδος>· ἀναιδοῦς g ὄμμασι (Γ 180) <κυνῶπις>· ἀναιδής r, ἰταμή <κύος>· κύημα [ἔγκυος]. τὸ ἐν γαστρί <κύπαι>· εἶδός τι νεώς. καὶ αἱ ἐξ ὕλης καὶ χόρτου οἰκήσεις <κύπαλον>· κεκοιλαμμένον <Κυπάρα>· ἡ ἐν Σικελίᾳ κρήνη Ἀρέθουσα <κυπαρίσσια>· εἶδος ἀλεκτρυόνων <Κυπαρισσήεις>· καὶ <Κυπάρισσος>. πόλις (Β 593. 519). καὶ τὸ [δένδρον r [<κύπαρος>· κυπάρους τὰ κοῖλα ἔλεγον ἀγγεῖα καὶ χωρητικά. διὰ τοῦτο καὶ τὰς τῶν σφηκῶν κατατρήσεις, καὶ τὰς τῶν αἰδοίων βαλάνους, ἐκ μεταφορᾶς <κυπάρους> λέγουσιν. ὁ δὲ Θεόφραστος (h. pl. 3,7,3) προάνθησίν τινα τῆς πεύκης καὶ τῆς πίτυος <κύπαρον> προσαγορεύει] <κύπασσις>· περίζωμα. καὶ χιτῶνος εἶδος (Ion fr. 59) <κυπάται>· κίναιδοι, μαλακοί *<κύπελλα>· ποτήρια (Γ 248) (Avgn) <κύπελλον>· εἶδος ποτηρίου διώτου <κύπερα>· τὰ σχοινία ἐκ κυπείρου πεπλεγμένα <κύπειρον>· ἄνθος ἵπποις ἐδώδιμον <κύπειρος>· φυτόν, ὃ καὶ ἐρυσίσκηπτρον <κύπη>· τρώγλη <Κυπρία πάλη>· ἣν ἔνιοι <πάμμαχον> καλοῦσιν, οἱ δὲ ἄγροικον καὶ ἀπάλαιστρον· διὰ τὸ τοὺς ἐν Κύπρῳ ἀτέχνως παλαίειν *<κυπρίζουσαι>· ἀνθοῦσαι (Cant. 2,15) ASvgn <κυπρῖνος>· ἰχθῦς ποιός (r) <κύπριον>· τὸ ἀρνόγλωσσον <Κύπριος βοῦς>· ἐπὶ κοπροφάγου εἰκαίου τάσσεται τοῦτο, ἐπειδὴ οἱ Κύπριοι βόες κοπροφαγοῦσιν (Men. fr. 214 Koe.) <Κύπρις>· πόρνη <Κυπρογενέος προπόλον>· προαγωγόν <κύπρος>· μέτρον σιτηρόν (Alcae. fr. 312 L. -- P.). ἢ κεφάλαιον ἀριθμοῦ <κυπτάζειν>· διατρίβειν, στραγγεύειν. καὶ †ἐναισχύνειν. ἐπικύπ- τειν. καὶ χρονίζειν <κύπτει>· κάμπτει, ἑαυτὸν κλίνει *<κύπτον>· ταπεινούμενον (Baruch 2,18) A <κυρβάδδωμεν>· κρύψωμεν <Κύρβαντες>· Κορύβαντες <κυρβασία>· <τὴν> ἐπὶ πλέον κροῦσιν <κυρβασία>· ὀρθὴ τιάρα. ταύτῃ δὲ οἱ Περσῶν βασιλεῖς μόνοι ἐχρῶντο. καὶ *κορυφὴ ἀλέκτορος (Ar. Av. 486) ASvgnps <κυρβάσαι>· ἀποσκιρτᾶν <κύρβις>· στήλη τρίγωνος, ἢ ξύλινος ἄξων, ἐν ᾧ τὸ παλαιὸν οἱ νόμοι ἐγράφοντο <κῦρε>· ἐπιτυχεῖν ἐστοχάζετο (Ψ 821) *<κυρεῖ>· ὑπάρχει, τυγχάνει (Eur. Hec. 690) ASs †<κυρεῦσαι>· φυτεῦσαι <κυρήβια>· τῶν κριθῶν τὰ ἀποβρέγματα, καὶ κυάμων λέπυρα, καὶ τὰ τῶν κέγχρων ἄλφιτα [<κυρῆναι] Κυρηναῖοι λίβες>· ....... <Κυρήνη>· πόρνη τις ἥτις ἐκαλεῖτο <δωδεκαμήχανος>, διὰ τὸ τοσαῦτα σχήματα ἀφροδισίων ποιεῖν (Ar. Ran. 1328) <κυρία ἐκκλησία>· μία κυρία ἐκκλησία ἤγετο Ἀθήνησιν, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονεῖν ἔδει <κυριάζεις>· ἀποκακεῖς *<κυρίας>· τῆς κατὰ φύσιν ὑπαρχούσης δυνάμεως (Isai. 40,10 ..) ASn(G) <κυρηβάζεσθαι>· λοιδορεῖσθαι. διαμάχεσθαι <κυρηβάσασθαι>· διαμαχέσασθαι. ἀπὸ τῶν κριῶν καὶ τῶν τράγων (Cratin. fr. 462) ἔνθεν καὶ τὸ <κυρίσσειν> <κυρηβάτης> καὶ <κύρηβος>· ὁ ἀσελγὴς ἐν τῷ λοιδορεῖν <κυρίζεσθε>· τρίβεσθε <κύριθρα>· προσωπεῖα ξύλινα <κυρίξειν [ἢ κυρίζη]>· κέρασι μάχεσθαι (Aesch. fr. 23) *<κύριον>· ἴδιον A, αὐθεντικὸν γραμμάτιον <Κύρις>· ὁ Ἄδωνις r. ἢ πλέγμα τι, σχοινίον. ἢ <κυρτίς> <κυρίσσει>· κερατίζει, τύπτει μετὰ τῆς κεφαλῆς. [ἢ βοᾷ] †<κύριθον>· τὴν σφαῖραν <κυριττοί>· οἱ ἔχοντες τὰ ξύλινα πρόσωπα κατὰ Ἰταλίαν, καὶ ἑορτάζοντες τῇ Κορυθαλίᾳ γελοιασταί <κυρίττειν>· πλήσσειν <κυρίττολος>· κορύπτης. πλήκτης [<κυρίττον>· ἐν γαστρὶ ἦν] <κυρίττοντες>· κερατίζοντες, κεφαλαῖς πλήσσοντες <κυρίως>· βεβαίως, ἰσχυρῶς, ἀσφαλῶς <κυριότης>· ἡμέρα, ἐν ᾗ τελειοῦται τὰ συμφωνηθέντα καὶ εἰσε- νεχθέντα <κυρκανᾷ>· κυκᾷ, ταράσσει <κύρμα>· κύρημα, ἐπίτευγμα (Ε 488) n. πολλοῖς ἐγκεκυρηκὸς πρᾶγμα <κύρνα>· κρανία <Κυρνία γᾶ>· ἐπεὶ Κύρνον ᾤκησαν Τυῤῥηνοί <Κυρνικά>· κώδια <κύρνοι>· οἱ νόθοι <κυροῖ>· βεβαιοῖ, πιστοῖ <κῦρον>· οὔτ' εἶπον οὐδὲν πρὸς <σὲ> κῦρον, ὦ γύναι (trag. ad. 226) σοὶ ἀνῆκον, εἰς σὲ τεῖνον *<κῦρος>· ἐξουσία r. ASvgn ἢ παῖς A <Κῦρος>· ἀπὸ τοῦ ὑπὸ κυνὸς τεθράφθαι. ἢ ἀπὸ τοῦ ἡλίου· τὸν γὰρ ἥλιον οἱ Πέρσαι <κῦρον> λέγουσιν. ἄλλοι βόθυνον. καὶ προσῆκον. καὶ ὄνομα ποταμοῦ. καὶ κύριον <Κυῤῥάνη>· ὄνομα γυναικείας θεοῦ (Men. fr. 865 Koe.) *a) <κύῤῥασιν>· τοῖς κέρασιν ἐπιτυχεῖν AS. b) ...· κρούσαντος *<κύρσαι>· ἐπιτυχεῖν (Eur. Alc. 472) AS <κύρσαν>· ἐνέτυχον (Greg. Naz. c. 2, 1, 1, 436) [<κυρσανίας> Λακωνικῆς] <κυρσάνιοι>· τοὺς μειρακίσκους οὕτως ἔλεγον <Λάκωνες> <κύρσας>· ἐπιτυχών r. n. εὑρών n, κύριος γενόμενος (Γ 23) <κυρσερίδες>· τὰ τῶν μελισσῶν ἀγγεῖα. <κυψελίδες> <κύριος>· ἄρχων, βασιλεύς <κυρσίον>· μειράκιον <κύρτα>· οἰδοῦντα. μεμισημένα. ἔνιοι δὲ οὐκ ἀγαθά. ὑπὸ δὲ τῶν Ταραντίνων κόπρον καὶ τὰ ἔντερα τὰ δεκτικὰ κόπρων καὶ σκυβάλων τῶν βρωμάτων <κυρτεύς>· ἁλιεύς r <Κυρτιάδαι>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς <κυρσεῖν>· [τοῖς κέρασιν ἐπιτυχεῖν] εὑρεῖν. [εὑρίσκω b <κυρτίας>· Κελτοὶ τὰς ἀσπίδας <κυρτίς>· ὀρνιθοτροφεῖον <κυρτόν>· τὸ κυρίως κυρτόν. καὶ τὸ ὑψηλὸν καὶ μετέωρον κῦμα (Δ 426) <κύρτος>· ἀγγεῖον σχοινῶδες, ᾧ οἱ ἁλιεῖς χρῶνται. καὶ τάλαρον *<κυρῶ>· τυγχάνω (Eur. Troad. 685) n [<κυρῶδα>· ὀλέκρανα] *[<κυρώκω>· θυλάκω] A <κυρῶ>· κρατύνω, βεβαιῶ <κυρωτῆρες>· ἄρχοντες <κύσαι>· τῷ στόματι φιλῆσαι <κυσαμένη>· κυήσασα· ἄκυθον γὰρ τὸ ἀτόκιον <κυσανίζει>· ὁμιλεῖ *<κύσας>· φιλήσας r. vgp <κύσεν>· ἐφίλησεν (π 21) N <κυσέρη>· πυθμήν. χάσμα [<κυσήγη>· ῥοιά] <κυσθοκορώνη>· νύμφη <κυσιᾶι>· πασχητιᾶι <κυσοβάκκαρις>· ἤτοι τὸν κυσὸν μυρίζων· ἢ τῷ κυσῷ μυριζό- μενος <κυσοδακνιᾷ>· ψωριᾷ <κυσολάκων>· Ἀρίσταρχός φησι τὸν Κλεινίαν οὕτω λέγεσθαι <ὡς> τῷ κυσῷ λακωνίζοντα. τὸ δὲ τοῖς παιδικοῖς χρήσασθαι <λακωνίζειν> ἔλεγον (Ar. (?) frg. 907) <κυσολαμπίς>· ἡ περιλαμπομένη ταῖς νυξὶ κανθαρίς <κυσονίπται>· πόρνοι· ἀπὸ τοῦ παρακολουθοῦντος <κυσός>· ἡ πυγή. ἢ γυναικεῖον αἰδοῖον <κυσοχήνη>· εἶδος δεσμοῦ. οἱ δὲ εὐρυπρωκτίαν. οἱ δὲ ξύλον [ἓν] ἐν ᾧ ἁμαρτάνουσαι αἱ πόρναι ἐδεσμεύοντο <κύστεροι>· ἀγγεῖα τῶν μελισσῶν S. καὶ τυρίσκοι *<κύστη>· ἄρτος σπογγίτης AS <κύστιον>· τὸ ἁλικάκκαβον <κύστις>· ἡ φῦσα (Ar. Nubb. 405) *<κύτη>· μεγέθη An <κύτινοι>· τῆς ῥοιᾶς τὰ πρῶτα ἐξανθήματα S <κύταρον>· ζωμήρυσις <κύτταροι>· οὕτω [τὰς τρήμας τῶν κηρίων S ἔφη Ἀχαιός (fr. 50). τινὲς δὲ σφηκιάς. καὶ τὰ τῆς πεύκης καὶ πίτυος προ- ανθοῦντα στροβίλια. καὶ πυθμένες. καὶ τῶν αἰδοίων αἱ βάλα- νοι. καὶ [τῶν βαλάνων τὰ ἀγγεῖα (Ar. Vesp. 1111) S *<κύτος>· σῶμα. ὄγκος. χώρημα n. βάθος gn *<κυττοί>· τὸ δεκτικὸν χώρημα, καθὼς ποτήριον. ἢ εἶδος ἄνθους Διονυσιακοῦ AS <Κύτωρον>· πόλιν Παφλαγονίας (Β 853) r <κύφελλα>· τὰ νέφη r. νεφέλη γνοφώδης, ὁμίχλη, ὁμιχλῶδες κατάστημα (Callim. fr. 20) <κύφερον ἢ κυφήν>· κεφαλήν. Κρῆτες <κυφόν>· καμπύλον. κυρτόν. διὰ γῆρας ἐπικεκυρτωμένον (β 16). ἢ ξύλον βασανιστικὸν κολαστήριον, ᾧ †κατέτεμνον τοὺς θανάτῳ κατακεκριμένους <κύφων>· ὅπερ ἔνιοι συνάγχην καλοῦσιν. δηλοῖ δὲ καὶ δεσμὸν ξύλινον. τάσσεται δὲ καὶ ἐπὶ πάντων τῶν δυσχερῶν καὶ ὀλε- θρίων. ἔστι γὰρ καὶ χιτῶνος εἶδος. καὶ <κυφωνισμὸς> ἐπὶ τῶν τιμωριῶν. καὶ ἐπικεκαμμένη ῥάβδος <κύφων> <κύχραμος>· εἶδος ὀρνέου <κύψαι>· ἀπάγξασθαι (Archil. fr. 35) <κυψέλαι καὶ κυψελίδες>· ὁ ἐν τοῖς ὠσὶν ῥύπος συνιστάμενος. καὶ τὰ σιτηρὰ ἀγγεῖα. καὶ τὰ κενὰ σμήνη. καὶ τοῦ ὠτὸς τὸ ἔγκοιλον. καὶ τῆς καμίνου μέρος τι q *<κυψέλη>· πλεκτὸν ἀγγεῖον μελισσῶν r. ASg *<κυψελίδες>· μελισσοφάτναι AS(n) s *<κυψελίς>· ὁ ἐν τοῖς ὠσὶ ῥύπος r. ASn *<κυψέλην>· κυβέρτιον μελισσῶν Σ <κύψελος>· ὄρνις ποιός, ὅμοιος χελιδόνι <κύων>· ὁ ἐλαυνομένου τοῦ σιδήρου τοῦ ἀργοῦ ἐξαλλόμενος σπινθήρ. οἱ δὲ τὴν Ἐρινῦν. οἱ δὲ τὴν νόσον τὴν οὕτω λεγο- μένην κύνα. δηλοῖ δὲ καὶ τὸ ἀνδρεῖον μόριον. καὶ τὸ ὑλακ- τοῦν ζῶον. καὶ τὸν ἀναιδῆ. καὶ τὸ ἄστρον. καὶ τὸ θαλάς- σιον ζῶον. καὶ ὑπὸ τῶν κυβευτῶν βόλον τινά, ὃς Χῖος καλεῖ- ται <κύων ἐπὶ δεσμά>· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων. λέγεται δὲ καὶ <βοῦς ἐπὶ δεσμά> <κύων παρ' ἐντέροισι>· παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων q <κῷα>· ἐνέχυρα <κῳάζειν>· ἀστραγαλίζειν. ἐνεχυράζειν <κῳασθείς>· ἐνεχυρασθείς <κῶας>· κώδιον. τάπητα. ὀφθαλμούς [<κώβαλα>· πανουργήματα] <κώβαλοι>· κύτινοι ῥοιῶν <κῶβαξ>· ὁ μέγας τέττιξ <κωβήλη>· συνουσία. καὶ βελόνη <κωβηλίνη>· ἠπήτρια <κωβῖτις>· ἡ λευκὴ ἀφύη <Κωδάλου χοῖνιξ>· παροιμία, ὡς μείζοσι μέτροις κεχρημένου ἀγορανόμου (Hippon.) [<κωδία>· κωδίς. κεφαλὴ χωρὶς σώματος] *<κωδίκιλλα>· σύμβολα χάρται AS <κώδιον>· σκύλον, *ἢ δέρμα προβάτου ASvgn. χωρὶς σώματος AS <κώδιξ>· βιβλίον νόμιμον *<κώδεια>· ἡ τῆς μήκωνος κεφαλή (Ξ 499) r. An [<Κωδειῆς>· γένος ἰθαγενῶν Ἀθήνησιν] *<κωδωνίσας>· πειράσας. ἠχήσας AS <κωδωνίσαι>· δοκιμάσαι. διαπειράσαι. ἀπὸ τῶν φυλάκων, οἳ τοὺς κώδωνας ἐκρότουν ἐπὶ πειρασμῷ τῶν γρηγορούντων <κωδωνίσω>· δοκιμάσω g. ἀπὸ τῶν ἵππων, ἢ ὀρτύγων (Ar. Ran. 79) <κωδωνοφορῶν>· οἱ περιπολάρχαι ἐπὶ τοὺς φύλακας ἐρχόμενοι, κώδωνα διέσειον, καὶ οὕτως ἐξεπείραζον τὸν καθεύδοντα. ἀπὸ δὲ τῶν ὀρτύγων ἡ χρῆσις. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνός φασιν ἐπιτηδείως ἔχειν πρὸς μάχην. φασὶ δὲ καὶ τοὺς ἵππους τοῖς κώδωσιν ἐξετάζεσθαι (Ar. Av. 842) <κώδων>· σάλπιγξ p. ἠχεῖον r. κύμβαλον. μήκων. κάλυξ <κῶθα>· ποτήρια <κῶθος>· κωβιός <κωθύλους>· ὄνους (r) *<κώθων>· ἄτακτος. μέθυσος S. μονόωτον ποτήριον AT. κερά- μειον. [εἶδος ποτηρίου r. ASgb *<κωθωνίσαι>· μεθύσαι r. ASvgn <κῷοι>· ἀστράγαλοι <κῶιον>· ἐνέχυρον. καὶ ἱμάτιον r <κώκαλον>· παλαιόν r. καὶ εἶδος ἀλεκτρυόνος *<κωκύει>· βοᾷ p. θρηνεῖ, κλαίει (θ 527) S *<κωκύσασα>· θρηνήσασα (Σ 71) As *<κώκυσε>· μετὰ θρήνων ἀνεβόησε (Χ 407) ASn *<κωκυτός>· κοπετός, θρῆνος, ὀδυρμός (3. Macc. 6,32) vg *†<κωκυτοιρεῖν>· θρηνεῖν An *<κωκυτός>· θρῆνος Agb, καὶ τὰ ὅμοια. καὶ ὄνομα ποταμοῦ AS ἐν ᾅδου· A Κωκυτὸς ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ (κ 514) <κῶλα>· πόδες. σκέλη. ὀστᾶ. μέλη. κερκίδες <κωλαβοί>· λάσταυροι <κωλαβρισθείησαν>· κωπηθείησαν. ποδοκοπηθείησαν (Iob 5,4) <κωλακρέται>· ἀργυρικοὶ ταμίαι, οὕς τινες οἴονται μόνου τοῦ δικαστικοῦ προΐστασθαι <κῶλ' ἀνεμιζόμενοι>· τάχει χρώμενοι, ἀνέμοις ἴσῃ *<κῶλα πεσεῖν>· τὰ ἄρθρα <πεσεῖν> (Hebr. 3,17) ASb [<κωλαρίας>· τοὺς ἐκ τῆς ἀγέλης παῖδας] <κωλέα>· *μέρος κρέατος (1. Regn. 9,24) ASg. ἀγκαλίς. δέσμη χόρτου. τινὲς σκέλος ὑὸς ὀπίσθιον. ἢ Περσικῆς τὸ ἐδώδιμον <κωλίρ>· τὸ προτιθέμενον ἆθλον τοῖς ἀγωνιζομένοις <κωλετίναις>· ἀσκαλαβώταις *<κωλήν>· κωλεός AN <κωλῆνες>· ἀκροκώλια <κώληπα>· ἰγνύαν rSn. τὴν γαστροκνημίαν. τὴν κνήμην <Κωλιάς>· ἀκτὴ εἰς θάλασσαν ἐξέχουσα· καὶ ἴσως παρὰ τὸ κῶλον <Κωλιάς>· Ἀφροδίτης ἐπὶ Κωλιάδος ἐστὶν ἱερὸν ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος λέγεται Κωλιάς, ἐπεὶ ἐκκείμενός ἐστιν, ὅμοιος ἀν- θρώπου κώλῳ. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν αὐτόθι πολύστυλον (Ar. Lys. 2) <Κωλιεῖς>· γένος Ἰθαγενῶν, ὅπερ ἐκ τῆς Κωλιάδος <κωκαλική>· Σικελική <κωλύμασι>· ἐμποδίοις <κωλύμη>· μεμφωλή (Thuc. 1,92,1 ..) <Κωλυσανέμας>· ὁ Ἐμπεδοκλῆς οὕτω καλεῖται, ὡς ὑπισχνούμε- νος ἐφέξειν τοὺς ἀνέμους <κωλύσω>· λυπήσω <κωλυτήρ>· σημεῖόν τι ἐν θυτικῇ. καὶ θυσία τις <κωλυτήρια> *<κωλώτης>· ἀσκαλαβώτης ASvgn. ἔλεγον δὲ αὐτὸν καὶ [<γα- λεώτην> vgn. δοκεῖ δὲ αὐτὸς εὐστόχως ἅλλεσθαι περὶ τὰς μυίας <κῶμα>· κοίμημα (Ξ 359) n, ὕπνος rp. ληθώδης καταφορὰ ὕπνου βαθέος <κωμάδδειν>· ὀρχεῖσθαι *<κωμάζει>· κῶμον ... ἢ ᾄδει ASvg. ὑβρίζει Agn μετὰ μέθης ASn <κῶμαι>· ἀγυιαί, ῥῦμαι <κωμαίνει>· νυστάζει <κώμακον>· ἀρωματικόν τι *<κωμαστής>· τρυφῶν μετ' ᾠδῆς vgn *<κωμαστοῦ>· τοῦ κωμάζοντος, τερπομένου AS μετ' ᾠδῆς †<κωμᾶται>· μαγεύει <κώμη>· ἄμφοδον, [χωρίον r. p *<κωμική>· Ἀττική ASvg(n) <κωμαίνεσθαι>· κοιμᾶσθαι <κωμῆτις>· γείτων. <Κῶμαι> γὰρ τὰ ἄμφοδα (Ar. Lys. 5) [<κωμμωνία>· κοροκοσμία] *<κῶμοι>· ἀσελγῆ [ᾄσματα πορνικά S, συμπόσια, ᾠδαί (2. Macc. 6,4) (ASgN) *<κῶμος>· εἶδος ὀρχήσεως ἢ μέλους τινός (Eur. Phoen. 791) g <κώμυθα>· δάφνην, ἣν ἱστῶσι <πρὸ> τῶν πυλῶν. δηλοῖ δὲ καὶ [δέσμην χόρτου (p), καὶ τὰ †κατολίγον τῶν δραγμάτων (Cratin. fr. 299?) <κωμῳδοί>· κωμικοί, τραγῳδοί, καὶ χορευταὶ τραγῳδοί, οἱ τραγικοὶ ποιηταὶ διδάσκαλοι <κωμῳδούμενοι>· παιζόμενοι παρὰ τὴν τραγῳδίαν <κωμῳδοῦντες>· θριαμβεύοντες, πομπεύοντες <Κῶν>· νῆσος πρὸς τὴν Ῥόδον, μία τῶν Κυκλάδων, ἢ τῶν Καλυδνῶν (Β 677) <κώνα>· βέμβιξ <κωνᾶν>· περιδινεῖν, δίνῳ περιέρχεσθαι <κωνεία>· νάρθηκα. καὶ πόας εἶδος <κωνῆσαι>· πισσοκωνῆσαι· καὶ κύκλῳ περιενεγκεῖν p. καὶ <πις- σοκώνητον μόρον> λέγουσιν, ὅταν πίσσῃ καταχρισθέντες τινὲς ὑπὸ πυρὸς ἀποθάνωσιν· Αἰσχύλος Κρήσσαις (fr. 118) καὶ Κρατῖνος (fr. 364). <Πισσοκωνίαν> Ἄρη νῦν φησι, διότι <πίσσῃ> χρίουσι τὰ παρίσθμια τῶν προβάτων <κώνητες>· θύρσοι <κώνειον>· *δηλητήριον r. Sn, ἤτοι [θανάσιμον Avgn. βοτάνη Sn, νάρθηξ (Callim. fr. 191,57?) <κωνίς>· ὑδρίσκη *<κωνοειδῆ>· τούτου τοῦ σχήματος Σ <κῶνοι>· οἱ θύρσοι. καὶ *στρόβιλοι ASvg. καὶ οἱ στρόμβοι <κῶνον>· περικεφαλαία. καὶ [ὁ τῆς πίτυος καρπός r. καὶ παρὰ τοῖς γεωμέτραις σχῆμά τι στερεόν. καὶ [στρόβιλος r. p <Κῶνος>· τόπος ἐν Κλαζομεναῖς (Hippon.?) <κῶνος ἄρτον ξύει>· <ἐπὶ τῶν ἀνταποδιδόντων> <κωνοφόρον>· στροβιλοφόρον <κωνωποθήρας>· ὄρνις ὁ κώνωπας θηρεύων <κῶον>· ἱμάτιον. ἢ ἐνέχυρον r <Κῶος Χῖον>· ὁ Κῶος ἀστράγαλος, ὁ ἕξ. ὁ μὲν γὰρ Χῖος ἐδύνατο ἕν· ὁ δὲ Κῶος ἕξ <Κωπαΐδες>· ἐν τῇ Κωπαΐδι λίμνῃ ἐγχέλεις μέγισται γίνονται. ταύτας οὖν τὰς ἐγχέλεις <Κωπαΐδας> λέγουσι (Ar. Ach. 880) <Κῶπαι>· πόλις τῆς Βοιωτίας (Β 502) <κώπης> τὸ ἄνω <κώπαιον>, τὸ δὲ κάτω πλάτην <κωπεῖς>· τὰ εἰς κώπας εὔθετα ξύλα (Ar. Lys. 422) q <κωπέτας>· σφονδύλους μεγάλους ἰχθύων [<κωπετός>· θρῆνος] r <κώπη>· *ἡ τοῦ ξίφους λαβή ASg, καὶ ἐγχειριδίου, καὶ ἡ τῆς κώπης τῆς νεώς <κωπηλάται>· οἱ ταῖς κώπαις περιστρέφοντες τὸ πλοῖον (Ezech. 27,8 ..) <κωπητήρ>· ὁ σκαλμὸς τῆς κώπης r <κωπηλά>· κωπώδη. μακρά †<κώρα>· ὕβρις <κωράλιον>· παιδάριον, κόριον <κωραλλεῖς>· οἱ ἀναλέγοντες τὸ κουράλιον περὶ Σικελίαν <κωραλίσκον>· μειράκιον <κωρέα>· ἄκρα. ἀρχή. δέσμη <κωρία>· κουρίς, κουρεύτρια <κωριδάμνας>· ἀκρίς <κωρίδες>· γρᾶες. ζῶον θαλάσσιον (Epich. fr. 89) †<κωρίθιον>· χόρτον <κωρίς>· ψαλίς <Κωρυκαῖος ἠκροάζετο>· παροιμία <παρὰ> τοῖς κωμικοῖς, ὡς θεοῦ τινος ἐπακροωμένου (Men. fr. 137 Koe.) <κωρυκίδιον>· ὅπερ οἱ τοξεύοντες δερμάτινον κοίλωμα τῷ εὐωνύμῳ πήχει περιτιθέασιν <κώρυκος>· θυλάκιον. ἔστι δὲ δερμάτινον ἀγγεῖον, ὅμοιον ἀσκῷ. οἱ δὲ πλοῖον· οἱ δὲ κόγχην <Κῶς>· νῆσος. καὶ δέρμα. εἱρκτή, δεσμωτήριον <κωτίλλει>· δολίως ἀπατᾷ *<κωτίλλουσα>· κολακεύουσα (Hes. op. 374) ASs <κωτίλλω>· κολακεύω r. N <κωτίλη>· λαλιστάτη <κωτίλον>· ἡδύ. τρανές. λάλον, εὔστομον *<κωτίλος>· πανοῦργος Avn, ἀπατηλός, [κολακευτής vp, ἀπα- τεών ASvnp, δόλιος. λάλος [<κωφᾷ>· πληροῖ] <κωφάν>· κωφήν, ἀναίσθητον <κωφεῖ>· κακουργεῖ, βλάπτει. κολούει. πηροῖ (Callim. fr. 195,34) †<κῶφες>· νεκύσια. κωφά *<κωφεῦσαι>· ἀναισθητῆσαι. ἡσυχάσαι gb, σιωπῆσαι (Iud. 18,19 ..) <κωφή>· ἀναίσθητος. νεκρά <κωφῆσαι>· κολοῦσαι <κώφησις>· κόλουσις <κωφητέος>· βλαπτέος <κωφίας>· ὄφεως εἶδος, ὁ καὶ <τυφλίας> S <κωφόν>· ἀναίσθητον. μωρόν. τὸ ῥοῖζον μὴ ποιοῦν (Ξ 16) <κωφός>· οὔτε λαλῶν οὔτε ἀκούων. ἐννεός. ἀσθενής (Hdt. 1,34,2) *<κωχεύει>· μετεωρίζει. φέρει v κουφίζει. [τὸ δὲ αὐτὸ καὶ <κω- φεύει> v <κωχεύουσιν>· ὀχοῦσι. μετεωρίζουσι. Σοφοκλῆς Καμικίοις· πιστοί με κωχεύουσιν ἐμ φορᾶι δέμας (fr. 304) <Λ<α>>· ἐπὶ τοῦ μεγάλου καὶ τοῦ λίαν ἐτάσσετο. ὅθεν καὶ <λακάνη> ἡ μεγάλως κεχηνυῖα <λααν>· *λίθον (Eur. Phoen. 1157) Avgn. ἢ ὁρᾶν. ῥηγμίν. πόλις καὶ θυλάκιον, ἐν ᾧ οἱ ἡνίοχοι τὰς μάστιγας ἀποτίθενται (S), τινὲς δὲ μάστιγα [καὶ λίθον] <λαἅνα>· ἐπίστατον *<λᾶας>· λίθος Avgb πέτρα, ἢ πέτρος (Δ 521) †<λαβά>· σταγών *<λαβάς>· ἀντιλήψεις AS(vg) <λαβάβηρ>· λακανίσκη <λάβδα>· ὅπλον. ἢ στοιχεῖον ὑγρὸν καὶ ἀμετάβολον <λάβεν>· ἔλαβεν (Α 387) *<λάβε γούνων>· λαβοῦ τῶν γονάτων (Α 407) n *<λαβή>· ἀφορμή AS. ὁρμή. καὶ ἡ τοῦ ξίφους A λαβή *<λαβήν>· αἰτίαν AS <λαβήροις>· ποτιστηρίοις <λάβιρος>· βόθυνος <λαβίς>· σκεῦος χρυσοχοϊκόν (Exod. 38,17 ..) *<λαβόμενος>· δραξάμενος (2. Macc. 12,35) ASvgb *<λαβραγορεῖν>· σφοδρῶς δημηγορεῖν (AS) g(n) <λαβραγόρης>· λάβρος ἐν τῷ λέγειν, προπετὴς ἐν τοῖς λόγοις. τινὲς ἄκαιρον ἐν τῷ δημηγορεῖν (Ψ 479) <λαβράζει>· λάβρος γίνεται. ἀκολασταίνει. προπετεύεται <λαβρεία>· ἡ τοῦ λόγου †ἔκληψις <λαβρεύονται>· ῥέουσι μεγάλα βουλεύονται. θορυβοῦσι σφόδρα <λαβρεῦσαι>· λάβρως καὶ ἀθρόως λαλεῖν (N) <λαβρεύεαι>· μεγαληγορεῖς. προγλωσσεύῃ. ἀθρόως λέγεις, ἀμέ- τρως (Ψ 478) <λάβρον>· ἅθρουν. προπετές, ταχύ (Ο 625). μαινόμενον. βορόν <λαβρώνιον>· εἶδος ποτηρίου πλατέος (Men. fr. 24) (S) *<λάβρος>· πολύς Sb, [σφοδρός (Β 148) vSps (A) <λαβροσιάων>· χορτασμῶν ἀκόσμων <λαβροστομία>· ἡ δύσχρηστος λαλιά *<λαβρότατος>· σφοδρότατος n (S) [<λαβρόϊον>· εἶδος ποτηρίου] <λαβρύσσει>· λαβρεύει <λαβρύσσει>· δειλαίνει *<λαβύρινθος>· κοχλιοειδὴς τόπος. λέγεται δὲ ἡ λέξις ἐπὶ τῶν φλυάρων, παρὰ τὸ πολλοῖς κύκλοις λόγων κεχρῆσθαι ASvgn <λαγαρίττεται>· μετριεύεται <λαγαρόν>· τὸ μὴ ναστόν *<λάγανα>· εἶδος πλακουνταρίου, ὡς καπυρώδη, ἀπὸ σεμιδάλεως ASvgn ἐν ἐλαίῳ τηγανιζόμενον S, καὶ ἄρτοι βραχέντες ἐλαίῳ (Num. 6,5) (ASvgn) <λαγαριζόμενοι>· σκαλεύοντες. δηλοῖ δὲ τὸ πρὸς τὰς λαγόνας τὸν ἀγκῶνα προσάγειν, πυκνὰ διατείνοντα τὴν χεῖρα (Phe- recr. fr. 121) †<λαγαγεῖ>· ἀφρίζει <λαγάσσαι>· ἀφεῖναι <λαγβατόν>· ἀνατετραμμένον. οἱ δὲ λάγδην ἐμβάλλοντες <λάγγα>· ἡ τῇ τροφῷ διδομένη μερίς <λαγγάζει>· ὀκνεῖ. οἱ δὲ <λαγγεῖ> (Antiph. fr. 37?) <λαγγανώμενος>· περιϊστάμενος. στραγγευόμενος <λαγγάσαι>· περιφυγεῖν <λαγγεύει>· φεύγει <λαγηίς>· δόρυ <λαγγάζει>· ἀποδιδράσκει *†<λαγγών>· μετάβολος, ἔμπορος AS <λαγερός>· σμῖλαξ <Λάγεσις>· θεός. Σικελοί <λαγέτης>· ἡγεμὼν ὄχλον συναγαγών [<λαγεινά>· δεινά] †<λάγκει>· ἐῴκει [<λαγής>· ὁ εἰς τὰ ἀφροδήσια καταφρής] <λαγύναρχος>· ὁ ἐξουσίαν ἔχων τοῦ οἴνου <λάγνα>· κάμπτρα. κιβωτός S *<λάγνης>· καταφερὴς πρὸς τὰ ἀφροδίσια AS(vg) *<λάγνος>· ὁ αἰσχρός Avg, περὶ πορνείαν ἐπτοημένος (A), πόρ- νος vg <λαγοθήρας>· ἀετοῦ εἶδος *<λαγόνες>· σχίσμα γῆς AS <λαγόριες>· ἐκκλησίαι [<λαγόσι>, λαγόνας] <λαγρονίτης>· εἶδος πλακοῦντος <λαγρόν ἢ λαγρός>· κραββάτιον <λαγχάνειν>· κληροῦν <λαγωϊδίης>· ὄρνις ποιός *<λαγών>· ὁ κενεών. τὸ ἰσχίον AS <λαγώεια>· λαγωοῦ κρέα <λαγώς>· ὁ χερσαῖος, <λαγός> δὲ ὁ θαλάσσιος καὶ ποτάμιος <λαγὼς καθεύδων>· παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύ- δειν <λαγὼς περὶ τῶν κρεῶν>· δειλὸν ἄγαν τὸ ζῷον ὁ λαγώς. ἐλέχθη δέ, ἐπεὶ ἐκωμῴδουν ἐπὶ δειλίᾳ τοὺς Ῥηγίνους. καὶ ἐλέχθη ἐπὶ τῶν διακινδυνευόντων τὰς ψυχάς, καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων <λάδανον>· τὸ μὲν ἀπὸ τῶν πωγώνων τῶν αἰγῶν [καὶ τὸ κρέας]. τὸ δὲ ἀπὸ τῆς βοτάνης λήδου <λάδας>· ἔλαφος νεβρίας <λάδδοιτο>· λαμβάνοιτο †<λάδομαι>· γνώμην τίθεμαι <Λαδωγενής>· ἡ Ἀφροδίτη S. ὅτι ἐπὶ τῷ ἐν Ἀρκαδίᾳ ποταμῷ Λάδωνι ἐγεννήθη <Λάδων>· ποταμὸς Ἀρκαδίας <λάε>· ἐψόφησεν. οἱ δὲ [ἐφθέγγετο S. "ὁ μὲν λάε νεβρὸν ἀπάγχων" (τ 230) *<λάεσσι>· λίθοις (Γ 80) Sn <λάετε>· σκοπεῖτε, βλέπετε. S †<λαεντιάριος>· λιθοξόος <λάζειν>· ἐξυβρίζειν <λάζεσθαι>· λαμβάνειν *<λάζετο μῦθον>· ἐλάμβανε τὸν λόγον (Δ 357) n(AS) <λαζίνης>· χαραδρίας, καλλαρίας ἰχθῦς *<λαζοίατο>· λαμβάνοιντο (Β 418) N <>λαζών>· ἀλαζών *<λαζύμεναι>· λαμβάνουσαι ASn <λαήμεναι>· φθέγγεσθαι S †<λάηται>· βούληται <λαθάδαν>· λάθρα <λάθαργοι>· σκώληκες. ἢ τὰ ξυόμενα ἀπὸ τῆς βύρσης ὑπὸ τῶν ἀρβήλων. ἢ κύνες κρυφίως δάκνοντες <λαθάργῳ>· λαθραίῳ <λαθασμονίη>· λήθη. λησμοσύνη <λάθει>· ἀκηδίᾳ <λαθεῖν>· ἑκόντα παραπέμψασθαι A. ἢ ὅλως εἰς νοῦν οὐκ ἦλθεν. διὸ ἐβλάφθη <λαθήβας>· γέροντας <λαθικηδέα>· λανθάνειν ποιοῦντα. *[λήθην τῶν κακῶν ἐμ- ποιοῦντα ASn τοῖς παισίν (Χ 83) <λαθικηδές>· λυσίκακον. παυσίλυπον <λαθίποινον>· οὐ τιμωρούμενον <λαθίνοστος>· ὁ βραδύνων ἐπανελθεῖν <λαθίφρων>· ἄφρων. ἐπιλήσμων <λάθρα>· κρυφίως, ἠρέμα, ἡσύχως (ev. Ioan. 11,28 ..) <λαθραῖαι>· ἰδικαί. Ἠλεῖοι <λαθρακτάζων>· χαλιναγωγῶν. Σικελοί <λαθρέως>· ἀγνώστως <λάθριος>· λαθραῖος, κρύφιος, μύχιος <λαθροῦν>· κλέπτειν S <λάθυρος>· εἶδος ὀσπρίου <λαθών>· ἀγνώστως πράξας τι (Eur. Bacch. 840 ..) <λαί>· ἐπὶ τῆς αἰσχρουργίας *<λαιά>· ἀριστερά ASg <λαίαν>· [ἐκκλησίαν] κτῆσιν. Δωριεῖς ἐπὶ τῆς λείας [<λαιάναι>· λεπτύναι] <λαίας>· ἀσπίδας. Κρῆτες <λαίβα>· ἀσπίς. [τρίβος] πέλτη †<λαῖγμα>· περικεφαλαίας κόσμος <λάϊγγες>· λίθοι, ὑπὸ ὕδατος λελειασμένοι. ἔνιοι φράγγες. ἄλλοι χάλικες, μικροὶ λίθοι (ε 433) <λαίγματα>· πέμματα. οἱ δὲ σπέρματα. ἱερὰ ἀπάργματα <λαίγυιος>· λάσταυρος [<λαίδιον>· ἀριστερόν, εὐώνυμον] <λᾶιδος>· λῆδος. τριβώνιον (Alcm. fr. 97) <λαιδρή>· [ἀριστερά.] θρασεῖα <λαιδρός>· λαμυρός. ἀναιδής. δεινός. θρασύς. ταχύς (Callim. fr. 75,4?) [ἀριστερός] <λαίειν>· φθέγγεσθαι <λαίεται>· καταλεύεται. ἀπὸ τοῦ <λᾶος> [<λαίεται>· [καὶ] κατελεύσεται] <λαιή>· ἀριστερά <λαιθάργῳ ποδί>· λαθραίῳ (trag. ad. 227) <λαίθαργοι>· κύνες κρύφα δάκνοντες (Hippon.?) <λαιθαρύζειν>· λαμυρῶσαι. διαπράξασθαι. [<ληκαστής>· ὁ πόρ- νος. καὶ <ληκάστρια>· ἡ πόρνη] [<λαιλάξαι>· τὴν γλῶσσαν ἐξελεῖν] <λαιλαπετός>· ὅταν συννεφὴς καὶ ἀνεμώδης ὁ ἀήρ ἐστιν <λαίλας>· ὁ <μὴ ἐκ γένους> τύραννος S, ὑπὸ Λυδῶν <λαίλαψ>· καταιγίς, [ἀνέμου συστροφὴ ps μετὰ ὑετοῦ (Iob 21,18 ..) <λαιμά>· λαμυρά <λαιμᾶι>· εἰς βρῶσιν ὥρμηται (Hippon.) <λαιμάζουσιν>· ἐσθίουσιν ἀμέτρως [<λαιμαλαιόν>· ῥυσόν] <λαιμᾶν>· ἐσθίειν ἀμέτρως <λαιμάζειν>· ὁμοίως *<λαίμαργος>· φάγος Avg, ἄπληστος ἐπὶ τὸ φαγεῖν ASn, καὶ μανιώδης Avg <λαιμός>· ὁ φάρυγξ. ὁ τράχηλος. ὁ λάρυγξ. ὁ βρόγχος *<λάϊνον>· λίθινον (Γ 57) Ag †πελαργόν (AS) ἢ [πύργος λίθι- νος (A) <λαινόχειρ>· σκληρόχειρ <λᾶιον>· καὶ ἡ σιτόσπορος γῆ. καὶ *[ἀριστερόν Avg <λαιός>· ἀριστερός. καὶ λαός <λαῖπος>· κίναιδος r, λάσταυρος †<λαιπτύηρον>· ἀναπεπλασμένον, ἰσχυρόν <λαισηιοφόρος>· ὁπλοφόρος <λαισάς>· ἡ παχεῖα ἐξωμίς †<λαίσεα>· μήλη <λαισήϊα>· θυρεοῦ γένος <λαισήϊα>· ἐπεὶ δασέα ἐστὶ τῷ βύρσαις αἰγείαις περιβεβλῆσθαι. <Πτερόεντα> [εἶναι], ἢ πάνυ κοῦφα, ὡς καὶ τῇ λαιᾷ χειρὶ δύνασθαι βαστάζεσθαι. ὅπλα λάσια, ὅπερ ἐστὶ δασέα, αἰγείαις βύρσαις περιβεβλημένα ἔτι τὰς τρίχας ἐχούσαις (Ε 453) <λαίσιτος>· κίναιδος. πόρνη <λαισκάπραν>· λαμυράν <λαίσπαις>· βούπαις. Λευκάδιοι <Λαισποδίας>· ὄνομα κύριον. ἔνιοι δὲ τὸν Ἀλκμαίωνα ᾠήθησαν λέγεσθαι. οἱ δὲ τὸν δρεπανώδεις πόδας ἔχοντα (Eupol. fr. 102) <λαΐσασθαι>· κτήσασθαι [<λαῖστρον>· ξυστῆρα. πτύον (r)] <Λαιστρυγόνες>· οἱ νῦν Λεοντῖνοι (κ 119) <Λαιστρυγονίη>· ἡ τῶν Λαιστρυγόνων πόλις (κ 82) <λάϊτον>· τὸ ἀρχεῖον S <λαΐτων>· τῶν δημοσίων τόπων <λαῖτα>· πέλτη <λαῖτμα>· *πέραμα gb. γέφυρα. *[οἱ μὲν ὅρμημα ASn. οἱ δὲ τὸ κύτος An. ἄλλοι τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα καὶ πλατύ. καὶ *[τὸ κῦμα (Τ 267 ..) ASgn <λαῖτμα>· κῦμα p σφοδρὸν ὅρμημα· ἀπὸ τοῦ θοοῦ [<λαῖτος>· ἀκήρατος. καὶ ὄνομα κύριον] <λαῖφα>· ἀσπίς <λαιφαί>· ἀναιδεῖς. θρασεῖς. στυγναί. τολμηραί <λαίφια>· ῥάκη *<λαιφάσσοντες>· ψηλαφῶντες AS <λαίφεσιν>· ἀρμένοις (Greg. Naz. c. 1, 2, 1,279) T <λαῖφος>· τὸ ἱστίον (g), ἤγουν τὸ ἄρμενον (ν 399) p <λάφυξ>· δάπανος S ἢ βορός <λαιψηρόν>· ταχύ (Φ 264) (np) *<λαιψηρά>· ταχέως n, ἢ ταχέα (Κ 358) <λαιψηρῶς>· ταχέως. ταχὺ γὰρ τὸ <λαιψηρόν> <λακάζει>· λέληκε, βοᾷ, ἀπὸ τοῦ λακεῖν <Λάκαινα>· κυλίκων τι εἶδος (Ar. fr. 216) [<λακάρτη] λακάρη>· δένδρον τι <λάκας>· φάραγγας [<λακκατήσας>· πατήσας] <λάκε>· ἰδίωμα ἤχου. ἐθλάσθη, συνετρίβη. *[ἤχησεν (Ν 616) n †<λακεδάμα>· ὕδωρ ἁλμυρὸν ἄλικι ἐπικεχυμένον, ὃ πίνουσιν οἱ τῶν Μακεδόνων ἀγροῖκοι *<Λακεδαίμων>· ἡ Σπάρτη. καὶ ποτὲ μὲν [ἡ Πελοπόννησος] ἡ χώρα πᾶσα· ποτὲ δὲ πόλις ὁμώνυμος τῇ χώρᾳ (Β 581) <λακεῖν>· ψοφῆσαι <λακερόν>· εἰκαῖον <λακέρυζα>· κράκτρια. λοίδορος. φλύαρος. *μεγάλα κράζουσα κορώνη (Hes. op. 747) ASvgn. ἢ λάλος <λακερύζεσθαι>· τὰ αὐτά <λακερωτάν>· συνεσταλμένον <λάκη>· ῥάκη s. Κρῆτες <λακιδίξαι>· διαῤῥῆξαι <λακηθμόν>· ὃν οἱ Ἀττικοὶ <γλωσσοκόμον> καλοῦσιν <λακῆσαι>· πατάξαι s <Λακιάδαι>· δῆμος τῆς Ἀττικῆς, ῥαφανίδας φέρων, ὃν ἐπιβοῶν- ται κατὰ τῶν μοιχῶν (Posidipp. fr. 4) †<λακίδαι>· βάλλει <λακίδες>· σπαδόνες. σπαράγματα ἱματίων <λακιδαίμονος>· ψοφοῦντος, ἠχοῦντος (Com. ad. 1068) *<λακίδες>· τὰ λεπτὰ τῶν ἀρμένων σχίσματα AS <λακιδοφορῶν>· οὐχ ὑγιής <λακίζει>· θωπεύει. ῥηγνύει. ῥήσσει <λακιναρίδιον>· Ῥωμαῖοι, ὑπόδημα <λακίς>· ῥαγάς. ἐμβολή. ῥαφή. τραῦμα. σχίσμα *<λάκισμα>· τὰ αὐτά (Eur. Troad. 497) ASvg <λακισθῆναι>· ῥαγῆναι <λακὶς χθονός>· χάσμα γῆς (trag. ad. 228) <λακκόπεδα>· τοῦ σκελετοῦ· <Εὐφρόνιός> φησιν διαχαλασθὲν τὸ ὄσχεον καὶ τῶν διδύμων κρεμασθέντων καλεῖσθαι <λακκόπεδα>· τοὺς δὲ διαπαντὸς καθειμένον ἔχοντας αὐτὸ <λακκοσχέας>· [Εὐφρόνιος] ἐπεὶ ὄσχεα λέγεται τὸ ἀγγεῖον, ὅπου οἱ δίδυμοι ἐμβέβληνται· ἀπὸ μέρους τὸ μόριον. οὐκ εὖ. φασὶ γάρ, τοῦ ὀσχέου πάντοθεν καθειμένου <λακκοσχέας> προσαγορεύεσθαι τοὺς τοιούτους <λακκοσκάπερδον>· λακκόπρωκτον <λακκόπλουτος>· ὁ Καλλίας ὑπὸ τῶν κωμικῶν, διὰ τὸ περι- τυχεῖν χρυσῷ εἰς φρέαρ βεβλημένῳ [<λακέμεναι>· φαγέσθαι] <λακοπεῖν>· πυνθάνεσθαι <λακόπιον>· †πυθίον <λακόποι>· ἀρχή τις, ἔνθα οἱ κλέπται κρίνονται <λάκος>· ἦχος, ψόφος <λακπατῆσαι>· λακτίσαι. καταπατῆσαι. ἀνατρέψαι <Λακρατίδης>· Ἀριστοφάνης (Ach. 220) φησὶ παλαιὸν Λακρα- τίδην, τὰ ψυχρὰ βουλόμενος δηλοῦν· ψυχροὶ γὰρ οἱ γέροντες [<λακρίς> καὶ] <λάκτις>· κώταλις. τορύνη (Callim. fr. 286) <Λακτίδες>· αἱ τῆς Δήμητρος ἱέρειαι· ἀπὸ τόπου <λάκτημα>· λάκτισμα <λάκυρος>· στεμφυλίας οἶνος <Λάκων>· εἶδος ... παρὰ τακτικοῖς. ἢ *ὁ Σπαρτιάτης ἄντικρυς τῶν Ἀθηνῶν ASvgn <Λακωνικὸς χιτών>· λεπτὴ ἐσθὴς διαφανής <λακωνίζειν>· παιδικοῖς χρῆσθαι (Ar. frg. 338) <Λακωνικαί>· ὑποδήματα ἀνδρεῖα, ἃ καλεῖται Ἀμυκλᾷδες (Ar. Thesm. 142) <Λακωνικὸν τρόπον>· τὸ περαίνειν, καὶ παιδεραστεῖν. <ἢ> τὸ παρέχειν ἑαυτὰς τοῖς ξένοις. ἥκιστα γὰρ φυλάττουσι Λάκωνες τὰς γυναῖκας *<Λακωνικός>· στεῤῥός. ἀνδρεῖος ASvgn <λάλαγες>· χλωροὶ βάτραχοι S περὶ τὰς λίμνας, οὓς ἔνιοι †κεμ- βέρους. οἱ δὲ ὀρνέου εἶδός φασι <λαλαγεῦσαι>· λαλοῦσαι. ἀθρόαι οὖσαι <λαλαγή>, καὶ †<λαλαγῆς>· θόρυβος, κραυγή <λαλαγητής>· ματαιολόγος <λάλαζε>· βόα (Anacr. fr. 90) <λάλλα κόνις>· ψηφώδης S κόνις <λάλαμις>· λαῖλαψ, <οἱ δὲ> ἀντὶ τοῦ λαλαμίς <λαιμάτμησις> γράφουσιν <λαλάψαι>· τὴν γλῶσσαν ἐξέχειν <λαλάξαντες>· βοήσαντες <λαλεῖν>· λέγειν. βλέπειν. λαμβάνειν <λάληθρον>· λάλον *<λαλίστατον>· κατὰ λόγον σοφόν AS(vgn) *<λαλίστερον>· ἀδολεσχέστερον AS(g) <λάλλαι>· λάλλας λέγουσι τὰς παραθαλασσίους καὶ παραποτα- μίους [ψήφους (S) <λάλος>· φλύαρος <λαλούμενον>· λαλοῦντα>· ... [<λαλύνει>· πάσσει. πατεῖ] <λαλῶν>· φθεγγόμενος (Ps. 100,7 ..) <λάμας>· μῦς <λάμαχος>· ἄμαχος, ἀκαταγώνιστος <Λάμια>· Ἀριστοφάνης (fr. 700 b) φησὶν, [ὡς τηκούσης] ἐν τῇ ἀγορᾷ τινος λαμιώδους γυναικὸς ἐνδιατριβούσης <ὄνομα>. τινὲς δὲ ἐν τῇ ἀγορᾷ περδομένην γυναῖκα <Λαμίαν εἶναι> (Cratet. fr. 18) *<Λάμια>· θηρίον. καὶ γυνή τις ἀρχαία οὕτως καλουμένη Λίβυσσα (Isai. 34,14 Sym.) Avgn <λάμιαι>· τὰ φάσματα. ἢ οἱ πολύφαγοι τῶν ἀνθρώπων. καὶ ἰχθῦς <Λάμιος τὸν πρίονα ἢ ὁ Λάμιος πέλεκυς>· ἦν τις Ἀθήνη- σιν, ὃν ἐκωμῴδει ... λέγεται δὲ καὶ Μνησίθεός τις ἐξ ἐπιδέτου Λάμιος (Com. ad. fr. 823. 824) <Λάμος>· ἡ χώρα τῶν Λαιστρυγόνων. ἢ ἐπιχώριός τις ἥρως, ἀφ' οὗ ἡ χώρα ὠνομάσθη (κ 81) <λαμόπτης>· ὁ ἐπιτηλείας <λαμπάδες>· ὀφθαλμοί. τινὲς ἀστέρες <λαμπάδιον>· τὴν λεπτὴν κειρίαν, ἐν ᾗ ἐπιδιδοῦσιν <λαμπάς>· λαμπάδος ἀγών. καὶ ὁ νικήσας λέγεται <λαμπαδη- φόρος> <Λαμπετίη>· Ἡλίου κόρη (μ 132) *<λαμπετόωντι>· λάμποντι (Α 104) n <λάμπη>· τὸν παχὺν ἀφρὸν τὸν ἐπιπολάζοντα τῷ οἴνῳ φασίν <λαμπηδών>· λαμπυρίς. σπινθήρ <λαμπήνη>· εἶδος ἁμάξης, ἐφ' ἧς ὀχοῦνται. ἔνιοι <ἀπήνη (Soph. fr. 408 ..). ἢ *ἅρμα ἁμάξης περιφανοῦς A βασιλικῆς. ἢ ῥαί- διον περιφανές, <ὅ> ἐστιν ἅρμα σκεπαστόν (1. Regn. 26,5 ..) vg <λαμπίας>· ὁ ἥλιος. †λαμπεύς. φῶς <λάμπουρις>· ἀλώπηξ (Aesch. fr. 433) S <Λαμπτραὶ καθύπερθεν> καὶ <Λαμπτραὶ ὑπένερθεν>· δῆμοι Λαμπτραὶ Ἀθήνησιν· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν *<λαμπρείμων>· λαμπρὰ ἱμάτια ἔχων AS *<λαμπρόν>· φαιδρόν. τηλαυγές (Eur. Hipp. 178 ..) An <λαμπρύνεται>· φαιδρύνεται <λαμπτήρ>· φέγγος, φῶς. λαμπάς. ἐσχάρα, ἐφ' ἧς ἔκαιον ἐν μέσῳ τῶν οἴκων εἰς τὸ φωτίζειν αὑτοῖς ξηρὰ ξύλα καὶ δᾳδία. Ἀττι- κοὶ δὲ τοὺς καιομένους λύχνους λέγουσιν <λαμπυρίς>· ζωύφιον ἐκ φρυγάνων γινόμενον [καὶ ἀλώπηξ] *<λαμυρόν>· εὔλαλον. εὐτράπελον. καταπληκτικόν ASvg <λάψῃ τὰν δώσουσιν>· <λαμμωδεῖ>· δραπετεύει [<λᾶν>· ὁρᾶν. ἢ λίθος] <λανηθάς>· δευτερίας οἶνος <λανθανόντως>· κρυφαίως <λανίζει>· λαγγάνει. βρέχει [<λανὸν κῆρ>· σοφωτάτη ψυχή S] [<λανόν>· λίθον] *<λάξ>· λακτίσμα AS [<Λαξάδαι>· Ἀθήνησι] <λάξαι>· λακτίσαι <λάξασθαι>· κληρώσασθαι (Hdt. 7, 144,1?) <λαξίων>· λήξεων, κληρώσεων (Hdt. 4,21) <λαξόοι>· οἰκοδόμοι. λιθουργοί *<λὰξ ἐντείνων>· λακτίσμασι τύπτων ASg *<λαξευτήριον>· λιθοτόμον n σιδήριον *<λαξευτηρίῳ>· λίθῳ ὀξυτάτῳ τέμνοντι (Ps. 73,6) AS <λὰξ ποδὶ κινήσας>· τῷ πλάτει τοῦ ποδὸς νύξας καὶ διακινή- σας, οὐχ ὑβριστικῶς λακτίσας (Κ 158) <λαοβότον>· ἀνθρωποτρόφον <Λαοδίκην ἐσάγουσα>· πρὸς Λαοδίκην πορευομένη. Λαοδίκην δὲ οἱ νεώτεροι Ἠλέκτραν λέγουσιν (Ζ 252) <λαοί>· ὄχλοι, δῆμοι. δύνανται δὲ οὕτως εἰρῆσθαι ἄνθρωποι διὰ τὸ εἶναι λάλοι. ἔνθεν καὶ <μέροπες>, ἀπὸ τοῦ μεμερισμένην <ἔχειν> τὴν ὄπα, ὅ ἐστι φωνή (Α 10 ..) <Λαομεδοντιάδης>· πατρωνυμικῶς ὁ Πρίαμος· ἦν γὰρ παῖς Λαομέδοντος (Γ 250) <λάσπαις>· βούπαις <λαοργός>· ἀνόσιος. Σικελοί <λαοσσόος>· *τοὺς λαοὺς σώζουσα Sgn. ἢ σοοῦσα, τουτέστι [παρορμῶσα Sn εἰς τὸν πόλεμον· ὅ ἐστιν ἐπίθετον Ἀθηνᾶς (Ν 128) [<λαοπίζειν ἢ] λαπίζειν>· τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν διὰ τῆς ἀλαζονείας <λαοφόνον>· ἀνδρακτόνον (Theocr. 17,53?) <λαοφόρον>· δημοσίαν ὁδόν, δι' ἧς οἱ λαοὶ φέρονται, ἥνπερ ὁδεύουσι. λεωφόρον (Ο 682) <λαπάγματα>· ... ἢ λαγαρά <λαπαγμῶν>· ἐκκενώσεων <λαπάζειν>· ἐκκενοῦν. ἀφ' οὗ καὶ τὸ ὄρυγμα <λάπαθον>· ὄρυγμα (Democr. fr. 122 D.) καὶ βοτάνη <λαπάξαι>· κενῶσαι S <λαπάξαι>· ἀφανίσαι. ἀλαπάξαι <λαπάραι>· τὰ παρὰ ταῖς πλευραῖς τοῦ σκήνους. Διοκλῆς δὲ τὴν ἐκκεκενωμένην κοιλίαν †<λαπαραί>· κατωφερεῖς πρὸς τὰ ἀφροδίσια *<λαπάρας>· λαγόνας n. καὶ <λαπάρην> ὡσαύτως (Γ 359) ASvgn. ἢ κοιλίας ἐκκενωμένας <λαπαρός>· ἰσχνός. ὑπεσταλμένος *<λαπάσσειν, λαπάττειν>· κενοῦν AS *<λαπάττων>· μαλάττων (A), λαγαρὸν ποιῶν <Λαπέρσαι>· Λαπέρσας Δίδυμος τοὺς Διοσκόρους· ἀπὸ Λᾶ πόλεως (Soph. fr. 871) [<λαπετεῶντι>· λάμποντι] <Λαπήθιον>· ἡ λέξις ἀπὸ Λαπήθου πόλεως. τὸν ἠλίθιον <λαπῆναι>· λεπισθῆναι <λαπίζει>· γαυροῦται <οἷον> λαοπίζει· οἱ γὰρ Λαπίθαι ἔθνος Θεσσαλίας· ἀπὸ Λαπίθου, τοῦ Ἄρεως παιδός (Μ 128) [<λαπάθιον>· ὄρυγμα. τὸ κενωτικόν. καὶ λάχανον ἄγριον ἐδώ- διμον] <λαπικτήν>· καυχητήν καὶ ἄλλα <λαπιστής>, φενακιστής, *ψεύστης ASvg, φλύαρος. τρυφηλός, μὴ ἔχων φροντίδα, ἐγγὺς τοῦ προπετοῦς (Sir. 20,7) AS *<λαπίστρια>· ῥεμβομένη. μετεωριζομένη. θέλουσα εὐωχεῖσθαι ASgn [<λάπος>· θής, δοῦλος] <λαπτής>· λαπτὴν ἔλεγον τὸν παχὺν ἀφρόν, τὸν ἐπιπολάζοντα τῷ οἴνῳ πηλώδη. ἄλλοι βόρβορον, ἰλύν. ἄλλοι τὸν ἐπὶ τῇ ἅλμῃ ἐφιστάμενον καὶ ταῖς λίμναις. οἱ δὲ τὴν ἐπὶ τοῦ γάλακτος ὑμενώδη πηλόν <λάπτας>· τοὺς ῥοφοῦντας <λάπτει>· ἀναλαμβάνει. πίνει <λάπτοντες>· πίνοντες τῇ γλώσσῃ. πεποίηνται δὲ ἀπὸ τῶν κυνῶν <ἢ> τῶν τοιούτων, οὕτω πινόντων μετὰ ψόφου (Π 161) [<λεπτυήρ>· σφοδρῶς πτύων] <λαπτόμενος ἢ λάπτων>· ἀναλίσκων. ἀπὸ τοῦ <λάπτειν> †<λάγανον>· ὀπὸς δριμύς <λάρεις>· λάραβες. τοὺς κυρίτας Ῥωμαῖοι οὕτως <Λάρισσα>· πόλις Συρίας κοίλης, καὶ Θεσσαλίας (Β 841) †<λαρίεθος>· φλόϊνον στεγάστριον <λαριναῖον κύρτον>· οἱ ἁλιεῖς τὸν ἐκ λευκέας, ἢ μέγαν <λαρινευτής>· ἁλιεύς <λαρινοὶ βόες>· εὐτραφεῖς <λαρινεύεσθαι>· σιτεύεσθαι (Sophr. fr. 104) <λάρινος>· ἰχθῦς ποιός <Λαρισαίη>· ἡ Θεσσαλία <λάρκον>· πλέγμα φορμῷ ὅμοιον, ἐν ᾧ ἄνθρακας φέρουσιν, ὁτὲ δὲ καὶ ἰσχάδας <λάρκος>, ἀνθράκων φορμός (Ar. Ach. 333 ..) *<λάρναξ>· κιβωτός, σορός, κάμπτρα (Σ 413 ..) ASn *<λαρόν>· ἡδύ, προσηνές ASvgn, γλυκύ (Ρ 572) AS, ἀπολαυστι- κόν, [καλόν AS. σπάνιον. [ἄπληστον AS, λάβρον <λάρος>· ὄρνις (ε 51). καὶ ἰχθῦς ποιός *<λαρυγγίζων>· λάρυγγα θεραπεύων (Dem. 18,291) AS <λαρυγγός>· ματαιολόγος [<λαρυδοί>· στῦλοι οἱ ἐν τῷ ἀρότρῳ] <λαρύζει>· βοᾷ. ἀπὸ τοῦ λάρυγγος <Λάρυμνα>· πόλις Βοιωτίας <λαρωντίδων>· ἐν τοῖς ἀθροίσμασιν ἔλεγον, ὡς ἐπῳδῶν <λᾶς>· λᾶας. λίθος <λασία τράπεζα>· S. πληρεστάτη [<λάσαγγες>· οἱ περὶ τὰς λίμνας χλωροὶ βάτραχοι] <Λάσαν>· τὴν Λάρισσαν <λάσανα>· χυτρόποδες S. καὶ τὰ ὀπίσθια τῶν μηρῶν, ἀπὸ τῆς δασύτητος. διὰ τοῦτο καὶ τὰ βάθρα, τοὺς ἀφοδευτηρίους δίφρους <λασθάσθω>· χλευαζέτω S †<λάσθας>· συμφοράς <λάσθαι>· παίζειν. ὀλιγωρεῖν. λοιδορεῖν <λασθαίνειν>· κακολογεῖν (Hippon. P. Ox. 2175, fr. 3,14) <λάσθη>· χλεύη AS. λήθη. ὀλιγωρία. αἰσχρολογία. [αἰσχύνη p <λασθόν>· αἰσχρολοίδορον (S) [<λάσθω>· χλευαζέτω] <λασθῶν>· κακολογῶν *<λάσια>· δασέα Σ <λασῖνος>· ἄφρων. ἐπιλήσμων *<λάσιοι>· πολύτριχοι ASvg δασεῖς vg <λασιόμαλον>· μῆλον τὸ ἔχον χνοῦν <λασίοισι>· δασέσι "στήθεσι λασίοις" (Α 189) ἐκδέχονταί τινες ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας ἀνδρώδεσιν. ἄλλοι πυκνοῖς καὶ συνετοῖς †<λασιδεύς>· θρασύς. ἄπληστος <λασιοκώφους>· τοὺς κωφούς <λάσιον κῆρ>· ἡ πυκνή, καὶ σώφρων, καὶ λίαν θεία ψυχή, καὶ συνετή, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. τὸ γὰρ ἡγε- μονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ, ἥτις ἐστὶν ἐν τῷ στέρνῳ, ὅπερ ὡς ἐπιτοπλεῖστον δασύ ἐστιν. καὶ *[ἰσχυρόψυχον (Β 851) (Avg) <λάσιον>· ὕφος τὸ δασύ (S) *<λάσιος>· δασὺς τὸ στῆθος ASgb. ἢ συνετός (An). δασύμαλλος (S). πολύτριχος (Ω 125) *<λασιουργίας>· ἱστουργίας. δημιουργίας AS <Λασίσματα>· ὡς σοφιστοῦ τοῦ Λάσου καὶ πολυπλόκου <λασιτός>· κίναιδος. ἢ <λεσιτός>· πόρνη <λᾶς ἰχνεύουσα>· πλανωμένη. Σικελοί <Λασιών>· πόλις. ἢ χωρίον. οἱ δὲ δρυμοὺς λασιῶνας <λασκάζει>· φλυαρεῖ S [θωπεύει. ῥηγνύει] <λάσκειν>· λέγειν, φθέγγεσθαι *<λάσκεις>· λέγεις (Eur. Andr. 671) ASn <λάσκουσι κύνες>· ὑλακτοῦσιν <λασκωρεῖ>· διαφεύγει [<λασταγεῖ>· ψοφεῖ] <λάσται>· πόρναι <λαστάρνη>· μάστιγξ <λάσταυροι>· οἱ περὶ τὸν ὀῤῥὸν δασεῖς, καὶ πόρνοι τινὲς ὄντες <λᾶς τρυφαλίας>· λίθος τετριμμένος <Λάστος>· ὁ Ἀκράγας, τὸ παλαιόν· καὶ ἡ †σμῆλος <λαῶν>· λίθων <λατάγῃ>· κοττάβῳ τῷ ἀποῤῥιπτομένῳ ἀπὸ τῶν ποτηρίων, καὶ ἦχον ἀποτελοῦντι <λαταγεῖ>· ψοφεῖ. κτυπεῖ <λάταξ>· ψόφος, κότταβος, ὁ ἀπὸ ποτηρίου γενόμενος <λάταξ>· τὸ πλεκτόν. αὕτη εἰσεφέρετο ἐπὶ τοῖς ἐρωμένοις. ἔβαλον δὲ αὐτὴν ἐπ' αὐτόν. οἱ δὲ εἰς κοττάβιον, ὃ κότταβον ἔλεγον· οἱ δὲ εἰς ὀξύβαφα κενὰ ἔν τισιν ἀγγείοις, λουτῆρσιν ἐοικόσιν *<Λατῖνοι>· Ῥωμαῖοι ASgn *[<λατμενεία>· δουλεία S] †<Λάτμος>· πόλις. καὶ ἥρως. καὶ ποταμός. καὶ †ἴχνη <λατόμος>· λιθοξόος <λατράζειν>· βαρβαρίζειν <λατραβίζειν>· ἐσπουδασμένως καὶ ἀσήμως λαλεῖν <λατραβός>· λαμυρός <λατραβῶν>· ἀλαζονευόμενος <λατραπία>· λαμυρία μετὰ ἐρυθριάσεως <λάτραψ>· ὑετός S <λατρεία>· δουλεία (Exod. 12,26 ..) <λατρεύει>· ἐλεύθερος ὢν [δουλεύει (n) *<λατρευτόν>· δουλικόν (Exod. 12,16 ..) AS *<λατρεύω>· σέβω, δουλεύω As <λάτριες>· δοῦλοι (Greg. Naz. c. 2, 2, 1,26) <λάτριον>· μίσθιον <λάτρις>· μισθουργός. λειτουργός. ἢ *[μίσθιος ἐργάτης (Eur. Troad. 424 ..) S. θεραπαίνη Avgs, παιδίσκη ὑπηρετοῦσα A, ἢ δούλη (Iob 2,9) Avg <λάττας>· μυῖα. Πολυῤῥήνιοι <λαταία>· παραξιφίς. καὶ ἡ περὶ ζώνην μάχαιρα <λατύπη>· λίθου τὸ ἀποπελέκημα <λατύσσει>· πτερύσσεται. νήχεται. ταράσσει. τινάσσει. τύπτει. [λακτίζει S <λαυκανία>· τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος, λαιμός, φάρυγξ *<λαυκανίης>· ὁμοίως (Χ 325) gN *<λαυκή>· φοβερά (Π 34) ASs [<λαῦξις>· κλῆρος, μερίς] <>λαύζει>· [κρατεῖ.] δαίνυται. εὐφραίνει <λαυξυᾷ>· δαρήσει. Κρῆτες <λαύρα>· *ῥύμη, δι' ἧς ὁ λαὸς εἰσέρχεται ASvgn. ἡ φλόξ. οἱ δὲ τόπους πρὸς ὑποχώρησιν ἀνειμένους. οἱ δὲ ἄμφοδα. οἱ δὲ στενωπούς. καὶ δίοδοι *<λαύρη>· δημόσιος στενωπός, καὶ ἄμφοδον, ῥύμη, ὁδός, δι' ἧς οἱ λαοὶ ῥέουσιν Σ <Λαύρεια>· τὰ Ἀθήνησι χρύσεα μέταλλα λεγόμενα <λαύρην>· ὁδόν, τὴν ῥύμην (χ 128) <λαύρη>· ῥύμη στενή <λαῦρον>· τὴν δάφνην. [ἢ μέταλλον ἀργύρου παρὰ Ἀθηναίοις] <λαυροστάται>· οἱ ἐν τοῖς μέσοις ζυγοὶ ὄντες ἔν τισι στενωποῖς μὴ θεωρούμενοι. οἱ δὲ χείρους μέσοι ἵστανται. οἱ δὲ ἐπιτεταγ- μένοι πρῶτοι καὶ ἔσχατοι (Cratin. fr. 422) †<λαῦσαι>· παριππεῦσαι τοῖς δεσπόταις <λαυστήρ>· μοχθηρός. ὅμοιον δὲ τῇ δυνάμει τὸ ὄνομα. ἢ οἴκου λαύρα <λαύστραν>· ὃν τινὲς λύκον, τινὲς φρέατος ἅρπαγα <λαυχάνη>· γλῶσσα <λαυφθάσσει>· λάβρως ἐσθίει <λαυφθάζει>· σπεύδει <λαφθία>· ἡ ἀσπίς, ὅπλον <λάφνη>· δάφνη. Περγαῖοι *<λάφονοι>· λίαν φόνιοι AS <λαφός>· ὁ ἀριστερᾷ χειρὶ χρώμενος <Λαφριάδαι>· φρατρία ἐν Δελφοῖς <λαφύειν>· τὸ εἰς αὑτὸν ἀσχημονεῖν <λαφύξαι>· καταπιεῖν S, ἀναλῶσαι *<λαφύξας>· διασπαράξας, ἀφειδῶς θοινησάμενος vg *<λάφυρα>· τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα. τὰ δὲ τεθνεώτων αὐτῶν, σκῦλα vgps *<λαφυροπωλεῖ>· αἰχμαλωτίζει AS *<λαφύρων>· αἰχμαλωσιῶν (1. Chron. 26,27) Sn <λαφύσσει>· μετὰ σκυλμοῦ ἐσθίει. *σπαράσσει AS. λάπτει, [καταπίνει S. σπεύδει. μετὰ θυμοῦ ἐσθίει (Λ 176 ..) <Λαφύστιον>· ὄρος τῆς Βοιωτίας. καὶ <Λαφύστιος>· ὁ ἐντεῦθεν <λαχαίνειν>· ὀρύσσειν, σκάπτειν· ἀφ' οὗ καὶ τὸ <λάχανον>· τὸ μεγάλως χαῖνον <λαχάννα>· τὸ ἐπὶ τῆς ἀπήνης πεπλεγμένον, ἐν ᾧ καθέζονται <λάχεια>· εὔσκαφος καὶ εὔγειος· παρὰ τὸ <λαχαίνεσθαι>, ὅ ἐστι σκάπτεσθαι πυκνῶς (ι 116) *<λαχεῖν δίκην>· γράψασθαι, [δικάσασθαι AS <λαχή>· λῆξις. ἀποκλήρωσις (Aesch. Sept. 914) <λαχήνας>· σκάψας <λαχμία>· ἐν ὕλῃ οὖσα <λαχμόν>· ἵππειον λακτισμόν (Antim. fr. 101 W.) <λαχμὸν κουρᾶς>· βάρος. [λακισμός] <λαχμῷ στεινόμενος>· τῇ δασύτητι καὶ τοῖς μαλλοῖς πεπυ- κνωμένος (ι 445) <λάχνη>· δασεῖα θρίξ. χαίτη. κόμη. ὕλη. δασύτης παρὰ τὸ λάσιον. δηλοῦται δὲ [καὶ] οὕτως καὶ ἡ κροκὺς ἡ ἐποῦσα τοῖς ἱματίοις *[τρίχωσις (Κ 134) ASvgn. ἢ ἀφρὸς τῆς θαλάσσης vgp <λαχνήεντα>· *τετριχωμένα Ag, δασέα g, ἢ τριχώδη (Σ 415). ἢ <ὄροφον>, τὸν κάλαμον, ᾧ ἐστέγαζον τοὺς οἴκους, ὃς ἔχει τινὰ δασύτητα. <Ὄροφος> γὰρ κάλαμος· ἀπὸ δὲ τοῦ καλάμου καὶ τὸ <ἐρέφειν> τὸ στεγάζειν εἴρηται (Ω 451) <λαχνοῦται>· τριχοῦται. [δασύνεται (Solon. fr. 27,6?) [<λαχνοστηνομένον>· τοῖς μαλοῖς πεπυκνωμένον] *<λαχόντα>· τυχόντα, [κληρωσάμενον (Σ 327) Avgn *<λάχος>· μέρος Sps, κλῆρος ps. ἐκ κλήρου *<λαχών>· ὁ κληρωσάμενος (ε 40) gn <λάψα>· γογγυλίς. Περγαῖοι *<λάψαι>· πιεῖν τῇ γλώσσῃ ASvgn <λαψάνη>· τῶν ἀγρίων λαχάνων ἐσθιομένη (h) *†<λαψάρων>· τῇ χειρὶ ποτίζων, ἢ ἁπτόμενος (Iud. 7,6) AS <λάψῃ>· ὑποκοιλαίνων τὴν γλῶσσαν ἀναφέρει τὸ ὕδωρ μετά τινος ἤχου (Iud. 7,5) A <λάψοι>· πίοι τῇ γλώττῃ <λάψοντες γλώσσῃ>· τῷ ἄκρῳ τῆς γλώσσης πίνοντες (Π 161) An <λαώ>· λαός, δυϊκῶς *<λάωμεν>· λάθωμεν AS <λαώ>· λαούς, ὄχλους <λάων>· οἱ μὲν βλέπων, ἐξ οὗ καὶ <λαός> ὁ βλέπων· οἱ δὲ λάπτων τῇ γλώττῃ· οἱ δὲ ἀπολαυστικῶς ἔχων, ἐσθίων. <ἀλαός> γὰρ ὁ μὴ βλέπων (τ 229) *<λαιά>· ἀριστερά v <λεάδα>· ἡ ἐξοχὴ τῶν πετρῶν <λέαινα ἐπὶ τυροκνήστιδος>· σχῆμα συνουσίας ἀκόλαστον (Ar. Lys. 231) *<λεαίνεται>· λειοῦται. ἐξαλείφεται AS *<λεαντικός>· λειῶσαι δυνάμενος A <λεανῶ>· λεπτυνῶ (Ps. 17,43) r. ASvg <λέας>· τὰς ἀπὸ τῶν ἱστῶν κρεμαννυμένας ἄγνυθας <λέβα>· πόλις ὑπὸ Θρᾳκῶν <Λεβάδεια>· πόλις Βοιωτίας, ἔνθα καὶ μαντεῖον Διὸς [τὸ] ἱερὸν κατεσκεύαστο *<Λεβήδων>· τόπος τῶν Λεβητῶν, ἔνθα ἐθυσίαζον (Isai. 15,2 v. l.) AS(vg) <λεβηρίς>· *τὸ τοῦ ὄφεως γῆρας, ὃ ἀποδύεται r. AS. τινὲς δὲ ἄνδρα Λέβηριν γενέσθαι πτωχόν. οἱ δὲ τὸ λέπος τοῦ κυάμου *<λέβης>· χάλκειος ποδονιπτήρ ASg. τρίπους (Zach. 14,21) <λεβίαι>· τὰ λεπίδας ἔχοντα ταρίχη. καὶ ἰχθῦς λιμναῖοι (Ar. fr. 414) <λεβίνθιοι>· ἐρέβινθοι <λέγειν>· εἰπεῖν. οἰκοδομεῖν. ἀριθμεῖν. καὶ ὀνομάζειν. Ἀττικοί <λέγεσθαι>· συνάγειν, ἀθροίζειν. ἐκλέγεσθαι *<Λεβήδων>· τόπος, ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν Λιβανησίαν Ἀραβίαν Μωαβῖται (Isai. 15,2) vgnp *<λεγεών>· πλῆθος στρατεύματος, ἢ τάγματος, [ἓξ χιλιάδων ἑξακοσίων ἑξήκοντα ἕξ (Ev. Luc. 8,30 ..) g <λέγμα>· τὸ εἰπεῖν <λέγνα>· τὸ ἔσχατον ... <λέγνη>· τὸ παρυφαινόμενον τῇ παραστροφίδι, ὅπερ ἦν παχὺ περὶ τὴν ᾤαν ἐκ ῥάμματος †<λέγνος ἄνανδρος>· †σῖτος ὁ μὴ ἁδρός <λεγνώδεις>· ποικίλας <λεγνῶσαι>· ποικῖλαι *[<λέγξε>· ποιὸν ἦχον ἀπετέλεσεν (Δ 125) AS] <λεγοίμεθα>· "εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα" (Ν 276) οἷον, εἴ τις τοὺς ἀρίστους εἰς μάχην διαλέγοι *<λέγοιτο>· συλλέγοιτο n <λέγοντες>· ἢ ἐκλέγοντες. ἢ συνάγοντες, ἢ συναθροίζοντες (Λ 755) *<λέγοντο>· συνήγοντο ASN. καὶ τὰ ὅμοια (Θ 547) [<λεδδά>· ἡ ἐξοχὴ τῶν πτερνῶν] †<λεδρεῖται>· φροντίζει. θέλει, βούλεται <λέη>· ὁμοίως *<λεηλασία>· αἰχμαλωσία r. ASvgn. μάχη. λῃστεία An. ἁρπαγή. ἀδικία <λεηλατῶν>· πορθῶν σφόδρα (Eur. Hec. 1143 ..) <λεία>· ἡ ἀπὸ τοῦ πολέμου κτῆσις, λάφυρα (Eur. Troad. 614) <λειάδες>· οἱ λειμῶνες. καὶ κάθυγροι τόποι <λείαν>· κτῆσιν λαφύρων. ἢ πόρθησιν *<λειανέω>· λείαν καὶ A ὁμαλὴν ποιήσω (Ο 261) ASn <λείας>· ὁμαλάς. εὐθείας (Isai. 40,4 ..) <λείβηθρον>· ῥεῖθρον. [ὀχετόν S. κρουνόν, καὶ τόπος ἐν Μακε- δονίᾳ καὶ <κατὰ> τὸν Ἑλικῶνα <Λειβῆνος>· ὁ Διόνυσος r <λείβειν>· σπένδειν "Διὶ λείβειν αἴθοπα οἶνον" (Ζ 266) καὶ δα- κρύειν, ὅ ἐστι τοῖς δακρύοις ῥέειν· "<δάκρυα λείβων>" (Σ 32), καὶ στάζων *<λείβω>· σπένδω r. An(gS). στάζω r(gS) p <λείη>· ἡ τῶν θρεμμάτων ἀγέλη. ἢ προσηνὴς καὶ [ὁμαλή n. καὶ <ἡ ἐκ> πολέμου ὠφέλεια <λεηλατεῖν>· προνομεύειν. βιάζεσθαι (2. Macc. 2,21) <λείκρικα>· σειραί, σχοινία, πλέγματα <λείηναν δὲ χορόν>· τὸν τόπον, ἐν ᾧ ἔμελλον χορεύειν, λεῖον ἐποίησαν (θ 260) <λεῖκνα>· κανᾶ, ἐφ' οἷς τὰ λήϊα ἐπετίθεσαν. οὕτως δὲ ἔλεγον τοὺς πυρίνους καρπούς <λείκνοισι προστρέπεσθε>· λίκνα ἱστάντες προσάγεσθε· ἅ ἐστι κανᾶ, ἐφ' οἷς τὰ λήϊα ἐπετίθετο, ἅπερ εἰσὶ καρποὶ πύρινοι (Soph. fr. 760,3) <λιλαιομένην>· προθυμουμένην, ἐπιθυμοῦσαν (α 15 ..) <λείμακες>· νοτεροὶ καὶ [ποιώδεις τόποι r. ἔστι δὲ καὶ ζῷον ὅμοιον κοχλίᾳ, ὃ καλοῦσι λείμακα *<λείμακος>· λειμῶνος (Eur. Bacch. 867) (Sgn) *<λεῖμαξ>· [χωρίον, ἐν ᾧ λειμών, ἢ χωρίον ἐπίπεδον] <ἀνθηρὸς τόπος, λειμών Sg> <λειμωνοειδής>· [ἀνθηρὸς τόπος]. [ἢ λειμών] <χωρίον ἐν ᾧ λειμών, ἢ χωρίον ἐπίπεδον> <λειμών>· αὐλών. θάλασσα. ἢ *ἀνθηρὸς τόπος (ASg) np <λειμωνιὰς †ἄρκτος>· νύμφαι· ἐπειδὴ αἱ νύμφαι ἐν τοῖς λει- μῶσιν [<λείνα>· ἔρια. Κύπριοι] <λειξοῦρα>· τὸ †δῶρον r. ἐκ τοῦ <λείχω> <λειόβατος>· ἰχθῦς τις τῶν λευκοσάρκων <λειοκόνιτος> S· ἡ τελείως εἰς κόνιν διαλελυμένη. <λείως> γὰρ τελείως <λεῖον>· ὁ σῖτος. ἢ ὁμαλόν †<λειόμερος>· ταχυδιάνοιος <λείουρος>· αἴλουρος S *<λείους>· ὁμαλούς ASvg <λειούσματα ἢ λεγούσματα>· εἶδος καταφράκτου. Γαλάται [<λειπαρῶ>· παρακαλῶ] <λείπετ' ἄεθλα>· ἀπετυγχάνετο (Ψ 640) <λεῖπε φορῆναι>· ἔλιπε φορεῖν (Β 107) <λειπογνώμων>· ὁ μηκέτι βόλον ἔχων· ὁ δὲ τέλειος καὶ γεγη- ρακώς, μὴ ἔχων γνωρίσματα τῆς ἡλικίας *<λείποιτο>· καταλείποι n <λειπομορία>· δένδρον τὸ ἐκ τοῦ θωρακίου κατεαγός, ἐκ δὲ τῆς ῥίζης φέρον βλαστούς <λιποτακτήσας>· φεύγων p, ἢ φυγών r <λεῖπον>· τὸ ἐλλιπὲς r ὄν *<λείρια>· ἄνθη r. Sn κρίνα S <λειριόεντα>· ἁπαλά. <λείριον> γὰρ τὸ ἄνθος· διὰ τὴν λειότητα. διὰ τοῦτο καὶ <διὰ> τοῦ <ε> γραπτέον. ἢ *ποικίλον AS, εὔχρουν A. τὸ δὲ <λιρός>, ὃ δηλοῖ τὸν ἀναιδῆ, διὰ τοῦ <ι>. Καλ- λίμαχος· "λιρὸς ἐγώ, τί δέ σοι τόνδ' ἐπέθηκα φόβον;" (fr. 74) παρὰ τὸ λίαν. ἀμέτρως γὰρ †ὁδεύονται οὗτοι. τὸ δὲ <χρόα λειριόεντα> (Ν 830) καὶ <ὄπα λειριόεσσαν> (Γ 152) τὴν προσηνῆ καὶ ἡδεῖαν †<λειρώς>· ὁ ἰσχνὸς καὶ ὠχρός. καὶ <ληρίας> λέγουσι κύνας τὰς κατισχνωμένας καὶ ἀποβαλούσας τὰς τρίχας. ἢ τὸν μικρὸν λαγών <Λιταί>· ἱκεσίαι (Ι 502). [ἢ συνέστηκεν] [<λείτειραι>· ἱέρειαι] <λειτῖνος>· πέμματος εἶδος <λειτόν>· βλάσφημον [<λείτορες>· ἱέρειαι] *<λειτουργεῖν>· μοχθεῖν (S). δουλεύειν AS *<λειτουργικάς>· ἱερατικάς (Exod. 31,9 ..) AS(vg) <λειτουργός>· ὑπηρέτης (2. Regn. 13,8 ..) r [<λειφαιμήσας>· ἐπιλείψας τῷ αἵματι] <λείφητρα>· λείψανα <λειχανός>· φθόγγος τῆς κιθάρας r. ἀπὸ τοῦ φθόγγου <λειχῆνες>· τῆς σαρκὸς κάκωσις r. καὶ ἐπὶ τῶν πετρῶν φυκία τινά. καὶ τῶν χωρίων τὰ ψιλά <λεῖψαν>· κατέλιπον <λείψανα>· περισσεύματα (r) *<λειψανδρία>· λεῖψις ἀνδρῶν r. AS <Λειψύδριον>· χωρίον τι ὑπὲρ Πάρνηθος, ὃ ἐτείχισαν Ἀλκ- μαιωνίδαι <λειοκόρης>· ὁ τελείως ἐκκεκαυμένους τοὺς ὀφθαλμοὺς ἔχων <λείως>· ῥᾳδίως. δεινῶς, σφόδρα. τελείως. καλῶς <λεκανίδες>· κεράμεαι λοπάδες. καὶ ἐν αἷς ἔνθρυπτα ἔφερον τοῖς νεογάμοις <λεκανίσκη>· τὸ ἐκ πετάλων τρύβλιον. ἢ λεκάνη (Ar. fr. 805) [<λέκαιος>· ὁ ἀποτεταλμένος] *<λέκιθον>· τὸ τοῦ ὠοῦ λεπίδιον (r. gvn) <λεκίς>· παροψίς (Epich. fr. 70 ..) r [<λέκκη>· χλαίνα] †<Λέκκον>· δῆμος Ἀντιοχίδος φυλῆς <λέκος, λεκίσκιον>· [λυκάριον] [τρύβλιον S, οἱ δὲ λεκάνιον (Hippon fr. 58. Hippocr. vict. acut. 2,30 L.) <λεκροί>· ὄζοι τῶν ἐλαφείων <κεράτων> <>λέκρανα>· τοὺς ἀγκῶνας <λέκρικα>· σειραί. σχοινία †<λακτῆρες>· εἶδός τι λαμνῶν <λεκτοί>· ἀριστεῖς <λέκτη>· χλαῖνα S <λέκτο>· ἐκοιμήθη (δ 453). ἐπελέξατο. ἠρίθμει (δ 451) *<Λεκτόν>· ὡς σεμνόν. ἢ [ἀκρωτήριον <τῆς Ἴδης> (Ξ 284) <λέκτρα>· *κραββάτια ASvgn. ἢ ... κατὰ τὴν πόλιν ἐξέδρα. καὶ προσωπεῖα Λάκωνες <λεκτρίτῃ θρόνῳ> S· ἀνάκλισιν ἔχοντι *<λέκτροισι>· κοίταις (Χ 503) APn Σa <λελάθῃ>· λήθην ποιήσῃ. παύσῃ (Ο 60) *<λελάθοντο>· ἐπελάθοντο (Δ 127) n *<λέλακεν>· ἐβόησεν (Eur. Hec. 1110 ..) r. An (S) *<λελακκωμένη>· κεκενωμένη (A) <λελακυῖα>· φωνοῦσα r, βοῶσα, ἠχοῦσα (μ 85) <λελαχεῖν>· θάψαι <λελάχωσι>· *θάψωσι ASnp. λαχεῖν ποιήσωσιν, ὅ ἐστι· τυχεῖν τῶν δεόντων, καὶ νομιζομένων νεκροῖς (Η 80) <λελάσθαι>· λαθέσθαι. [λαβέσθαι] (Ε 834) <λελασμένα>· ἀφειμένα (Ν 269?) <λέλαπται>· εἴληπται <λέλαφας>· πέπωκας (Ar. fr. 598) <λελάχασι>· τετεύχασι (Emped. fr. 115,5) <λελάχωμεν>· λαχεῖν ποιήσωμεν <λελάχνωσαι>· δασὺς εἶ <λέλεγα>· εἴρηκα <Λέλεγες>· ἔθνος βαρβαρικόν (Κ 429) <Λελεγηΐς>· ἡ Λακεδαίμων πάλαι <λελέγιες>· κόχλακες, ἢ κοχλώδεις τόποι <λελεπασμένον>· εἰς πέψιν ἧκον (Stratt. fr. 77) <λέλεκται>· εἴρηται (Eur. Alc. 706) *<λελέξεται>· λεχθήσεται (Thuc. 3, 53,4 v. l.) ASvg <λελεπρίς>· ἰχθῦς ποιός, ἡ καλουμένη φυκίς <λελεγμένος>· διαλογιζόμενος, ἢ διαλεγόμενος *<λεληθότως>· λανθανόντως (2. Macc. 6,11) ASg <λέληκε>· βοᾷ, φθέγγεται (Semon. fr. 7,15) *<λεληκώς>· κεκραγώς, [φθεγγόμενος, κραυγάσας ASn *<λεληϊσμένη>· μεμερισμένη ASs [<λεληϊμένος>· προθυμούμενος] †<λελήϊται>· τεθέρμανται <λελημάτωμαι>· λῆμα ἔχω εἰς τὸ ἔργον <λελημένοι>· λεληϊμένοι. διανοούμενοι. ἐν τούτῳ τὸ λῆμα ἔχον- τες. <Λεληματίσθαι> γὰρ τὸ τῇ διανοίᾳ πρὸς πᾶν ὁρμητικῶς ἔχειν *<λελησμένη>· ἐπιλαθομένη An *<λέλησται>· ἐπελάθετο (Greg. Naz. c. 2,1, 1,482) Sv(g) <λελιῆσθαι>· θέλειν. ὁρμᾶν. σπεύδειν *<λελιημένος>· προθυμούμενος r. np. καὶ ἔνθερμος ὤν (Ε 690) <λελιημένοι>· προθυμούμενοι, ὁμοίως (Μ 106) *<λελικμημένη>· κοσκινευθεῖσα, πτυισθεῖσα ἐπ' ἀνέμῳ (Isai. 30,24) AS <λελικκός>· ἰχθῦς ποιός *<λελειμμένος>· λειφθείς. νικηθείς (2. Macc. 4,45) AS *<>λέλιξε>· διέσεισεν (Α 530) ASb <λέλογας>· εἴρηκας <λελόγχασιν>· ἔλαχον (λ 304) <λέλογχε>· ἠξίωται <λελοχυῖα>· λεχὼ γενομένη (Antim. fr. 178 W.) *<λελογχώς>· τυχών (3. Macc. 6,1) ASg †<λελύθμωται>· χωρίον ἀπεῤῥωγός <λελυκωμένα πρόβατα>· τὰ λυκόσπαστα <λέλυται>· διαλέλυται (Θ 103) <λέλυνται>· ἀσθενῆ εἰσιν (Β 135) <λελώφηκεν>· ἐπέσχηκεν *<λελώβηνται>· ἐβλάβησαν (Plat. rep. 6,495d) ASn (vg) [<λέμβαρχοι>] [λιπόδερμοι] <λέμβος>· τὸ μικρὸν πλοιάριον nps(g), τὸ ἐφόλκιον. καὶ οἱ ἐφολ- κίοις πλέοντες <<λέμβαρχοι>> *<λέμμα>· φλοιός. [λέπισμα (Plat. Tim. 76a) r. AS [<λεμός>· λάρυξ. φάρυξ] <λέμφοι>· αἱ πεπηγμέναι μύξαι *<λέμφος>· ὁ μυξώδης gn καὶ μάταιος. [δηλοῖ δὲ τὸν ἀνόητον ASn, καὶ ἀπόπληκτον [<λενλαστῶν>· λεηλατῶν. πορθῶν] <λέντιον>· περίζωμα ἱερατικόν (Ev. Ioan. 13,4) r <λεόντειος πόρος>· ὁ Ἀλφειός· καθότι ἐπὶ ταῖς πηγαῖς αὐτοῦ λεόντων εἴδωλα ἀφίδρυται <λεόντειος δορά>· r τὸ δέρμα αὐτοῦ <λεοντόκρανον>· Ἀμαζονικὸν ὅπλον (trag. ad. 230) <λεοντοφόνον>· θηρίδιόν τι, πλανώμενον ἐν Συρίᾳ <λέξαι>· εἰπεῖν, ἐπιλέξαι, ἐπειπεῖν *<λέξασθαι>· ἐπιλέξασθαι (Β 125) (Sn). κοιμηθῆναι b <λέξασθε>· ἐπιλέξασθε. ἐκοιμήθητε <λέξεται>· λήξῃ. κοιμηθῇ (δ 413) *[<Λεοβίδας>· ἀπὸ Λέσβης τῆς νήσου A] *<λεοντηδόν>· ἰσχυρῶς κατὰ τὸν λέοντα (2. Macc. 11,11 v. l.) AS *<λεώς>· Ἀττικῶς, ὄχλος, λαός Ag *<λεωφόρος>· ὁδὸς λαὸν φέρουσα AS <λεπάδες>· τὰ πρὸς ταῖς πέτραις κεκολλημένα κογχύλια ὀστρέων ἐλάττω <λέπαδνα>· ἱμάντες πλατεῖς, οἷς ἀναδέονται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν (Ε 730) <λεπαδευόμενος>· συνάγων λεπάδας. εἰσὶ δὲ θαλάσσιαι κόγχαι μικραί, προσφυόμεναι ταῖς πέτραις <λεπανός [ἢ λέπανθος>]· λιπόδερμος. Ταραντῖνοι <λεπάργου βοός>· τοῦ λαπάρας λευκὰς ἔχοντος, ἢ ὅλον τὸ δέρμα <λεπας>· τὸ ἄναντες. καὶ τὸ τῇ πέτρᾳ προσσχόμενον κογχύλιον. ἢ *ὑψηλόν, ἀκρότατον. ὀρεινόν (Eur. Andr. 295 ..) An <λεπαστή>· κύλιξ <λεπαστής>· οἰνοχόη. καὶ εἶδος κύλικος <λέπαστρον>· σκεῦός τι ἁλιευτικόν *<λέπειν>· τύπτειν (AS) <λεπίζω>· ἐκδέρω r [<λεπιστής>· ψεύστης. καὶ τὰ ὅμοια] <λέπος>· λέπιον. φλοιός <λέπρα>· πάγος τῆς ἐπιφανείας τοῦ σώματος (Lev. 13,8 ..) <Λεπρεᾶται>· οἱ πάλαι Καύκωνες. <Λέπρεον> [ἢ <Λεπρεᾶται>·] τὴν Τριφυλίαν. οἱ δὲ τῆς Τριφυλίας, ἀπὸ Λεπρέου πόλεως ὠνομασμένοι <λεπταλέον>· ἰσχνόν, λεπτόν <λεπτὰς καὶ παχείας>· Ζάλευκος ἐν Νόμοις τὰς δραχμάς· λεπτὰς μὲν τὰς ἑξωβόλους· παχείας δὲ τὰς πλέον ἐχούσας <λεπτή>· ἀσθενής b. ἰσχνή, [λεπτή] <λεπτένδυτον>· σινδὼν λεπτή. [στενή. ἢ ἀκριβής] <λεπτήκεα>· λεπτῆς ἐργασίας ποιηθέντα <λεπτὴν πλέκειν>· ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγεται <οἷον στενὴν ἢ ἀκριβῆ> <λεπτὴ δ' εἰσίθμη>· στενὴ ὁδός (ζ 264) *<λεπτὴ δέ τε μῆτις>· ἀσθενὴς βουλὴ καὶ ἡ ἐπίνοια (Κ 226) <λεπτήκεις>· λεπτάς <λέπτ' ἠλάκατα στρωφῶσα>· λεπτὰ μηρύματα ἀπὸ τῆς ἠλακάτης νήθουσα. τὸ γὰρ ἔτυμόν ἐστιν, οἷον <ἠλακάτη> ἀπὸ τοῦ ἐνειλίσσειν συνεχῶς. τινὲς δὲ <ἠλάκατα> τὸν στήμονα (ρ 97) *<λεπτόγεα>· κακὸς ἀγρός. ἡ λεπτὴ γῆ An καὶ μὴ λιπαρά AS <λεπτομερῶς>· μικρομερῶς r *<λεπτόμιτον>· ἡ δασεῖα ὑφή ASn *<λεπτόμιτον φᾶρος>· λεπτὸν ἱμάτιον (Eur. Andr. 831) Agp *<λεπτόν>· ἀσθενές. [ἀόρατον, ἀφανῆ A <λεπτὸν ἄωτον>· ἰσχνὸν ἄνθος (Ι 661) <λεπυξίς>· ἀπὸ τοῦ λέπους, καὶ τῆς χωρίσεως <λεπυριῶσαι>· ἐξαχυριῶσαι <Λερναία χολή> <καὶ> <Λέρνη κακῶν>· παροιμία· διὰ τὸ τοὺς Ἀργείους <τὰ> καθάρματα εἰς αὐτὴν βάλλειν· ἢ διὰ τὸ τὸν Δαναὸν τῶν Αἰγυπτιαδῶν ἐκεῖ καταθεῖναι τὰς κεφαλάς <Λέρνη θεατῶν>· παροιμία τίς ἐστιν Ἀργολικὴ <Λέρνη κακῶν>, ἣν ἀποδιοπομπούμενοι ἔλεγον. τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον. <Λέρνην> οὖν <θεατῶν> ἔφη ὁ Κρατῖνος τὸ θέατρον διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν (fr. 347) <λεσβιάζειν>· πρὸς ἄνδρα στόμα μολύνειν· <Λεσβιάδας> γὰρ τὰς λαικαστρίας ἔλεγον *<Λεσβίδας>· ἀπὸ Λέσβου τῆς νήσου (Ι 129) nS <Λέσβιος ᾠδός>· οἱ μὲν τὸν Εὐαινετίδαν ἀκούουσι τὸν ἀπὸ Ἀντίσσης· οἱ δὲ Φρῦνιν, ὃ καὶ μᾶλλον· ὑπὸ πολλῶν γὰρ κεκωμῴδηται οὗτος, ὡς διαφθείρων τὴν μουσικὴν καὶ πρὸς τὸ βωμολοχεύειν τρέπων. καὶ παροιμία δὲ ἐντεῦθεν ἐλέχθη· <μετὰ Λέσβιον ᾠδόν>. οἱ δὲ μετὰ τὸν Τέρπανδρον. μέμνηται καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (970?) <Λεσβίων> <<ἄξια>>· παροιμία ἐπὶ τῶν ἀπράκτων <λεσβίσαι>· αἰτίας εἶχον ἀτόπους αἱ ἀπὸ Λέσβου <Λέσβος>· νῆσος. καὶ πόλις (Ι 129 ..) *[<λεσήϊα τὰ πτερόεντα>· τὰ ἀσπιδίσκια. τὰ κοῦφα AS] <λέσπιν>· μεγάλην. ὑδρηλήν. Δίδυμος τὴν καταδυομένην εἰς πέλαγος πέτραν. οἱ δὲ τὴν νοτεράν. ἄλλοι δὲ σπιλάδα βαθεῖαν. οἱ δὲ λόχμην *<λέσχαι>· φλυαρίαι ASg. πολλαὶ ὁμιλίαι (Eur. Hipp. 384) (n) <λεσχαῖος>· ἐξηγητής. ὁμιλητής <λέσχη>· *ὁμιλία ASgN. καὶ ἡ φλυαρία gN. καὶ ὁ δημόσιος τόπος, ἐν ᾧ διέτριβον οἱ πτωχοὶ καὶ διελέγοντο ἀλλήλοις (Hes. op. 493). σημαίνει δὲ καὶ τὰ κοινὰ δειπνιστήρια, καὶ τοὺς ἐν αὐτοῖς λόγους. καὶ τοὺς ἀλεεινοὺς τόπους λέσχας καλοῦσιν <λεσχηνεῖ>· ὁμιλεῖ. μυθολογεῖ <λεσχηνευθέντα>· μυθολογηθέντα, [φλυαρηθέντα A [<λεσχηρεῖ>· κόπτει. ὁμιλεῖ] †<λετμὸς ἀναδρήσσει>· τὸ σῶμα μερίας φησί† <λετωνῆσαι>· ἀφειδῶς παῖσαι κατὰ τῶν ἰσχίων (Ar. fr. 804) <λευγαλέην>· ὀλεθριώδη. οἰστρώδη. οἰκτρόν. κακόν, ἢ *χαλεπόν (Ag) S <λευγαλέοιο>· ὀλεθρίου. δεινοῦ (Ν 97) <λευγαλέῳ>· εὐτελεῖ. καὶ τὰ τοιαῦτα (Φ 281) *<λευγαλέῃσι>· χαλεπαῖς n. καὶ τὰ ὅμοια (Ι 119) <λεύγη>· μέτρον τι Γαλατικόν <λευκά>· φαιδρά. λαμπρά *<λευκανθίζοντα>· λάμποντα (Lev. 13,39 v. l.) AS <λευκάδα πέτρην>· διὰ ταύτης λέγεται τῆς πέτρας τὸν ὠκεανὸν φέρεσθαι. ἢ ἀλληγορικῶς, τὸ στόμα ἡμῶν τῶν ἀνθρώπων, διὰ τὸ τοὺς ὀδόντας λευκοὺς εἶναι· αἱ γὰρ ψυχαὶ τῶν τελευτώντων διὰ τοῦ στόματος ἀνέρχονται (ω 11) <λεύκαινον ὕδωρ>· κατὰ συνεκδοχὴν ἀντὶ τοῦ συντόνως ἤρες- σον (μ 172) <λευκαὶ φρένες>· μαινόμεναι (Pind. P. 4,194), λαμπραί, ἀγαθαί, ἥμεροι <λευκανίη>· φάρυγξ <Λευκάδος>· Μένανδρος ἐν Λευκαδίᾳ· "εὐφημείσθω τέμενος πέρι Λευκάδος ἀκτῆς" (fr. 258 Koe.) <λευκάσπιδα>· λευκὴν ἀσπίδα χρώμενον (Χ 294) <λευκὰ ἄλφιτα>· τὰ ἐκ κέγχρων. καὶ ἡ λευκὴ κέγχρος <λευκέα>· σχοῖνος <λεύκ' ἐλέφαντι>· λευκὰ ὡς ἐλεφάντινα (Ε 583) <λευκερίνεως>· εἶδος συκῆς <λεύκη>· πάθος τι τῶν περὶ τὸ σῶμα γινομένων (Hdt. 1, 138,1). καὶ ἐν ταῖς χωνείαις ἡ ὑφισταμένη ἄμμος. καὶ δένδρον <λευκὴ ἡμέρα>· ἀγαθή (Soph. fr. 5) <λευκὴ θάλασσα>· ἡ κατακλυζομένη <λευκὴν μᾶζαν φυρῶ σοι>· παροιμία ἐπὶ τῶν μεγάλα ὑπις- χνουμένων <λευκὴ στάθμη>· ἐπὶ τῶν μηδὲν συνιέντων, παροιμία. λέγεται δέ· <ἐν λευκῷ λίθῳ λευκὴ στάθμη>. Στάθμη δέ ἐστι σπάρ- τος τεκτονική (Soph. fr. 307 (?). <λευκὴ ψῆφος>· παροιμία ἐπὶ τῶν εὐδαιμόνως ἢ δυστυχῶς ζώντων <λευκοδίφθεροι>· λευκοδέρματοι <λευκόζωτος>· τῆς γῆς ἡ μὲν καλεῖται <λευκόζωτος>, ἡ δὲ <μελάνζωτος> <Λευκοθέαι>· πᾶσαι αἱ πόντιαι ... <λευκοί>· οἱ δειλοί <λευκοῖο γάλακτος>· τοῦ φύσιν λευκοῦ καὶ ἀσκίου (ι 246) <λευκόκρας>· λευκοκέφαλος <λευκόκρατες>· ἢ διὰ τὸ τοὺς ἐν Εὐβοίᾳ βοῦς λευκοὺς εἶναι· ἢ ἴσως ἀντὶ τοῦ λαμπρούς <λευκόν>· τό τε σύνηθες καὶ τὸ λαμπρόν. ἢ θεώρημά τι ἐν μου- σικῇ <λευκόπυγος>· ὁ ἄνανδρος (Alex. fr. 321). ἔμπαλιν δὲ <μελαμ- πύγους> τοὺς ἀνδρείους ἔλεγον <Λευκόπυρα>· τῆς Ἀντιοχίδος φυλῆς δῆμος <λευκοστεφῆ>· τὰ κεραυνόβλητα <Λευκόσυρος>· Βαβυλώνιος s. λευκόχροος <Λεύκου πεδίον>· τοῦ Μεγαρικοῦ χωρίον <Λεύκοφρυς>· ἡ Τένεδος τὸ πάλαι <λευκώλενος>· λευκόπηχυς. ἀπὸ μέρους, ὅλη h λευκὴ καὶ καλή· <ὠλέναι> γὰρ οἱ πήχεις (Α 55) <λευκῶν πραπίδων>· κακῶν φρενῶν h <λευκωπίας>· λευκὸς ὀφθῆναι <λευρά>· λεῖα (ps) *<λευρᾶι>· †εὑρίσκω (Eur. Hec. 700?) AS <λευρᾶς σωφροσύνης>· τελείας. καὶ ταπεινῆς. κοίλης. ὁμαλῆς, μὴ τραχείας *<λευρῷ>· ὁμαλῷ (S). πλατεῖ (η 123) (ASn) *<λεύσει>· βλέψει S, θεωρήσει ASs *<λεύσετε>· ὁρᾶτε, [βλέπετε (Α 120) AS (n) <λευσθείς>· λιθοβοληθείς b (g) *<λευσίμου δίκης>· τῆς λιθοβολήτου τιμωρίας (Eur. Bacch. 356) ASn *<λεύσοντες>· βλέποντες g. †μαίνοντες *<λεύσουσα>· βλέπουσα A. [τρέπουσα] (Eur. Hec. 925) <λευστά>· ὁρατά. λιθοβόλητα r <λευστῆρα>· φονέα λίθοις ἀναιροῦντα *<λεύσων>· βλέπων (Ε 771) Agn <λέχεται>· κοιμᾶται (S) <Λέχαιον>· ἐπίνειον Κορινθίοις. εἰς τούτους τοὺς τόπους ἀπεδί- δρασκον οἱ οἰκέται <λεχεποίην>· τὸν πολλὴν πόαν ἔχοντα καὶ βαθεῖαν, εὐαυξῆ, ἐν ᾗ ἐστι καὶ λέξασθαι, τουτέστιν κοιμηθῆναι (Δ 383) <λεχέρνα>· ὑπὸ Ἀργείων ἡ θυσία ἐπιτελουμένη τῇ Ἥρᾳ *<λευχείμων>· λευκὰ ἱμάτια φορῶν r. ASgb *<λεχέων στυγερῶν>· γάμων στυγνῶν (Eur. Troad. 598) ASb *<λέχεσσι>· κοίταις (Γ 391) g (Sn) *[<λεχηρί>· πλάγια] ASN <λέχη>· ἐφ' οἷς τοὺς νεκροὺς κοσμοῦσιν <λεχήρια>· ἐνήλατα †<λεχῶεν>· ὑλῶδες. βοτανῶδες †<λεχόες>· κατακοιμησθείς *<λέχος>· κοίτη r. Agbs. κλίνη. [γάμος s, μῖξις, συνουσία Ags. γυνή s <λεχόωντο>· συγκάθηντο <λεχμάδες>· ἤλεκτρον <λέχνη>· τρόπις <λεχρίη>· πλαγία <λέχριον>· πλάγιον r (Ag). λοξόν r <λεχώ>· προσφάτως τετοκυῖα r (g) *[<λεψιρῷ>· ταχεῖ ASb] <λεῴ>· λαοί. Ἀττικῶς <λεώβατος>· ὁδός. καὶ ἰχθῦς σελαχώδης <λεωκόνιτος> [λεωλέθριος.] ἢ <λεωκόριτος>· παντελῶς ἐξωλο- θρευμένος <Λεωκόριον>· τῶν Λεὼ θυγατέρων μνημεῖον, τὸ καλούμενον Λεωκόριον, ἐν μέσῳ τῷ Κεραμεικῷ (Dem. 54,7) <λεώλεθρος>· παντελῶς ἐξωλοθρευμένος <λεώλης>· τελείως ἐξώλης <λέῳμι>· θέλοιμι ἄν <λέων>· τὸ θηρίον. καὶ παρθένος. καὶ ἰχθῦς <Λεοντίς>· φυλὴ Ἀθήνησι *<λεωπετρία>· λίθος λεῖος (Ezech. 24,7 ..) ASg (vn) <λεωργόν>· κακοῦργον. πανοῦργον. ἀνδροφόνον (Aesch. Prom. 5) *<λεώς>· Ἀττικῶς r. Agb ὄχλος n, λαός (Eur. Hec. 510 ..) Agn *<λεωφόρος>· δημοτικὴ ὁδὸς ASvgn, πλατεῖα n, λαὸν φέρουσα ASvp πολύν <λῇ>· θέλει (Epich. fr. 35 ..) †<ληαρίσιν>· ἡδυτάταις. χλιαραῖς <ληβόλε>· λιθοβόλε, ἄξιε λιθασθῆναι <ληβολία>· δημοσία κοπρία *<λῆγε>· παύου (Eur. Hipp. 473) bΣ *<λήγω>· παύομαι r. np †<ληγείει>· ἡδυπάτη (Ι 186) [<ληδεῖν>· κοπιᾶν S, κεκμηκέναι] [<ληδήσας>· κεκμηκώς, κοπιάσας] *<λῄδιον>· τριβώνιον Σp εὐτελές Σ <ληθαία>· λαθραία <ληθάνει>· λανθάνειν ποιεῖ (η 221) <λήθαργος>· *ἐπιλήσμων A. ἐπίβουλος r. καὶ κύων ὁ προσαίνων μέν, λάθρα δὲ δάκνων (Soph. fr. 800). καὶ τῶν ἵππων οἱ ἀβλεμεῖς καὶ νωθροί. καὶ πάθος τι σὺν πυρετῷ <ληθεδών>· λῆσις Σ <λήθη>· ἀμέλεια <ληθηκέα>· εἰς λήθην ἄγοντα φάρμακα †<ληθημόνοισι>· ληθάργοις <λήθιος>· λαθραῖος r <λῆθον>· βαλιόν *<λήθω>· λανθάνω (Α 561) r. nps *<λήϊα>· κτήνη. πρόβατα AS. ἐφόδια. χρήματα ASn. ἢ σιτοφόρα χωρία (AS) <ληϊάδας>· ἐκ λείας αἰχμαλώτους συλληφθείσας (Υ 193) *[<ληϊάδης>· αἰχμάλωτος] ASvg <ληϊάνειρα>· ἡ ποιοῦσα τοὺς ἄνδρας γυναικῶν ἐρᾶν <ληϊβοτείρης>· τῆς τὸ λήϊον [πεδίον] καταβοσκομένης. νομάδος (σ 29) <ληίδα>· *μερίδα Avgn. ἢ λείαν (ξ 86). τὴν ψιλὴν κτῆσιν *[<ληίδας>· αἰχμαλώτους] A *<λήιδιον>· εὐτελὲς ἱμάτιον AS (gb) <ληιδιώδεις>· τριβωνίδες *<ληιζόμενος>· σφετεριζόμενος ASn. αἰχμαλωτιζόμενος S <ληίη>· προνομεία. οἰκονομία. βοσκήματα <λήιοι>· ἱεροί. καὶ ἄγγελοι <λήιμος>· εὔβοτος <λήιον>· σιτοφόρον χωρίον An ἀπὸ τοῦ λειαίνειν τὴν τροφήν. ἀγριοῦνται γὰρ οἱ λιμώσσοντες. βέλτιον δὲ ψιλῶς, διὰ τὴν ἐπιφαινομένην κατὰ καιρὸν λειότητα τῶν ἀσταχύων (Β 147) <ληίς>· κτῆσις ἡ ἐκ τῶν λαφύρων. καὶ βούλησις <ληίσασθαι>· κτήσασθαι. ἀφελέσθαι <ληισθέντος>· κλαπέντος, ἀφαιρεθέντος <ληισθιῶν>· τρεπόμενος <ληισμαδία>· αἰχμάλωτος. λεληϊσμένη *<ληΐσσατο>· ἀπὸ λείας ἔλαβεν An, ἐμερίσατο, ἐλαφυραγώγησεν (Σ 28) ASn <ληισταί>· πειραταί. καὶ αἱ ἀπὸ λείας πεποιημέναι *<ληϊστοί>· κτητοί (Ι 406) ASn <ληιστοσαλπιγκταί>· οἱ Τυῤῥηνοί· ἐπειδὴ πρῶτοι σάλπιγγος εὑρεταὶ γεγόνασιν (Men. fr. 869 Koe.) *<ληϊστόριον>· πτύον, ἐφ' οὗ τὸ πῦρ φέρεται S <ληϊστά>· κτήματα <ληιτεῖαι>· ἡγεμονίαι. στρατιαί. [λαφυραγωγίαι] <ληίτιδι>· λαφυραγωγῷ (Κ 460) <ληιτή>· ἱέρεια, οἱ δὲ <λῃτή> [<λήιτο>· ἐπέθετο] <ληιτάρχαι>· οἱ καθηγούμενοι τῶν θυσιῶν καὶ ἑστιάσεων καὶ ἀρχαὶ καὶ ἱερεῖς *<ληιτουργεῖν>· λήιτον γὰρ δημόσιον [λειτουργεῖν] ASn <ληιτουργοί>· ὑπουργοί. δημιουργοί *<ληίων>· σιτοφόρων ἀρουρῶν AS. χωρίων <ληκεῖν>· ... τὸ πρὸς ᾠδὴν ὀρχεῖσθαι <ληκᾶσθαι>· περαίνεσθαι. καὶ τὰ αὐτά <ληκεῖ>· ψοφεῖ. βοᾷ. [κροτεῖ (Theocr. 2,24?) S †<ληκῆσαι>· [πατάξαι.] ὑλακτῆσαι r †<ληκοῦσι>· τὰ αὐτά <ληπτός>· καταληπτός <ληκυθιάδες>· ἐνώτια ποιά [<ληθύθινον>· τὸ εἰς λήθην ἄγον φάρμακον] *<ληκύθιον>· πυρός τις περὶ καρπὸν κάλλιστος. τὸ δὲ αὐτὸ καὶ ληκυθηδόν <ληκυθιστής>· κοιλόφωνος (Soph. fr. 960) <λήκυθος>· τὸ μεταξὺ τοῦ λαυκανίου καὶ αὐχένος ἠχῶδες <ὥς φησι Κλέαρχος>. καὶ μυροθήκη, βησίον ὑάλινον <ληκώ>· τὸ μόριον <Ληλάντου πεδίον>· τῆς Εὐβοίας, ὠνομασμένον ἀπὸ Ληλάντου βασιλέως *<λῆμα>· βουλή. ἀξίωμα. ἀνδρεία (Hdt. 5,72,4) (AS). καὶ φρόνημα ASvg <λῆμαι>· αἱ περὶ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν πεπηγυῖαι συστά- σεις. ἐκρέουσαι τῶν ὀφθαλμῶν ἀκαθαρσίαι <λημᾶν χύτραις> <καὶ> <κολοκύνταις>· παροιμία· Χύτραις λημῶ καὶ κολοκύνταις. ἐπὶ τῶν ἀμβλυωττόντων πάνυ (Ar. Nubb. 327) *<λήματα>· δόγματα. [βουλεύματα (Eur. Med. 119) Sn <λημάτων ὀρθρινῶν>· θελημάτων ταχινῶν *<λημάτια>· φρονήματα AS, βουλεύματα An *<ληματίαν>· φρονηματίαν (g) *<λήματος οἴσεις βάρος>· τοῦ φρονήματος τὰς ὑποψίας AS [<λήμβωνι>· ἐν σκαφίδι, ἢ ἐν πλοιαρίῳ] *<λήμη>· λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συνιστάμενον ASvgb, ἀκα- θαρσία (AS) n *<λῆμμα>· θράσος. δύναμις. τόλμα. ἀξίωμα AS. κέρδος. φρόνημα Avgn. ἢ δῶρον (AS) p <Λήμνια>· φοβερά. μοχθηρά <Λημνίᾳ χειρί>· ὠμῇ, καὶ παρανόμῳ· ἀπὸ τῆς μοχθηρίας <Λήμνιον βλέπει>· <πυρῶδες>, ἐπειδὴ τὸ πῦρ Λήμνιον <Λήμνιον κακόν>· παροιμία, ἣν διαδοθῆναί φασιν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν <λημνίσκους>· τὰς ταινίας. Συρακούσιοι *<Λῆμνον>· νῆσον <οὕτω καλουμένην> AS *<Λῆμνος>· νῆσος τῆς Θρᾴκης g πλησίον, ἱερὰ Ἡφαίστου (Α 593) <Λημυκαί>· γένος τι ἐπισήμον ἐν Μεταποντίῳ <λίην>· λίαν (Β 800) <λῆναι>· βάκχαι. Ἀρκάδες *<Ληναῖος>· Διόνυσος r. ASp <Ληναιών>· μήν. οὐδένα τῶν μηνῶν Βοιωτοὶ οὕτω καλοῦσιν. εἰκάζει δὲ ὁ Πλούταρχος Βουκάτιον. καὶ γὰρ ψυχρός ἐστιν. ἔνιοι δὲ τὸν Ἑρμαῖον, ὃς μετὰ τὸν Βουκάτιόν ἐστιν ... καὶ γὰρ Ἀθηναῖοι τὴν τῶν Ληναίων ἑορτὴν ἐν αὐτῷ ἄγουσιν (Hes. op. 504) <λήνεα>· τὰ ἔρια. <Κύπριοι> <λήνει>· ἐρίῳ <ληνεύουσι>· βακχεύουσιν <ληνοί>· σοροί, πύελοι. καὶ τῶν ἁρματείων δίφρων αἱ κοιλότητες <ληνός>· ὅπου σταφυλὴ πατεῖται (Ioe(l 3,13) (r) *<λῆξαν>· ἐπαύσαντο (Ζ 107) n *<λήξεως>· κληρονομίας ASvg. τελειώσεως. [μερισμοῦ (AS) <ληξιαρχικὸν γραμματεῖον>· εἰς ὃ τοὺς νέους ἐνέγραφον <λῆξις>· *τελείωσις r. vgn (A). ἀποκλήρωσις. ἢ ἐπὶ μερίδι δια- κληροῦσθαι <ληόν>· ἔθνη. καὶ ὄχλον (Hdt. 5,42,2 v. l.) <ληπτέος>· ἐπὶ τῶν μὴ εὐαλώτων ἐλέγετο <ληραίνειν>· παραφρονεῖν, φλυαρεῖν q <ληροί>· τὰ περὶ τοῖς γυναικείοις χιτῶσι κεχρυσωμένα (Com. ad.) <λῆρος>· μάταιος, *φλύαρος r. Avgnp. ψεύστης <ληροπετώδη>· ληρώδη †<ληρώδεις σανίδες>· ἐν αἷς οἱ νόμοι γράφονται *<λήσεσθαι>· λαθεῖν (λ 554) q An *<λήσεται>· λανθάνει (2. Regn. 18,13) AS [<λησθέων>· στρεφόμενος] <λῆσις>· βούλησις S. αἵρεσις (Epich. fr. 182) <λησμαδία>· λελῃσμένη *<λήσομαι>· ἐπιλησθήσομαι (α 308) Agn <λῆσος>· ὁ ἐν τῇ ῥάχει τοῦ σκορπίου λαμπρὸς ἀστήρ <λήσω>· λάθω <λήσομεν>· λανθάνομεν <λῄσταρχος>· ἀρχιλῃστής r *[<λῆται>· ἄνεμοι A] *<λῆτος>· λιμήν, ἢ θάλασσα [<ληάζειν>· λίαν σπουδάζειν] <λῃτῆρες>· ἱεροὶ στεφανοφόροι. Ἀθαμᾶνες <λῄτειραι>· ἱέρειαι τῶν σεμνῶν θεῶν (Callim. fr. 681) <λῃτή>· ἱέρεια <λῇτο>· ἐπελάθετο <λῃτόν>· δημόσιον r <ληχμόν>· λῆξιν (Antim. fr. 111 W.) <>ληχόϊον>· κανοῦν. <οὐλοχόϊον> <λιάζει>· ῥίπτει. ταράσσει. ἢ [λίαν σπουδάζει (S) *<λιάζετο>· ἡπλοῦτο (Ω 96) AS <λιαζόμενοι>· σκιρτῶντες <λιαμάθῳ>· αἰγιαλῷ λίαν ἀμαθώδει *<λίαν>· σφόδρα gn, πολύ vn, πάνυ Avg, ἄγαν g *<λίαν ἔλαβον>· ἰσχυρῶς ἔλαβον, ἢ πραίδαν (Thuc. 6,95,1) A *[<λιανέω>· λίαν καὶ ὁμαλὴν ποιήσω S] <λίαξ>· παῖς ἀρχιγένειος *<λιαρόν>· χλιαρόν ASn. θερμόν (Λ 477) nps. ὑγρόν. καθαρόν. ἡδύ ASgn. προσηνές vg. εὔκρατον (Λ 830) [<λιαρῷ>· τὰ αὐτά] *<λιάσαι>· χωρίσαι ASvgn. ἐκκλῖναι *<λιασθείς>· χωρισθείς AS, ἐκκλίνας (Α 349) ASvgn *<λιάσθη>· ἀπεχωρίσθη, ἐξέκλινεν (Ο 520) (n) *<λιβάδα>· σταγόνα ASvg. θεραπείαν <λιβάδιον>· χωρίον βοτανῶδες <λιβαδίων λιπαρῶν>· πιόνων, εὐτραφῶν <λιβάζω>· ἀπηθῶ ὑγρόν *<λίβανος>· τὸ δένδρον gSn. καὶ τὸ ὄρος Sn. [<λιβανωτὸς> δὲ ὁ καρπὸς αὐτοῦ, εἶδος θυμιάματος gS <λιβάξεις>· ἀποῤῥυήσει, ἀποφθερεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς λιβάδος (Ar. Av. 1467 v. l.) <λιβάσαν>· στάξαν <λιβάσεις>· σοβήσεις. φθαρεῖς *[<λιβδύειν>· ἀφανίζειν AS] <λιβάς>· πηγή. σταγών (Eur. Andr. 116 ..) s <λίβει>· σπένδει S ἐκχύνει <λιβρόν>· σκοτεινόν S, μέλαν. δίυγρον r. ἢ <λιβρὸν σέλας> (trag. ad. 232) <λιβύας>· τὰς μελαίνας ὑδρίας, ἐπὶ τοῖς τάφοις τιθεμένας <λίβυες>· τῶν ὄφεών τινες οὕτω καλοῦνται <Λιβυκοὶ λόγοι>· Χαμαιλέων φησὶ Κυβισσὸν εὑρεῖν τοὺς λόγους τούτους <Λιβυκὸν θηρίον>· ἐπεὶ θανάσιμα ἐκεῖ ἑρπετά, καὶ ὡς <τῆς> Λιβύης ἐχούσης θηρία. καὶ τὸν ποικιλόμορφον *<λίβυρνον>· πολεμικὸν πλοῖον gS <Λίβυς τε ἀηδών>· αἱ γὰρ ἐν Καρχηδόνι τῆς Λιβύης κλαίουσι γυναῖκες, αἳ τὰ ἴδια τέκνα κατά τι νόμιμον ἐσφαγίαζον Κρόνῳ. τινὲς δὲ τὴν ἐρημίαν ἀπέδοσαν· οὐ καλῶς (trag. ad. 233) <Λιβυάτιδες>· τινὲς τῶν νυμφῶν οὕτω καλοῦνται <Λίβυς τε λωτός>· ὁ ἀπὸ Λιβύης αὐλός (Eur. Troad. 544) n <Λιβυφοίτην>· τὸ ἐπιμιγνύμενον Λίβυσι Νομαδικόν *<λίβων>· στάζων (Sg)n. βάλλων (Ν 658) n <λίγα>· λιγυρῶς. ἡδέως. λεπτῶς. [ὀξέως S προσηνῶς. ταχέως (Τ 284) <λιγαίνει>· μέλπει. ἄιδει. †μαστιγεῖ. κηρύττει. κλαίει. ἢ ὀξέως ἐφορμᾷ <λίγαινον>· ἐκήρυσσον (Λ 685) <λιγαίνων>· μέλπων, ἡδέως ὑμνῶν (r) <λιγάντωρ>· εἶδος τέττιγος. Λάκωνες <λίγδα>· [ἡ ἀκόνη. καὶ] ἡ [κονία, <ἀλοιφή> S <λιγδαρεοχύται>· οἱ ἐν τοῖς λίγδοις τὰς †σάρκας χέοντες, τουτέστιν χοάναις <λιγδεύει>· ἀπηθεῖ. [ὅσον ἐπιψαῦσαι τῆς ἐπιφανείας] <λίγδην>· ὅσον ἐπιψαῦσαι τοῦ χρωτὸς τῆς ἐπιφανείας, καὶ οὐ κατὰ βάθους. καὶ ὀλισθηρῶς. ἢ πλαγίως "<ἄκρον ἐπιλίγδην>" (Ρ 599) <λίγδην ἐκλάψαι>· τὸ μὴ κατὰ βάθους, ἀλλ' οἷον ἐπιγράφως [<λίγδοι>· οἱ προστετριμμένοι τῶν ἀστραγάλων] <λίγδος>· τόπος χοάνης, καὶ ἡ θυεία, καὶ ἐν ᾗ χωνεύουσιν (Soph. fr. 32) <λίγδου χοάνη>· οἱ δὲ τὰ λίκνα τῶν ἀργυρείων *<λιγεῖαι>· ἡδεῖαι ASn <λίγα>· ὀξέως (Τ 284) S *<λιγέως>· ὀξέως. ἡδέως. ταχέως (Γ 214) ASn [<λιγειπενές>· ἀσθενές. ἀγενές] *<λιγείας>· ἡδείας (vg) <λιγνύς>· ἡ τοῦ λύχνου ἀτμίς. [καπνός r. N καμίνου. [φλόξ n <λίγξαντα>· ἐπιθυμήσαντα. ἠχήσαντα <λίγξεν>· ἐψόφησεν. ὤλισθεν. ἤχησεν, ἦχον ἐποίησεν (Δ 125) <λίγξ πλάγιος>· καμπτήρ. πλάγιον. ἢ σχιστήρια a) †<λιγρόν>· πικρόν b) <λιγυρόν>· ἡδύ b, γλυκύ. <λιγυροῖσιν>· ὀξέσιν καὶ τὰ ὅμοια *<λιγυρίζει>· μελῳδεῖ AS *<λιγυρῶς>· ἡδέως. ὀξέως AS. λαμπρῶς. καλῶς. καὶ τὰ ὅμοια <λιγύς>· *ὀξύς. ἡδύς (Β 246) vgn. ἐπιτρόχαλος (Γ 214). ἐπιφω- νητής, οὐ τῇ φωνῇ, καθὰ καὶ αὐλοί, ἀλλὰ τοῖς ῥήμασιν. καὶ εὐεπὴς ἐν τῷ λέγειν (Α 248 ..) <λιγύφθογγοι>· ὀξύφθογγοι (r. AS), ὀξύφωνοι (rns), εὐεπεῖς, εὔφωνοι (Β 442 ..) †<λιδρίον>· τρυβλίον <λίζει>· †βίσσει. στάζει†. παίζει <>λιζον>· ἔλαττον <>λίζονες>· ἐλάττονες rS <λίζουσι>· παίζουσιν <λίημος>· ψάμαθος <λίηνος>· λιθοπυργία <λίηφος>· δεινός <λιθάδεσι>· λίθοις (ψ 193) <λίθακες>· χάλικες, πέτραι <λίθακι πέτρῃ>· τῇ τραχείᾳ· ἀπὸ τοῦ συμβεβηκότος (ε 415) (S) <λιθάκων>· λίθων (Greg. Naz. c. 2,1,34,74 ..) n (S) <λίθαξ>· ὀλισθηρὰ πέτρα, ἢ τραχεῖα. ἢ ψώρα *<λιθόλευστος>· λιθοβόλητος ASvgbp <λιθολόγημα>· ἐκ λίθων οἰκοδόμημα <λιθολόγοι>· οἰκοδόμοι (Thuc. 6, 44,1 ..) <λίθον ἕψεις>· παροιμία ἐπὶ τῶν ἀδύνατον ἐργάσασθαί τι θελόντων (Ar. Vesp. 280) <λίθος>· βῶλος. βωμός. καὶ βάσις. τὸ ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ βῆμα <λιθουλκεῖν>· τὸ μόλις τι ἕλκειν *<λιθουργός>· λιθοκόπος. λιθογλύπτης (Sir. 45,11) ASgpb <λιθόωσα>· πολύλιθος <λιθωμόται>· δημηγόροι ἐπὶ τοῦ λίθου ὀμνύντες. ὁ δὲ λίθος τὸ ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ βῆμα (Com. ad. 667) <λίθων χοαί>· αἱ διὰ λίθων ἐκχύσεις. καὶ χύτρινοι. Χοὰς δὲ ἐκ λίθων ὑπονόμους καὶ χυτρίνους, οὓς καὶ διώρυγας (Eur. fr. 1007?) †<λίη>· κρίνα, ἄνθη, ἴα †<λικερτίζειν>· σκιρτᾶν <λίκηνον>· ἀγγεῖον ὀστράκινον †<λικμάζειν>· περιέχειν *<λικμηταί>· διασκορπισταί r. AS <λικμητήρ>· <τὸ> ἀποχωρίζον τοὺς καρποὺς καὶ τὰ ἄχυρα <πύον> r <λικμήσονται>· λείξουσιν <λικμίζει>· ἀλοᾷ <λικμητήριον>· πτύον s <λικμῷ>· πτύῳ (Am. 9,9) <λικμῶντες>· ἀλοῶντες, ἢ τὰ ἄχυρα ἀπὸ τοῦ σίτου διαχωρί- ζοντες (Isai. 17,13?) <Λικνίτης>· ἐπίθετον Διονύσου· ἀπὸ τῶν λίκνων, ἐν οἷς τὰ παιδία κοιμῶνται <λίκνον>· κανοῦν <λικνοστεφεῖ>· λίκνον στεφανούμενος θρησκεύει (trag. ad.?) <λικριφίς>· *ἐκ πλαγίου AS. καὶ κατὰ μεσότητα. ἐλαφρῶς. ὀλισθηρῶς (Ξ 463 ..) <λικροί>· οἱ ὄζοι τῶν ἐλαφείων κεράτων S [<λίκυθον>· βῆσσα ἐλαίου] <Λικυμνίοις βολαῖς>· τῶν ἐν τῷ Εὐριπίδου Λικυμνίῳ μνημο- νεύοι ἂν ἴσως· κεραυνοῦται γὰρ ἡ ναῦς κατὰ τὸν ἐκεῖ λόγον· οὐχ ὡς αὐτοῦ τοῦ Λικυμνίου [τῆς Φωκίδος] κατεσκημμένου (Ar. Av. 1242) <Λίλαια>· πόλις <τῆς Φωκίδος> (Β 523) <λιλαίεσθαι>· ἐπιθυμεῖν, ὀρέγεσθαι. σπεύδειν (Π 89) *†<λιλεῖ>· †φθονεῖ, [ἐπιθυμεῖ SN *<λιλαιόμενοι>· ἐπιθυμοῦντες (Γ 133) n *<λιλαιόμενον>· ἐπιθυμοῦντα (α 315) A (g) <λιλουργετά>· ἐν τῷ σώματι ἐξανθήματα <λίλυ>· τὸ ὕδωρ. Λίβυες <λιμαλέον>· ῥυσόν. λεπτόν <λιμβόν>· λίχνον. ἄπληστον <λιμένα κλυτόν>· τὸν ἀεὶ κλυδωνιζόμενον ὑπὸ τῆς θαλάσσης λιμένα· ἐκβεβλημένου τοῦ <σ>, οἷον λιμένα κλυστόν. καὶ Μεγα- κλείδης <ἄκλυτον>· τὸν ἀνήκουστον, περὶ οὗ μηδεὶς ἤκουσεν. ἢ τὸν ἔνδοξον καὶ ὀνομαστὸν καὶ ἀκουστόν (κ 87) <λιμήν>· ἀγορά, καὶ ἐνδιατριβή. Πάφιοι <λίμα>· ὑστέρημα (Isai. 37,4 S. Th.) <λίμινθες>· ἕλμινθες h <Λιμηρά>· ἡ Ἐπίδαυρος, διὰ τὸ λιμένας ἔχειν εὐφυεῖς. οἷον λιμε- νηρά <λιμναγενές· ... Λίμναι>· ἐν Ἀθήναις δὲ τόπος ἀνειμένος Διο- νύσῳ, ὅπου τὰ Λήναια ἤγετο <λιμναῖοι>· ἄνεμοι v ἀπὸ τῶν λιμνῶν πνέοντες h <λίμνη>· ἡ θάλασσα, καὶ ὁ ὠκεανός (ζ 116 v. l. γ i) h <λιμνομάχαι>· παῖδες οἱ πυκτεύοντες <ἐν> τόπῳ Λίμναις καλου- μένῳ <Λιμοδωριεῖς>· οὕτως ἐκλήθησαν οἱ ἀπὸ Πελοποννήσου, ἀφο- ρίας χαλεπῆς ἐκεῖ γενομένης, ἀποικισθέντες διὰ ταύτην τὴν αἰτίαν, καὶ κατοικήσαντες περὶ Ῥόδον καὶ Κνίδον. Δίδυμος δὲ τοὺς περὶ τὸ Κυτίνιον κατοικοῦντας οὕτως λέγεσθαι, διὰ τὸ λιμώττειν καὶ μοχθηρὰν ἔχειν ταύτην (Eupol. fr.) <Λιμοῦ πεδίον>· τόπος τῆς Ἀττικῆς <λιμφεύειν>· ἀπατᾶν <λιμφός>· συκοφάντης. ψευδολόγος. ἢ μηνυτὴς παρανόμων <λιμῷ Μηλίῳ>· παροιμία, ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ· ὡς Θουκυδίδης (5,114 sqq.) (Ar. Av. 186) [<λιμών>· ἀνθοφόρον πεδίον, εὐανθὴς τόπος, ἀνθηρός] <λιμώττοντος>· πάνυ πεινῶντος <λῖν>· λέοντα (Λ 480) <λίνα>· ἱστία <λιναγρετουμένη>· ἐνημμένη λινά, κακοείμων. λινεργοῦσα <λίναμαι>· ἐκτρέπομαι †<λιναυτιά>· ... [<λιγνύς>· καπνός] <λίνδεσθαι>· ἁμιλλᾶσθαι <Λίνδιοι τὴν θυσίαν>· παροιμία ἐπὶ τῶν δυσφήμως ἱερουρ- γούντων <Λίνδος>· πόλις Ῥόδου (Β 656) r [<λίναια>· ἔρια] [<λίνῳ>· ἐρίῳ] <λίνεον>· τὸ λινοῦν r <λινεύς>· ὁ κεστρεὺς ἰχθῦς (Call. com. fr. 3) <λινοθώρηξ>· λινῷ θώρακι χρώμενος (Β 529) <λίνοιό τε λεπτὸν ἄωτον>· [ὅτε δὲ] λεπτὸν λινοῦν ὕφασμα· διὰ τὸ λίαν κατανενῆσθαι (Ι 661) <λινοκάρυκες>· οἱ τὰ λίνα πωλοῦντες (r) <λίνον>· ᾠδῆς ὄνομα· κατὰ μέν τινας ἀπὸ τοῦ κλωστοῦ λίνου (Σ 570). σημαίνει δὲ καὶ τὸ ἁλιευτικόν, καὶ τὴν ὁρμιάν (Π 408). καὶ τὸ ὑποστρωννύμενον τοῖς κοιμωμένοις, ὅ τινες τύλην εἶναι νομίζουσι (ν 73). καὶ ὕμνου εἶδος <λίνον λίνῳ συνάπτεις>· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρας- σόντων (Plat. Euthyd. 298 c ..) <λινοπλύτας>· τριβεύς <λινοπτάζει>· λινοπτᾶι, ἐπιλινεύει, περιβλέπει <λινόπτης>· ὁ ἐν τοῖς κυνηγετικοῖς λίνοις ἑστὼς καὶ ἀποσκοπῶν τὰ ἐμπίπτοντα θηρία *†<λινοπλῆγος>· φρενοπλῆγος ASg <λινοτόμοι>· οἱ τὰ λίνα διατέμνοντες, καὶ ὑγιῆ δεικνύντες <λινοχίτων>· λινόπεπλος [<λίξ>· πλάγιος. καὶ λίθος πλατύς] [<λίξαντα>· ὁρμήσαντα] †<λίξει>· πνευμονία, νόσος <λισχάσει>· ἐκφεύγεται [<λιολεθρίᾳ>· παντελεῖ ὀλέθρῳ] [<λιοπέτριον>· λίθος λεῖος] <λίπα>· λίπος. λιπαρὸν ἔλαιον <λιπαίνει>· λιπαρὸν ποιεῖ (Prov. 5,3 ..) AS †ζημιοῖ. ἢ κλαίειν ποιεῖ (S) <λίπ' ἀλείψασθαι>· ἐλαίῳ ἀλείψασθαι (Ξ 171 ..) <λιπανθείς>· πιανθείς r <λιπαρές>· δεόμενον. καὶ τὸ παρεδρευτικόν· ἀπὸ τοῦ λίαν πα- ρεῖναι <λιπαρεῖν>· δεῖσθαι. κολακεύειν. προθυμεῖσθαι. φιλοτίμως δέεσθαι <λιπαρέως>· ἀφθόνως *<λιπαράς>· ἀνθηράς AS. ἀφθόνους (Ι 156) *<λιπαροῖσιν>· εὐτραφεστέροις A. πλουσιωτέροις <λιπαροῖσι πόδεσσι>· τοῖς εὐτραφέσι, καὶ εὐσάρκοις. ἀπὸ μέρους δὲ καὶ τὸ ὅλον σῶμα δηλοῖ. ἢ οὕτω κυρίως ἔφη, ἐπειδὴ ἠλείφοντο τοὺς πόδας οἱ ἀρχαῖοι πρὶν ὑποδήσασθαι <λιπαρόν>· καλόν. ἐλαφρόν. λευκόν, στίλβον. εὔδερμον *<λιπαρῶ>· παρακαλῶ rAvgp <λιπαροὶ πόδες>· <διὰ τὸ> τοὺς ἐκ τοῦ πολέμου παραγινομένους ἀλείφειν τοὺς πόδας <λιπαρῶς>· ἐπιμελῶς. καὶ προσεδρευτικῶς (δ 210) <λιπαυρεῖ>· αὔρα ἐπιλέλοιπεν <λίπεν>· κατέλιπεν. ἐλείφθη <λίπεν αὐτοῦ>· κατέλειψεν ἐπὶ τόπου (Δ 292) <λίπει>· ἐπιλείπει <λιπέρνης>· ὁ ἐκ πλουσίου (S) πένης A (S). ἢ ἐξ ἀγροῦ εἰς πόλιν πεφευγώς. ἢ ὁ λιπόπολις (Archil. fr. 50) <λιπήμεροι>· οἱ ἐν τῷ προσήκοντι χρόνῳ μὴ γεννώμενοι <λιπόβιοι>· νεκροί <λιπογνώμων>· ὁ τέλειος τῇ ἡλικίᾳ, καὶ ἀπογεγηρακώς, ὡς ἂν οὐκ ἔχων γνώρισμα τῆς ἡλικίας .. τῶν ὀδόντων, οἷα ἀποβε- βληκὼς αὐτούς *<λιποζύγων>· μοναζόντων A <λιπόνεως>· ὁ τὴν ναῦν ἀπολελοιπώς rp <λίτυον>· βακτηρία p <λιπόνηρος>· λίαν πονηρός <λιποστρατίη>· λιποταξία (Hdt. 5,27,2) *<λιποτακτήσας>· φυγὼν An τὴν τάξιν <λιποταξίου>· φυγῆς <λιπῶμεν>· παχύνωμεν. λιπαίνωμεν <λιρά>· ἀναιδῆ (Alex. Aet. fr. 3,30 Pow.) *<λιριόεντα>· ἡδύν (S) *<λιριόεσσα>· ἡδεῖα. λαμπρά AS *<λίριον>· κρίνον ASN (vg), ἄνθος <λιραίνει>· ἀναιδεύεται <λιρός>· ἀναίσχυντος, *[ἀναιδής Sn. θρασύς <λίς>· διὰ τοῦ <ι> ὁ λέων (Ρ 109), καὶ ἡ λεία πέτρα "πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα" (μ 79) ὁμαλή. <λῖν> κατὰ τὴν αἰτια- τικήν (Λ 480) *<λὶς ἠϋγένειος>· λέων καλὸν γένειον ἔχων (Ρ 109) ASn <λίσκος>· δίσκος <λίσπαι>· οἱ ἠκρωτηριασμένοι τὰ κάτω μέρη <λίσπη>· λεία, καὶ ἐκτετριμμένη (Ar. Ran. 826). καὶ ἄπυγος λίαν <λίσποι>· οἱ ἐκτετριμμένοι τῶν ἀστραγάλων. καὶ Ἀθηναῖοι· ἀπὸ Θησέως, ἀπὸ τοῦ ἐν Ἅιδου προσσχεθῆναι τῇ πέτρᾳ. ἀπὸ τῶν γλουτῶν †<λίσσαι>· [λιάσσαι]. ὁρμῆσαι. βρῖσαι <λισσάνιος>· ἀγαθός. Λάκωνες <λίσσεο>· λιτάνευσον (Ω 467) (s) <λίσσεσθαι>· λιτανεύειν, ἱκετεύειν, παρακαλεῖν (Ι 520) <λισσή>· λεία (γ 293) (p) <λίσσωμεν>· ἐάσωμεν <λισσομένη>· παρακαλοῦσα r, δεομένη (Α 502) (b) <λισσόν>· ἄναντες. ἀπότομον. ὑψηλόν. ἔλασσον. ἄθλιον <λισσούς>· [δεομένους. καὶ] τοὺς ἡσυχῇ φαλακρούς *<λίσσου>· παρακάλει An <λίστριον>· τὸ ὑφ' ἡμῶν λεγόμενον τηγανόστροφον. οἱ δὲ μέτρον τι, μεθ' οὗ ἐπὶ τὸ τήγανον ἄλευρον ἐπιχέουσιν <λίστρον>· ξυστήρ. σκαφίον. πτύον σιδηροῦν. ὁμάλιστρον. ἔνιοι ἐδαφιστήριον <λιστρεύοντα>· ξύοντα. περισκάπτοντα (ω 227) <λιστρωτόν>· [λιθόστρωτον] ὁμαλόν S <λισφώσασθαι>· ἐλαττώσασθαι <λίσχροι>· τὰ στροφικὰ τῶν σπερμάτων *<>λισχρῶς>· φειδωλῶς. σκνιφῶς AS <λῖτα>· ἁπαλά. ποικίλα. λευκά, καθαρά (α 130) *<λιτάζομαι>· παρακαλῶ, δέομαι ASvg. εὔχομαι, [ἱκετεύω s, ἀσπάζομαι, [λιτανεύω (Greg. Naz. ep. 192,1) vs <λίταινον>· ἐκήρυσσον (r) *<λιταῖς>· παρακλήσεσιν (Eur. Phoen. 680 ..) ASvgn <λιτανεῦσαι>· παρακαλέσαι. καὶ τὰ ὅμοια <λιταργίζειν>· τροχάζειν (S) <λιταργιοῦμεν>· ὀξυνοῦμεν. ταχυνοῦμεν (Ar. pac. 562) <λιτῆρας>· τοὺς ἱερεῖς (r) *<λιτέσθαι>· παρακαλεῖν (Π 47) r. A <λιτή>· λιτανευτή <λιτῆρα θαλλόν>· τὸν ἱκέσιον (trag. ad. 234) <λιτὴ χθών>· ἀπὸ τοῦ προσκυνεῖσθαι, καὶ λιτανεύεσθαι <λιτί>· λιτῷ. λευκῷ ὑφάσματι, περιβολαίῳ, καὶ ὑποστρώματι, ᾧ καὶ ἐπὶ τῶν νεκρῶν ἐχρῶντο (Σ 352) <λιτουργόν>· κακοῦργον (Greg. Naz. c. 2,1, 85,5) <λίτρα>· ὀβολός. οἱ δὲ νόμισμα παρὰ Σικελοῖς. οἱ δὲ ἐπὶ σταθμοῦ (Epich. fr. 40. Sophr. fr. 148). οἱ δὲ Ῥωμαῖοι διὰ τοῦ <β> <λίβρα> <λιστρῆρες>· οἱ λιστρεύοντες. καὶ οἱ πρὸς ταῖς ὑποκαιομέναις χύτραις ἱστάμενοι σπινθῆρες <λιτρίς>· πυξὶς σμηματοδόχος *<λιτοῖς>· ψιλοῖς. εὐτελέσι ASvg (*)<λιτοβόρος>· εὐτελῶς τραφείς r *<λιτόμην>· παρεκάλουν AS <λιτός>· ἁπλοῦς. εὐτελής <λιτῶν>· λιτανειῶν <λίτρον>· †κακὸν ἀναιρετικόν <λιτροσκόπους>· ἀργυραμοιβούς. ἀπὸ τοῦ Σικελικοῦ νομίσμα- τος, ὃ καλεῖται <λίτρα> (Soph. fr. 962) <Λιτυέρσας>· ᾠδῆς εἶδος. ἔστι δὲ ὁ Λιτυέρσας Μίδου νόθος υἱὸς ἀδικώτατος <λιγύριον>· μουῤῥίνη (Exod. 28,19 ..) <λιτῶς>· ἀσθενῶς. ἁπλῶς. ἢ ἀφελῶς *<λιφαιμεῖ>· λείπει τῷ αἵματι, ἢ αἱμοῤῥοεῖ ASgb *<λιφαιμήσας>· <ἐπιλείψας τῷ αἵματι> A *a) <λιφερνοῦντας>· ... (Ios. Ant. Iud. 2,83 v. l.) AS *b) <<>λὰ φρονοῦντες>>· ἐν συνδένδρῳ τόπῳ προσφιλῶς διάγοντες (Σ 567) A <λιχάδες>· ὄστρεα πάντα, οἱ δὲ λίθοι καὶ ψῆφοι καὶ κογχύλια <λιχάζει>· ἐπιθυμεῖ <λίχανος>· ὁ μετὰ τὸν μέγαν δάκτυλον r τῆς χειρός <λιχάξαι>· ῥῖψαι, βαλεῖν. Κρῆτες <λιχάς>· ἀπότομος <λιχμάζει>· †θρακίζει. περιλείχει τὸ ἴδιον στόμα <λιχμάς>· θρῖναξ. καὶ ἁπαλὴ πόα καὶ χαμαιπετής, ἣν τὰ ἑρπετὰ ἐπιλείχουσι *<λιχμήσονται>· λείξουσι rAS <λιχνάζων>· περιλείχων τὸ στόμα *<λιχνεύειν>· λιμβεύεσθαι AS *<λιχνεία>· λιμβεία. ἀπληστία r. AS *<λίχνος>· ὀψοφάγος, λαίμαργος. λιμβός AS. πολυπράγμων S. προαπτόμενος <κατ'> ἐπιθυμίαν <τῶν ὄψων> vgA <λιχνοφειδάργυρος>· ὁ λίχνος μέν, φειδωλὸς <δέ.> Φιλύλλιος Πόλεσιν (fr. 17) <λίψ>· [ἐπιθυμία] πέτρα, ἀφ' ἧς ὕδωρ στάζει *†<λιψοπροτόνοις>· τὰ ἄρμενα τοῖς σχοινίοις AS. [τὰς ἐξ αἵματος ἀκαθαρσίας] A [<λιώδης>· λιθόλευστος] [<λιωργός>· κακοῦργος] [<λόβα>· αἰσχύνη] [<Λιψύδριον>· χωρίον Πάρνηθος ἄνυδρον] [<λόβαι>· χεῖρες. καὶ] <λόβιον>· τὸ ἄκρον τοῦ ἥπατος <λοβοί>· τὰ ἄκρα πάντα. κυρίως δὲ τῶν ὤτων τὰ κάτω. καὶ τὸ ἀγγεῖον. καὶ σημεῖον ἐν τῷ ἥπατι <λοβοῖσι>· τὰ αὐτά (Ξ 182) S <λογάδας>· τοὺς ἐπιλέκτους. οἱ δὲ τὰς ὄψεις. ἄλλοι τὰ λευκὰ τῶν ὀφθαλμῶν (Sophr. fr. 49). οἱ δὲ κανθούς. καὶ ψήφους λευκάς *<λογάδες>· ἐπίλεκτοι ASvg. καὶ πολυπράγμονες AS *<λογάδην>· ἐπιλέκτως r. ASg <λογγάσαι>· ἐνδιατρῖψαι, στραγγεύεσθαι (Aesch. fr. 112) <λογγάσια>· ἐξ ὧν τὰ πρυμνήσια δέουσι τῶν νεῶν <λογγάζει>· ὀκνεῖ, διατρίβει <λογγασίη>· νεὼς καὶ ἱστίου ἔρεισμα [<λογγεύειν>· βάπτειν] [<λόγγη>· τάφος] <λόγια>· θέσφατα, μαντεύματα. προφητεύματα. φῆμαι. χρησμοί *<λογεῖαι>· ἐκλογαί. καρποφορίαι ASvgn. ἐπιλογαί (1. Cor. 16,2) *<λογιεῖται>· διαλογίζεται, ἐνθυμεῖται (Eccles. 10,3 ..) ASvg <λογίζεται>· φημίζεται (Sir. 40,19) <λογίζομαι>· τῇ χειρὶ ψηφίζω <λογίζομαι>· ἐνθυμοῦμαι. φημίζω (Eur. Andr. 398 ..) <λογεῖον>· εἶδος κρατηρίσκου. καὶ ὁ τῆς σκηνῆς τόπος, ἐφ' οὗ <οἱ> ὑποκριταὶ λέγουσι <λόγιος>· ὁ τῆς ἱστορίας ἔμπειρος, πεπαιδευμένος (Act. ap. 18,24 ..) [<λογούριον>· ὕελος. Λάκωνες] *<λογιούμενοι>· ἀπαριθμούμενοι AS *<λογισμοῖς>· ψήφοις AS <λογισμός>· φροντίς, κίνησις ψυχῆς πρός τι, ἐπιθύμησις. τάτ- τεται δὲ καὶ ἐπὶ ψήφου [<λογίστρια>· ὀλοθρεύτρια] *<λογιστής>· κριτής r. g. δοκιμαστής, ἐξεταστής Σ [<λογούριον>· ὕαλος] *<λογοποιήσαντες>· πλασάμενοι λόγους ψευδεῖς AS (vgp) *<λογοποιόν>· συνήγορον AS <λογογράφος>· ὁ δίκας γράφων <λόγος>· ἡ τοῦ δράματος ὑπόθεσις q *<λόγχαι>· ἀπολαύσεις AS <λόγχη>· λῆξις, μερίς. καὶ ὁ τοῦ δόρατος σίδηρος <λόγῳ παρθένοι>· τὰ μὴ ὄντα μέν, λεγόμενα δέ <λόε>· ἔλουεν (κ 361) *<λοεσσαμένω>· λουσαμένω (Κ 577) S <λοετρά>· λουτρά. †κρίκη (Ξ 6 ..) <<λοετρόν>>· πύελος, πυρία, λουτήρ <λοετροχόον>· τὸν λέβητα οὕτως λέγει, εἰς ὃν τὰ λουτρὰ ἐγχεῖ- ται (Σ 346) λέγει δὲ οὕτως καὶ αὐτὸν τὸν τὰ λουτρὰ παρα- σκευάζοντα ἄνδρα, ὃν ἡμεῖς παραχύτην λέγομεν (υ 297) [<λοῖα>· ἐκκλησία. ἢ ὀλέθρια] <λοίαξ>· ὁ ξηρὸς χόρτος r *<λοιβᾶται>· σπένδει. θύει ASp *<λοιβή>· σπονδή. θυσία r. vgn (AS) οἴνου <λοιβίδες>· σπονδεῖα (Antim. fr. 26 W.) *<λοίγια>· ὀλέθρια (Α 518) AS <λοίγιον>· ὀλέθριον r. p, ἐπίφθορον, θανατηφόρον *<λοιγός>· θάνατος S, ὄλεθρος (Θ 130) AS <λοιγίστρια>· ὀλοθρεύτρια †<Λοιγωντίαν>· φρατρίαν *<λοίδορος>· κακολόγος. ὑβριστής (1. Cor. 5,11) AS †<λοίθον>· λιμός <λοῖκορ>· κέγχρος <λοιμός>· πάθος τι ἀερῶδες, φθοροποιὸν ζῴων, ἐκ τῶν τῆς γῆς φλεγμονικῶν ἀναθυμιάσεων, καὶ τῆς τοῦ ἀέρος ἀταξίας γινό- μενον <λοίσθημα>· τέλος, πέρας. ἔσχατος *<λοίσθιον, λοῖσθον>· ἔσχατον (Eur. Or. 517 ..) r. AS *<λοιμεύηται>· φθοροποιῇ (Prov. 19,19) ASg *<λοιμούς>· τῆς λοιμικῆς νόσου A <μεταδιδομένους> (Ez. 28,7) *<λοιμός>· φθορά. νόσος r Svg <λοιμῶν>· φθοροποιῶν. ἢ ἁμαρτωλῶν. τῶν τοῦ κόσμου ἐμπαικ- τῶν (Ps. 1,1) *<λοῖσθος>· ἔσχατος (Ψ 536) vgs *[<λοίσθοισι>· τοῖς κατωτάτοις ἄκροις τῶν ὠτίων S] *<λοίσθῳ>· ἐσχάτῳ, τελευταίῳ AS <λοίσθωνας>· τοὺς ἀκρατεῖς περὶ τὰ ἀφροδίσια <λοιτεύειν>· θάπτειν <λοίτη>· τάφος [<λοιτός>· λοιμός] <λόκκη>· χλαμύς, ἐφαπτίς <[λοκός] >λοκρός>· φαλακρός r <Λοκρῶν ξύνθημα>· παροιμία [λονηῦ αὐτὸς ἀνιστῶν] ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους <προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγέ- νοντο> <λολλοῦν>· τὰ παιδία <τὸν> πόλτον· κέχρηται τῇ λέξει Ἕρμιπ- πος (fr. 89) <λομβούς>· τοὺς ἀπεσκολυμμένους <λόμβαι>· αἱ τῇ Ἀρτέμιδι θυσιῶν ἄρχουσαι, ἀπὸ τῆς κατὰ τὴν παιδιὰν σκευῆς. οἱ γὰρ φάλητες οὕτω καλοῦνται <λόνδις>· βωμολόχος. εἴρων <λοξοβάμοισι>· πλαγίως περιπατοῦσιν (Greg. Naz. c. 1,2,1,714) *<λοξός>· πλάγιος ASvg, ἐπικαμπής <λόξωσις>· πλαγίωσις <λοπάς>· <Συρακούσιοι> τὸ τήγανον· <παρὰ δὲ Θεοπόμπῳ ἐν Ἀδμήτῳ (fr. 92) ἡ σορὸς καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται δὲ οὕτως> καὶ ὁ ἐν τῇ †αλλαδη <γινόμενος> λίθος h <λόπιμα>· κάστανα. οἱ δὲ Εὐβοϊκά. †λουτήλου <λοπίξαι>· λαμπρῦναι S. ἢ λεπιδῶσαι *<λοπός>· λέπισμα (τ 233) r(AS) <λοπῶντα>· λεπιζόμενον, ἢ [λοπιζόμενον (Aesch. fr. 76,6) S <λορδόν>· ὑπόκυρτον, *[ἀπεξυλωμένον, συγκεκαμμένον τῷ σώ- ματι (AS) <λοῦ>· λοῦσαι. Ἀττικοί <λοῦκα>· ῥόφημα ἐξ ἀλφίτων. ὡς Καύκωνες <λουνόν>· λαμπρόν <λουσόν>· κόλουρον, κολοβόν, τεθραυσμένον <Λουσιεῖς>· δῆμος Οἰνηΐδος <λοῦται>· λούεται †<λουταρίζημα>· ὅ τινες ὄλισθον <λουτήρια>· λουτῆρα <λουτηρίαι>· λουτῆρες. [λουτρίαι] <λουτρίδες>· αἱ περὶ τὸ ἕδος <τῆς Ἀθηνᾶς> δύο παρθένοι, αἳ καὶ πλυντρίδες λέγονται (Ar. fr. 841) <λούτριον>· τὸ ῥυπαρὸν ὕδωρ καὶ λελουμένον, ἤγουν ἀπό- νιμμα (Ar. fr. 306 ..) <λουτρόν>· τὸ αὐτό <λουτροφόρα ἄγγη>· τὰς ὑδρίας <ἃς> τοῖς ἀποθανοῦσιν ἀγά- μοις ἔπεμπον. ἔπεμπον δὲ καὶ <εἰς> τοὺς γάμους <Λούζα>· Βαιθήλ. ὅ ἐστιν οἶκος θεοῦ (Iud. 1,23) <λουτροφόρος>· κυρίως μὲν ἡ ὑδρία ἡ τοῖς παλαιοῖς εἰς τὰ λουτρὰ ἀπονεμομένη. ἐκάλουν δὲ οὕτω καὶ τὸν φέροντα τὰ λουτρά. ἤδη δὲ καὶ πᾶσα ὑδρία. ἕτεροι δέ, ἐπεὶ ἔπεμπον εἰς τοὺς γάμους λουτροφόρους, καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι τὸ αὐτὸ ἐποίουν <λοφάδια>· αὐχήν. οἷον [<τὰ> κάτω τοῦ αὐχένος (κ 169) g. ἢ χωρίον, ὃ καλοῦσι Λίβυσσα <λοφᾷ>· λόφου ἐπιθυμεῖ (Ar. Pac. 1211) <λοφαδίσκος>· τὸ περίπτισμα. καὶ τὸ τῆς γῆς ἔπαρμα <λοφιάν>· ἀκρώρειαν (Ios. 18,19). καὶ *[ἡ ἐπὶ τοῦ λόφου θρίξ (ASn) <λοφιήν>· νῶτον. τένοντα. αὐχένα (τ 446) <λοφεῖον>· τρίχωμα τῶν ὑποζυγίων. ἢ τὸ ἀκρώμιον. ἢ περικε- φαλαίας ἔλυτρον, θήκη τοῦ λόφου (Ar. Nubb. 751). καὶ τὰ πρὸς ταῖς ἀμπέλοις φυόμενα, οἷον μύκαι <λόφιος>· ἀκρώμιον, [ἢ ἀκρώνιον] <λοφίς>· περικεφαλαίας θήκη <λοφνίδια>· λαμπάδια <λοφνίς>· λαμπάς *<λόφος>· ὑψηλὸς τόπος r, γῆς ἐπανάστημα ASvg. καὶ ἄκρον περικεφαλαίας. ἢ τράχηλος r. g <λοφοῤῥῶγα>· τὸν ἀπεῤῥωγότα τὰς ἀκρωμίας <λοφοπωλεῖς>· οἱ τοὺς λόφους πιπράσκοντες συνεχῶς ἐπένευον ‖ εἰώθεισαν γὰρ οἱ τοὺς λόφους πωλοῦντες τούτοις ἐπισείειν, δεικνύναι βουλόμενοι, ὅτι αἱ τρίχες οὐ βέβρωνται τῶν λόφων, ἐπιτιθέμενοι αὐτοὺς πρὸς ἐπαγωγὴν τῶν ὠνουμένων (Ar. fr. 812) <>λοφυδνόν>· οἰκτρόν (Ε 683) r <λόφουρος>· ἐπίσημος. Λόφος ἐπὶ τοῦ αὐχένος †νεῶν τάσσεται. ἢ ὑπερήφανος καὶ ὑψαύχην <λόφῳ>· τραχήλῳ [<λοφωσός>· ἐπιστήμων] *<λοχᾷ>· θηρεύει, λεληθότως ἐνεδρεύει (Sap. 14,24?) ASvgn *†<λοχαγενεῖς>· ἡγεμόνες, στρατηγοί ASn, ταξίαρχοι (AS). ἄρχοντες τῆς ἐνέδρας Sn, οἱ συνάγοντες τοὺς στρατιώτας A <λοχάζεται>· ἐνεδρεύει S <λοχαῖος>· κλινόμενος σῖτος ἀπὸ τοῦ εὐτροφεῖν (Eur. fr. 725) (S) *<λοχεύει>· τίκτει Sn. γεννᾷ (Σ) *<λοχευομένων>· γεννωμένων AS [ἢ γεννώντων] (Ps. 77,71) n *<λοχῶντες>· ἐνεδρεύοντες Avg <λοχήσατο>· ἐνήδρευσεν <λοχια>· κρυφαία ‖ γεννᾷ. αὔξει ‖ καὶ ἄρτος τῇ Ἀρτέμιδι γινόμε- νος. καὶ ἁδροὺς ἀστάχυας ἔχουσα <λοχιάδες>· αἱ ὗλαι <λοχία>· μαῖα <λοχίαν>· τὴν εὐτραφῆ γῆν καὶ ἁδροὺς στάχυας ἢ καρπὸν φέρουσαν <λοχίζει>· ἐπιβουλεύεται *<λοχισθέν>· γεννηθέν A. ἢ σφαλέν <λοχίτης>· ἐνεδρευτής r. [βασιλεύς] <λόχμη>· ἐνέδρα, ἐπιβουλή. ἢ σύμφυτος τόπος (τ 439) r. ASvgn. ἢ κρύφιμος, δασεῖαν ὕλην ἔχων, ὥστε ἐνλοχίσαι *<λοχείαις>· γεννήσεσι ASvg <λόχοι>· ... Λακεδαιμονίων φησὶν Ἀριστοφάνης (Lys. 453) τέτ- ταρας. πέντε γάρ εἰσιν, ὥς φησιν Ἀριστοτέλης (fr. 541 R3) <λόχος>· *ἐνέδρα r. Agn. στρατηγικὸν τάγμα, *τάξις Σ, φά- λαγξ s. ἀπὸ τοῦ λέχους· οἱ γὰρ ἐνεδρεύοντες κατακλίνουσιν ἑαυτοὺς ὡς ἐπὶ λέχους r. κρυπτοὶ τόποι <λύα>· στάσις r <λυάζει>· φλυαρεῖ, μωρολογεῖ. στασιάζει <λύαι>· στάσεις, διαφοραί (Alcae. fr. 36,11 .. L. -- P.) <λυᾶται>· στασιάζει, διαφέρεται <λυβάζειν>· λοιδορεῖν (r) <λύγαια>· τὰ περὶ ταῖς χερσὶ ψέλλια <λυγαίαν>· σκοτεινήν, συννεφῆ. δόλιον. ἀφανῆ *<λυγαίως>· ἀφανῶς, [σκοτεινῶς r. ASg, λεληθότως AS <λύγδος>· λίθος εἰς τὰ ζῶια, ἢ ὁ Πάριος <Λύγδαμις>· οὗτος ἔκαυσεν τὸν ναὸν τῆς Ἀρτέμιδος <λύγδη>· τὸ δένδρον, ἡ λεύκη. †καὶ οἱ ἄλλοι φησὶ τῶν νεῶν λύγδος† <λυγγανώμενον>· λύζοντα ἐν τῷ κλαίειν <Λυγκαίη>· πόλις Μακεδονίας <λυγίζει>· στρέφει, κινεῖ, κάμπτει <λυγίζεται>· συνδέδεται. [στρέφεται (Soph. Trach. 779) *<λυγιζόμενον>· καμπτόμενον (Plat. rep. 3,405 c) ASn *<λυγίσμασι>· συγκλάσμασι ASvgnp *<λυγισμός>· ἀνάκλασις τῶν μελῶν r. ASn †<λυγκαστήσει>· αὔξει παραπλησίως. ἢ λυγκάσαι, ῥεῦσαι *<λύγκες>· θηρίον οὕτως λεγόμενον ASn <λυγκούριον>· τὸ ἤλεκτρον *<λυγμός>· ὀλολυγμός g, θρῆνος, ἀνανυγμός (i. Regn. 25,31 Aq. Th.) ASn <λύγξ>· τὸ πάθος ὁ λυγμός. καὶ τόξον. καὶ ζῷον *<λύγξ>· πάθος ἐμποδίζον τῷ λέγοντι AS [<λυγόα>· πονηρά, λυγρά, χαλεπά] <λύγοισι>· φυτῷ τινι ἱμαντώδει, ὃ ἡμεῖς <κύτινον> λέγομεν (Λ 105) <λύγος>· ῥάβδος ἁπαλή r. ἄγνος. ἢ δενδρύφιον θαμνῶδες, *ἱμαντῶδες φυτόν r. ASgn <λυγράν>· λυπηράν (Eur. Troad. 344) <λυγρόν>· λυπηρόν. ἐπίπονον, *κακόν, χαλεπόν. ἰσχυρόν. πεν- θικόν ASvgn <λυγῶδες>· ὄργανον, ἐν ᾧ τὰ κολλώμενα ἐμβάλλεται. οἱ δὲ τὸ στρεβλωτήριον ὄργανον <Λυδία ἐσθής>· S τὰ Λύδια ὑφάσματα <Λυδία λίθος>· ἡ βασανίζουσα τὸν χρυσόν (Bacchyl. fr. 14,1 Sn.) r. S <Λυδίας μαχαίρας>· S τὰς †μυεργεῖς <Λυδίζων>· χορεύων· διὰ τοὺς Λυδούς, οἳ σῴζονται μέν, δια- σκευασμένοι δέ εἰσιν (Ar. Eq. 523) <Λυδικὴ λίθος>· ... "<λίθος> σίδηρον τηλόθεν προσηγάγου" (Soph. fr. 732). αὕτη γὰρ τὸν σίδηρον ἐπισπᾶται. ἡ δὲ Μαγνῆ- τις διαπατᾷ τὴν ὄψιν, ὡς δοκεῖν ἀργύριον εἶναι <Λυδοί>· οὗτοι τὰς θέας εὑρεῖν λέγονται. ὅθεν καὶ Ῥωμαῖοι <λούδους> φασί <Λυδίῳ νόμῳ>· ἀντὶ τοῦ μαντικῷ. οἱ γὰρ Λυδοὶ μάντεις ἐδόκουν εἶναι. ἢ <Λυδῷ> ἀντὶ τοῦ Μυσῷ. εἰσὶ γὰρ Λυδῶν ἄποικοι καὶ μαντικώτατοι. ἢ ἐπεὶ τὰς κεφαλὰς οἱ Λυδοὶ ἄμπυξιν ἐκος- μοῦντο <Λυδὸς τὴν θύραν ἔκλεισε>· παροιμία, ἐπὶ τῶν μωροκλεπ- τῶν <Λυδὸς ἐν μεσημβρίᾳ>· παροιμιακῶς παίζει, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσιν *<λύει>· λυσιτελεῖ (Eur. Alc. 628) Agn. ἢ ἀδημονεῖ A <λύθιος>· ἠθμός. Ἡρακλεῶται <λύη>· στάσις, μάχη, διαφορά [<λυκτρός>· λύχιος] <λύζει>· †λυθάζει. κυλινδεῖ <λύθρον μαστιγόφορον>· [*χῶρος αἵματος v. ἰχώρ. τὸ ἀπὸ φόνου <αἷμα> καὶ τὸ ἐξ αἵματος καὶ κόνεως μόλυσμα AS] ὁ μεθ' αἵματος φόνος, ἀπὸ τοῦ λύειν τοὺς ἐναντίους τοῦ θορεῖν. ἢ *ὁ ἐκ τοῦ αἵματος μολυσμός ASvg *<λύθρῳ>· φόνῳ. ἢ τῷ ἐκ μάχης μολύσματι συνισταμένῳ δι' ἱδρῶ- τος καὶ κόνεως καὶ αἵματος (Ζ 268 ..) ASvgn <λυκάβας>· ὁ ἐνιαυτός. καὶ <λυκάβαντες>· οἱ ἐνιαυτοί. παρὰ τὸ <λυγαίως βαίνειν>, ὅ ἐστι σκοτεινῶς· λεληθότως γὰρ ὁ χρόνος διέρχεται (ξ 161) <Λυκαβηττός>· ὄρος τῆς Ἀττικῆς. εἴρηται δὲ οὕτως διὰ τὸ λύκοις πληθύειν [<Λυκαΐδες>· παρθένοι τινές] <Λυκαῖον> καὶ <Θυμβραῖον>· τὸν Πύθιον. καὶ τὸν ἐν Χρύσῃ [Λυκαῖον] <λυκαιμίας>· ὁ λυκόβρωτος (Alcae. fr. 130,25 L. -- P.) r <λυκοβατίας δρυμός>· ἐν ᾧ οἱ λύκοι διατρίβουσιν <Λυκαμβὶς ἀρχή>· ὁ Κρατῖνος ἐν Νόμοις (fr. 130), τὸν πολέ- μαρχον δηλῶν, πρὸς ὃ<ν> ἀπεγράφοντο τὰς τοῦ ἀπροστασίου δίκας. Λυκαμβίδα δὲ εἶπε τὴν ἀρχήν ... <Λύκαστος>· πόλις <Κρήτης> (Β 647) *<λυκέη>· λύκου δορά (Κ 459) r. AS <λυκεῖον>· φοβερόν (Aesch. Sept. 145?) <Λυκεῖον ποτόν>· ἀπὸ κρήνης τῆς ὑπὸ Ἀπόλλωνος εὑρεθείσης, <ἢ> ὑπὸ λύκων πινομένης, ... ἀπὸ οἴνου καὶ μέλιτος (Soph. Phil. 1461) <Λυκηγενέι>· τῷ ἀπὸ Λυκίας ὄντι, ἢ γενομένῳ (Δ 101) <Λυκιάδες κόραι>· τὸν ἀριθμὸν λ#, αἱ τὸ ὕδωρ κομίζουσαι εἰς τὸ Λύκειον †Λακεδαιμόνων <λυκηλάτους>· τὰς ἐνχαλινωθείσας <Λύκειος ἀγορά>· ἐν τῇ τῶν Ἀργείων (Soph. El. 7) <Λύκειον>· τόπος Περικλέους ἐπιστατήσαντος τοῦ ἔργου. ἐποιοῦντο δὲ αὐτόθι τὰς στρατιωτικὰς ἐξετάσεις καὶ συλ- λόγους <λύκιος>· κολοιοῦ εἶδος <λυκίσκος>· ἡ μὴ ἔχουσα ἀξονίσκον τροχιλία, τρῆμα δὲ μόνον h ἢ *ἄνοδος δώματος gn <λυκοειδές>· τὸ πρὸς τὴν ἕω <λυκοειδέος ἀοῦς>· τοῦ λυκόφωτος <λυκοειδής>· διάλευκος <λυκοθρασής>· θρασύς <λυκοδέρεια>· ἐκ λυκείου δέρματος πεπονημένα <λύκοι>· μάνδαλοι θυρῶν <λυκοκτόνος>· ὁ Ἀπόλλων <λυκοκτόνου θεοῦ>· Σοφοκλῆς Ἠλέκτρᾳ (6). Ἀρίσταρχος, διὰ τὸ τὸν θεὸν νόμιον εἶναι, καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τὸν Ἀπόλλωνα ἀναιρεῖν τοὺς <ἐπιβούλους αὐτῶν>. οὐ καλῶς. ἔστι γὰρ ὁ λύκος ἱερὸν Ἀπόλλωνος <Λυκομίδαι>· γένος ἰθαγενῶν <Λυκόποδες>· οἱ Ἀλκμαιωνίδαι, οἱ μέν τινες διὰ τὴν τῶν ποδῶν λευκότητα ... ἦσαν γὰρ ἀεὶ ὑποδεδεμένοι (Ar. Lys. 665) <Λυκόστρατος>· ὁ μόναρχος. παρὰ †Ἱπποχάρμῳ† <λύκος>· τὸ τοῦ ἴρεως ἄνθος. καὶ ποιὸς ἰχθῦς. καὶ τὸ ἐν τοῖς χαλι- νοῖς σίδηρον. καὶ ὁ ἅρπαξ τῶν εἰς τὰ φρέατα καδίσκων. καὶ ὁ τῆς θύρας μάνδαλος. καὶ ἀράχνιόν τι. καὶ [ὁ] εἷς τῶν Τελχί- νων. ποταμός <λύκος ἀετὸν φεύγει>· παροιμία ἐπὶ τῶν ἀφύκτων <λύκος ἔχανε>· παροιμία ἐπὶ τῶν ἐλπιζόντων καὶ τῆς ἐλπίδος <διαμαρτόντων> (Ar. fr. 337) <λύκος περὶ φρέαρ χορεύει>· παροιμία ἐπὶ τῶν πονούντων περί τι τῶν ματαίων. καὶ ὅτι ἄπρακτος περίεισιν ὅταν διψήσῃ, [ἢ] μὴ δυνάμενος πιεῖν <ἢ> ἐπὰν διώκοντος αὐτοῦ ... ἐμπέσῃ εἰς φρέαρ <λυκοσπάδες>· ἵπποι ὑπὸ λύκων διεσπασμένοι, οἱ περὶ τὴν Ἀδρίαν <Λύκου δεκάς>· παροιμιῶδες· ἐπεὶ Λύκος ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων <λυκόφανον>· τὸν ἐχινόποδα. Μεσσήνιοι <λυκόφρων>· δεινόφρων, †ὑψήφρων (S) <λυκτά>· οὐκ ἀνεκτά <Λύκτος>· πόλις (Β 647) <λυκοκαρίς>· θερμὸν ἀπ' ἀλφίτου πιεῖν [<Λύλιος ἢ Μύλλος>· οὗτος ἐπὶ μωρίᾳ ἐκωμῳδεῖτο] <λῦμα>· κάθαρμα r <λυμαίνεσθαι>· καθαίρειν. φθείρειν <λυμαίνεται>· διαφθείρεται (Eur. Bacch. 354) *<λυμεών>· ὀλέθριος ASvgn. φθορεύς (Eur. Hipp. 1068) g (n) <λύματα>· τὰ ῥυπάσματα τοῦ σώματος. [τὰ γὰρ τῆς νόσου, τουτέστι] τὰ καθάρματα <λύμακες>· πέτραι *<λύματ' ἔβαλλον>· τὰς ἀκαθαρσίας ἔβαλλον (Α 314) A (n) <λυμάχη>· ἡ εἰς διαφορὰν λύπη, ὕβρις *<λύμη>· βλάβη, φθορά r. ASvgn <λυμηνάμενος>· αἰκισάμενος r *<λυμήναντι>· βλάψαντι AS <λυμνός>· γυμνός [<λύμπη>· πόνος] †<λύμπρωσχος>· τὸ λυχνίον S <λύξ>· λυγμόν <λύπεια>· ἑταίρα S <λύπη>· πόνος. ὕβρις, φθορά, ἀπώλεια, βλάβη <λυπηρός>· ἄθυμος <λυπτά>· ἑταίρα, πόρνη <λυπρὰν γῆν>· τὴν λεπτήν S *<λυπράν>· λυπηράν, μοχθηράν (Eur. Hec. 364) ASvg <λυπρή>· εὐτελής. μοχθηρά. ἀχρεία. σκοτεινή. ὀλεθρία (ν 243) *<λυπρῶς>· εὐτελῶς. λυπηρῶς (Eur. Phoen. 1207) r. Asn *<λύρα>· κιθάρα r. ASs <λυρίτης>· ζῷόν τι, ταῖς δρυσὶν ἐντίκτον <Λύρκειον>· ὄρος τῆς Ἀργείας (Callim. fr. 307) <Λυρκείου δῆμον>· τὸ Ἄργος· ἀπὸ Λύρκου τοῦ Λυγκέως. ἔστι δὲ καὶ ὄρος καὶ πόλις (Soph. fr. 249,6) <Λυρνησός>· ἡ Τένεδος. καὶ Κιλικίας πόλις r <λυροφοῖνιξ>· εἶδος κιθάρας *<λυρῳδός>· ψαλμῳδός, κιθαρῳδός Avg <λῦσαι>· ἀπολῦσαι, [λυτρῶσαι r. n καθελεῖν. ἀφελεῖν. τεμεῖν *<λῦσαν>· ἔλυσαν (Α 305) AS. ἐλυτρώσαντο (g) <Λυσάνδρεια>· πανήγυρις, ἀπὸ Λυσάνδρου ὀνομασθεῖσα. ἤγον- το δὲ ἐν αὐτῇ ἀγῶνες καὶ θυσίαι <λυσανίας>· ὁ λύων τὰς ἀνίας (Ar. Nub. 1163). καὶ <δυσάνιος γυνή>· ἡ ἐπὶ τοῖς τυχοῦσιν ἀχθομένη (Men. fr. 589 Koe.) [<λυσίαν>· ὁρμήν, ἐνθουσιασμόν] <λύσειοι τελεταί>· οὕτως ἐλέγοντό τινες τελεταί, ἐπεὶ καὶ Λύσιος ἐλέγετο Διόνυσος [<Λυσείεις>· δῆμος φυλῆς Οἰνήιδος] <λυσίζωνος>· γυνή, ἥτις ἐνυμφεύθη. καὶ ἐπίθετον Ἀρτέμιδος <Λυσιμάχειος>· βοτάνη, εὑρεθεῖσα ὑπὸ Λυσιμάχου <λυσιμελής>· ἐπιθετικῶς, ὁ ὕπνος. ἤτοι ὁ τὰ μέλη τοῦ σώματος λύων, ἢ τὰς μελεδῶνας, τὰς μερίμνας λύων, "μελεδήματα θυμοῦ" (υ 57) <λύσις>· ἡ λύτρωσις (ι 421) s *<λυσιτελεῖ>· συμφέρει AS, ἐπωφελεῖ *<λυσιτελής>· ὠφέλιμος, σύμφορος (Sir. 28,21) AS (vg) †<λυσιπνεῖ>· φοβεῖται <>λυσκάζει>· περιφεύγει (r) *<λυσόμενος>· λυτρωσόμενος (Α 13) ASb(g) <λύσω>· ἀπολυτρώσω (Α 29) <λύσσα>· ὁρμή. *ἐνθουσιασμός (Ι 239) AS *<λῦσας>· ἔλυσας, ἐλυτρώσω g. ἔσωσας *<λύσσεται>· μαίνεται A *<λύσσης>· μανίας (Eur. Or. 401) An. ὄρεξις ἐπιβλαβής *<λυσσήεις>· μανιώδης (Greg. Naz. c. 2,1,1,52 ..) r (vg) *<λυσσητῆρα>· μανιώδη r. ASn *<λυσσῶδες>· μανικόν ASvgp <λυσσῶσι>· μαινομένοις <Λυταίη>· Θετταλή <λυταρίς>· μήκωνος εἶδος [<λυταῶς>· σκοτεινῶς] <λυτήριον>· φυλακτήριον <λυτήριος>· φύλαξ <λύτρον>· τίμημα r <λύτρα>· καθάρματα. λυτήρια. καὶ *πάντα τὰ διδόμενα εἰς ἀνάκτησιν ἀνθρώπων (AS) *<λυτρούμενον>· ἐξ αἰχμαλωσίας [ἀνθρώπων] λυτρούμενον A <λυττεῖ>· πολλὰ λαλεῖ <λύττοι>· οἱ ὑψηλοὶ τόποι <λυττῶντας ἢ λυσσῶντας>· μαινομένους <λύχνα>· λύχνοι (Hdt. 2,133,4) <λυχναῖος> καὶ <λυχνεύς>· ὁ διαυγὴς λίθος (Clem. Al. protr. 4,47,3?) r (AS) <λύχνιον>· ἡ λυχνία *<λυχνοκαΐαν>· λυχναψίαν AS <λυχνοκῶσαν>· λυχνοκαυτοῦσαν (Teleclid. fr. 60) <λύχνος>· ἡ λαμπάς s, ἡ δαΐς, παρ' Ὁμήρῳ (τ 34). καὶ ἰχθῦς κάλλιστος <λυχνοῦχος>· *ὁ φανός, λαμπτήρ gns. οἱ δέ, ἐφ' οὗ ὁ λύχνος ὀχεῖται †<λύχνον>· τράχηλον <λῶ>· θέλω *<λώβας>· βλάβας AS, ὕβρεις *<λωβᾶται>· ἐξαπατᾷ AS. λυμαίνεται Sg <λώβη>· βλάβη. ὄνειδος. ἀπώλεια. χλεύη. ψεῦδος. ὕβρις <λωβῆσαι>· ὑβρίσαι, βλάψαι *<λωβήσαιο>· βλάψειας, ὑβρίσειας (Β 242) (ASN) <λωβήεντα>· βλαβερά *<λωβητήρ>· ὑβριστής (Λ 385) r. ASn (g) <λωβητῆρα>· βλαπτικόν, ὑβριστικόν (Β 275) <λωβητῆρες>· λώβης ἄξιοι, ἐπονείδιστοι (Ω 239) *<λωβητόν>· ἐνυβριστόν (Ω 531) AN (S) <λωβεύειν>· ψεύδεσθαι (S). καταισχύνειν <λωβώμενος>· χλευάζων <λωγάνιον>· τῶν βοῶν τὸ ἀπὸ τῶν τραχήλων χάλασμα <λωγάλιοι>· ἀστράγαλοι. ἢ [πόρνοι (r) <λωγάς>· πόρνη <λώγασος>· ταυρεία μάστιξ <λωγή>· καλάμη S καὶ συναγωγὴ σίτου <λώεσσαν>· τὴν ἅμαξαν (S) *<λώϊον>· λωΐτερον, βέλτιον ASvn <λωισμόν>· λῶμα. ἢ κλωσμένον *<λώϊστα>· συμφέροντα ASn. ἄριστα (Eur. Med. 127 ..) <λωϊτέρη>· συμφορωτέρα [<λώλεσσαν>· τὴν ἅμαξαν] *[<λωλεύοντα>· ἀνθοῦντα ASgb] <λῶλον>· βρῶμα, ἐκ γιγάρτων καὶ σύκων γενόμενον, παιδίοις πεφωσμένον <λωλώ>· ὅταν σῦκα μετὰ γιγάρτων φωσθῇ (S) <λῶμα>· ῥαφή. κλωσμός. ἢ *εἰς τὸ κατώτερον <μέρος> τοῦ ἱμα- τίου <ἐπίβλημα ἐκ βύσσου καὶ πορφύρας> ASvgnp λῶμα (Exod. 28,33 ..) [<λωπεύει>· ψεύδεται] <λώπη>· ἱμάτιον, περίβλημα <λωπίζει>· ἐκδύει, γυμνοῖ ἢ ὅπλων ἢ ἱματίων <λωπιστός>· ὁ Παλαμήδης ἐκ τῆς τῶν ἱματίων ἐπιρίψεως (Eur. Palam.?) <λωποδύται>· κλέπται, ἀποδύοντες, ἐν λουτροῖς κλέπτοντες *<λῶπος>· ἱμάτιον r ASvgn †<λωρόν>· πικρόν <λωρυμνόν>· βαθύτατα, κατώτατα <λῶσα>· θέλουσα <λῶστοι>· ἐραμμένοι. φίλοι <λῷστος>· βέλτιστος Ss. [ἢ βοτάνη. καὶ εἶδος φυτοῦ] <λωτεῦντα>· ἀνθοῦντα ASgbp. ἢ λωτὸν ἔχοντα (Μ 283) <λῶτα>· ἄνθη <λωτεῦσι δὲ πάχνῃ>· ἀνθεῖν ποιοῦσιν αἱ ψυχρότητες <λωτίζειν>· ἀπανθίζεσθαι. [ἀπολαύειν (S) <λωτίνας ἀηδόνας>· τοὺς αὐλούς (Eur. fr. 931) <λώτινος αὐλός>· ἐκ λωτίνου ξύλου <λώτισμα>· οἱ πρῶτοι, καὶ ἐπίλεκτοι (Eur. Hel. 1593) <λωτοβοσκὸν φῦλον>· οἱ μὲν τὴν Θρᾴκην· οἱ δὲ τὴν Αἴγυπ- τον S. ἄλλοι Σκυθίαν (trag. ad. 236) <λωτός>· τράγημά τι. καὶ αὐλός. καὶ δένδρον. καὶ πόαν· κυρίως δὲ τὸ ἐν ταῖς λιβάσι φυόμενον. καὶ πᾶν ἄνθος. καὶ καρπὸς [τοῖς παρὰ] τοῖς Λωτοφάγοις *<λώτου τ' ἔρωτες>· ... χόρτος γλυκύς, ὅθεν αἱ γλωσσίδες τῶν αὐλῶν (Eur. Troad. 439) AS <λωτρόν>· δειλινὸν ἄλειμμα. Λάκωνες <λωφᾷ>· λήγει, παύεται <λωφάξαλος>· ἐμπηδήσας <λῶφαρ>· λώφημα <λωφᾶν>· ἠρεμεῖν r. πεπαῦσθαι <λωφῆσαι>· ἀπὸ τοῦ τραχήλου τὸ ἄχθος ἀποθέσθαι. παῦσαι, λῆξαι, ἀναπαῦσαι, ἡσυχάσαι [λωφῆσαι. καὶ τὰ ὅμοια] *<λώφησις>· ἀνάπαυσις r. ASgn. καὶ τὰ ὅμοια <λωφήσεων>· λήξεων, ἀναπαύσεων <λωϊόνων>· ὠφελίμων *<λωφῶσι>· παύουσιν ASvgn <λωφούσῃ>· παυούσῃ <λώψ>· χλαμύς <λῴων>· βελτίων (Eur. Med. 911) r [<Μῆδος>· ἱκανός· ἐπειδὴ ὁ Μαδαεί, κτίστης τῆς Μηδείας. ἑρμηνεύεται δὲ οὗτος ἐκμέτρησις, ἤγουν ἱκάνωσις (Procop. in Esai. 13,17) <μεμυαλω- μένα>· (Ps. 65,15) <βαλλίζειν· Λώτ· ἐτυμπανίσθησαν>. ἐπρίσθησαν (ep. Hebr. 11,35. 37) <ὕπερον>· (Prov. 23,31) <μεμαράς>· (Iob 15,35) <θυΐσκη>· (Num. 7,14) <ἐμφρενώμενος· ἀντισήκωσις· ἀσπάλαξ>· [ἄσβεστος (Iob 20,26) μοιχαλίς (Prov. 18,22)] μῦς τυφλός, ὁ τὴν γῆν τρυπῶν (Lev. 11,30)]. <Μά>· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον συζεύγνυσι καὶ κατομόσει καὶ ἀπομόσει, τοῦτ' ἔστι καὶ συγκαταθέσει καὶ ἀποφάσει, τῷ τε ναί καὶ τῷ οὔ ἐπιῤῥήμασιν. ἔστι γὰρ αὐτοῖς κοινόν †<μαατρόν>· μωρόν. Λάκωνες <μαγάδεις>· αὐλοὶ κιθαριστήριοι. ὄργανον ψαλτικόν. ὅθεν καὶ τὸ ψάλλειν <μαγαδίζειν> λέγουσιν. Ἴων Ὀμφάλῃ· [ἢ] "μάγαδις αὐλὸς ἡγείσθω βοῆς" (fr. 23) ἀντὶ τοῦ ὁ συνᾴδων τῇ μαγάδι <μαγάδιν>· ἀρχαῖον κιθάρισμα <μαγαδίδες>· ὄργανα ψαλτικά (Soph. fr. 217) <μαγαρίς>· μικρὰ σπάθη <μαγαρίσκος>· πινακίσκος *<μαγάς>· σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη τῆς κιθάρας τὰς νευράς, καὶ ἀποτελοῦσα τὸν φθόγγον ASvgn. [ἢ τόκον προ- φέρουσα μνᾶν μίαν] <μάγγανα>· φάρμακα. [δίκτυα]. γοητεύματα <μαγγανία>· μηχανή p <μάγγανα>· μηχανήματα <μάγδωλος>· οἰκοδόμημά τι <μαγεύταν αὐλόν>· τὸν [τὸν] μαγεύοντα τοὺς ἀκροωμένους S <μαγεύειν>· γοητεύειν (S). θεραπεύειν θεούς <μαγῆες>· οἰκονόμοι δείπνου. ἢ τὰ ἄλφιτα μάττοντες <μάγιν>· ἀσπίδα (s) <μαγίδες>· αἷς ἀπομάττουσι καὶ καθαίρουσι. καὶ μᾶζαι, ἃς κατα- φέρουσιν οἱ εἰς Τροφωνίου κατιόντες <μαγίς>· παλαθίς, ἄρτος (Iud. 7,13) *<μαγίστωρ>· ἐπιστάτης. διδάσκαλος s *<μαγίστορας>· διδασκάλους. ἐπιστάτας ASvg <μαγμόν>· τὸ καθάρσιον· <ἀπομάσσειν> γὰρ λέγουσιν, ὅταν περικαθαίρωσι τοὺς ἐνοχλουμένους τινὶ πάθει (Soph. fr. 429) <Μάγνης>· κυβευτικοῦ βόλου προσηγορία (S) .... καὶ ἄλλων πολλῶν λεγόμενα ὀνόματα βόλων <Μάγνητες>· ἔθνος Θεσσαλίας (Β 756) <μαγνῆτις λίθος>· αὕτη πλανᾷ τὴν ὄψιν, ἀργύρῳ ἐμφερὴς οὖσα. ἡ δὲ Ἡρακλεῶτις τὸν σίδηρον ἐπισπᾶται (Eur. fr. 567) <μάγον>· τὸν ἀπατεῶνα. φαρμακευτήν. τὸν θεοσεβῆ, καὶ θεολό- γον καὶ ἱερέα οἱ Πέρσαι οὕτως λέγουσιν (Dan. 2,10) [*<μάγαρον>· ὑπερῷον S] <μαγύδαρις>· ὀπὸς σιλφίου. οἱ δὲ ἕτερον τοῦ σιλφίου εἶναι μανότερον <μαγῳδία>· ὄρχησις ἁπαλή· ἀπὸ Χρυσογόνου μάγου <μαδᾷ>· ἐκρεῖ <μαγδάλλει>· τίλλει. ἐσθίει <μαγδάλλοντες>· τίλλοντες. ἐσθίοντες <μαδάρεις>· τὰς πλατυτέρας λόγχας τῶν κεράτων. Κελτοί <μαδαρός>· ἀραιόθριξ. ψεδνός <μάδεγμα>· δέλεαρ, πρόβλημα. οἱ δὲ [<μάδευμα> S <μάδισος>· δίκελλα. οἱ δὲ <μαδιβός> *<μαδίσας>· τὰς τρίχας ἀποβαλών ASn <μαδόν>· πόα. καὶ λεῖον <μάδος>· τὸ ψίλωθρον †<μαδρυνθήσομαι>· κολασθήσομαι. ἐπιτριβήσομαι <μᾶ>· πρόβατα. Φρύγες *<μᾶζα>· ἄλφιτα πεφυρμένα ὕδατι καὶ ἐλαίῳ ASs <μαζάκις>· δόρυ Παρθικόν <μαζαγόας>· ἐπὶ μάζῃ μεμψίμοιρος <μᾶζαν>· ἀντὶ τῆς τροφῆς, καὶ τῆς μεμαγμένης †κόπρου <μαζάρυγξ>· τὰ ἐπὶ τῷ ποτῷ ἐπόντα <μαζινὸς βοῦς>· ὁ ἐξ ἀλφίτων <Μαζεύς>· ὁ Ζεὺς παρὰ Φρυξί *<μάζης ὤνιον>· ἄρτου πρᾶσις ASg <μάζιναι>· μαζοί <μαζίον>· ὀλίγον ... <μαζοί, μαζῶν>· ... <μαζονόμιον>· κοῖλον, καὶ ξύλινον πίνακα <μαζοπέπτης>· ἀρτοκόπος <μαζός>· μαστός (S). ὄχθος. τιτθός <μαζοφορίς>· ὅμοιον κανῷ <μαζῶντα>· τὸν μάττοντα τὰς μάζας †<μαεῖται>· μυρολογεῖ <μαθαλίδες>· ἐκπώματά τινα. οἱ δὲ μέτρα, ὡς κύαθοι (Blaes. fr. 2 Kaib.) <μάθαμι>· ζητῶ <μάθας>· μαθήσεως <μαθήματα>· ἃ οἱ ὑποκριταὶ ἀνελάμβανον <μάθυιαι>· γνάθοι <μαΐ>· μέγα. Ἰνδοί <μαῖα>· πατρὸς καὶ μητρὸς μήτηρ. καὶ τροφός. καὶ περὶ τὰς τικτούσας ἰατρός, <ἣ> καὶ ὀμφαλοτόμος. καὶ προσφώνησις πρὸς πρεσβῦτιν τιμητική, ἀντὶ τοῦ· ὦ τροφέ (β 372) <Μαίανδρος>· ποταμὸς Μιλήτου· ἄλλοι Καρίας. καὶ κόσμος τις ὀροφικός. καὶ εἶδος ἱππασίας παρὰ ἱπποδαμάσταις *<μαίεσθαι>· ζητεῖν, ἐρευνᾶν (ξ 356) Ag(n). καὶ <μαιμάσσειν> τὸ αὐτό <μαιεύονται>· μαιοῦνται <<μαιεία>· ἡ> μαίευσις (Plat. Theaet. 150 d ..) r †<μαιθαῦ>· οἴμοι <μαίθη>· καρδία πρὸς τοῖς ἱεροῖς. καὶ ὄνομα <μαιμᾶι>· ἐνθουσιᾷ καὶ ὀξέως ὁρμᾶι, ἢ ὀρέγεται, προθυμεῖται <μαῖμα>· τῶν ὀρνίθων ἡ κοιλία *<μαιμώοντι>· ἐνεργῶς κινουμένῳ S <μαιμάκτης>· μειλίχιος. καθάρσιος <μαιμᾶν>· ὀρέγεσθαι, ἐπιθυμεῖσθαι <μαῖμαξ>· ταραχώδης <μαιμάσασα>· οἰστρήσασα *<μαιμάσσει>· σφύζει. προθυμεῖται (Ierem. 4,19) ASvgn <μαιμώμενος>· ὁρμῶν. ζητῶν *<μαιμώων>· ἐνθουσιῶν n *<μαιμῶσα>· ὀρεγομένη AS, προθυμουμένη n. κινουμένη AS [<μαιμάωξ>· κινουμένη] [ἢ ἀδελφός p] <μαιμώωσιν>· ἐνθουσιῶσιν n. ὀρέγονται, προθυμοῦνται (Ν 75) <μαινάδες>· αἱ Βάκχαι (Eur. Bacch. 103 ..) <μαινάδι>· Βάκχῃ n. μαινομένῃ (Χ 460) *<μαινάς>· Βάκχη (Eur. Troad. 307) Sgn <μαίνεται>· ὀργίζεται. ὑλακτεῖ <μαινόλης>· παράκοπος. ἔνθεος <μαινομένοιο>· ἐνθουσιωδῶς κινουμένου, ἢ μανίας παρασκευα- στικοῦ, μανιοποιοῦ (Ζ 132) <μαινομένου Διονύσου>· μανίας ἐμποιοῦντος. ἢ ἐπὶ τοῦ οἴνου, μετωνυμικῶς· ἔκφρονας γὰρ ποιεῖ καὶ εὐκινήτους (Ζ 132) [<μαινοῶσιν>· ἐνθουσιῶσιν] <Μαιονία>· ἡ Λυδία *<μαιούμενος>· ἐκλοχίζων ASn <Μαῖρα>· κύων τὸ ἄστρον, ἢ ἀκμαιότατον καῦμα r. οἱ δὲ τὴν σελήνην (Callim. fr. 75,35 Pf.). οἱ δὲ Προίτου θυγατέρα, Αἴθρας ἀδελφοῦ εἶναι. Ταραντῖνοι δὲ <μαιριῆν>· τὸ κακῶς ἔχειν <μαίσωλος>· ζῷον τετράπουν, γενόμενον ἐν τῇ Ἰνδικῇ, ὅμοιον μόσχῳ <μαίσων>· μάγειρον. ἄλλοι βορόν· ἀπὸ τοῦ μασᾶσθαι *<μαιωθήσονται>· λοχευθήσονται. γεννηθήσονται. θεραπευθή- σονται (Iob 26,5) Avgn *<μαιώσασθε>· ἐρευνᾶτε τὴν φύσιν AS <Μαιωτίδα>· λίμνην. <Μαίονά> φασιν εἶναι ποταμὸν τῆς Ἀχαΐας, καὶ <Μαιῶτιν λίμνην> ἐν Ἑλλάδι (Plat. com. fr. 27) <μάκαρ>· μακάριε, εὐδαίμων (Γ 182 ..) <μάκαιρα>· τελεία. εὐτυχής. τιμία <μάκαρες>· μακάριοι, εὐδαίμονες, ἅγιοι <μακαρία>· βρῶμα ἐκ ζωμοῦ καὶ ἀλφίτων <μακαρίνη>· ἀνδράχνη *<μακάριος>· ὁ πάντοτε ἐν ἀγαθῷ ὤν, εὐδαίμων ASvg *<μακαριότης>· εὐδαιμονία (4. Macc. 18,19) As <μακαρίτης>· ὁ τεθνεώς. ὁ μακάριος. *ὁ νεκρός (AS) *<μάκαρος>· μακαρίου (α 217 ..) g *<μακάρων>· εὐδαιμόνων n, μακαρίων (Α 339) Avg <Μακάρων νῆσος>· ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίᾳ Θηβῶν (Ar- menid. fr. 378,5 J.) Σ <μακεδνὰ σκῦλα>· τὰ οὐράνια καὶ μεγάλα. ἢ ὅτι <τὰ> τρόπαια μετέωρα ἵσταται <μακεδνή>· μηκεδανή. μακρά. ὑψηλή (η 106) <μάκελλα>· φράγματα, δρύφακτοι <μακέλλη>· δίκελλα. πλατὺ σκαφεῖον ... δὲ τῆς μακέλλης ὁ στελεός <μακελλῶν>· δρύφακτος *<μάκελλα>· τὰ αὐτά ASvgn <μακεσίκρανος>· ἔποψ. διὰ τὸ ἔχειν ἐπὶ τῆς κεφαλῆς καθάπερ λόφον. καὶ κορυθαίολον αὐτὸν λέγουσι. πολυώνυμον δὲ [λέγε- ται] τὸ ζῷον· σίντην τε γὰρ αὐτὸν καὶ ἀλεκτρυόνα καὶ γέλα- σον λέγουσι <Μακετία>· ἡ Μακεδονία <μάκιστος>· ποῤῥώτατος. ὄφελος ἔχοντα <μακιστήρ>· βέλος. τάσσεται δὲ καὶ ἐπὶ τοῦ μεγάλου (Aesch. Pers. 698) †<μάκιστι>· λοιμός <Μάκκος>· ... βασιλεύς <μάκκορ>· ἐργαλεῖον γεωργικόν, ὡς δίκελλα <μακκούρᾳ>· χειρὶ σιδηρᾷ, ᾗ χρῶνται πρὸς τοὺς ἵππους <μακκοᾶν>· παραφρονεῖν. προσποιεῖσθαι μὴ ἀκούειν <μακούνιον>· δίκτυον κιχλῶν, ὅπερ τινὲς <νεφέλην> <μακρά>· μεγάλη <γραμμή>. εἰώθασι γὰρ οἱ καταδικάζοντες ἐν τῷ γραμματιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν <μακραμβές>· τὸ εὔκυκλον *<μακρηγορία>· μακρὰ διάλεξις, ἢ ὑπαγορία (ASvgn) <μακρῇσι>· μεγάλαις (Ν 782) <Μάκρις>· Εὔβοια ἡ νῆσος <Μακρόβιοι>· αἱ νύμφαι. Ῥόδιοι (Callim. fr. 228,62?) <μακρὸν ἄϋσε>· μεγάλως ἐβόησεν (Γ 81) *<μακρὸν ὀχῆα>· τὸν μακρόν, τὸν συνέχοντα (Μ 121) AS <μάκται>· οἱ μάττοντες τὰς μάζας <μακτήρ>· ἡ κάρδοπος. ἡ πυελίς. καὶ διφθέρα. καὶ [ὀρχήσεως σχῆμα (s) <μακτήριον>· †ἱλαστήρια. κάλυμμα ἱερὸν κρυφίων. ἢ κύκλος ξύλινος *<μάκτρα>· ἀβάκιον, [ἔνθα μάσσουσι τὸ ἄλευρον AS <μακύνεται>· μεγαλύνεται. ὀρθοῦται *<μακών>· βοήσας (κ 163) ASg [<μάλαγμα>· ἴαμα] †<μάλα>· ἄθροισμα. βούνισμα <μάλα βούλεται>· πάνυ, σφόδρα, λίαν, μάλιστα, ἄγαν (Ο 51) *<μάλαγμα>· ἴαμα (Sap. 16,12 ..) n *<μάλα εἰκότως>· πάνυ πρεπόντως A (g) h <μάλαι>· μασχάλαι <μαλακία>· *νόσος r. ASvg. βλακία. εἶδος δὲ ἰχθύων, τευθίδες καὶ σηπίαι, <μαλάκια> <μαλακίζεσθαι>· ἀσθενῶς διακεῖσθαι (Thuc. 3, 37,2). *νοση- λεύεσθαι (ASn) <μαλακίννης>· παρθένος s <μαλάκιον>· γυναικεῖον κοσμάριον (Ar. fr. 320,10) *<μαλακὸν ἱμάτιον>· τετριμμένον. [Κῷοι δὲ εὐμετακόμιστον] ἢ πολυτελές. ἢ ἁπαλόν (Matth. 11,8 v. l.) A *<μαλακὸν περὶ κῶμα>· ἁπαλὸν κοίμημα (Ξ 359) An †<μαλάγας>· ἄδησυς† θῦλαξ, ἀσκός <μαλακός>· μαλθακός. ἔκλυτος. γυναικοήθης <μαλακόστρακα>· καράβους καὶ καρίδας <μαλακῷ>· ἁπαλῷ, τρυφερῷ, *[ἡδεῖ (Ω 678) An <μαλάνιον>· σάκκος *<μαλάντερον>· μειλανώτερον A <μαλάξαι>· πραῧναι *<μάλα σαφῶς>· πάνυ φανερῶς vg (A) <μαλασσός>· τράχηλος <μαλατῆρες>· ναῦται <μαλατθᾷ>· αἱμωδιᾷ [<μάλα> τι τῶν ἀποκρύπτων] <μαλαφῶν>· ζητῶν <μήλῃ τι τῶν ἀποκρύπτων> *<μαλάχη>· μολόχη Agnp <μαλάχιος>· ἰχθῦς ποιός *<μάλα ἄν>· λίαν, πάνυ (Plat. Conv. 194a ..) A [<Μάλεοι>· ὅριοι] *<μαλεροῖο>· καυστικοῦ (Greg. Naz. c. 1, 1, 8,7) gn <μαλερόν>· *καυστικόν AS. μαραντικόν (ASn). ὀξύ. λαμπρόν. ἰσχυρόν. ἀσθενές <μαλερὰς φρένας>· ἀσθενεῖς. καὶ ξηράς, καυστικάς <μάλευρον>· ἄλευρον. στέας (Achae. fr. 51) <μάλη>· [χλαῖνα] μασχάλη ps [μαλάχη] <μαλήκῳ πέδᾳ>· μοιριδίῳ δεσμῷ. τροχιλία καὶ παγὶς μαλικὰ καλοῦνται (Alcman) [<μαλητέον>· ζητητέον] <μάλθαν>· κηρὸν ἁπαλὸν <ἤσθιον> (Ar. fr. 157) <μαλθακόν>· ἀγαθόν (Ar. fr. 815) (s). *μαλακόν AS. ἡδύ. προς- ηνές. *τρυφερόν AS. ἀσθενῆ <μαλθάσσειν>· μαλάσσειν. πείθειν *<μάλθη>· μεμαλαγμένος κηρός q. ASgb. [ἢ μαλακία. καὶ τρυφερή] <μάλθη>· ῥύπος ξηρός <μαλθώσω>· μαλακώσω <Μαλέα>· ἀκρωτήριον τῆς Λακωνικῆς b <μαλίαν>· εὔφημον, ἥσυχον, πραεῖαν <μαλιή>· τὸ περὶ τὰ ὑποζύγια πάθος, ὅτε βήττῃ <μαλοῖς>· ζητεῖς <μάλιον>· μᾶλλον (Tyrtae. 12,6) <Μάλικα>· τὸν Ἡρακλέα. Ἀμαθούσιοι <Μαλίρ>· γῆ κιμωλία <Μαλίς>· Ἀθηνᾶ (Hippon. fr. 64 Bgk.) S. λαπαρά. ἄφθα. φλεγ- μονή <μάλιστα>· λίαν gn πάνυ n πλέον, σφόδρα, μᾶλλον <μαλιωτέρα>· προσφιλεστέρα <μαλκενίς>· ἡ παρθένος. Κρῆτες <μαλκῆν>· τὸ ἐπικόπανον. Πάριοι <μαλκίειν>· τὸ ὑπὸ ψύχους συνεσπάσθαι τὰς χεῖρας <μαλκίετον>· μαλακῶς καὶ ἀσθενῶς ἔχετον. ἐπιεικῶς δὲ τοὺς ὑπὸ κρύους ἐσκληκότας μαλκίειν λέγουσιν <μαλκιώτατον>· μαλακώτατον <μαλκόν>· μαλακόν †<μαλλαθόντες>· ἐσθίοντες *<μᾶλλον>· πλέον ASg. μάλιστα <μᾶλλόν πως>· ὅσον <μαλλός>· τὸ ἔριον. καὶ ἡ καθειμένη κόμη, ὁ καὶ κρὲξ καὶ σκόλ- λυς. καλεῖται δὲ καὶ τὰ ποίμνια. ὅθεν καὶ μαλλῶτιν καλεῖσθαι τὴν Ἴδην, διὰ τὸ πολυπρόβατον εἶναι. καὶ λευκός <μάλλυκες>· τρίχες <μαλοπάραυος>· λευκοπάρειος <Μαλόεις>· Ἀπόλλωνος ἐπίθετον, ἢ ἐπώνυμον (Thuc. 3, 3,3) [<μαλόσα>· ὁδὸς ᾗ τὰ πρόβατα βαδίζει] <μαλουρίς>· λευκόκερκος. καὶ ἥτις τὴν οὐρὰν ἔχει λευκήν (Cal- lim. h. Cer. 110 v. l.) <μάλουρος>· λεύκουρος <μαλόχιον>· σπαθητόν *<μάλ' ὦκα>· πάνυ ταχέως (Β 52 ..) ASn <Μαμάγκεια>· ἐν Κλαζομεναῖς τόπος (S) <μάμματα>· †ποιήματα. βρώματα <μαματίδες>· ἀναδενδράδες. Δόλοπες <Μάμερτος>· Ἄρης <μαμᾶτραι>· οἱ στρατηγοί, παρ' Ἰνδοῖς <μαμμάκυθος>· μωρός S. ἔστι δὲ καὶ δρᾶμα πεποιημένον Πλά- τωνι <Μαμβρή>· ἀπὸ ὁράσεως <μαμμᾶν>· ἐπὶ τῆς παιδικῆς φωνῆς. ἐσθίειν <μάμμη>· ἡ μήτηρ τῶν γονέων. ἢ ὑποκόρισμα μητρὸς ἐκ παιδίου. Ἀττικοί †<μαμμικόν>· μικρόν †<μάμμος>· οἰκέτης †<μαναύεται>· πανέλκεται <μανάκις>· ὀλιγάκις, σπανίως. ἢ πυκνά (Plat. com. fr. 200) <μανδαλωτόν>· φίλημα ποιὸν οὕτως καλεῖται (Ar. Ach. 1201) <ὡς δράπετον> <μανδοτά>· σημεῖα <Μανδραγόρας>· ὁ Ζεύς. *καὶ εἶδος βοτάνης ASvgn, οἰνικὸν Svgn καὶ ὑπνωτικόν (Gen. 30,14 ..) Sn <Μανδραγορῖτις>· Ἀφροδίτη <μάνδραι>· ἕρκη, φραγμοί, αὐλαί, σηκοὶ βοῶν καὶ ἵππων *<μανδύας>· εἶδος ἱματίου ASvg Περσῶν πολεμικοῦ S. [ἢ μαν- τείας] (Iud. 3,16 ..) (n) *<μανδύη>· λουρίκιον vg [ὡς δρέπανον] <μαμωνᾶς>· θησαυρὸς πλεονεξίας <μανσούρ>· κύων <μανασσῆς>· ἐπιλανθανόμενος *<μανείην>· μανῶ (Eur. Hec. 1278) A (vgp) <μάνης>· εἰς <ὃ> τὰς λάταγας <ἠφίεσαν> <Μάνης>· κυβευτικοῦ βόλου ὄνομα [καὶ] βαρβαρικόν, καθάπερ Εὔβουλος (fr. 59) ἐν Κυβευταῖς· παρίστησι καὶ ἄλλων κατα- λεγομένων βόλων <ὀνόματα> <Μανέρως>· τοῦτόν φασιν Αἰγύπτιον ἀμαλογῆσαι πρῶτον παρὰ μάγων διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν ἀνὰ στόμα γενέσθαι, ὡς Κλέαρχος ἐν τοῖς Περὶ παιδείας ἱστορεῖ <μανία>· ὀργή, θυμός. κότος *<μανόν>· ἀραιόν ASvg. μικρόν. ὀλίγον. [χαῦνον Sg <μανοστήμοις>· ἀραιοστήμοις (Aesch. fr. 297) *<μανότης>· ἀραιότης (Plat. Tim. 72 c) A *<μανότατον>· ἀραιότατον ASg *<μαντευόμενος>· χρησμοδοτῶν (Deut. 18,10) ASn <Μαντινέη>· πόλις Ἀρκαδίας (Β 607) <μαντεῖον>· ἀντὶ τοῦ μάντευμα (Prov. 16,10) <μάντιος>· μάντεως <μάντις>· ὁ ἐν τοῖς κήποις βάτραχος. καὶ εἶδος ἀκρίδος *<μαντοσύνην>· μαντείαν (Α 72) [*<μαντύας>· μαντείας A] <μανύ>· μικρόν. Ἀθαμᾶνες <μάνυζα>· μονοκέφαλον σκόροδον, ὅπερ ἔνιοι <μώλυζαν> (Hip- pocr. nat. mul. 85 mul. 1,78) *<μάνυσον>· τὰ μήκιστα δήλωσον (Eur. Hec. 192) AS <μανῶν>· ἀραιῶν <ματεῖ>· πατεῖ <μαραναθά>· ὁ κύριος ἦλθεν. ἢ εἶδον τὸν κύριον <μάραγνα>· μάστιγξ, ῥάβδος, ταυρεία *<μάραγνά γ' ἢ>· ταυρεία (Eur. Rhes. 817) ASN <μάραγοι>· οἱ ἀπόκρημνοι τόποι <Μαραθών>· δῆμος τῆς Ἀττικῆς· ὅθεν καὶ ποίημα ἦν Μαραθώ- νιον *<μαργαίνει>· μαίνεται Σ <μαραινόπους>· μεμαρασμένος τοὺς πόδας <Μαράξας>· μήν, ὁ Ἀπελλαῖος <μαράσσαι>· κύνες, ὄρνιθες <μαργᾶι>· μαργαίνει. ὑβρίζει. ἐνθουσιᾷ, μαίνεται. ὑβριστικαὶ γὰρ αἱ <μάργαι> <μαργαίνων>· μαινόμενος. δεσμῶν. ὑβρίζων. δεσμὸς γὰρ ἡ <μαργάς> [<μαργαρίσκον>· πινακίσκον] *<Μαργέτης>: μωρός τις ἦν μὴ εἰδὼς μίξιν γυναικός· καὶ γυνὴ προτρέπεται αὐτόν <εἰποῦσα σκορπίον αὐτὴν δῆξαι καὶ ὑπὸ τῆς ὀχείας θεραπευθῆναι> A <μαργηέντων>· λυσσώντων <Μαργίτης>· μωρός τις, μαινόμενος <μαργοτάτην>· ἐπιμανεστάτην <Μαργίτου>· ἄφρονος, μωροῦ <μαργοῖς>· μαινομένοις. ὑβρισταῖς (Plat. leg. 792 e) *<μαργῶντες>· μαινόμενοι An *<μάργος>· μαινόμενος ASvgb. ὑβριστής *<μαργῶσαν χέρα>· μαινομένην χεῖρα (Eur. Hec. 1128) Avgn <Μαρεῶτις>· εἶδος ἀμπέλου [<μαρήγει>· λαμβάνει] †<μαρηγηλλᾶι>· ἀμφιπονεῖ. στραγγεύεται <Μαριανδυνὸς θρῆνος>· δαιμονίως γὰρ περὶ τοὺς θρήνους σπουδάζουσιν. ἄλλοι εἶδος ᾠδῆς τωθαστικῆς τὸν Μαριανδυνόν, ὡς Λιτυέρσαν <μαριανδυνίζεις>· εἰρωνεύεις <μαριζεύς>· λίθος τις, ὃς ἐπισταζομένου ὕδατος καίεται [<μαρίειν>· ὀχλεῖσθαι· πυρέττειν] <Μαρικᾶν>· κίναιδον. οἱ δὲ ὑποκόρισμα παιδίου ἄῤῥενος βαρ- βαρικόν <μαρίλη>· ὁ χνοῦς S. καὶ τὸ λεπτὸν [τῶν ἀνθράκων S <μαριλοκαυτῶν>· ἀνθρακευτῶν· <μαρίλη> γὰρ τὸ ἀπόψημα τῶν ἀνθράκων (Soph. Indag. 34) <μαρίν>· τὴν σῦν. Κρῆτες <μαρῖνος>· κίθαρος. ἰχθῦς θαλάσσιος. καὶ ὄνομα κύριον *<μαριώθ>· ἀντιλογία (Ezech. 47,19 v. l.) n <μάρις>· [τὸν] ἓξ κοτύλας. καλεῖται δὲ ὁμωνύμως καὶ τὸ μακρὸν πέπερι <Μαριταῖον>· τὸν Δία <μάκαρς>· μακάριος. εὔμοιρος <Μάρκος>· ἐντολή *<μαρμαίρει>· λάμπει ASvgn. [ἐνθουσιᾷ] <μαρμάραι>· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι <μαρμάρειον>· λευκόν, λαμπρόν. <ἄνθος> <μάρμαρα>· λαμπρά. ἐρισύβη <μαρμαρόεντα>· λάμποντα <μάρμαρ>· στερεόν ... *<μαρμαίροντα>· λάμποντα (Γ 397) ASn *<μαρμαρέην>· λαμπράν (Γ 126 v. l.) g <μαρμαρέῃσι>· λαμπηδόσι <μάρμαρος>· λευκὴ λίθος (Π 735) <μαρμαρυγαί>· αἱ συνεχεῖς τῶν ποδῶν κινήσεις (θ 265). ἢ *λαμπηδόνες (ASvg) <μαρμαρυγή>· *φῶς. ἀστραπή AS. βῆμα. πήδημα. [λαμπηδών. ASg. κίνησις ποδῶν συνεχής. [αὐγὴ ὀφθαλμῶν ASn [<μαρμαρυκᾷ>· ἀπὸ τοῦ μαρμαίρων] *<μαρμάρω>· λίθῳ ποιῷ (Eur. Phoen. 663) *<μαρμάρῳ ὀκρυόεντι>· λίθῳ τραχεῖ (Μ 380) ASn <μάρμαρα>· λαμπρά <μαρμαῖρον>· λαμπρόν *<μαρνάμενοι>· μαχόμενοι (Ζ 256) ASn *<μάρναται>· μάχεται ἐν πολέμῳ (Δ 513) ASvg <μᾶρον>· ὀπός. καὶ πόα <μάρπτεν>· *κατελάμβανε An, συνελάμβανε. καὶ <μάρπτει>, ὁμοίως (Eur. Hipp. 1188) *<μάρπτῃσι>· καταλάβῃ (Θ 405) ASn *<μάρπτοντα>· κρατοῦντα (Greg. Naz. c. 2,1, 1,91) g (Tn) <μάρπτις>· ὑβριστής (Aesch. Suppl. 826) <μάῤῥον>· ἐργαλεῖον σιδηροῦν <μάρσεται>· κτήσεται <μαρσίππιον>· βαλάντιον n. φασκώλιον (Prov. 1,14) <ἢ σάκκος> <μαρσίπεοι>· οἱ γαστρίμαργοι. [ἢ σάκκοι] <μαρτυρίαι>· βουλήσεις <μαρτυρίῃσι>· βουλήσεσιν, ἐντολαῖς (λ 325) <μαρτύρομαι>· ἐπιφωνοῦμαι (Eur. Phoen. 626 ..) <μάρτυς>· μάρτυρ *<μαρυκᾶσθαι>· ἀναπέμπειν τὴν τροφὴν καὶ πάλιν αὐτὴν ἀναμα- σᾶσθαι AS <μαρυκᾶται>· ἀναμασᾶται *<μάρψαι>· συλλαβεῖν gn, καταλήψεσθαι (Eur. Hec. 1061) (Sg) <μάρψει δ'>· καταλήψεται (Ο 137) *<μάρψω>· καταλάβω (Eur. Alc. 847) An <Μάσης>· πόλις (Β 562) <μάσασθαι>· ἐφάψασθαι (λ 591). καθᾶραι <μάσθλη> καὶ <μάσθλης>· δέρμα, καὶ ὑπόδημα φοινικοῦν (Sapph. fr. 39 L -- P). καὶ ἡνία. διφθέρα <μάσθλητα δίτομον>· τὰς ἡνίας. καὶ γὰρ <ὁ μάσθλης καὶ> ἡ μάσθλη. Σοφοκλῆς Ἀνδρομέδᾳ καὶ Συνδείπνοις (fr. 125. 151) <μάσι>· μεγάλως <μασίγδουπον βασιλῆα>· μεγαλόηχον, τὸν μέγαν ἐν ἤχῳ <Μασιμάνας>· τοὺς βαρβάρους οὕτως ἔλεγον <μάσκη>· δίκελλα <μάσπετα>· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ ὀπτόν <μάσσαι>· ζητῆσαι. καθαρίσαι. φυρᾶσαι <μάσσασθαι>· [μάχεσθαι.] λαβέσθαι. ἀφαρπάζεσθαι. [ἐφάψασθαι (λ 591) S *<μάσσει>· καθαρίζει. καὶ τὰ λοιπά AS <μᾶσσον>· πλέον S, μεῖζον (θ 203). μικρόν, [ἔλασσον S <μασσότερον>· ποῤῥώτερον <μάστα>· ἡγεμών. [ἢ μεγάλως] <μαστάζει>· μασᾶται <μαστάζεται>· διαμασᾶται S <μάστακα>· τὸ στόμα (δ 287)· ἀπὸ τοῦ <μασᾶσθαι>. ἢ τὸ μάσημα (Ι 324). οἱ δὲ [ἀκρίδα (Soph. fr. 650) (s). ἢ σιαγόνα <μαστίδες>· ἀκίδες. ἢ ἀγκύλαι [<μασταλίδες>· χάρακες. κάμακες] *<μάσταξ>· ἔνθεσις. ἢ ἀκρίς AS. ἢ στόμα gS <μασταρύζειν>· μαστιχᾶσθαι. καὶ τρέμειν. ἢ σφοδρῶς, ἢ κακῶς μασᾶσθαι (Ar. Ach. 689) <μαστεύει>· ζητεῖ S, ἐρευνᾷ, ψηλαφᾷ, [ἐπιζητεῖ n *<μαστήρ>· ἐρευνητής (Eur. Bacch. 986) AS *<μαστῆρες>· ζητοῦντες A, ἐρευνῶντες <μάστι>· μάστιγι (Ψ 500) *<μάστιγας>· δαρμούς A <μάστιε>· μάστιζε (Ρ 622) *<μαστιγίας>· ὁ μαστιζόμενος ASvg <μαστίεται>· μαστίζεται (Υ 171) <μαστίζει>· [μασᾶται. ἢ] τύπτει <μαστίζει>· πληγαῖς τύπτει <μαστίζων>· [μασόμενος.] πατάσσων <μάστιν>· τὴν μάστιγα (ο 182) *<μάστιξ>· φραγέλλιον (Sirac. 40,9) ASn <μαστοί>· τὰ ὑψηλὰ τῆς Ἀττικῆς μέρη <μαστός>· ποτήριον. ἢ λίθον. καὶ τὰ <εἰς> ὕψος ἀνέχοντα <ἐν> χώραις καὶ ὄρεσι <μαστούς> <μαστούειν>· ἐπιζητεῖν <μαστρεῖαι>· αἱ τῶν ἀρχόντων εὔθυναι <μαστροί>· παρὰ Ῥοδίοις ἐρευνητῆρες <μαστροπός>· δύστροπος. [πανοῦργος An. ἀπατεών. *ὁ τὰς γυναῖκας ἢ ἄνδρας προσκαλῶν καὶ μαυλίζων, ἢ προαγωγός A <μαστροφός>· τὰ αὐτά s <μασύντης>· παράσιτος <μασχαλέον>· κάνεον. πίναξ <μασχάλην αἴρειν>· κωθωνίζεσθαι, καὶ πίνειν "ὡς ἄνω τὴν μας- χάλην αἴρωμεν ἐμπεπωκότες" (Cratin. fr. 298) ἐν τῷ μεθύειν αἴρειν ἄνω τὴν μασχάλην. εἰώθεισαν γὰρ λέγειν <μασχάλην αἴρεις> ἀντὶ τοῦ κωθωνίζειν, καὶ καταμωκᾶσθαι ταῖς χερσίν· οἷόν ἐστι καὶ τὸ παρ' Ὁμήρῳ· "χεῖρας ἀνασχόμενοι" (σ 100) <μασχάλη>· μέρος τι τῆς πρῴρας, ὅπου καὶ τὸ τέρθρον, ὃ κα- λοῦσιν ἀρτέμωνα. ἢ τοῦ τῆς ἐλαίας φύλλου τὸ μέρος <μασχαλῆν>· τὸ τοῖς λευκίνοις σχοινίοις τὰς ἀγκύρας σχάσαντας περὶ τὸν ἀγκυρίτην λίθον περιθεῖναι <μασχάλινον>· φοινίκινον πλέγμα <μασχάλιον>· κάνεον φοινίκιον. Μασχάλη γὰρ ἡ τοῦ φοίνικος ῥάβδος. ἢ σχοινίον <μασχαλίσματα>· <οἱ> φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλῖναι ἀκρωτηρίασαν τὰ μόρια τούτων, οἷον ὤτων, ῥινῶν, καὶ διείραντες ἐκρέμνων ἐκ τοῦ τραχήλου διὰ τῶν μασχαλῶν. καὶ τὰ [τῶν] ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις <μασχαλιστήρ>· <ὁ> διὰ τῶν μασχαλῶν δεσμὸς (S) τοῦ ὑπο- ζυγίου. τὸ αὐτὸ καὶ <μασχαλίς> <μασχαλισθῆναι>· ἀνηρτῆσθαι ἐκ τῶν μασχαλῶν <μασχαλίττει>· ὑπὸ κόλπον καὶ ὑπὸ μάλην φέρει *<μασχαλόν>· τὸν χιτῶνα (S) <ματᾶι>· διατρίβει, χρονίζει <ματαιολοιχός>· ὁ περὶ τὰ μικρὰ πανοῦργος, καὶ λίχνος (Ar. Nub. 451) <μάταιος>· ἠλίθιος. τάλας <ματαίαν>· τάλαιναν, ἠλίθιον (Esai. 31,2) <μάταισι>· ταῖς ματαιότησιν <ματαΐσσει>· μωραίνει <ματᾶν>· ματαιΐζειν <μάταν>· ἡ λύγξ. ἔνιοι δὲ <ματακὸς ἢ ματακόν> <μάταρος>· στέφανος μεμαρασμένος <ματεῖ>· ζητεῖ <ματήρ>· ἐπίσκοπος, ἐπιζητῶν, ἐρευνητής †<ματρίους>· τοὺς ἀβελτέρους <ματηρεύειν>· ματεύειν. ζητεῖν <μάτησεν>· ἀπέτυχεν. *[μάταιόν τι ἔπραξεν n. ἠμέλησεν Sn. ἀπέσχεν (Ψ 510) <ματήσετον>· [ἑάλωσιν,] ἁλῶσιν. ἀποτύχωσιν (Ε 233) AS <ματία>· †μαρτυρία <ματίῃ>· ματαιότητι (κ 79) <μάτιον>· τῷ τόνῳ, ὡς βέλτιον· τὸ μικρόν, καὶ ὀλίγον, καὶ μάταιον. οἱ δὲ †δερμάτιον <ματίς>· μέγας. τινὲς ἐπὶ τοῦ βασιλέως <ματῆναι>· ματεῦσαι. ζητῆσαι <ματρόξενος>· τοὺς νόθους παῖδας. <Ῥόδιοι> *<ματρυλεῖον>· [τόπος [τῶν πορνευόντων, τουτέστι πορνεῖον,] ὅπου οἱ μαστροποὶ [ἤτοι μαυλισταί,] διέτριβον ASgn <Ματθαῖος>· δεδωρημένος. <Ματθίας> δὲ δόμα θεοῦ <ματτάβης>· ἀπορῶν <ματταβεῖ>· περιβλέπει. ἀδημονεῖ <μάτταβος>· ὁ μωρός <ματταβόμενος>· μέλλων, καὶ ἀποκνῶν [<ματύαι>· γνάθοι] <ματτύης>· ἡ μὲν φωνὴ Μακεδονική, ὄρνις. καὶ τὰ ἐκ τοῦ ζωμοῦ αὐτοῦ λάχανα περιφερόμενα <μὰ τὼ θεώ>· οὐ μόνον γυναῖκες, ἀλλὰ καὶ ἄνδρες ὤμνυον <ματῶν>· ματαιοπραγῶν, ἢ μάτην ποιῶν <μαῦλιν>· λαοτομεῖον †<μαυκυρόν>· τὸ χλιαρόν <μαῦλις>· μάχαιρα (Callim. fr. 75,9). καὶ ἡ μίσθιον ποιοῦσα <μαυλιστήριον>· παρ' Ἱππώνακτι, Λύδιόν τι λεπτὸν νόμισμα (fr. 126 Bgk.) <μαῦρον>· τὸ ἀμαυρόν. ἀσθενές. ἢ μωρόν <Μαύσωλος>· ὄνομα δυνάστου <μάχαιρα>· ξίφος. καὶ παραζώνιον. καὶ οἷς ἀποκείρεται τὰ πρό- βατα, καὶ ζῷα ἑρπετὰ πολύποδα, ἴουλος. καὶ ἐργαλεῖον τεκ- τονικόν <>μὰ φρήν>· διάνοια (Eur. Hec. 85) s <μαχαιροδέτης>· ἐν τοῖς ὁπλισμοῖς καταληπτήρ <μαχᾶν>· <ἀντὶ> τοῦ θέλειν μάχεσθαι <μαχατάρ>· ἀντίπαλος <μάχης ἐπὶ μήδεα κείρει>· τὰ περὶ τῆς μάχης βουλεύματα κολοβοῖ, καὶ ἀποκείρει, ἢ κολούει (Π 120) <μαχητής>· στρατηγός (Ε 801) <μαχησαμένω>· μαχεσάμενοι, δυϊκῶς (Α 304) *<μαχλάδα>· πόρνην AS *<μαχλάδας>· πόρνας (Greg. Naz. c. 1, 2,29, 264) g <μάχλης>· ἀκρατής, πόρνος <μαχλίς>· ἑταίρα, πόρνη <μάχλος>· ἀκρατής, καταφερής, *πόρνος gSns <μαχλοσύνη>· ἡ περὶ τὰ ἀφροδίσια [ὡσεὶ] καταφέρεια, *ἀκολα- σία ASn, πορνεία (Ω 30) ASgn <μαχλῶντες>· πορνεύοντες Avg <ἀκολάστως> vg †<μαχλοίων>· κρομμύων <Μαχλύονας>· τοὺς αὐτομόλους Αἰθίοπες οὕτω καλοῦσιν *<μάψ>· μάτην ns, ματαίως (Β 120) ASvgn <μαψαῦραι>· αἱ μάταιαι ἄελλαι, ἢ κοῦφαι πνοαί (Hes. Theog. 872) <μαψίδιον>· μάταιον vg. δαψιλές. χαλεπόν. δεινόν. ἑκούσιον *<μαψιδίως>· ματαίως (γ 72) AN. [μαψίφωνον] <μαψίφωνον>· ματαιόφωνον (*)<μάψωτος>· μάταιος *<μαψώτου>· ματαίου ASg <μέγα>· μεγάλως, πολύ (Β 111) <Μεγαβύζειοι λόγοι>· μεγάλοι· ἀπὸ τοῦ Περσῶν βασιλέως. οἱ δὲ βαρβάρους. καὶ οἱ τῆς Ἀρτέμιδος ἱερεῖς. καὶ οἱ στρατηγοὶ τοῦ Περσῶν βασιλέως Μεγάβυζοι <μέγα δικαστήριον>· ἐν ᾧ τὰς δημοσίας ἔκρινον δίκας *<μεγάθυμοι>· μεγαλόψυχοι, γενναῖοι N. <θυμὸς> γὰρ ἡ ψυχή (AS) [γενναῖοι] (Α 123) <μέγα κεν>· μεγάλως ἄν (Α 256) <μεγακήτεα>· μεγάλην παραγώγως, ἢ μεγάλως κοίλην. ἢ μέγα θηρίον, ἢ μέγα κῆτος (γ 158) <μεγαίρειν>· φθονεῖν, ζηλοῦν. στερίσκειν *<μεγαίρω>· φθονῶ (Δ 54) r. ASns (g) <μέγα ἴαχον>· μεγάλῃ φωνῇ ἀνέκραγον (Β 333) <μεγαλαυχεῖ>· σεμνύνεται, καυχᾶται (Ep. Iac. 3,5 v. l.) <μεγαλήγορος>· μεγάλως λέγων <μεγάλη θεός>· Ἀριστοφάνης ἔφη τὴν Βενδῖν (fr. 368). Θραικία γὰρ ἡ θεός <μεγάλανδροι>· μεγάλοι ἄνδρες. ἢ μεγάλοι κατὰ τὴν ἀνδρείαν. ἢ πολυανδροῦντες <μεγαλαλκής>· μεγαλοσθενής r <μεγάλαυχος>· μεγαλόφρων, μεγαλόψυχος <μεγάλην κληῖδα θυράων>· ὅλον τὸ θύραμα. τινὲς δὲ μοχλόν (Ω 455) <μεγάλη νόσος>· ἡ ἐπιληψία <μεγάλης δείλης>· οἷον ὀψίας <μεγαλήτορος>· μεγαλοψύχου (Β 547) <μεγαλήτορι>· μεγαλοψύχῳ. ὑπερηφάνῳ (Ε 674) *<μεγαλήτωρ>· μεγαλόψυχος r. ASvgn <μεγάλ' ἴαχε>· μεγάλως ἤχησεν (Α 482) <μεγαλίζεο>· μεγαλύνου, καυχοῦ. ἢ ὑπερυψώθης (Κ 69) <μεγαλίζομαι>· μεγαλύνομαι (ψ 174) <Μεγάλλειον>· μύρον [μέγεθος, ὕψος (Sir. 17,8)] *<μεγαλομερῶς>· μεγάλως (2. Macc. 4,22 ..) AS <μεγαλομήτηρ>· ἡ τῆς μητρὸς μήτηρ *<μεγαλόνοια>· ὑπερηφάνεια Avg. σύνεσις r. AS *<μεγαλοπρεπής>· μεγαλοφανής ASvg *<μεγαλουργίας>· μεγάλας ἐργασίας v (gAS) <μεγαλοῤῥημοσύνη>· μεγάλα, λαλόνων (i. Regn. 2,3) <μεγαλοῤῥήμων>· ὑπερήφανος (Ps. 11,3) r *<μεγαλόφρων>· μεγαλόψυχος (4. Macc. 6,5) r. ASvgn *<μεγαλοφυίας>· μεγαλονοίας ASn *<μεγαλοφυέστερος>· μεγαλόφρων Agn <μεγαλοψυχία>· μεγαλαυχία. ὑψηλοφροσύνη *<μεγαλώνυμον>· μεγαλόδοξον (Ierem. 39,19) ASvg <μεγάμυκος>· μεγαλομυκητής. ἢ ὄνος <μέγαρα>· οἱ μὲν τὰς κατωγείους οἰκήσεις, καὶ βάραθρα. οἰκία. καὶ θεῶν οἴκημα. τινὲς δὲ καταστέγους οἰκήσεις. ἢ πόλιν <Μεγαρέων δάκρυα>· δοκεῖ πλεῖστα φύεσθαι ἐν τῇ Μεγαρίδι σκόροδα, καθάπερ φασίν. καὶ παροιμία ἐπὶ τῶν προσποιητῶς δακρυόντων *<μεγαρίζοντες>· λιμώττοντες ASgN. [μεγάλα λέγοντες] (Clem. Al. protr. 14, 17,1 P.?) AS <Μεγαρικαὶ σφίγγες>· Καλλίας πόρνας τινὰς οὕτως εἴρηκεν (fr. 23) *<μεγάροις>· οἴκοις (Β 137) gn *<μεγάροισιν>· ἐν οἴκοις (Α 396) An <μέγαρον>· πολυτελὴς οἶκος. ἢ *ὑπερῷον ASvg <μέγαρσις>· φθόνος <μέγαρτος>· ἀγνώμων. καὶ φθονερός r. <ἀμέγαρτος> δὲ ὁ ἄφθονος <μεγασχιδεῖ>· μέγα σχίσμα ἐχούσῃ <μέγ' ἄφρονες>· μεγαλόφρονες. ἢ μεγάλως ἄφρονες <μεγάσυρνος>· εἶδος σταφυλῆς ἐν Κνίδῳ <μέγ' ἀχήσεται>· μέγα βοήσει (trag. ad. 237) <μέγεθος>· μεγαλεῖον r <μέγ' ἔξοχος>· μεγάλως ὑπερέχων (Β 480) <μεγῆραι>· φθονῆσαι, ζηλῶσαι r *<μεγήρας>· φθονήσας n, ζηλώσας. στερήσας (Ν 563) *<μέγηρεν>· ἐφθόνησε ASvgn. καὶ τὰ ὅμοια (Ψ 865) <μεγήριτα>· τίμια. μεγαλόχαρτα (Hes. Theog. 240 v. l.) <μέγ' ἴαχεν>· μεγάλως ἴαχεν, ἤγουν ἤχησεν (Δ 125) <μεγιστᾶνες>· οἱ ἐν ὑπεροχῇ ὄντες (1. Esdr. 8,55 ..) r *<μεγίστην>· μεγάλην (Eur. Hipp. 16 ..) AS <μέγιστος>· μέγας <μέδει>· ἄρχει *<μεδέοντα>· βασιλεύοντα ASvg (T) *<μέδοντες>· βασιλεῖς ASgn Hom. (Β 79 ..) <μέδεσθαι>· ἐπιμελεῖσθαι, *φροντίζειν rgN. βασιλεύειν (Σ 245) <μεδέσθω>· φροντιζέσθω (Β 384). βασιλευέτω [<μεδέων>· βασιλέων ἢ φροντιζόντων] <μεδέων>· βασιλεύων, παρὰ τὸ <μέδειν>, ὅ ἐστι προνοεῖσθαι (Γ 276). καὶ πόλις (Β 501) <μεδιμναῖον>· μέτρον μοδίου *<μέδιμνον>· μέτρον ASg. ὅμοιον. ἢ χοινίκων τεσσαράκοντα ὀκτώ <μεδίμῳ>· ἥρωϊ <μέδονται>· ἐπιμελοῦνται. ἄρχουσι, βασιλεύουσι <μέδοντε>· ἄρχοντες δύο <Μεδοντίδαι>· οἱ ἀπὸ Μέδοντος Ἀθήνησι *<μέδοντο>· ἐφρόντιζον (Ω 2 ..) ASn *<μεδώμεθα>· φροντίζωμεν, ἐντρεπώμεθα ASn, προνοῶμεν (Δ 418) n <μέδων>· βασιλεύων g, βασιλεύς r. ps <μέζος>· αἰδοῖον *<μεθείς>· ἐάσας (Eur. Rhes. 482 ..) ASvg *<μέθαις>· τοῖς σκεύεσι τοῖς θεατρικοῖς, κιθάρᾳ ἢ κυμβάλοις (Ep. Rom. 13,13) AS *<μεθαρμοζόμενος>· μετερχόμενος g *<μεθεῖναι>· ἀφεῖναι r. ASn, ἐᾶσαι (Eur. Hec. 554) An *<μεθεκτός>· ἐκ τοῦ μετέχειν A (S) †<μεθησταί>· ἀμεληταί *<μετεκτόν>· μέρος ἔχον r. g *<μεθέμεν>· ἀφεῖναι (Α 283) ASn *<>μέθεν>· ἐμοῦ (Β 26) rS *<μεθέντες>· ἐάσαντες g. μὴ θελήσαντες An. ἀμελήσαντες n *<μέθεξιν>· κοινωνίαν (r.) ASvgn *<μέθεπε>· ἐδίωκε (Θ 126) (r.) n <μεθέπει>· παραγίνεται. ἐπακολουθεῖ. [ζητεῖ S. διώκει. ἔρχεται <μεθέπεις>· παραγίνῃ. καὶ τὰ ὅμοια <μεθεστάναι>· μεταβεβλῆσθαι (Thuc. 8, 76,3) *<μεθέστηκεν>· ἀφέστηκεν, μετῆλθεν (Eur. Med. 898) ASn <μέθετέ> <<με>>· ἐάσατέ με (Eur. Alc. 266 Hippol. 1373) ASN <μεθέψομεν>· μετοίσομεν <μεθήκειν>· τὸ μεταγαγεῖν. ἢ μετελθεῖν *<μεθημοσύνη>· ἀμέλεια (Ν 108) r. nps(S) <μεθήμων>· εὔστοχος, [συνετός s. προδότης. ἔμπειρος. [ἀμελής [εἰ] (Β 241) r. n <μεθῇς>· ἐάσῃς. ἀμελήσῃς <μεθήσει>· ἀμελήσει. ἐάσει <μέθη>· κραιπάλη. σκότωσις οἴνου. ἢ θυμός <μεθήσω>· ἀφήσω (Λ 841) *<μεθίει>· ἀμέλει. ἀφῆκεν AS *<μεθιεμένους>· ἀμελοῦντας S. ἐῶντας ANΣa <μεθιέντα>· προϊέμενον (Ζ 330) *<μεθίεται>· μετέρχεται ASn <μεθ' ἵππων>· ἐφ' ἵππων *<μεθίσταται>· μεταίρει ASvg. μεταίρεται <μεθίω>· ἀμελήσω (Γ 414) <μέθλην>· τὸν ἄρνα *<μεθοδείας>· τέχνας (Ep. Eph. 6,11) ASvg. [ἐφόδια] <μεθόδιον>· ὃ ἡμεῖς ἐφόδιον *<μεθοδεύει>· μετέρχεται ASvg. ἢ διέρχεται <μεθοδευσάτωσαν>· διελθέτωσαν <μεθοδίτας>· τεχνίτας <μεθ' ὁδόν>· ἐν ἴσῳ τῷ καθ' ὁδόν <μεθομίλεον>· ὁμίλουν. συνήμην, ἢ συνανεστράφην (Α 269) <μεθόπιον>· μέρος τι τῆς καλουμένης ὑπὸ τῶν ἀρχιτεκτόνων τριγλύφου *<μεθόπωρον>· <ὁ> μετὰ τὴν ὀπώραν <καιρός> ASvg. τροπὴ μετὰ θέρος AS <μεθορίζει>· μετέχει *<μεθόριον>· τὸ μεταξὺ τῶν ὁρίων r. ASg, τὸ διαχωρίζον τούς τινων ὅρους <μεθορμηθῆναι>· ἐφορμηθῆναι *<μεθορμίζεται>· μετάγεται ASvg ἀπὸ ὅρμου εἰς ὅρμον AS *[<μεθορμιζόμενος>· μετερχόμενος AS] <μεθορμίσασθαι>· μεταγαγέσθαι <μέθυ>· οἶνος (Ι 469) r. S. ὅθεν τὸ <μεθύσκεσθαι> <μεθύει>· πεπλήρωται <μεθυδρίδες>· εἶδος μικρῶν ὀρνίθων <μεθύουσαν ἀλοιφῇ>· διάβροχον τῷ λίπει, οἷον πεπληρωμένην ἐλαίου (Ρ 390) <μεθύσιον>· εἶδος ἀμπέλου <μεθύσκομαι>· πληροῦμαι <μεθυστάδες>· "ὡς οἰνοπλῆγες < - > μεθυστάδες γάμων" (trag. ad. 238) μεθύουσαι καὶ εἰς γάμους συνιοῦσαι, ὅθεν τὸ παρθέ- νους λέγεσθαι ἀπέβαλον. ἢ αἱ βαρυνθεῖσαι ὑπὸ μέθης οὐκέτι παρθένοι ἦσαν <μεθύων>· ἀπὸ οἴνου μεθύων (Isai. 19,14 ..) <Μεθώνη>· πόλις Θεσσαλίας (Β 716). καὶ γαστήρ <μεθῶμεν>· ἀφῶμεν. ἀμελήσωμεν (Κ 449) <μειαγωγός>· οὕτως ἔλεγον τὸ εἰσαγαγεῖν τὸ ἱερεῖον τὸ λεγό- μενον <μεῖον> ὑπὸ τῶν ἐγγραφομένων εἰς τοὺς φράτορας *<μείδησεν>· ἐμειδίασεν, [ἐγέλασεν (Α 595) ASn *<μειδιᾷ>· γελᾷ ASvg <μειδίαμα>· γέλως r. Avgp <μειδιόων>· γελῶν (Η 212) <μεῖδος>· μείδημα, γέλως †<μείζοντες>· μύοντες. λαλοῦντες† <μείλανι>· μέλανι (Ω 79) <μειλεῖν>· ἀρέσκειν <μείλινον>· μελέϊνον, ἐκ ξύλου τῆς μελίας, δόρυ (Ε 655) <μείλια>· μειλίγματα. [χαρίσματα (Ι 147) AS <μειλίγματα>· ἀπάργματα. δῶρα (κ 217). καὶ [ἡ προῖξ r <μείλιον>· μείλιγμα. λέγει δὲ τὴν προῖκα, τὰ χαρίσματα *<μειλικτήριος>· εὐμενιστικός AS <μειλίσσεο>· φιλοφρονοῦ. προσάγου (γ 96) <μελισσέμεναι>· προσηνῆ, κεχαρισμένα πράττειν <μείλιχα>· ἥδιστα T, [γλυκέα. προσηνῆ S. ἐπιεικῆ (Hes. Theog. 84) <μειλιχία>· γλυκεῖα, ἡδεῖα *<μειλίχιον>· πρᾷον. καὶ τὰ ὅμοια (Κ 288) Σa <μειλιχίῃ>· ἱκετείᾳ (Ο 741) *<μειλίχιος>· πρᾷος r(vN). συνετός. ἡδύς. [προσηνής r(vN) <μειλιχομειδής>· πραΰγελως. ἡδύγελως. ἡδεῖα. πραΰνοος *<μειξοβάρβαρος>· οὔτε βάρβαρος, οὔτε Ἕλλην, ἀλλ' ἀμφοτέ- ρων μετέχων (Eur. Phoen. 138) AS *<μεῖον>· μικρόν, ἔλασσον, ἔλαττον Avgn *<μειονεκτεῖ>· τὸ ἧττον φέρει Avgn *<μειονεκτεῖται>· ἐλαττοῦται A *<μειονεκτούμενοι>· ἐλαττούμενοι (r). g(Av) <μειόφρων>· ἐλαφρός, καὶ ἐλάττων φρενῶν, παράμωρος <μείρακα>· τὴν νέαν γυναῖκα S *<μείρακες>· νέοι, νεώτεροι, γενναῖοι (4. Macc. 14,6 ..) Avg <μείρεο>· μερίζου. λάμβανε, λάγχανε (Ι 616) <μείρεται>· στέρεται. κληροῦται, [μερίζεται S *<μεῖραξ>· παῖς AS *<μείς>· μήν (Τ 117) ASN <μεῖστον>· ἐλάχιστον *<μείωσιν>· ἐλάττωσιν gN <μείων>· ἐλάσσων S, μικρότερος (Β 528) <μελαγκόρυφοι>· οἱ ἀποκεκρυμμένοι. ἄμεινον δὲ νοεῖν οἱ ἄν- θρωποι <μελαγκορύφους>· μοιχούς. τοὺς γεννητικοὺς ἀνθρώπους <μελάγκρανις>· ὀξύσχοινος. ἢ τὰ ἄκρα μελανίζουσα <μελαγχαίταν>· <Ἴων> μεγάλῳ δράματι. ἀπὸ τῶν ἀνθρώπων· οἷον ἀκμάζουσαν (fr. 16) <μελάγχλαινος>· †ἡ διαυγής† <μέλαθρα>· οἰκίαι. ὑπέρθυρα. δοκὸς δὲ καὶ ἡ διάτονος *<μέλαθρον>· οἴκημα Avgn. καὶ <...>· τὸ τῶν γυναικῶν μόριον <μελαθρόφιν>· ἐκ τῶν δοκῶν τῆς στέγης. τῶν μελάθρων, τῶν δοκῶν τῆς στέγης (θ 279) *<μελάθρων λῶβαι>· τῶν οἴκων αἱ βλάβαι (Eur. Hec. 649) ASn <μέλαιναν>· βαθεῖαν (Α 141) *<μελαίνῃ>· βαθείᾳ (Α 300) (A) <μελαινῶν>· μελανῶν. καὶ <ὀδυνάων>, ὀδυνῶν μελανοποιῶν ἐπεὶ κατηφεῖς ποιοῦσι τοὺς πάσχοντας (Δ 117) <μέλαιναι νῆες>· αἱ βαθεῖαι, καὶ πισσόχριστοι (Β 524 ..) <μελαίνετο>· βαθεῖα ἐγένετο <μέλαιναι φρένες>· αἱ βαθεῖαι, καὶ ἀγαθαί, καὶ πυκναί (Ρ 83), ἢ αἱ δειναί, καὶ ἰσχυραί, [καὶ δειλαί] [<μέλαιος>· ἄθλιος. μάταιος] [<μελαίοις>· ἀθλίοις. ματαίοις] <μέλλακες>· νεώτεροι <μελάμβιος>· σκοτεινὸς τὸν βίον, ἢ μελανός <μελαμβίου>· σκοτεινοῦ, ἢ μελανοῦ τὸν βίον <μελάμπεπλος>· πενθήρης (Eur. Or. 457) AS. [ἢ κλῆμα μέγα] †<μελαμπέραμον>· σκοτεινήν (S) <μελάμπυγος>· ἀνδρεῖος. τοὺς γὰρ δασεῖς τὰς πυγὰς ἀνδρείους ἐνόμιζον (Ar. Lys. 802) <Μελάμφυλλος>· ἡ Σάμος <μέλανα βρότον>· (ω 189) [ἄνομον. ἔρημον. ἀπάνθρωπον] <μελαναθήρ>· τῶν πυρῶν τις οὕτως καλεῖται [<μελαναί>· βαθεῖαι] *<μελαναυγεῖ>· τῇ ῥύσει τοῦ αἵματος (Eur. Hec. 153) AS [<μελανδανέως>· ἀμπέλου εἶδος] <μελάνδειρος>· ὀρνιθάριον ποιόν <μελάνδετον>· πυκνὸν καὶ μακρόν, τὸ μέλαιναν ἔχον λαβήν, τουτέστι κερατίνην, ἢ τὸ πυκνῶς δεδεμένον (Eur. Or. 821) <μελάνδετα>· μελαίνας ἔχοντα λαβάς, τουτέστι κερατίνας (Ο 713) <μέλαν δρυός>· ἡ ἐν τοῖς δένδροις δασύτης. καὶ ἡ τῶν ξύλων ἐντεριώνη (ξ 12) *<μελάνθει>· ἡράθρια τὰ μελάνθρια† <μελανθές>· μέλαν (Aesch. Suppl. 154) r. S <μελάνοφρυς>· λασίοφρυς. βαθεῖα *<μελάντατον>· μελανόν, κατὰ ἐπίτασιν AS <μελάνυδρος>· *ἐν βάθει τὸ ὕδωρ ἔχουσα An. ἢ πολύϋδρος (Ι 14) <Μελάντειοι ὅροι>· τοὺς Μελαντείους σκοπέλους (Callim. fr. 19 Pf.?) <μελαμψίθιος>· οἶνός τις οὕτω καλεῖται <Μελάντειος χοιράς>· ἢ <χοιράδες>, ἤγουν σκόπελοι. καὶ υἱὸς Νάξου τοῦ Παρίου <Μελάντιος> <μέλας>· μελανός. βαθύς. ἢ ποταμός <μέλδει>· τήκει. ἕψει. φθίνει. ἐπιθυμεῖ <μέλδειν>· μέλδεσθαι <μελδόμενος>· μέλδων. *[τήκων (Φ 363) AS(vgn). ἐπιθυμῶν. *[φθίνων AS. καὶ τὰ ὅμοια <μελέαγρος>· ἡ κατοικίδιος ὄρνις r <μελεαγρίδες>· ὄρνεις, αἳ ἐνέμοντο ἐν τῇ ἀκροπόλει †<μελαιαί>· ἀστράγαλοι. ἢ νωθροί <μελεδαίνει>· φροντίζει (r) *<μελεδήματα>· φροντίδες, μέριμναι (Ψ 62) AS *<μελεδωνός> καὶ <μελεδών>· φροντιστής r. (Ss), μεριμνητής An. ἐπίτροπος (N), οἰκονόμος, [προεστώς (S), φύλαξ. καὶ [<μελε- δῶναι> αἱ φροντίδες T. καὶ τὰ ὅμοια *<μελεδωνοί>· φροντισταί. καὶ τὰ ὅμοια (Clem. Al. protr. 58,1) Avg <μελεδών>· ὁ βασιλεύς <μελεδωνεύς>· ὁ φύλαξ. καὶ τὰ ὅμοια <μελέη>· ματαία (ε 416) <μέλει>· φροντίζει [<μελείην>· τὴν ἐκ μελείας, ὅπερ ἐστὶ δένδρον <μελείῃσι>· δόρασι (Β 543 ..)] *<μελεϊστί>· τὸ κατὰ μέλος τι κόπτειν (Ω 409) AS *<μέλεος>· μάταιος (Ψ 795) r. ASvg [<μελερόν>· μαραντικόν. καυστικόν] *<μελετᾷ>· ἀσκεῖ. ἐπιμελεῖται. γυμνάζεται. <Μελέτη> γὰρ ἄσκησις AS. καὶ τὸ <μελεταίνεσθαι> γυμνάζεσθαι. ἐπιμελεῖσθαι. καὶ τὰ ὅμοια <μελετητήριον>· οἶκος, ἢ ὄργανον, ἐν ᾧ τις μελετᾷ. ἢ [σχολεῖον (Anaxandr. fr. 15) r <μέλεον>· μάταιον (Κ 480) S (Σ). ἀτυχές (Σ). ἀσύνθετον. κακόν <μελέων>· κρεῶν <μέλη>· τὰ γυῖα r. καὶ ᾠδή. καὶ σκεύη <μεληδών>· τηκεδών. [φροντίς r. ᾠδή <μεληδόνες>· τηκεδόνες. ἐπιθυμίαι. φροντίδες. ᾠδαί <μέλημα>· οὗτινος ἄν τις φροντίζοι, ἀγάπημα (Theocr. 14,2) <μελήματα>· φροντίδες μάταιαι <μελιρύτοισιν>· ἐν πρώτοις ἡδέσι <μελίρυτον>· ἡδὺ πρώτιστον <μελία>· δένδρου εἶδος, ἀπὸ Μελίας Ὠκεανοῦ. ἢ *ὁδοί AS <μελίαι>· βέλη, ὑσσοί. ἢ [δόρατα g, ἢ λόγχαι <μελίας καρπός>· τὸ τῶν ἀνθρώπων γένος [<μελίβδεσθαι>· μέλλειν] †<μέλιγγας ὄλοιτο παῖς θαλάσσας>· παρὰ τὴν μελίαν τὸ ξύλον. ἀκούει δὲ ἐκ τούτου τὴν ναῦν. τινὲς δὲ τὸν αὐλόν. ἢ τὸν δι' αὐλοῦ μελισμόν †<μελίγηα>· ἀκρόδρυα <μελίγηρυς>· εὔφωνος, [ἡδύφωνος (μ 187) r <μελίγληνος>· ἡδυόφθαλμος r <Μελιγουνίς>· οὕτως ἡ Λιπάρα ἐκαλεῖτο νῆσος (Callim. h. Dian. 48). καὶ μία τῶν Ἀφροδίτης θυγατέρων <μεληδόν>· ἐπίῤῥημα, εἰς μικρὰ μέρη καὶ μέλη κοπτόμενον <μελιείκελε>· μέλιτι ὅμοιε <μελίζωρος>· γλυκεῖα <μελίη>· δόρυ (Τ 390 ..) <ἢ εἶδος δένδρου> S <μελιηδές>· [μελιτῶδες [ἥδιστον AS]. διὸ καὶ ἐψιλοῦτο. παρήχθη γὰρ παρὰ τὸ μέλι. ἔνιοι δὲ ὡς μέλι ἡδέος. διὸ καὶ ἐδάσυνον (Δ 346) <μελιηδέος>· μελιτώδους, προσηνοῦς, ἡδέος (Δ 346) <μελιηδής>· ἡδύτατος, γλυκύτατος *<μελίης>· δόρατος (Χ 225) An *<μελίη ὥς>· ὥσπερ μελία. εἶδος δένδρου, ὅθεν τὰ μέλινα (Ν 178) A †<μελίκακι>· σκεύασμά τι βρωτὸν διὰ τυροῦ ... <μελίκηρα>· τὰ ὑπὸ τῶν πορφυρῶν συντελούμενα, ἐμφερῆ κηρίοις ἐν τῇ θαλάσσῃ <μελικηρίς>· εἶδος ἀμπέλου. καὶ πόα τις. καὶ πάθος ἔνικμον, μελιτῶδες ὑγρὸν ἔχον (Hippocr. Prorrhet. 2) <μελίλωτος>· πόα τις. καὶ [λωτοῦ εἶδος r <μελίνεως>· εἶδος ἀμπέλου <μελίνη>· ὀσπρίου εἶδος q, ὅμοιον κέγχρῳ. καὶ τοῦ πολύποδός τι μέρος *<μελιοῦσι>· κατακόψουσιν (Lev. 1,6) ASvg *<μελίσματα>· ᾄσματα rAS <μέλισσα>· ὀβολός, ὅς ἐστιν μέρος δραχμῆς <Μελισσαῖος>· ὁ Ζεύς r <μέλισσαι>· αἱ τῆς Δήμητρος μύστιδες *<μελισσάων>· μελισσῶν (Β 87) ASn <μελίσσειον>· τὸ σμῆνος r(p) <μελισσέμεν>· πραΰνειν, παρειπεῖν, παρηγορεῖν. πρὸς ἡδονὴν λέγειν <μελισσοκράς>· ἡ γλυκεῖα †δέλτος, ἡ μέλιτι κεκραμένη *[<μελιστί>· κατὰ μέλη N] <Μελιταῖα>· ὀθόνιά τινα διάφορα, ἐκ Μελίτης τῆς νήσου <μελίτταινα>· πόα τις, ἣν ἔνιοι <μελίκταιναν>, ἄλλοι <μελις- σόφυλλον> <Μελιταῖον>· κυνίδιον r. μικρόν <Μελιτεὺς κάπρος>· <Εὐκράτης>, τὸν γὰρ δῆμον Μελιτεύς ἐστι. καὶ σῦν αὐτὸν ἄντικρυς ἐκάλουν, ἴσως μὲν διὰ δασύτητα, ἐπεὶ καὶ ἄρκτον αὐτόν φασι πολλαχοῦ. ἴσως δὲ καὶ ὅτι μυλῶνας ἐκέκτητο, ἐν οἷς σῦς ἔτρεφεν (Ar. fr. 143) <Μελιτέων οἶκος>· ἐν τῷ τῶν Μελιτέων δήμῳ οἶκός τις ἦν παμμεγέθης, εἰς ὃν οἱ τραγῳδοὶ <φοιτῶντες> ἐμελέτων <μελιτήμερον>· ἡδύ, γλυκύ <μελίττεια>· τὰ βλιστά *<Μελιτίδης>· μωρός τις ἦν <μὴ εἰδὼς μετρῆσαι πλείω ἢ πέντε> AS <μελύγιον>· πόμα τι Σκυθικὸν μέλιτος ἑψομένου σὺν ὕδατι καὶ πόᾳ τινί <μελιτέτροπα>· τὴν χλαμύδα οὕτω καλοῦσιν <μελιτόν>· κηρίον. ἢ τὸ ἑφθὸν γλεῦκος <μελιττοπολεῖν>· ἐπὶ τοῦ [κρούειν καὶ ψοφεῖν S ἐτάσσετο, πρὸς τὸ προσιέναι μελίσσαις (Σ) <μελιτοῦττα>· μᾶζα, μέλιτι δεδευμένη. τὸ δὲ αὐτὸ καὶ <μελι- τόεσσα> *<μελιτοῦντας>· πλακοῦντας (Ar. Av. 567 v. l.) A (g)n <μελίφρονα>· προσηνῆ, καὶ ἡδέα· διὰ τὸ γλυκαίνειν τὰς φρένας (Ζ 264). καὶ *μελίφρων· τὸ αὐτό (Β 34) Ag <μελίφυλλον>· βοτάνη τις, ὃ καὶ <μελισσόφυλλον> καὶ <πρά- σιον> <μέλκιον>· κρήνη. νύμφαι. παίγνιον <μελλέβιος>· ἡμιθανής. [καὶ μὴ συνιείς, ἢ ὁ ἐκδιδαγμένος] <μέλλει>· φαίνεται, *[ἔοικε. δοκεῖ (Α 564) S. ἢ μένει (Eur. Troad. 1258) <μελλέποσις>· ὁ μέλλων ἀνὴρ γίνεσθαι (Soph. fr. 965) (S) <μέλλετε>· ἐοίκατε. βραδύνετε, ὑπερτίθεσθε (Eur. Bacch. 1351 ..) *<μελλήσας>· ὑπερθέμενος, βραδύνας ASn <μέλλειν>· βάλλειν. μέμφεσθαι *<μέλλησις>· βραδυτής r. q (A) vgn *<μελλησμοῦ>· ὑπερθέσεως, βραδυτῆτος (g) n <μελλήσω>· *σπουδάσω ASvg. ἢ ὑπερθῶμαι *<μελληταί>· ὑπερθετικοί ASvgn <μελλητιᾶν>· τὸ μέλλειν <μελλείρην>· μελλέφηβος <μελλόγαμβρος>· μελλονυμφίος <μελλονικιᾶν>· ἐπεὶ βραδὺς καὶ μελλητής. ὁ Νικίας ἐλέγετο (Ar. Av. 639) <μελλόντων>· μελετώντων <μελλόπαις>· ὁ ἀπὸ δέκα ἐτῶν, προκόπτων παῖς τῇ ἡλικίᾳ [<μελεδόνοι>· φροντίδες. ἐπίτροποι] *<μελοθεσία>· ἡ τῶν μελῶν θέσις (AS) <μέλος>· μέλημα S. ἢ μέρος τοῦ σώματος r. ἢ ἦχος ἡδύς, *[ᾆσμα, ῥυθμός AS. ἀλαλαγμός <μέλπει>· ᾄδει, παίζει, ὑμνεῖ <μέλπεται>· τέρπεται, ᾄδει. καὶ τὰ ὅμοια *<μέλπεσθαι>· τὰ αὐτά ASn <μέλπει>· ἀλαλάζει, ἑορτάζει. καὶ τὰ ὅμοια *<μέλπηθρα>· σπαράγματα ASg. παίγνια gpb. ἑλκύσματα. καὶ <μέλπηθρα κυνῶν>· ὁμοίως (Ν 233) <μελπῳδοί>· παίγνια μέλποντες, ὑμνοῦντες, ᾄδοντες *<μέλπων>· ᾄδων, ὑμνῶν ASvgN <μέλει τάδε>· ἐννοεῖ *<μέλω>· ἐν ἐπιμελείᾳ εἰμί (ι 20) g *<μελῳδία>· ἡδυφωνία (Eur. Rhes. 923) r. vg <μελῳδοῦσι>· μετ' ᾠδῆς ὑμνοῦσιν <μελώμεθα>· μελησάτω ἡμῖν <μέλων>· ἀρέσκων (Eur. Troad. 842) <μεμάασι>· προτεθύμηνται (Κ 208) †<μεμάθεται>· φυλάσσεσθαι <μεμαγμένα>· ἀληλιμμένα <μεμακυῖα>· μεμυκυῖα. βληχομένη. φωνοῦσα, [βοῶσα (Δ 435?) r <μεμαλισμένους>· μεμαλαγμένους. [ἢ παραφρονοῦντας, μαινο- μένους] <μεμάμεν>· προθυμεῖσθαι. ἐπιθυμεῖν. βούλεσθαι. σπεύδειν. πε- ποιθέναι <μεμαρπώς>· εἰληφώς S. ἡρπακώς †<μεμάσωμαι>· ἐκπιάζωμαι *[<μεμάσσων>· μεθ' ὁρμῆς ἐξερχόμενος. πρόθυμος] A <μεμαχημένη>· ἀπηχθημένη <μεμαώς>· ὁρμῶν. θέλων. σπεύδων. προθυμούμενος. πεποιθώς (Δ 40) <μεμαῶτες>· προθυμούμενοι. θέλοντες An. σπεύδοντες. [προθυ- μοῦντες] πεποιθότες. ἐπιθυμοῦντες (Β 473) <μεμαῶτος>· προθυμουμένου. καὶ τὰ ὅμοια (Θ 118) <μεμβλάσαι>· συνδῆσαι <μέμβλεται>· μέλει. φροντίζει. ἐπιμελεῖται. παραγίνεται (Τ 343) <μέμβλεσθαι>· φροντίζειν. καὶ τὰ ὅμοια *<μέμβλετο>· ἐφρόντιζεν (Φ 516) AS <Μεμβλίς>· Μῆλος, ἡ νῆσος *†<μεμβληκότων>· τυχόντων ASN <μέμβλωκα>· †νιάζω, οἴχομαι, ἔξω τοῦ βίου εἰμί <μέμβλωκε>· πάρεστι r. S, μεμόληκεν, [ἐλήλυθε S, παρεγένετο (ρ 190) *<μεμελημένως>· πεπονημένως ASvg [<μεμέρα>· μερίμνης ἄξια. μέρμερα] <μεμεστωμένοι>· πεπληρωμένοι (Act. ap. 2,13) <μέμηκε>· βοᾷ, μέμυκε, κραυγάζει <μεμηκυῖαι>· φθεγγόμεναι, βληχώμεναι *<μεμηκώς>· κεκραγώς (Κ 362) ASn <μέμηλεν>· ἐν ἐπιμελείᾳ ἐστίν, ἢ *φροντίδι (Β 25) An [<μεμήλω>· φροντίζω] <μεμήλωνται>· βεβαμμένοι εἰσίν. <Μήλωθρα> γὰρ τὰ βάμματα *<μεμηλώς>· ἐπιμελῶς φροντίζων (Ε 708) ASn <μεμιασμένα>· μεμολυσμένα. μεμιαμμένα *<μεμισθαρνηκότα>· μισθῷ καμόντα AS(vg) <μεμίχθων>· μεμιγμένοι ἦσαν *<μέμνησο>· μνημόνευε (Eur. Or. 125 ..) r. ASvg <μέμνων>· ὁ ὄνος <μεμνόνεια>· τὰ ὄνεια κρέα *<μεμογημένος>· μετὰ καμάτου AS. κεκοπιακώς *<μεμοιραμένη>· κληρωσαμένη ASn <μεμολυσμένα>· καὶ τεθρασμένα. ἢ πεφυρμένα (Esai. 65,4 v. l.) <μέμονε>· θέλει. ὁρμᾷ. καρτερεῖ. προθυμεῖται, ἢ προεθυμήθη (Μ 304) *<μεμονωμένος>· ἐγκαταλελειμμένος ASn <μεμονώς>· ὡρμηκώς. ἐπιθυμῶν, προθυμούμενος <μεμορημένον>· ἠσκημένον. [πεπονημένον S <μεμορυχμένα>· [μεμολυμένα] μυσαρά, μεμολυσμένα, ἐῤῥυπω- μένα, [ἠσβολημένα S, μεμορωμένα ἅπαντα (ν 435 v. l.) †<μεμόσει>· μολύνει <μεμυαλωμένα>· ... (Ps. 65,15) <μεμυδότος>· ῥέοντος *<μεμύημαι>· πεπείραμαι r. ASvgn <μεμυθῆσθαι>· εἰρῆσθαι <μέμυκε>· σιγᾷ. συνέχει. τέθνηκεν. μυκᾶται. [τέθνηκεν.] ἀνέῳκται (κ 227). ἐψόφηκεν <μεμυκήκασιν>· ἐφώνησαν *<μεμυκότα>· βοῶντα A, φωνοῦντα, [ἀνοικτὸν ἔχοντα στόμα (AS). βοῶντα <μέμυκε>· πεπύκνωται *<μεμυκότων>· πεπυκνωμένων, συνεσφιγμένων AS <μεμύλληκε>· διέστραπται, [συνέστραπται (S) <μεμυωμένων>· πεπυκνωκότων <μέμφεται>· αἰτιᾶται, ἐξουδενεῖ, καταγινώσκει [<μεμφίδες>· αἱ τῶν πτηνῶν ψυχαί] <μεμφωλή>· μέμψις r <μέμψις>· κατάγνωσις (Sap. 13,6) r *<μεμψίμοιρος>· μεμφόμενος r. ASvg τὸ ἀγαθόν r. g, ἢ φιλεγκλή- μων ASvgn, ἢ φιλαίτιος An *<μεμωκημένον>· καταπεφρονημένον AS(vg) [<μενάσσει>· μολύνει] *<μένεα>· [μολυσμός] <προθυμία, δύναμις> (Β 536 ..) n <μενεαίνει>· βούλεται. θυμοῦ καὶ ὀργῆς πίμπλαται. προθυμεῖται (Ο 507) [λιποψυχεῖ (n) <μενεαίνειν>· τὰ αὐτά *<μενεαίνων>· προθυμούμενος n. καὶ τὰ ὅμοια (Γ 379) <μενεδήϊος>· ἀνδρεῖος, μένων ἐν τῇ μάχῃ (Μ 247) r <μενέκτυπος>· ὁ μὴ ψοφοδεής *<Μενέλεως>· Μενέλαος (Eur. Andr. 40 ..) r. A *<μένεος>· θυμοῦ. [δυνάμεως n. ἢ ὀργῆς (Ν 60 ..) ASn <μενεπτόλεμος>· κατὰ πόλεμον ὑπομονητικός A (n), κατὰ τὴν μάχην (Β 740). ὁμοίως καὶ [μενεχάρμης (Ν 396) s <μενέτην>· ἔμενον. δυϊκῶς (Θ 79) *<μενέων>· δυνάμεων n. προθυμιῶν (Θ 361) <μενθήρη>· φροντίς <μενθηριῶ>· μεριμνήσω. διατάξω <μενθήραις>· μερίμναις <μέννης>· μενετικός <μενοεικέα πολλήν>· προσηνῆ r. δαψιλῆ (π 429) n <μενοεικέα>· †φατον, τὸν τῇ δυνάμει αὐτοῦ ἁρμόζοντα (ε 166) <μενοινᾶι>· φροντίζει AS, μεριμνᾷ. [προθυμεῖται ASn, ὀρέγεται (β 92 ..) <μενοίνας>· φροντίσας. καὶ τὰ ὅμοια <μενοινᾶι>· προθυμεῖ, φροντίζει, βούλεται *<μενοίνησε>· προεθυμήθη ASn καὶ τὰ ὅμοια (β 36) <μενοινήσωσι>· προθυμηθῶσιν (Κ 101) <μενοίνης>· πρόθυμος r. φροντιστής *<μένος>· ἰσχύς, [δύναμις ASg. ὀργή g. τόλμα. βία AS. θυμός g. λῆμα. νοῦς, [ψιλὴ] ψυχή AS <μένος Ἄρηος>· πόλεμος *<μενοῦν, τοιγαροῦν, μέντοιγε> καὶ <μενοῦνγε>· σύνδεσμοι ASgn <μέν ῥα>· ὡς δή (Β 1 ..) <μεντιόπον>· χλανίδα <Μενωνίδαι>· τῶν †εὐφήμων, ἐκ Μενωνιδῶν. τινὲς δέ φασι τὸν Μένωνα ἐξωστρακίσθαι <μέρα>· ὄμματα <Μεραί>· ποταμόν <μέργιζε>· ἀθρόως ἔσθιε <μέρδει>· κωλύει. βλάπτει <μερεία>· φυλῆς μέρος ἐκ δέκα τριάδων συνεστός <μερθεῖσα>· στερηθεῖσα. ἀμερθεῖσα *<μεριδαρχίας>· μεριτείας (1. Esdr. 1,5 ..) ASgh <κατὰ δεκαρ- χίαν> gh <μερίζειν>· διανέμειν μερικῶς <μεριμνηταί>· οἱ φιλόσοφοι (Eur. Med. 1226) *<μέρμερα>· χαλεπά, δεινά, φροντίδος ἄξια (Θ 453) ASvg *<μερμέρω>· φροντίζω r. ASnps <μερμήρα>· ἡ εἰς ὕπνον καταφορικὴ φροντίς <μερμῆραι>· φροντίδες. βουλαί. [μέριμναι (Greg. Naz. c. 2,1, 1,30) g <μερμήριζεν>· ἐμερίμνα S, ἐβουλεύετο (Β 3) <μερμηρικοί>· οἱ πειραταί <Μερμερίδης>· Μερμέρου υἱός (α 259) <μέρμιθα>· μέρμιθον, σπαρτίον, λεπτὸν σχοινίον, ἢ ἀργυροῦν δεσμόν (κ 23) <μέρμνης>· τρίορχος <μερόεν>· μεριστικόν <μέροπες>· *ἄνθρωποι· διὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα, ἤγουν τὴν φωνήν (Β 285) ASvg. ἢ ἀπὸ Μέροπος, τοῦ πατρὸς Φαέθοντος, Κῴου. λέγονται δὲ καὶ Κῷοι Μέροπες· καὶ ὄρνεά τινα, ὡς Ἀριστοτέλης (h. an. 9,615 b 25) <μερόπων>· ἀνθρώπων <μέρος τι>· ὀλίγον τι μέρος †<μερύτης>· ἀναιδής [<μερῶν>· ἐλάσσων] <μέρωον>· πωλίον *<μεσάγκυλα>· ἀκόντια (Eur. Andr. 1133) ASn <μεσαιπόλιος>· οὐ σφόδρα πεπολιωμένος, ἀλλὰ μέσος, οὔπω γέρων (Ν 361) *<μεσαίχμιον>· μέσον αἰχμῆς. ἤγουν μέσον δόρατος, ἢ δύο στρα- τευμάτων AS <μεσαίχμιος γῆ>· ἡ διὰ πόλεμον ἀργή. καὶ <μεσαίχμιον> πᾶν τὸ μέσον τινός, κυρίως τῆς αἰχμῆς <μέσακμον>· κανὼν τοῦ ἱστοῦ, οἱ δὲ *[ἀντίον ASg. οἱ δὲ τὸ μεσάκτων ἢ μεσάκρων (1. Regn. 17,7?) [ἢ μεσάτων τριχῶν. ἢ τὸ μέσον τῆς αὐλῆς] <μεσημβρίη>· μεταφορικῶς, ἐν τῇ ἀκμῇ καὶ μεσότητι τῆς ἡλικίας, μεσώριον <μεσάτιον>· μέσον. καὶ μέρος τοῦ ἅρματος *<μέσαυλον>· ἔπαυλιν (Ω 29) ASn <μεσαύχενες>· Ἀριστοφάνης (fr. 725) φησί· <μεσαύχενας νέ- κυας>· ἀσκούς. διὰ τοῦ <μ> γραπτέον <μεσαύχενες>, ὅτι μέσον τὸν αὐχένα αὐτοῦ πιέζει, <ὅπου> παρεβάλλοντο τὸ σχοινίον. παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Σύρῳ (fr. 12). ἔνιοι δὲ διὰ τοῦ <δ> γράφουσι <δεσαύχενες>, [καὶ] οὐ καλῶς *<μεσέγγυον>· μεσίτην (ASvgn) <μεσεγγύημα>· τὸ τίθεσθαί τινι συμφωνίᾳ μισθὸν ἐπ' ἐγγύῃ <Μεσέρκειον>· Διὸς ἐπίθετον <μεσηγύ>· κατὰ μέσον (Θ 560) <μεσήεις>· μέσος b τῇ ἡλικίᾳ *<μεσῆλιξ>· ἀπὸ ἐτῶν τεσσαράκοντα ἕως πεντήκοντα ASn *<μεσημβρία>· τὰ τοῦ νότου μέρη AS. καὶ τὸ τῆς ἡμέρας μέσον S <μεσηρεύειν>· τὸ μηδετέροις συμμαχεῖν. Φίλιστος (fr. 556,70 J.) [<μεσηῤῥοπῶν>· μέσην ὁδεύων] <μεσητίοισι>· μέσοις [<μέσκος>· κώδιον, δέρμα. Νίκανδρος (Ther. 549)] <μέσμα>· μέστωμα <μεσογάστορα ναύταν>· τὸν ἐν τῇ μέσῃ νηΐ. βέλτιον δὲ τὸν διεζωσμένον μέσην τὴν γαστέρα, ζωνογάστορα *<μεσόγειος>· γῆ ἄνευ λιμένος (2. Macc. 8,35) AS <μεσόδμα>· γυνή <ὡς Λάκωνες> A <μεσόδμαι> καὶ <μεσόδματα>· τὰ μεσόστυλα. τινὲς δὲ τὰ τῶν δοκῶν διαστήματα (τ 37) [<μεσόδμα>· γυμνή] <μεσόδμη>· ξύλον, τὸ ἀπὸ τῆς τρόπεως ἕως τοῦ ἱστοῦ (β 424 ..) <μεσοκόποι αὐλοί>· οἱ ὑποδεέστεροι τῶν τελείων, μέσοι <μεσοκουράδες>· οὕτω καλοῦσι δένδρα τὰ ὑπὸ ἀνέμων κατα- γέντα, καὶ <κουράν> ... <μεσολάνιον>· μεσοδόμιον *<μεσομφαλία>· ἡ μέσος τῶν Δελφῶν πόλις A <μεσομφάλους>· φιάλαι. Ἴων Ὀμφάλῃ (fr. 20) <μέσον αἰόλοι>· ἐπὶ τῶν σφηκῶν, οἱ μέσοι στρεφόμενοι (Μ 167) <μέσον ἕρκος>· τὸ μέσον τῆς αὐλῆς *<μεσοπαγές>· ἕως μέσου πεπηγὸς τὸ δόρυ (Φ 172 v. l.) AS <μεσοπαλές>· κραδαινόμενον ἐκ μέσου (Φ 172 v. l.) <μεσοπέρδην>· μεσοφέρδην, τὸν μέσον [τὸν] φερόμενον. τὸ γὰρ παλαιὸν τὸ <π> ἀντὶ τοῦ <φ> ἐχρῶντο, προστιθέντες τὸ τῆς δασύ- τητος σημεῖον (Com. ad. 1078 K.) <μεσοπερσικαί>· ὑποδήματα γυναικεῖα *<μεσοπορῶν>· μέσην ὁδεύων (Sir. 34,21) ASvgn <μεσόρομβος>· δεσμός, παρὰ τοῖς ἰατροῖς <μεσοστροφώνιαι ἡμέραι>· ἐν αἷς Λέσβιοι κοινὴν θυσίαν ἐπιτελοῦσιν [<μεσοφέρδειν>· μεσολαβεῖν] <μέσπλη>· ἡ σελήνη, παρὰ Σκύθαις <μέσπιλα>· φυτόν τι (r) <μέσσαβον>· ἐξ ὠμοβοείων ἱμάντων, ᾗ τὸν ἱστοβοέα πρὸς μέσον τὸν ζυγὸν προσδέουσιν, ὅ τινες <ἐχέβοιον> (Hes. op. 467) <μεσσαῖον>· τὸ ὑπὸ τοὺς τραχήλους ὑποτιθέμενον <μέσαυλον>· θυρωρόν. καὶ ἡ τῆς αὐλῆς θύρα (Λ 548). καὶ ἡ ἐν ἀγρῷ οἴκησις <μεσαύχενες>· οἱ ἀπὸ μέσου τοῦ αὐχένος δεσμευόμενοι *<μεσσηγύς>· μεταξύ gN, μέσον (Ε 41) b <μέσση δὲ χίμαιρα>· τὸ μέσον αἰγοπρόσωπον (Ζ 181) <Μεσσηΐς>· κρήνη ἐν Θεσσαλίᾳ (Ζ 457) <Μέσσην>· πόλις Λακωνικῆς (Β 582) <Μεσσηνή>· ἡ Ἀρήνη <μεσσίδιος>· μέσος. ἴσος <μεσσογενεῖς>· οἱ ἐν μέσῃ ἡλικίᾳ γεγονότες <μεσοδόμα>· γυνή. Λάκωνες <μεσοικέται>· μέτοικοι [ἢ οἱ τὰς λαγόνας οἰκοῦντες] <μέσοπα>· ἱμάντα, τὸν περὶ τὸν ζυγὸν καὶ τὸ ἄροτρον δεδε- μένον [<μεσοπαλές>· τὸ ἐκ τοῦ μέσου κραδαινόμενον δόρυ <μεσσόπλουτον προσόψημα>· ... ...· τὸ σκώληκα ποιῆσαν <μεσσόρης>· ὁ μέσος ὠκεανοῦ καὶ οὐρανοῦ τόπος <μεσοτύλαρον>· αἰδοῖον <μεσόψηρον>· ἡμίξηρον <μέσσυϊ>· ἐν μέσῳ. Αἰολεῖς <μέσωρον>· μέσον <μέσωρ>· μέσως <μεσσωτήρ>· ὁ μεσιτεύων κατὰ τὸν ἀγῶνα *<μεστή>· γέμουσα (Nah. 1,10) ASs <μεστόν>· πλῆρες (Esth. 5,2) r *<μέστακα>· τὴν μεμασημένην τροφήν AS <μέσφα>· ἕως r. [μέχρι A καὶ ἀφ' οἵου χρόνου <μέσφ' ὅτε>· μέχρις ὅτε (Callim. fr. 260,4 ..) <μέσωρα>· ἐν τῇ δέκα ἐτῶν ἡλικίᾳ. καὶ παρήλικα. καὶ ἀγγεῖα, καὶ παίγνια, οἷς ἔχαιρον, καὶ τὰ ὅπλα, οἷς ἐχρῶντο καὶ παῖδες ὄντες, καὶ ἔφηβοι, καὶ τελειωθέντες <μετά>· *ἔπειτα AS, μετὰ τοῦτο (Α 48) <μεταβαίνει>· στρέφει. παρέρχεται. ἀναχωρεῖ *<μεταβαλών>· μεταβάς. [στραφείς (Iob 10,8 ..) ASvg *<μεταβοθρεύοντες>· μεταφυτεύοντες. μετασκάπτοντες AS a) <μετάβολοι>· *πραγματευταί ASvg b) ...· καὶ οἱ Μετα- πόντιοι παρὰ Ἰταλοῖς †<μετάβρασκος>· μέτριος ἑρμηνεύς †*<μεταβῶν>· μετασχών (Eur. Bacch. 302) ASvgn <μετάγει>· μεταδιώκει. *[μετακινεῖται ASs *<μεταγενής>· μεταγενέστερος r. S (Ab) <μεταγνώσθη>· μετανεπείσθη <μεταδαίσομαι>· μεταλάβω. *εὐωχηθήσομαι (Ψ 207) (AS) n *<μετὰ δέ <σφισιν>>· ἐν αὐτοῖς δέ ASn (Β 93 ..) †<μετὰ δ' ἐτράπετο>· ἐπεστράφη δέ (Α 199) n <μεταδεύκειαν>· μετάνοιαν <μεταδήα>· μεταμελέτη <μεταδήμιος>· ἔνδημος (θ 293). τιμητικός. ἢ μεταδότης <μεταδόρπιος>· δείπνου ὥρᾳ, ἤγουν <ἐν τῷ> δείπνῳ (δ 194) <μεταδρομάδην>· μετατροχάζων (Ε 80) <μετάθεσις>· μετάβασις <μεταΐξας>· μεταδιώξας (Φ 564) <μεταίσιον>· μεταχρόνιον <μεταΐσεσθαι>· μετελθεῖν. μεταγνῶναι *<μεταίτου>· ἐπαίτου AS <μεταίφνιος>· ἐξαπίνης †<μεταιχμί>· μοχθεῖ† <μεταιχμίῳ>· τόπῳ μέσον πολεμούντων (Eur. Phoen. 1361) <μετακάρπιον>· τῆς χειρὸς μέρος, τὸ μετὰ τὸν καρπόν <μετάκερας>· τὸ εὔκρατον ὕδωρ, ἢ χλιαρόν <μετὰ κλέος ἵκετ' Ἀχαιῶν>· ἀκούσας τὴν κληδόνα καὶ τὴν φήμην τῆς τῶν Ἀχαιῶν στρατιᾶς †παρουσίας, ἦλθεν, ἀφίκετο (Λ 227) <μετάκλησις>· κλῆσις δι' ἑτέρου τινός <μετακλινθέντες>· μετατραπέντες AS. ἢ μεταβαλλόμενοι (Λ 509 v. l.) <μετακοίνωνον>· κοινωνόν †<μετακόκκω>· ἡμέραι μεθέορτοι <δι' ὧν> ἑορτὴ οὐκ ἔστι <μετακόνδυλοι>· [τῶν κονδύλων], τὸ μεταξὺ τῶν κονδύλων <μετακύμιον>· τὸ μεταξὺ τῶν κυμάτων (Eur. Alc. 91?) <μετακοκκύγιον>· φοινικοῦν <μεταλαβεῖν>· μεταλαχεῖν, μετασχεῖν *<μεταλαγχάνειν>· μετέχειν (ASvg) n. μεταλαμβάνειν (Plat. Gorg. 447a) <μετὰ Λέσβιον ᾠδόν>· <εἰώθεσαν οἱ Λακεδαιμόνιοι> τοὺς ἀπο- γόνους τοῦ Τερπάνδρου ἀγαθοὺς ἡγούμενοι εἶναι κιθαρῳδούς, πρώτους εἰς τὸν ἀγῶνα προσκαλεῖσθαι, <εἶτ'> εἴ τις εἴη Λέσβιος ᾠδός <μεταλλᾶν>· ἐρευνᾶν, ζητεῖν, ἐρωτᾶν <μεταλλᾷς>· ἐπιζητεῖς (Γ 177) <μεταλλεῖς>· τῶν μυρμήκων τινὲς οὕτω καλοῦνται <μεταλλῖτις>· γῆ τις *<μετάλλα>· ἐπιζήτει (Α 550) b *<μεταλλεύει>· ζητεῖ. [ὀρύσσει, ἀνασκάπτει (Sap. 4,12) (ASvg) <Μετάλλειον μύρον>· Ἀριστοφάνης· (fr. 536) μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μετάλλου. Μέταλλος γάρ τις Σικελιώτης τὴν τοῦ Μεταλλείου μύρου κατα- σκευὴν εὗρεν. μνημονεύει δὲ καὶ Φερεκράτης ἐν τῇ Πετάλῃ (fr. 140) *<μεταλλήξαντι>· μεταβληθέντι ASn. παυσαμένῳ (Ι 157) *<μετάλλησαν>· ἐπεζήτησαν (Ε 516) n a) *<μέταλλος>· λίθος AS b) <μεταλλῶσα>· προμνήστρια *<μεταλλῶ>· ἐπιζητῶ (Α 553) r. AS <μετάλμενος>· ἐφαλλόμενος (Ε 336) *<μεταμάζιον>· τὸ μεταξὺ τῶν μαζῶν n, ἢ ὑπὲρ τῶν μαζῶν, ἢ τὸ μετὰ μαζῶν (Ε 19) *<μεταμαθεῖν>· μεταγνῶναι ASvg *<μεταμείβων>· μεταλλάσσων AS <μεταμέλειαν>· μετάνοιαν (r) <μεταμέμβλεται>· μεταμελήσεται <μεταμήθεια>· μετάνοια <μεταμορφοῖ>· τὴν μορφὴν ἀλλοιοῖ <μεταμίξ>· ἀναμίξ. †μετὰ μίαν <μετ' ἀμύμονας>· πρὸς τοὺς ἀγαθούς (Α 423) *<μεταμφίσκεσθαι>· μετενδύεσθαι τὴν ἐσθῆτα ASvg <μετὰ μωλίας>· ἐκ πολέμου. μετὰ μάχην καὶ φροντίδα *<μεταμώνια>· μάταια AS. ἀνεμοφόρητα. [ἀχρεῖα (Δ 363 v. l.) S <μετανάσται>· *μέτοικοι ASvgn. φυγάδες vg(An). σύμμαχοι *<μεταναστεύου>· μετέρχου n. μετοίκει ASvg. καὶ τὰ ὅμοια (Ps. 10,2) <μετανεγνώσθη>· μετανεπείσθη. τὸ ἀναπεῖσαι <ἀναγνῶναί> φασι <μετ' ἀνέρας>· μετὰ τοὺς ἄνδρας (Η 209) <μετάνιπτρον ἢ μετανιπτρίς>· ἡ μετὰ τὸ δεῖπνον, ἐπὰν νίψωνται, διδομένη κύλιξ· οἱ δὲ τὴν ὑστάτην πόσιν *<μετὰ νῶτα βαλών>· τὰ νῶτα <δοὺς τοῖς πολεμίοις> (Θ 94) n <μεταξύ>· ἐξαίφνης. μετ' ὀλίγον. *[ἀνὰ μέσον (Α 156) r (ASvg) <μετὰ πᾶσιν>· ἐν πᾶσιν (Α 516) *<μεταπείσασθαι>· μεταπεισθῆναι AS <μεταπεπεῖσθαι>· μεταβληθῆναι *<μεταπεσεῖν>· ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν ASvg *<μεταπέμπεται>· μετακαλεῖται, μεταστέλλεται (Thuc. 8, 5,1 ..) AS <μετὰ πληθύν>· ἐν τῷ πλήθει (Β 143) <μεταπλομένοισι>· τοῖς ἐξ ἀνθρώπων γενομένοις θεοῖς <μεταπόντιος>· διαπόντιος <μεταποιεῖται>· μετασκευάζεται. *φροντίζει (ASvg). ἀντιποιεῖ- ται (Σ) <μεταπορεύδην>· ἐπελθών, μετελθών *<μεταπρέπειν>· ὑπερβαίνειν, ὑπερλάμπειν ASn *<μετ' ἀπρήκτους>· ἀπράκτους (Β 376) AS *<μετατροπαλίζεο>· ἐπιστρέφου (Υ 190) ASn <μεταψαλάσσειν>· μετατιθέναι *<μεταψαίρων>· μεταφέρων (Eur. Phoen. 1390) A <μεταψέφειν>· μεταμελεῖσθαι <μεταψέφω>· μεταβουλεύομαι <μετάψυξις>· μεταπνοή <μετὰ εἶμι>· μετὰ σὲ ἐλεύσομαι *<μετίεται>· [μεταπεποίηται, ἢ] μεταποιεῖται AS *<μέτειμι>· μετελεύσομαι (Ζ 341) ASn <μετεῖναι>· προσήκειν. διαφέρειν (Eur. Med. 886) <μετεισάμενος>· μετελθών n. ἐφορμήσας (Ν 90) <μετείσασθαι>· πρὸς αὐτοὺς ἐλθεῖν *<μετεκίαθε>· μετῆλθε (Π 685) ASn <μετεκίαθον>· μετήρχοντο b, περιήρχοντο, [μετῆλθον b, ἐπε- δίωξαν (Σ 532) *<μετελεύσομαι>· μετακαλέσομαι ASn. ἢ μετέλθω (Ζ 280) *<μέτελθε>· ἄπελθε, μετάβα AS †<μετελύειν>· μεταγινώσκειν, μετανοεῖν *<μετ' ἐμέ>· πρὸς ἐμέ n, ὡς ἐμέ *<μετεμόσχευσε>· μετεφύτευσε ASn *<μετ' ἐμφάσεως>· φανερὸν ποιῶν ASn <μετένδημος>· μετάδημος <μετεξέτεροι>· ὃ ἡμεῖς φαμεν ἔνιοι (Hdt. 2, 36,2 ..) <μετεωρίζει>· ὑψοῖ *<μετέπειτα>· μετὰ ταῦτα (Ξ 310 ..) ASvg *<μετεποίησε>· μετεσκεύασεν AS <μετέπρεπεν>· ἐκπρεπὴς b ἦν (Β 579) <μετεῤῥυθμωμένα>· μετεσχηματισμένα <μετέρχεται>· ἀποδίδωσι <μετέρχομαι>· ἱκανῶς ἱκετεύω. ἱλάσκομαι. ἐπεισέρχομαι <μετεσσεύοντο>· μετεδίωκον, [ἐφώρμων ASn, ἐπ<επ>ορεύοντο (Ζ 296) *<μετεστειλάμην>· μετεπεμψάμην AS(vgn) *<μετέσχον>· μετέλαβον (Eur. Or. 32) AS(vg) *[<μετέπρεπεν>· εὐπρεπὴς ἐφαίνετο ASn] <μετετροπάζετο>· μετεστρέφετο <μετέφη>· προεῖπεν, ἐδημηγόρησεν (Α 58) <μετεωρισθήσονται>· ὑψωθήσονται (Mich. 4,1) *[<μετέχμιον>· ὁ μεταξὺ τῶν μαχομένων τόπος] ASv *<μετέχων>· μεταλαμβάνων (1. Cor. 10,30) ASn *<μετεωρολέσχαι>· φλυαροῦντες τὰ περὶ οὐρανὸν ASvgb με- τέωρα (Plat. rep. 6,489 c) <μετεωρολόγοι>· μεγαλοῤῥήμονες (Plat. Crat. 396 c) *<μετεωροπόλων>· τῶν τὰ οὐράνια σκοπούντων AS(vgn) *<μετέωρος>· κοῦφος. ἐνεός AS *<μετῇ>· ἐξῇ ASb <μετῄεισαν>· ἱκέτευσαν (Thuc. 8, 73,5) <μετῆλθεν>· ἐτιμωρήσατο. [μετεμελήθη] (4. Macc. 18,22) <μετῆκε>· μετεμελήθη. ἱκέτευσεν <μετήλλαξαν>· μετήμειψαν (Rom. 1,25 ..) a) <μεττάν>· μέσην. b) <<μετῆν>· ...> μετουσίαν <μετήορα>· μετέωρα (Θ 26) *<μετ' ἤχους>· μετὰ κραυγῆς (Ps. 9,7) AS <μετίδοιτο>· ὑπερίδοιτο, ἀτιμάσειεν, καταφρονήσειεν *<μέτειμι>· μετελεύσομαι AS *<μετεισάμενος>· μεταμορφωθείς (Ν 90) AS <μετιτῆλαι>· αἱ ἐξ ἑκατέρου μέρους τοῦ ἅρματος ῥάβδοι *<μετ' ὄγμους>· τὰς ἐπὶ στίχον φυτείας ASb <μετοικεσίαν>· τὸ ἐκ τόπου εἰς τόπον οἰκῆσαι (4. Regn. 24,16) <μετοικέται>· κατὰ μέσον οἰκοῦντες <μετοικίας>· παροικίας. αἰχμαλωσίας (3. Regn. 8,47) <μετοίκιον>· τέλος οὕτως ἐκαλεῖτο, ὃ ἐτίθεσαν [ἐν] τῇ πόλει, δραχμὰς δώδεκα· τῷ δὲ τελώνῃ τριώβολον Σa <μέτοικοι>· οἱ ἐνοικοῦντες ξένοι ἐν τῇ πόλει Σa. καὶ τελοῦντες ἀνὰ δραχμὰς δώδεκα τοῦ ἐνιαυτοῦ εἰς τὸ δημόσιον. *[μετα- νάσται (AS). δημόσιοι *<μετοίχεσθαι>· ἀπελθεῖν, πορεύεσθαι, μετελθεῖν AS *<μετοκλάζει>· γονατίζει (Ν 281) p (ASn) <μέτειμι>· λιτανεύω, ἱκετεύω <μετοκωχή>· μετοχή. ἐποχή. ἢ ὀχεία <μετόπιν>· κατόπισθεν (Soph. Phil. 1189) *<μετόν>· ἐξόν. προϋπάρχον ASn <μετόπισθεν>· ὕστερον r, μετὰ ταῦτα Sb, ὕστερον. ἢ ὄπισθεν (Α 82 ..) <μετόπωρον>· μετὰ τὴν ὀπώραν r. p, τροπὴ μετὰ θέρος †<μέτοποι>· ἄνδρες <μετόσσομαι>· περιβλέπω, ἀφορῶ, ἀποβλέπω *<μετῴχετο>· ἐπορεύετο (Ε 148) ASb *<μετοχετεύσας>· μεταγαγών ASvgn *<μετοχή>· κοινωνία AS. σχέσις (Ps. 121,3 v. l.) <μετάμετρα>· ἁρμόζοντα <μετρεῖ>· δανείζει. καὶ <μετρεῖσθαι>· δανείζεσθαι (Hes. op. 349) *<μετριάζει>· μετριοφρονεῖ ASvg(n) <μέτριοι>· *ἐπιεικεῖς (r. vg) An. μικροί, εὐτελεῖς. καὶ *[οἱ μεμετρη- μένην οὐσίαν ἔχοντες ASn *<μετριοπαθής>· μικρὰ πάσχων AS. ἢ συγγινώσκων ἐπιεικῶς r <μέτρον>· πέρας. ἢ ἄλλο τι ὡρισμένον <μέταυλον>· μέσαυλον <μέττον>· μεῖζον *[<μέτρια>· εὐθηνὰ ἄρχοντες γεγονότες] <μετώπιον>· τὸ μέσον τῶν ὀφρύων (Λ 95) r. g <μετωπίς>· ἰατρικὸς ἐπίδεσμος [<μεύει>· κοιμᾶται] *<μέχρι>· ἕως r. AS τινός <μὴ> [<ἄν>]· ἀντὶ τοῦ οὔ <μὴ ἀπώσῃ>· ... (Ps. 43,24) *<μὴ ἀποσκορακίσῃς με>· μὴ ἀποδιώξῃς με ASvg. μὴ ἀποδοκι- μάσῃς με (Ps. 26,9 v. l.) gn *<μήδ' ἅζεο θοῦρον Ἄρηα>· μηδὲ ἐντρέπου τὸν πηδητικὸν Ἄρη (Ε 830) A *<μηδαμινός>· ἄτιμος ASvgn <μὴ 'δειν>· μὴ ἐσθίειν <μηδαμῶς>· μὴ δῆτα r [<μηδαπὴ γῆ>· ἰδία] <μὴ δαπανῶμεν>· μηδ' εἰς δαπάνην ἐμβάλλωμεν <μήδεα>· βουλεύματα. "ἐμ πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν" (Β 340). καὶ τὰ αἰδοῖα. "μήδεά τ' ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι" (σ 87) <μηδὲ λόγον ἔχειν>· μὴ φροντίζειν <μήδεο>· βουλεύου (Β 360) <μηδὲ πόδας>· μηδὲ τὴν ἄφιξιν καὶ τὴν παρουσίαν (Ι 523) <μήδεσθαι>· τεχνήσασθαι. βουλεύσασθαι <μήδεται>· βουλεύεται. τεχνάζεται (Φ 413) <μηδ' ἐπ' ἀρωγῇ>· [μηδὲ βοηθήσῃ.] μηδ' ἐπαρήγοντες μηδὲ βοηθοῦντες <μηδετέρῳ> (Ψ 574) *<μηδ' ἕτερος>· μηδὲ εἷς AS (vg) *<μήδετο>· ἐφρόντιζεν. ἐτεχνάζετο. ἐβουλεύετο (Β 38) ASn <μὴ δὴ οὖν>· μηδαμῶς οὖν <μὴ δῆτα>· μηδαμῶς r <μηδόμενος>· ποιῶν. βουλευόμενος <μὴ δόξῃ σοι>· μὴ νομίσῃς [οι] *<μηδοτιοῦν>· μηδέ τί g ποτε (n) [<μηδιᾷ>· γελᾷ. καὶ ὄνομα ἡροΐδος] <Μηδικοὶ ὄρνεις>· Μῆδοι ἀλεκτρυόνες <Μηδικὴ πόα>· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἁρμόζοντα <Μηδινεύς>· Μηδεύς, [παρὰ μηδοτιοῦν. μηδαπλῶς.] παρὰ δὲ Λυδοῖς ὁ Ζεὺς [ζεῦσις] <μήδιος>· μαλακός. καὶ βοτάνης εἶδος. καὶ λίθος τις Μηδιάτης <μὴ δώῃ σοι>· μὴ δῷ (Sir. 11,33?) *<μὴ ἐπαίρου>· μὴ ὑπερηφανοῦ (Prov. 3,5 ..) AS *<μὴ ἐφικνούμενοι>· μὴ καταλαμβάνοντες (2. Cor. 10,14) ASvghp <Μήθυμνα>· πόλις Λέσβου (r) <Μηθυμναῖος>· ὁ Διόνυσος r <Μηθών>· πόλις r [<μῆκα>· κέρατα] [<μηόνη>· βάψει] <μηκάδες>· ἢ [αἱ μηκώμεναι αἶγες ASb, ἢ κραυγάστριαι. ἔνιοι δὲ τὰς κερατώδεις· <μῆκα> γὰρ τὰ κέρατα. Ἀπίων δὲ τοκάδας (Λ 383) <μηκᾶσθαι>· κράζειν ὡς αἴξ <μηκᾶται>· τοῖς ἐρίφοις ἴσως κράζει <μηκεδανόν>· μακρόν (r) *<μὴ κεῦθε>· μὴ κρύπτου (Α 363) ASvgn <μήκιστα>· μέγιστα, ὑπερμεγέθη, ἔσχατα <μῆκος>· μάκρος <μὴ κοίνου>· μὴ ἀφάνιζε. μὴ μίαινε. [μὴ ἀκάθαρτον νόμιζε (Act. ap. 10,15) ASvgn <μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή>· τὸ τῆς ζωῆς. αὕτη γάρ ἐστιν ἐπὶ τῶν θηλειῶν (υ 71) <μὴ κοτέῃσι>· μὴ ὀργισθῇ (Greg. Naz. c. 1,2,2,486) *<μηκύνων>· αὐξάνων, μακρύνων ASvg <μήκωνες>· πόα τις λήθην ἐμποιοῦσα ASn. καὶ τὰ τῆς πίνης περιττώματα καὶ τῶν ὁμοίων. καὶ μέρος .... καὶ ὕφασμα βύσσινον. καὶ οἱ ἄγριοι. καὶ ἡμεροπίτυς <μῆλα>· κοινῶς μὲν πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα, [ὅ ἐστι πᾶν δέρμα] <μηλωτή> λέγεται. κατ' ἐπικράτειαν δὲ τὰ πρόβατα καὶ αἶγες. καὶ παντὸς δένδρου καρπός, ἐξαιρέτως δὲ τῆς μηλέας. πάντα τὰ δένδρα <μηλάταν>· τὸν ποιμένα. Βοιωτοί <μηλαφῆσαι>· ψηλαφῆσαι <μὴ λεαγόρει>· <μὴ> δημηγόρει <Μηλιάδες>· νύμφαι <μήλιαι>· ἀστράγαλοι *<μηλοβοτεῖ>· ποιμαίνει (AS) *<μηλοβοτῆρες>· ποιμένες S(An). οἱ τὰ μῆλα νέμοντες (Σ 529) *<μηλόβοτος>· τόπος ἀνειμένος προβάτων ASgn εἰς βρῶσιν AS <μῆλον>· πᾶς καρπός <μηλολόνθη>· εἶδος κανθάρων, οὕς τινες χρυσοκανθάρους λέγουσι (Ar. Nub. 763) <μηλονομεῖς>· ποιμένες (r) <μηλονομιαῖον>· ἐννόμιον <μήλοπα>· μηλοειδῆ τῷ χρώματι. τοιοῦτος γάρ ἐστιν ὁ πυρός (η 104) <μήλοπα καρπόν>· τὸν πυρόν, ὅτι μηλοειδής. [καὶ <μήλη> τὸ ἐργαλεῖον, ἐφ' οὗ τὴν κρόκην ἔτριβον]. οἱ δὲ τὸ ἔριον, ἐπειδὴ καρπός ἐστι τῶν προβάτων (η 104) <μηλοσόη>· ὁδός, δι' ἧς <τὰ> πρόβατα ἐλαύνεται. Ῥόδιοι *<μηλοσφαγίαι>· θυσίαι προβάτων (ASvg) p <μηλόται>· ποιμένες <μηλοφόροι>· θεραπεία Περσικὴ τοῦ βασιλέως *<μηλόβαι>· μηλοβάται [ποιμένες] <μήλῳ βαλεῖν>· πτοῆσαί τινα, καὶ εἰς ἔρωτα ὑπαγαγέσθαι (Ar. Nub. 997) <μήλωθρα>· βάμματα. οἱ δὲ τὸ τῶν δερμάτων βάμμα. ἄλλοι τὸ παρύφασμα τῆς πορφύρας. οἱ δὲ καλλωπίσματα <μήλων>· προβάτων *<μήλων>· τὰ ἀκρόδρυα A. ἢ βάπτων (Ι 542) <Μήλων Ἡρακλῆς>· ὀνομασθῆναί φασι τὸν θεὸν οὕτως διὰ τὸ μὴ ἱερεῖα θύειν αὐτῷ τοὺς Μελιτεῖς, ἀλλὰ τὸν καρπὸν τὰ μῆλα <μηλῶσαι>· τὸ τὴν μήλην καθεῖναί που. καὶ ἐν τῷ ἐμεῖν καθιέν- τας τι εἰς τὸ στόμα καταμηλοῦν. καὶ τὸ τὰ βαπτόμενα ἔρια πιέζειν εἰς τὸ χαλκεῖον <μηλωτή>· διφθέρα *<μή με>· μηδαμῶς με S <μὴ μὲν δὴ καθαρῷ θανάτῳ>· <ὁ> δι' ἀγχόνης θάνατος οὐκ ἔστι καθαρός, ἀλλ' ὁ διὰ ξίφους. ὅθεν οὐδὲ ἐναγίζουσι τοῖς ἀπαγξαμένοις (χ 462) [<μημωτά>· ψεκτά] *<μή μ' ἐρέθιζε>· μή με παρόξυνε (Α 32) b [<μήνα>· τὸ μέσον τοῦ ξύλου, ὅπερ <καρδία> καὶ <ἐντεριώνη>] *<μηναγύρτης>· ὁ ἀπὸ μηνὸς συνάγων (Clem. Al. protr. 24,1) r. ASvgn. [πανήγυρις] <μήνατο>· ἐμήνατο, ἐμάνη. ἤρατο <μῆνες>· ἡμέραι ... *a) <μήνη>· σελήνη (Ψ 455) ASvgn. [καὶ] b) <μῆνις>· ἔμμονος n καὶ παρατεταμένη [ὀργή (Α 1) n [<μηνιάσας>· ὀργισθείς] *<μήνιγμα>· μῆνιν ASn <μήνιγγα>· ἐγκέφαλον <μῆνιγξ>· ὑμὴν τοῦ ἐγκεφάλου ASvg. καὶ τὸ ὑφιστάμενον τοῖς οἰνηροῖς πίθοις ἐν τῷ οἴνῳ πρὸ τοῦ ἀνθεῖν. ἐπίπλους. καὶ δημός *<μήνιε>· ὀργίζου (Α 422) A <μηνίειν>· ὀργίζεσθαι *<μηνιθμός>· ὀργή (Π 62) r (ASb) <μήνιμα>· μῆνις, ὀργή, χολή, κότος ἐπίμονος, μέμψις. Ἀπίων, μάνης· οἱ γὰρ ὀργιζόμενοι μαίνονται (Χ 358) *<μηνίσας>· ὀργισθείς (Ε 178) ASn <μηνίσκοι>· τὰ ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων τιθέμενα ἵνα μὴ τὰ ὄρνεα ἐπικαθέζηται (Ar. Av. 1114). καὶ τὰ χαλκώματα τὰ τῶν πηδαλίων. *ὑμένες. πέταλα (AS). περιτραχήλια, μανιάκια AS. περιδέραια (Iud. 8,21) A [περιτραχήλια] *<μηνίω>· ὀργίζομαι Agn *<μηνοειδές>· σεληνοειδές r. ASn (vg) *[<μῆνος>· κότος. ἔμμονος ὀργή] Avg <μηνύειν>· κηρύσσειν [ζητεῖν] <μηνύεσθαι>· μηνυτρίζεσθαι <μηνυθῆναι>· βούλεσθαι <μηνύεται>· μηνυτρίζεται, μήνυτρα δίδωσι <Μηνυτής>· Ἡρακλῆς ἐν Ἀθήναις *[<μηνύριζε>· θρηνώδης ὁ φθόγγος (Ε 889) ASn] *[<μή νύ τοι>· μὴ δή σοι AS, οὐδαμῶς γάρ σοι (Α 28) P *<μὴ νῶϊν>· μὴ ἡμῶν (σ 13) ASn *<Μῄονες>· Λυδοί (Κ 431) r. ASn <καὶ οἱ Κύπριοι> r *<Μῃονίς>· Λυδή An. <Μῃονία γὰρ ἡ Λυδία> (Δ 142) r †<μηονέκτης>· ὁ ἔλαττον ... <μὴ ὅτι>· μήτιγε <μὴ οὖσα δίκη>· οὕτω λέγονταί τινες οὐκ οὖσαι δίκαι, μὴ οὖσαι <μὴ ὄφελες>· εἴθε μὴ ὤφειλες (Ι 698) <μὴ παιδὶ ξίφος>· παροιμία <μὴ πάνχυ>· μὴ παντελῶς (Ε 24) *<μὴ παραζήλου>· μὴ ὁμοιοπαθῇς (Ps. 36,1) ASvgp *<μὴ παραρυῇς>· μὴ ἐκπέσῃς Avgp. ἐκ μεταφορᾶς τῶν ὑδάτων (Prov. 3,21) A <μὴ 'π' ἀχηνίῃ τρέπειν>· μὴ αἰτιῶ τὴν πενίαν, ὅτε δέηται .... *<μὴ 'πίσειέ μοι>· μὴ ἐπίσειέ μοι (Eur. Or. 255) ASn <μήπως>· μήποτε (Ε 250 ..) *<μήρια>· τὰ ἐκ τῶν μηρῶν ἐξαιρούμενα ὀστᾶ (Α 40) n [<μήριθμος>· δέλτος. ἢ <μήρινθος>] <μήρινθος>· δεσμός, *[σχοινίον r. vnp σπάρτης p, βρόχος (Ψ 869) <μῆριγξ>· ἄκανθα, γινομένη ἐν τοῖς ἐρίοις τῶν προβάτων <μηρός>· τόπος ἀμπέλου, καὶ ξύλον, καὶ τὸ τῆς καλάμης κῶλον. καὶ ὄρος <μήρυκες>· ἰχθύες <μηρυκίζει>· μαρυκᾶται *<μήρυμα>· σπείραμα. ἢ ἐκτεινόμενον ASn *<μηρίνθῳ>· σπάρτῳ (Ψ 854) ASn (vg) *<μηρυομένη>· ἐκτεινομένη (Prov. 31,13) ASvgN *<μηρύσαντο>· συνέστειλαν (μ 170) *[<μήρισμα>· κάταγμα vg, ἢ σπάσμα ἐρίου] *<μησαμένη>· βουλευσαμένη gn <μήσατο>· εἰργάσατο, ἐτεχνάσατο (Κ 52) <μή σε>· μηδαμῶς σε *<μή σε γέρον>· οὐδαμῶς σε πρεσβῦτα (Α 26) n [<μῆστο>· βουλεύσατο] *<μήστωρ>· βουλευτής g. ἔμπειρος Agb. πολεμιστής AN. ἐριστής. ἐπινοητικός, φρόνιμος N. μήστωρ μέν ... *<μήστωρα φόβοιο>· ἔμπειρον πολέμου (Ζ 97) ASn *<μήστωρες ἀϋτῆς>· ἐργάται μάχης, κραυγῆς, βοῆς (Δ 328) <μήτεα>· μητίματα <μήτειρα>· φρονίμη. καὶ ἡ μήτηρ <ὡς παρὰ Καλλιμάχῳ> *<μὴ τέκταινε>· μὴ ἐργάζου, μὴ κατασκεύαζε AS. [μὴ κατὰ] (Prov. 3,29 v. l.) *<μητέρα θηρῶν>· πολλὰ θηρία ἔχουσαν (Θ 47) n *<μητέρα μήλων>· πολυθρέμμονα (Β 696) (n) <μή τευ μελαμπύγου τύχοις>· μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχοις (Archil. fr. 110 Bgk.) <μητέρι>· μητρί <μήτηρ>· [ἡ] πρεσβυτάτη πᾶσα *<μήτιγε>· πόσῳ γε μᾶλλον (1. Cor. 6,3) ASvgn <μήτι ἐγώ>· ἆρά γε ἐγώ (Matth. 26,22) <μητίετα Ζεύς>· τεχνίτης σοφός, βουλευόμενος ἄριστα (Α 175) *<μητιέτης>· βουλευτής r. AS *<μητίεται>· βουλεύσεται r. Ans *<μήτι>· βουλῇ (Ψ 315 ..) rN <μητιέτης>· βουλευτής *<μητιόωσα>· φροντίζουσα, βουλευομένη (ζ 14) b <μῆτις>· σύνεσις. βουλή. τέχνη. γνώμη. δόλος, ἀπάτη. καὶ ἡ θεός *<μή τι φόβον δ' ἀγόρευε>· μηδέν μοι περὶ φυγῆς διαλέγου (Ε 252) <Μητίχου τέμενος>· εἴη ἂν τὸ Μητιχεῖον δικαστήριον μέγα, ἐν ᾧ προσεκληρώθησαν <χίλιοι> δικασταί <μήτρα>· εἶδος σφηκός. καὶ τῶν ξύλων τὸ ἐντός, ὃ <καρδίαν> τινές, ἢ <ἐντεριώνην> καλοῦσι. καὶ ὁ κλῆρος ὑπὸ Σολέων, ὡς Κλείταρχος. καὶ ἡ τῆς γυναικός. [καὶ κεφαλῆς διάδημα βαρβαρικόν] *<μητραλοίας>· ὁ τύπτων τὴν μητέρα αὑτοῦ r. Agns *<μητροπάτωρ>· ὁ τῆς μητρὸς πατήρ (Λ 224) Agns <μητροπόλους>· τὰς πάλαι Μελίσσας <μητρὸς μέθυ>· ἐκ τῆς ἀμπέλου (Eur. Alc. 757) <μητρὸς Ἐρινύες>· αἱ διὰ τὴν μητέρα εὐξαμένην ἐπήκοοι γενό- μεναι (λ 280) <μήτρωες>· μητρὸς ἀδελφοί *<μὴ ὑπερίδῃς>· μὴ καταφρονήσῃς (Deut. 22,1 ..) AS <μὴ φέρειν>· ἀντὶ τοῦ μὴ λαμβάνειν. διὸ καὶ <μισθοφόρους> λέγουσι τοὺς μισθοὺς λαμβάνοντας καὶ μισθοὺς φερομένους *<μὴ φωραθῇς>· μὴ ἐλεγχθῇς ASvg <μηχαναί>· τέχναι. ἐπίνοιαι. βουλεύματα. ἅμαξαι. συμπεράς- ματα. καὶ ὄργανά τινα μηχανικά, ἐν οἷς προσδεσμούμενα τὰ κτήνη ἀλήθουσιν <μηχανόωντα>· βουλεύοντα (σ 143) *<μηχανοῤῥάφος>· κατασκευαστής, ἐπινοητὴς κακῶν (Eur. Andr. 1116) ASvgn *<μηχανώματος>· διαζώσματος (Levit. 8,7 S. Th.) AS <μῆχαρ>· μηχάνημα. ὄφελος *<μῆχος>· μηχάνημα (Β 342) r. Sgn <μιαίνει>· μολύνει (Eur. Phoen. 1050) <μιαιφόνος>· μεμιασμένος φόνῳ, μιαινόμενος τοῖς φόνοις, μεμο- λυσμένος, *φονεύς (Ε 844) ASvgn <μιαιφόνον αἷμα>· μιαιφονικόν <μιᾶι μαχαίραι>· τὴν λεγομένην <κῆπον> κουρὰν μιᾶι μαχαίραι ἐκείροντο (Ar. Ach. 849) *[<Μιάνδρος>· ποταμός AS] <μία λόχμη οὐ τρέφει δύο ἐριθάκους> <μιαρά>· μεμιασμένα, ἀκάθαρτα <μιαραὶ ἡμέραι>· τοῦ Ἀνθεστηριῶνος μηνός, ἐν αἷς τὰς ψυχὰς τῶν κατοιχομένων ἀνιέναι ἐδόκουν <μιαρός>· μεμολυσμένος αἵματος ἀκαθάρτου (Ω 420?) <μίασμα ἢ μιασμός>· μῶμος r, ῥύπος, μολυσμός, [ἀκαθαρσία r, μιαρότης (Sap. 14,26) *<μιάστωρ>· μυσαρός ASvg. λυμεών (Eur. Or. 1584 ..) S(Agn) <μία χελιδών>· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ. βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα τὸν σοφὸν οὐκ ἐᾷ εἰς τελείωσιν ἐμβάλλειν, <ἢ> εἰς ἀμαθίαν <μιαχρόν>· καθαρόν <μίαχος>· μίασμα. ἀσέβημα. τίθεται δὲ ἐπὶ τοῦ δυσώδους *<μιγάδες>· τὸ ἐκ πολλῶν ἄθροισμα ξένων ASvgn <μιγαζομένους>· μισγομένους *<μιγάς>· μεμιγμένος r. AS <μίγδα>· ἀναμίξ r, μεμιγμένως *<μίγδ' ἄλλοισι>· ἀναμεμιγμέναι (Θ 437) (n) <μίγδην>· ἀναμίξ, ὁμοῦ r, ἐν ταὐτῷ (Greg. Naz. c. 2,1,1,209) <μιγδηράζειν>· ὑβρίζειν <μιγέωσιν>· μιχθῶσι (Β 475) n <Μίδα θεός>· οἱ ὑπὸ Μίδα βασιλευθέντες ἐσέβοντο καὶ ὤμνυον τὴν Μίδα θεόν, ἥν τινες λέγουσιν μητέρα αὐτοῦ, <ἣν> ἐκτετι- μῆσθαι ... <μίδας>· κυβευτικοῦ βόλου ὄνομα. καὶ θηρίδιον τι διεσθίον τοὺς κυάμους. καὶ ὁ πλούσιος· ἀπὸ Μίδα, τοῦ βασιλέως [<μίειν>· ἐσθίειν] *<μιῆναι>· μιᾶναι r. AS, ῥυπῶσαι (Greg. Naz. c. 1,2,2,193) *<μιήνῃ>· βάψῃ (Δ 141) N. μολύνῃ, ῥυπώσῃ <μιῆς χθονός>· τῆς αὐτῆς γῆς (Greg. Naz. c. 2,1,1,81) <μίθρας>· <στέφανος ἢ> ὁ ἥλιος, παρὰ Πέρσαις n <Μίθρης>· ὁ πρῶτος ἐν Πέρσαις θεός <μίθρος ἢ μίθρους>· συνζευγνυμένους <μίκαι>· λάχανα ὄμβρια <μικᾶς>· μικρολόγος †<μίκλας>· αἶγας <μίκρ' ἄττα>· μικρά τινα *<μικρολόγος>· ἀκριβής ASn. φειδωλός ASvgn, [φειδωλῶ] σκιφός (Sir. 14,3) Σ *<μικρόρωξ>· μικρόβοτρυς AS <μικρόψυχος>· δειλός *<μικροῦ>· παρὰ μικρόν ASvg <μικύθινον>· τὸ μικρόν. καὶ νήπιον <μῖλαξ>· ἡλικία. ἔνιοι δὲ μέλλαξ. καὶ παρ' Ἑρμίππῳ ἐν Θεοῖς (fr. 33), ἀγνοήσας Ἀρτεμίδωρος· ἐκεῖ <γὰρ μῖλάξ> ἐστιν. δηλοῖ δὲ τὸν δημοτικόν <Μίλητος>· δύο πόλεις Μίλητοι· ἡ μὲν Κρήτης (Β 647), ἡ δὲ Ἀσίας (Β 868). αὗται ... *[<μίλια>· τὰ ἀπόθετα χρήματα AS] <μιλίγμασι>· κολακείαις. ἐδέσμασιν †<μίλιον>· δένδρον ὅμοιον ἐλάτῃ, ᾧ τοὺς νέους στεφανοῦσιν ἐν ταῖς πομπαῖς. ἢ *μέτρον ὁδοῦ, σταδίων ζ# AS. οἱ δὲ ζ# ἥμισυ ποδῶν #δω# v [<μιλίσσεο>· κεχαρισμένα καὶ ἡδέα λέγειν] [*<μιλισσόμενος>· παρακαλῶν ASvg] [<μίλιχα>· προσηνῆ, [ἥδιστα S] [<μιλιχῆ>· πραότητι, προσηνίᾳ] [<μιλιχίῃ>· ἱκετείᾳ] [<μιλιχίοις>· γλυκίοις. πραϋτικοῖς] [<μιλίχιος>· πρᾷος, ἢ πραΰς] <μιλός>· βραδύς, χαῦνος <μιλτοπάρῃοι>· μιλτόπρῳροι· τὰ ἑκατέρωθεν τῆς πρύμνης καὶ πρῴρας μεμιλτωμένα ἔχουσαι (Β 637). οἱ δὲ αὐτοὶ καὶ <φοινι- κοπάρειοι> ἐλέγοντο *<μίλτος>· εἶδος ἐρυθρὸν AS Σινωπίδος Sn <μιλτῶ>· †πλύνω <μιλτωρυχία>· τόπος, οὗ μίλτος ὀρύσσεται (Amips. fr. 15) <μιλτῶσαι>· βάψαι r [<Μιλίτης>· Ἀφροδίτης] <μιμαίκυλον>· ὁ καρπὸς τοῦ κομάρου. ἔστι δὲ ὡς μέσπιλον μικρόν, πυῤῥόν <Μιμαλλόνες>· Βάκχαι (Callim. fr. 503). βοηδρόμοι <μιμάξασα>· χρεμετίσασα. φωνήσασα †<μίμαρ>· ἀναιδές† [<μιμάρκης>· λαγωοῦ χορδή] <μίμαρκυς>· κοιλία καὶ ἔντερα τοῦ ἱερείου μεθ' αἵματος σκευαζό- μενα. μάλιστα δὲ καὶ ἐπὶ λαγωῶν αὐτῇ ἐχρῶντο· ὁτὲ δὲ καὶ ἐπὶ ὑός. ὁ δὲ Φερεκράτης (fr. 221) παίζων καὶ ἐπὶ ὄνου φησί <Μίμας>· ὄρος †Αἰτωλίας <μίμαστα>· ἄγρια λάχανα <μιμαυλεῖν>· μιμεῖσθαι. ὑποκρίνεσθαι <Μίμαλις>· ἡ νῦν Μῆλος (Callim. fr. 582) *<μιμερά>· ἡ μιμητικὴ τέχνη. καὶ ἡ μίμησις AS <μιμηλάζειν>· μιμεῖσθαι *<μιμηλόν>· ὅμοιον, ἐξ ὁμοίου. παρὰ τὸ μιμήσασθαι ASvg <μιμιχμός>· τοῦ ἵππου φωνή <μιμνάζειν>· μένειν (Β 392) r. ASn. καὶ μίμνειν (Θ 78) r <μιμνάζετε>· μίμνετε. μένετε †<μίμνησιν>· ἀνάμνησιν ποιῆσ.. <μιμνήσκεται>· μνημονεύεται (ο 54) *<μιμνήσκῃ>· μνημονεύεις AS *<μίμνον>· ἔμενον (Ε 94) ASn [<μιμορτοβία>· ναῦς, ᾗ ἄνθρωποι βεβήκασιν] <μίν>· αὐτόν ASvg, αὐτήν, αὐτό vg. τρία γένη δηλοῖ [<μίνα>· μύρια. καὶ τὰ μικρὰ σῦκα] [<μίναι>· προφάσεις] [<μίναρ>· χόρδη] <μινδαλόεσσα>· ἀριθμῶν σύνταξις. καὶ τὰ περὶ <τὰ> οὐράνια ... Βαβυλώνιοι <μίνδαξ>· θυμίαμα ποιόν (Amphid. fr. 27,3) <μίνθα>· τὸ ἡδύοσμον. καὶ ἀνθρωπεία κόπρος <μῆνις>· ἔχθρα [<μινίσκη>· ὑμένα. πέταλα] <Μινύαι>· οἱ Ὀρχομένιοι, καὶ Μάγνητες <μινυανθές>· πόα, ἀσφάλτιον. καὶ τρίφυλλον <μινύζωον>· ὀλιγόβιον r <Μινυήϊος>· ποταμὸς Πύλου (Λ 722) <μινύθειν>· ἐλαττοῦσθαι r *<μινύθει>· ἐλαττοῦται ASgn, μειοῦται (Υ 242) <μινύθουσι>· φθείρουσι, ἐλαττοῦσι, μειοῦσιν, ἀφανίζουσιν <μίνυνθα>· ἐπ' ὀλίγον χρόνον, ὀλιγοχρόνιον· "μίνυνθα δ' ἐχάζετο δουρός" (Λ 539), ἐπ' ὀλίγον δὲ ἀπείχετο μάχης *<μινυνθάδιον>· ὀλιγοχρόνιον (Α 352) (r. ASn) <μινυνθαδία>· ἡ σελήνη. ἀπὸ τοῦ μινύθειν <μινυνθοῦσι δέ>· φθείρουσι δέ b. ἀφανίζονται δέ (Ρ 738) [<μινυνθοῦσι>· φθείρουσιν] <μινύον>· τὸ βλίτον λάχανον, ἢ κιννάβαρι <μίνυρες>· κλίνης ἱμάντες *<μινύρεται>· κλαίει, θρηνεῖ ASvg, ὀδύρεται ἢ [*εὐφώνως λέγει (Soph. O. C. 671) ASvg <μινυρίζει>· ὀλίγῃ φωνῇ καὶ οἰκτρᾷ χρῆται <μινυρομένη>· θρηνοῦσα. καὶ τὰ ὅμοια <μινυρόν>· μικρόν, ὀλίγον. τῇ φωνῇ μινυρίζον <μινύρονται>· προφωνοῦσι, προλέγουσι (Aesch. Sept. 122) <μινύον>· ἀρωματικόν τι <μινυώριος>· βραχύϋπνος. ἄχρηστος. ἀδύνατος. ὀλιγοχρόνιος. ὀλίγης ὥρας ἄξιος <μινῶδες>· εἶδος ἀμπέλου *<μὶν ὦκα>· αὐτὸν ταχέως (Π 672 ..) ASn *<Μίνως>· βασιλεὺς <Κρήτης> AS *<Μινώταυρος>· Πασιφάης υἱός AS <μῖξαι>· σπεῖραι. κεράσαι. συμβαλεῖν (Ο 510) <μιξίαμβος>· λοίδορος. μεμιγμένος λοιδορίᾳ. ποιηματοκόπος *<μίξις>· κοίτη, συνουσία AS [<μιξοβάρβαρος>· ζήτει εἰς τὸ <μει>] <μιξοδίη>· τρίοδος <μίξοδος>· ὁδός, ἣ εἰς ἑτέραν συμβάλλεται <μιξοιφία>· μίξις, πλησιασμός [<μιονεκτούμενον>· ἐλαττούμενον] [<Μίονες>· Κύπριοι] [<μιρακύλιον>· παιδίον. ὑποκοριστικῶς] <μιργάβωρ>· τὸ λυκόφως ... <μιργῶσαι>· πηλοῦσαι. οἱ αὐτοί <μίρεα>· λάχανα <μίρκα>· εὐανθής, ποικίλη ἄνθεσι <μίργμα>· ἐπὶ τοῦ κακοπινοῦς, καὶ ῥυπαροῦ, καὶ πονηροῦ <μιρόν>· ὅταν ἀπονυστάζῃ τις, λέγουσι Ταραντῖνοι <μιονεξία>· ἐλάττωσις <μιργούλον>· μύσος. μίασμα †<μιρύκεον>· σχοῖνον <μισγάγκεια>· κοῖλος τόπος, εἰς ὃν πανταχόθεν τὰ κάτω φερόμενα ἀπὸ τῶν ὀρῶν ὕδατα μίσγεται <μίσασθαι>· μιτώσασθαι (Plat. com. fr. 267) [<Μισατίς] Μίση>· τῶν περὶ τὴν μητέρα τις, ἣν καὶ ὀμνύουσι *<μισγάγκειαν>· τόπος κοῖλος, ὅπου συμμίγνυνται ὕδατα πολλά (Δ 453) ASn <μίσγεαι>· συνέρχῃ (Β 232) <μισγέσκετο>· ἐμίγνυτο (σ 325) <μισγοδίη>· ὅπου ἂν ὁδοὶ μίγνυνται <μισγόλας>· θόρυβος <μισγονόμος>· οὗ πάντες νέμουσιν γῆ <μίσησεν>· ἐφθόνησεν (Ρ 272) <μισήτην>· τὴν καταφερῆ λέγουσιν μισήτην· "μίσηται δὲ γυναῖκες ὀλίσβοισι χρήσονται" (Cratin. fr. 316), οἱ δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον, ἢ ἄπληστον τῇ τροφῇ <μισήτιζε>· μίσει, στύγει <μισητός>· μίσους ἄξιος. ἄπληστος <μισθαρνής>· ὁ λατρεύων μισθοῦ. ἢ ὁ μισθὸν ἀφαιρῶν, καὶ *ἀντικαταλλάττων Agb *<μισθαρνία>· ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία ASvgn <μισθαρχίδης>· ὁ ἐπὶ τῇ ἀρχῇ μισθὸν λαμβάνων. ὠψωνιάζοντο γὰρ καὶ οἱ ἄρχοντες, καὶ μισθὸν ἐλάμβανον δημόσιον (Ar. Ach. 597) <μισθός>· τὸ ἔπαθλον τῶν κωμικῶν. καὶ τὸν ἀμφορέα. †ἔμμισθοι δὲ πέντε ἦσαν <μισθοφορεῖν>· τὸ ἐπὶ μισθῷ πράττειν τι q *<μισθοφόρος>· μισθῷ ἐργαζόμενος ASgn <μίσκαιος>· κῆπος <μίσκει>· ἄρχεται ... <μίσκελλος>· εὐτελὴς καὶ μέλας οἶνος *<μισογύνης>· μισογύναιος ASs <μισόκαλος>· ὁ μισῶν τὸ ἀγαθόν (Phil. migr. Abr. 183) <μιστῦλαι>· τεμεῖν, κόψαι, μερίσαι, εἰς μικρὰ διελεῖν κρέα <μιστύλλειν>· τὰ αὐτά <μίστυλλον>· εἰς βραχέα κατέτεμνον (Α 465) <μισσυνή>· ἡ ὀξύτης παρὰ Χαλδαίοις <Μιχαίας>· ἑρμηνεία· ταπείνωσις, ἢ ταπεινούμενος <μίσυ>· τῶν μεταλλικῶν τι (Hippocr. mul. 1,103) S <μισυοί>· οἱ ἔχοντες τὸ ἥμισυ λευκὸν τοῦ σώματος, τὸ δὲ ἥμισυ μέλαν, οὓς ἔνιοι <μίσγους> <μίσχη>· πιλήματα, ταινίαι, μαλλοὶ οἱ τῶν ἐρίων <μίσχον>· οὕτω λέγουσιν, ᾧ συνήρτηται πρὸς τὸ φυτὸν καὶ ὁ καρπὸς καὶ τὸ φύλλον <μίσχος>· ὁ παρὰ τῷ φύλλῳ κόκκος SN [<μιτίτριζον>· ἐθρήνουν] *<μίτρα>· ἡ χαλκῆ λεπίς g. διάδημα vgn. ζώνη ASvgb. θώραξ. ταινία (Exod. 29,6 ..) A *<μίτρα χρυσᾶ>· ὡς λεπὶς χρυσᾶ ASn, ἣ τῷ μετώπῳ φορεῖται AS <μίτρῃ>· θώρακι <μίτρην>· χαλκῆν λεπίδα (Δ 216) <μιτραῖον>· ποικίλον r <μίτος>· τάξις. σειρά. τόνος <μίτυλον>· ἔσχατον. νήπιον. Λακεδαίμονες <μιχθαλόεσσα>· ἀλίμενος (Ω 753) *<μιχθῆναι>· ἀπαντῆσαι. συμμῖξαι. ὁμιλῆσαι Σ <μιχωκεῖ>· ἠχεῖ <μείωσις>· ἐλάττωσις. ἀκαθαρσία *<μνᾶται>· μνηστεύεται (π 77) ASvgn <μναάδας>· τὰς ἀμελγομένας αἶγας <μναμονόοι>· Μοῦσαι. μνηστῆρες (Pind. fr. 341 Sn.?) <μναμονεύθημεν>· διεκλήθημεν †<μναμοσύρειν>· τὸ ἐπιτηρεῖν, ἢ μεμνῆσθαί τινι <μνάμων>· ἱερομνήμων. ἢ μνήμονες, ἢ τὰς θυσίας ἀπομνημονεύον- τες <μνάριον>· τὸ κάλλυντρον. Βοιωτοί <μναρόν>· μαλακόν. ἡδύ. [κόρημα] θυμῆρες (Cratin. fr. 431) <μνασίον>· μέτρον τι διμέδιμνον <Μναστήρ>· τῶν μηνῶν οὕτω καλεῖταί τις [<μνᾶται>· μνηστεύει. μέμνηται] †<μνείω>· μνησθῶ ASvgN *<μνῆμα>· μνημεῖον, [μνημόσυνον g. ἀνάθημα. [τάφος g <μνημεῖα>· τὰ οἴκαδε πεμπόμενα ὑπὸ τῶν ἐν πολέμῳ τετελευτη- κότων τοῖς οἰκείοις (Aesch. Sept. 49) <μνήμη>· μνημόσυνον <μνήμονες>· ἀρχὴ †γυναικῶν †ἐπιμελουμένων τῶν ἱερειῶν <μνᾶ>· λίτραι δύο. ὁ δὲ ἅγιος Ἐπιφάνιος λίτρας μιᾶς διμοίρου <μνημοσύνη>· μνήμη. (Θ 181) r. g b καὶ ἡ θεός r <μνημύει>· σκυθρωπάζει <μνήμυκεν>· ὑποπτήσσει. δυσχεραίνει <μνήσατο>· ἀνεμνήσθη (α 29) <μνησίκακον>· ... (Prov. 12,28) <μνησιχάρη>· ἡδονή *<μνήστεια>· γάμου δῶρα r. AS <μνηστευόμενοι>· ἀῤῥαβωνιζόμενοι <μνηστή>· ἡ κατὰ μνηστείαν γαμηθεῖσα r (n). ἢ ἡ ἐκ παρθενείας μείνασα νῆστις, ἤγουν ἀπείρανδρος <μνηστῆρες>· οἱ ἐπιβάλλοντες γῆμαί τινα. καὶ οἱ μεμνημένοι <μνήστωρ>· ὁ δοὺς τοῦ γάμου ἀῤῥαβῶνα r <μήστωρι>· βασιλεῖ. φρονίμῳ <μνῆστρον>· ὁ τοῦ γάμου ἀῤῥαβών r <μνία>· τὰ βρύα rn, καὶ τὸ φῦκος r <μνίει>· ἐσθίει <μνοία>· οἰκετεία <μνοιόν>· μαλακόν (Euphor. fr. 156 Pow.?) <μνωῖται>· δοῦλοι †<μνοῦνες>· οἱ μηροί †<μνοῦς>· ἔριον ἁπαλώτατον, καὶ ἡ πρώτη τῶν ἀμνῶν καὶ πώλων ἐξάνθησις. καὶ τὸ λεπτότατον πτερόν, κυρίως δὲ τῶν χηνῶν <μνῴα>· δουλεία <μνώεο>· μέμνησο (Greg. Naz. epigr. 84,2) *<μνώμενος>· μνηστευόμενος. μεμνημένος r (AS). μηχανώμενος <μνώονται>· μνηστεύονται r. καὶ τὰ ὅμοια (α 248) †<μνώσκει>· μίσγεται. ἔρχεται <μογίοντι>· μογοῦσι. πυρέσσουσι. Δωριεῖς *<μογερᾶς>· ἀθλίας ASn, πονηρᾶς, λυπηρᾶς, [ἐπιπόνου (Eur. Tro. 783) N *<μογέοντας>· μοχθοῦντας (Μ 29 ..) g *<μογήσας>· κακοπαθήσας (β 343 ..) ASvgn [<μόξοντι>· πυρέσσοντι. πονοῦντι] [<μογξοῦντες>· πυρέσσοντες. πονοῦντες] <μόγος>· πόνος. ὄχλησις. μόχθος, *[κακοπάθεια r. n <μογοστόκος Εἰλήθυια>· ἡ μογοῦσα καὶ πονουμένη περὶ τοὺς τοκετούς· τουτέστιν λοχεύτρια (Π 187) †<μόδα>· στρώματα [<μόδυχνον>· διοτάλεον] <μόθακες>· οἱ ἅμα τρεφόμενοι τοῖς υἱοῖς δοῦλοι παῖδες †<μοεύων>· ψέγων <μώλωψ>· τραῦμα. καὶ ὁ ἐκ πληγῆς αἱματώδης τόπος. ἢ καὶ τὰ ἐξερχόμενα τῶν πληγῶν ὕδατα <μόθος>· *πόλεμος, μάχη r. (ASn). πόνος. φόβος. στάσις, [θόρυ- βος (vn) <μοθούρας>· τὰς λαβὰς τῶν κωπῶν <μόθων>· εἶδός τι ὀρχήσεως (Ar. Eq. 697) <μόθωνας>· τοὺς παρατρεφομένους, τοὺς λεγομένους παιδίσκους. Λάκωνες. οἱ δὲ τοὺς δουλοπρεπεῖς. καὶ σπερμολόγους <μοθωνία>· ἀλαζονεία r [<μοικηθμοί>· τῶν βοῶν αἱ φωναί] <μοιμυᾶν>· τὸ τὰ χείλη πρὸς ἄλληλα προσάγειν (Ar. Lys. 126) <μοιμύλλειν>· θηλάζειν. ἐσθίειν. καὶ τὰ χείλη προσάπτειν ἀλλή- λοις (Com. ad. 1080) <μοιός>· σκυθρωπός <μοιρηγενές>· ἐν ἀγαθῇ μοίρᾳ γεγεννημένε (Γ 182) *<μοιρηγενής>· ἀγαθῇ γεγονὼς μοίρᾳ g <μοιρήλογχοι>· οἱ τὰ κοινὰ διαιροῦντες <μοιρῆσαι>· μερίσαι, ἢ [διελεῖν r <μοιρήσασθαι>· λαχεῖν. καὶ τὰ ὅμοια <μοιρολογχεῖν>· τὸ μερίδα λαγχάνειν. τινὲς δὲ διαιρεῖσθαι (trag. ad.?) *<μοίραις>· μερίσι. φυλακαῖς <μοῖτον ἀντὶ μοίτου>· παροιμία Σικελοῖς· ἡ γὰρ χάρις μοῖτον. οἷον χάριν <ἀντὶ χάριτος> (Sophr. fr. 168) <μοιχάγρια>· τὰ τῆς μοιχείας ἀγρεύματα· ὁ γὰρ ληφθεὶς ἐπὶ μοιχείᾳ ζημιοῦται (θ 332) <μοιχοῖς>· πόρνοις <μοιχοτύπη>· ἡ ὑπὸ μοιχῶν τυπτομένη †<μοκκώνωσις>· περιφρονεῖς. παρὰ Βλαίσῳ (fr. 3 K.) <μόκρωνα>· τὸν ὀξύν. Ἐρυθραῖοι [<μολβίς>· στάθμιόν τι ἑπταμναῖον] †<μολγῶ>· νέφος, παρὰ Βλαίσῳ ἢ †ἀκόλουθος (fr. 4 K.) <μολγός>· Ἀριστοφάνης (Equ. 963). τάχα ἂν εἴη ἐκ πλήρους ἀμολγός. ὁ δὲ ἀμέλγων τὰ χρήματα <ἀμολγός>. ἔνιοι δὲ <μολ- γοὺς> ἀκούουσι τοὺς μοχθηρούς, †τοῖς ἀμέλγουσι τὰ κοινὰ κλέπτας εἶναι· καὶ τὸ ἀμολγός. †ἄλλοι δὲ <μολγὸν> τὸν βόειον ἀσκόν. τίθεται δὲ καὶ ἐπὶ τῶν ἁμαξῶν <μολεῖν>· ἔρχεσθαι, τρέχειν, ἐλθεῖν, δραμεῖν <Μολίονε>· μαχηταί. καὶ <Μολιονίδαι>· γυναικός τινος υἱοί (Λ 709) <μολοβόβαρ>· ὁ τοῦ Διὸς ἀστήρ, παρὰ Χαλδαίοις *<μολοβρός>· μολίσκων ἐπὶ τὴν βοράν (S) τουτέστι παράσιτος, [γαστρίμαργος vg, ἐπαίτης (S) καὶ ὁ ἐρχόμενος φαγεῖν γλούτ- των (ρ 219) ASN <μολόβρια>· τὰ τῶν ἀγρίων θηρίων †τινὰ οὕτω καλεῖται <μολόθουρος>· ἀσφόδελος. ἢ ὄσπριόν τι. καὶ ἡ ὁλόσχοινος (Euphor. fr. 133 Pow.) <μολορός>· λυπηρός, ἀηδής <μόλος>· πόνος. μάχη. φρύαγμα <μολεύειν>· ἐγκόπτειν τὰς παραφυάδας <μολοῦρις>· αἰδοῖον. κολοβὴ <λόγχη>. ἢ μόλις οὐρῶν <μολουρίδες>· βατραχίδες. καὶ τῶν σταχύων τὰ γόνατα <μόλοφθος>· ἐγκρυφίας *<μολοῦσα>· πορευομένη, ἢ [πορευθεῖσα (Ζ 286) ASgn <μολπαί>· ὕμνοι, ᾠδαί *<μολπάν>· ᾠδήν (Eur. Troad. 148 ..) A <μολπαστής>· συμπαίκτης. <μολπάστρια> δὲ συμπαίκτρια *<μολπή>· ᾠδή. παιδιά AS. ὕμνος, ᾆσμα †<μολπίς>· ἐλπίς <μολπός>· ᾠδός, ὑμνῳδός, ποιητής <μόλσον>· σελίνου καυλός, καὶ ἄνθος. οἱ δὲ τὴν ὑποφυάδα <μόλσος>· ὁ δημός. Αἰολεῖς <μολτύους>· τὰ κοκκύμηλα <μολύβδαινα>· καὶ τὸ εἶδος τῆς μεταλλικῆς, καὶ τὰ λεῖα *<μολυβδαίνῃ>· μολυβίδι (Ω 80) Σ <μολυβδίς>· στάθμιόν τι [ζ#] ἑπταμναῖον. οἱ δὲ μολβίς (Soph. fr. 756?) <μολυβρόν>· τὸ μολυβοειδές <μολύνει>· μιαίνει. ἀναφύρει. πίμπλησι <μολυνίης>· ἡ πυγή <μολυρόν>· νωθρόν. βραδύ. ἀνιαρόν. ἀηδές, ἀχάριστον, λυπηρόν <μολυσμός>· ἀκαθαρσία r, μίασμα. ἁμαρτία gn δυσέκπλυτος (Ierem. 23,15) <μόλυχνον>· δεισαλέον *<μολών>· χωρῶν, [ἐλθών (Λ 173) s (n) <Μομβρώ>· ἡ Μορμώ. καὶ φόβητρον [<μομοκύκια>· τῶν τραγῳδῶν τὰ προσωπεῖα] <Μομμώ>· ὃ ἡμεῖς Μορμώ φαμεν, τὸ φόβητρον τοῖς παιδίοις *<μομφή>· μέμψις r. n. κατάγνωσις (Ep. Col. 3,13) (ASvg) <μόμφις>· δύσκλεια (Teleclid. fr. 63). ἢ μόμφος (Eur. fr. 633) <μόναλκις>· ἐξέχουσα. ἀνδρωδεστάτη <μονάρχου>· τυράννου (Sol. fr. 9,3 Bgk.) *<μονάς>· ἀριθμός AS. ἢ ἓξ μοῖραι τῶν ἑπτάδων *<μονή>· παραμονή (Ev. Ioan. 14,23) ASvg *<μονήρη βίον>· μοναχικὸν βίον (Avg) *<μονητάριος>· τὸ κέρμα ἐργαζόμενος ASgb <μονίας>· νήφων. "τοὺς γὰρ μεθύοντας δευτέρους εἶναί φαμεν" <μόνιμον>· στάσιμον, βέβαιον (Eur. Phoen. 538) <μονίμων>· βεβαίων, *αἰωνίων AS, ἐπιμόνων AS, στασίμων *<μονιμωτέρων>· βεβαιοτέρων. παρὰ τὸ <μένειν> (ASvgn) *<μονιός>· ὗς ἄγριος ὁ μὴ τοῖς ἄλλοις συναγελαζόμενος Sg. ἢ ὁ περὶ τράχηλον ὅρμος. [ὁ δὲ ἅγιος Κύριλλος ἐν τῇ ἑρμηνείᾳ Ὠσηὲ (14,8) τοῦ προφήτου ὄνον λέγει σημαίνειν· τινὲς δὲ μέγα θηρίον κατὰ ἀπόνοιαν καταμόνας νεμόμενον (Ps. 79,14)] *<μονόγληνος>· μονόφθαλμος (AS) <μονόβας>· ὁμοίως <μονοβάτας>· κλέπτης <μονοδαμιουργοί>· οἱ τὰς δίκας δικάζοντες *<μονόζωνοι>· οἱ τῶν πολεμίων κατάσκοποι n. ἢ μάχιμοι, οὓς ἡμεῖς <μονομάχους> (4. Regn. 5,2) <μονολόγιστον>· †μονοκλόνως *<μονόλοπα>· μονόδερμα ASn. μονοχίτωνα n *<μονοκέρατος ἢ [μονόκερως>· θηρίον φοβερόν (Iob 39,9 ..) (n) *<μόνον οὐχί>· σχεδόν, ἐγγύς ASvgn. ἄνω κάτω. [εὐθέως. οὐδαμῶς s. [μόνον] [<μονόνουν>· σχεδόν, ἐγγύς] †<μονόμματον>· μονοειδῆ. ἁπλοῦν <μόνον>· τὸ ἕν <μνωιονόμοι>· τῶν εἱλώτων ἄρχοντες <μονοξύλοις>· πλοίοις <μονοπείρας>· τοὺς μὴ ἀθρόους, ἀλλὰ καθ' ἕνα πειρατεύοντας (Men. fr. 882 Koe.) <μονοῤῥήξ>· ἀποῤῥηγμένος, ἀποσπασμένος <μονοστίλβης>· ὁ ἐν ταῖς Ὑάσι λαμπρὸς ἀστήρ <μονοσταλής>· ὁ καταμόνας στελλόμενος *<μονοστόλῳ>· τῷ καταμόνας ἐλθόντι AS (gn) <μονοστραβὴς ὄχος>· ἡμίονος (trag. ad. 239) <μονώτατος>· μόνος ὤν, ὑπάρχων (2. Chron. 6,30 v. l.) *<μονότονος>· μόνος ὤν, ὑπάρχων [*μονομάχος AS] *<μονότροπος>· μόνος στραφείς (Eur. Andr. 281) ASvgn <μόνουσα>· τὰ λεπτὰ λέπαδνα †<μονούαλος>· τὸν ἐπὶ τῇ καρδίᾳ τοῦ λέοντος λαμπρὸν ἀστέρα φασί [<μονουνουχί>· μονονουχί] <μονόφαντος>· μόνη ἐν φανερῷ, μόνη φαινομένη [μονοφθόρους] <μονοφόρους>· ὄνους <μονόφορβος>· μόνος βοσκόμενος, ἢ βόσκων μόνος (Greg. Naz. c. 2,1,1,191 ..) [<μονόχθηρος>· ἐπίμονος. πονηρός] <μονοψίδης>· μονιός. ἀτιμαγέλως (Com. adesp.) <μονῳδεῖ>· μονοθρηνεῖ. *<Μονῳδία> λέγεται, ὅτε εἷς μόνος τὴν ᾠδήν, οὐχ ὁμοῦ ὁ χορός, ᾄδει An <μόρα>· μέρη τινά. καὶ μέρη τοῦ στρατοῦ, ἢ τάγμα. παρὰ γὰρ Λακεδαιμονίοις οἵ ποτε λόχοι μόρα αὖθις ὀνομασθέντες <μοργίας>· γαστριμαργίας, καὶ ἀκρασίας <μόργιον>· μέτρον γῆς, ὅ ἐστι πλέθρον, καὶ εἶδος ἀμπέλου <μόργος>· φραγμός, καὶ τὸ ἐπὶ ταῖς ἁμάξαις φράγμα, ἐν ᾧ τὰ ἄχυρα φέρουσι. καὶ σκύτινον τεῦχος· ἄλλοι τεῦχος βόειον <μοργυίων>· σπαργάνων <μοργύλλει>· χρονουλκεῖ †<μοργᾶται>· παρῶπται [<μορῆσαι>· μερίσαι. διελεῖν. ἐλθεῖν] <μορθῆναι>· πειραθῆναι. γενέσθαι <μορίαι>· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς q *<μορία>· μερίς r (AS) <μορίδες>· μάντεις <μορίες>· μερῖται. κοινωνοί *<μόριον>· μέρος (Eur. Andr. 541) ASn [<μόριος>· ἄπληστος] *<μορίων>· μερισμῶν AS †<μοριφόν>· σκοτεινόν. μέλαν <μόρμη>· χαλεπή. ἐκπληκτική <μορμοί>· φόβοι κενοί *<μορμολυκεῖα>· τὰ τῶν τραγῳδῶν προσωπεῖα r. ASvg(n) <μορμολύξασθαι>· ἐκφοβῆσαι <μορμολύττει>· φοβερίζει *<μορμολύττεται>· φοβεῖται AS <μορμόνας>· πλάνητας (s) δαίμονας (Xen. Hell. 4,4,17) <μόρμορος> καὶ <μορμυραία>· φόβος [<μορμύνει>· δεινοποιεῖ] <μορμύρεσκεν>· ἀνεκύκα (μ 238) <μορμύρει>· ποιὸν ἦχον ἀποτελεῖ, ταράσσει, πλημμυρεῖ, δεινο- ποιεῖ *<μορμυρίζει>· ταράττει A, ἠχεῖ *<μορμύροντα>· τὰ αὐτά (Ε 599) (AS) *<μορμύρων>· ταράσσων Avgb, ἀφροὺς ἀποβάλλων (Σ 403) n. κυρίως δὲ λέγεται ἐπὶ ποταμοῦ ῥεῦμα ἔχοντος (Φ 325) Avg <μορμύρος>· ἰχθῦς r θαλάσσιος <μορμύσσεσθαι>· ἐμβριμᾶσθαι <μορνάμενος>· μαχόμενος *<μορόεντα>· μετὰ πολλοῦ καμάτου πεπονημένα (Ξ 183) (r) (Sn) <μόροι>· μοῖραι· κόποι, πόνοι. κλῆροι *<μόροιο>· θανάτου gn <μόρος>· φόνος. *θάνατος r (ASvgn). φθόρος. πόνος. νόσος. *μοῖρα τοῦ βίου (AS) <μοροπονοῦν>· κακοπαθοῦν <μόροττον>· ἐκ φλοιοῦ πλέγμα τι, ᾧ ἔτυπτον ἀλλήλους τοῖς Δημητρίοις <μορσική>· †ἡ ἰνδική† <μόρσιμοι>· ἀναγκαῖαι, *εἱμαρμέναι, μεμοιραμέναι (ASvgb). ἢ ἕτοιμοι εἰς θάνατον (AN) <μόρτος>· ἄνθρωπος. θνητός (Callim. fr. 167). μέλας, φαιός. οἱ δὲ <μορτόν> φασι <μορτάν>· τὴν γινομένην καταβολὴν ἀπὸ τῶν καρπῶν <μορτοβάτιν>· ἀνθρωποβάτιν ναῦν <μορφάζειν>· νεύειν *<μορφή>· ἰδέα, εἶδος r. Ag †<μορφήεις>· μωμητός *<μόρφνον>· εἶδος ἀετοῦ (Ω 316) r. Sgn. καὶ <ξανθός> <μόρφωμα>· μορφή <μορέα>· ἡ συκάμινος <Μορφώ>· ἡ Ἀφροδίτη r *<μόρφωσιν>· σχηματισμόν, εἰκόνα (ep. Rom. 2,20) Av(gn) <μορφύνει>· καλλωπίζει, κοσμεῖ (Antim.? fr. 162 W.) †<μοσπνεῦσαι>· ῥινηλατῆσαι <μοσποί>· θυσίαι <μόσσυν>· πύργος (Xen. Anab. 5, 4,26) †<μοσσύνειν>· μασᾶσθαι βραδέως <μόσσυνες>· ἐπάλξεις. πύργοι (Callim. fr. 43,68 Pf.). καὶ ἔθνος Σκυθικόν <μοσσυνικὰ μαζονομεῖα>· Ποντικὰ ὁ Δίδυμος ἤκουεν· οἱ [δὲ] γὰρ Μοσσύνοικοι ἐν Πόντῳ εἰσί. λέγει δὲ τοὺς ξυλίνους πίνακας (Ar. fr. 417) <μοσσυνικοί>· ξύλινοι πίνακες μεγάλοι, ὥστε ἐν αὐτοῖς καὶ ἄλφιτα μάσσειν· ἐν τῷ Πόντῳ δέ εἰσιν ... <Μόσυχλον>· ὄρος Λήμνου (Antim. fr. 46 W.) <μοσχανὸς σῖτος>· ὁ ἀπαρχόμενος. καὶ χόρτος ὁ ἤδη καρπὸν ἔχων *<μοσχεύματα>· τὰ νεόφυτα (Sap. 4,3?) (ASn) *<μοσχεύσας>· γεννήσας ASn <μόσχια>· *ἁπαλὰ φυτά vgn. ἢ κρέα μοσχαρίου. ἢ κρομμύου τὸ σπέρμα <μοσχίδια>· μοσχεύματα <μοσχίνδα>· τὸ ἑξῆς. καὶ ἀνελλιπῶς <μοσχίναι>· οἱ σκιρτητικοί <μόσχοι>· οἱ νέοι βλαστοί <μόσχοισι>· τοῖς νεοφύτοις βλαστήμασιν, ἁπαλοῖς κλαδίσκοις (Λ 105) <μόσχος>· νέος λύγος. κλάδος. πτόρθος. καὶ ὁ ἁπαλὸς βοῦς. Λύγα δέ εἰσι τὰ ἱμαντώδη φυτά <μότα>· τὰ πληροῦντα τὴν κοίλην τῶν τραυμάτων ῥάκη [<μοτήσας>· κακοπαθήσας] <μοττοῖ>· τιτρώσκει. ταράττει <μοττοφαγία>· θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου τελουμένη <μοτρογένειον>· σπανίῳ πώγωνι ... <μοττίας>· ᾧ στρέφουσι τῶν ῥυτήρων τὸν ἄξονα <μόττυες>· οἱ ἔγλυτοι καὶ παρειμένοι <μοττωνῆσαι>· τῇ πτέρνῃ τύψαι <μοτῶσαι>· πληρῶσαι *<μοτώσει>· ἰάσεται δι' ὀθονίων (Hos. 6,1) vgn <μουῖαι>· σκώληκες, οἱ γενόμενοι ἐν τοῖς κρέασιν <Μουκερίναι>· πόλις ἐν Αἰγύπτῳ, ἡ Σάϊς <μουκηροβαγός>· καρυοκατάκτης <μουκίζει>· σιγῇ μέμφεται τοῖς χείλεσι <μουκτηριᾷ>· σκαρδαμύττει *<μουνάξ>· καταμόνας (θ 371) A <μόνῳ νόμῳ>· καθάπαξ νόμῳ καθ' ἕν <μουνόκερω>· τὸν μηκέτι ἔχοντα [τὴν] ἀλκήν, ὡς Ἀρχίλοχος (fr. 181 Bgk.) <μουνομήτορι>· ᾗ τῶν ἀδελφῶν μόνῃ μήτηρ <οὐχ> ὑπάρχει <μουνοπάλαι>· οἱ μόνῃ πάλῃ νικῶντες <μοῦνος>· μόνος (Β 212) <μουνοσταλής>· καταμόνας στελλόμενος *<μούνου>· μόνου (Ι 335) (g) [<μοραίνει>· παρακόπτει, μαίνεται] <μοῦσα>· τέχνη. καὶ <σοφοὺς> καὶ <μουσικοὺς> τοὺς τεχνίτας ἔλεγον *<μούσαις>· θεαῖς, ταῖς Μούσαις (Eur. Troad. 1245) ASv <μούσαξ>· ὁ ὑπὸ τοῦ βοαγοῦ τρεφόμενος ... <μοῦσαι>· ἐρωτικαὶ ᾠδαί. οἱ δὲ αἰνίγματα (Eur. Phoen. 50). καὶ τέχνας <μουσίδδει>· λαλεῖ. ὁμιλεῖ *<μουσικά>· τερπνά, τὰ δι' αὐλῶν καὶ κινύρας, καὶ τὰ ὅμοια (Sirac. 40,20) ASvg <μουσικήν>· πᾶσαν τέχνην, οἱ Ἀττικοί <μουσικός>· ψάλτης. τεχνίτης <μουσικτάς>· ὁμοίως <μουσοκερατίδας>· τοὺς τὰ μουσικὰ ἢ μελικὰ μέλη ἄιδοντας· ἦν δὲ ταῦτα θρηνώδη <μουσουργός>· ὁ αὐλητής <μούσχανον>· τὸ βλαστόν *<μουσοπόλος>· ποιητής (Eur. Alc. 445) AS †<μοῦρκορ>· μυχός. οἱ αὐτοί <μουρτάρ>· πιλός †[<μούρτιβοι>] <μουστῆν> ζ# μό† †<μούρτιβοι>· θυσίαι <μούσωνες>· οἱ κορυφαῖοι τῶν μαγείρων. καὶ οἱ τεχνῖται *<μοχθεῖ>· κακοπαθεῖ ASvgb *<μοχθηρά>· κακή (Sirac. 27,15 v. l.) AS <μοχθηρία>· [ἐπίπονος. κακοδαίμων] <κακία> r <μοχθίζοντες>· κακοπαθοῦντες (Greg. Naz. c. 1,1,8,37) (r. n) *<μοχθηρός>· ἐπίπονος. πονηρός ASvgn <μόχθος>· πόνος s. κακοπάθεια <μοχλεύει>· κινεῖ <μοχλοί>· κλεῖθρα (r. g) <μοχοῖ>· ἐντός. Πάφιοι <μόψος>· κηλὶς ἡ ἐν τοῖς ἱματίοις. Κύπριοι †<μόων>· μόθων <μυᾶτε>· σκαρδαμύττετε <μύαγρος>· ὁ μυοθήρας *<μυδαλέας>· βεβρεγμένας (Λ 54) ASvgb *<>μύγματα>· καταξέσματα (Eur. Andr. 827) Avgnphm <μυδαίνει>· στάζει. σήπει <μυδαλέον>· δίυγρον (p). διάβροχον (Hes. op. 556) (g). τὸ ἐπί- δακρυ καὶ κάθυγρον ὄμμα. νοτερόν. ῥυπαρόν <μύδης>· γέροντος ἀδυναμία p <μυδῆσαι>· βραχῆναι. παραρυῆναι. σαπῆναι [<μύδος>· ἄφωνος] <μυδρίασις>· πάθος τι περὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ πλατυ- νομένην <μυδροκτύπος>· χαλκεύς <μύδρος>· ὁ ἀργὸς σίδηρος. καὶ κραταιὸς λίθος. τίθεται δὲ καὶ ἐπὶ ἀναισθήτου. *σίδηρος πεπυρακτωμένος r. ASvgn *<μυδῶντες>· διϋγραίνοντες. σηπόμενοι ASvgn <μυδῶσι>· [σεσηπημένοις ἢ] σεσημμένοις [<μύει>· πίπτει. κλίνεται] <μυελός>· τροφή, ἔδεσμα. *τὸ ἐντὸς τῶν ὀστῶν (Χ 501) r. n <μυελαυξεῖ τροφῇ>· τῇ τὸν μυελὸν τρεφούσῃ <μύες>· ὀστρέου τι εἶδος. καὶ οἱ κατοικίδιοι καὶ ἐνάλιοι. καὶ αἱ πεπυκνωμέναι ἐν ἡμῖν σάρκες <μύζει>· θηλάζει (hm), λείχει. πιέζει <μύζη>· †ἀπόπληκτος <μύζοντος>· μυκτηριζομένου <μύζουσι>· θηλάζουσιν [<μυήλα>· σάρξ τις, ἐπαίρουσα τὴν γαστέρα] *<μύησις>· μυσταγωγία, μυστικὴ γνῶσις ASvgN <μῦθαρ>· μῦθος <μύθα>· φωνή. Κύπριοι <μύθαρχοι>· οἱ προεστῶτες τῶν στάσεων <μυθεῖσθαι>· λέγειν *<μυθήσασθαι>· εἰπεῖν (Α 74) n *<μυθήσομαι>· εἴπω n, ἢ εἴποιμι (Β 488) a) <μυθητῆρες>· ... b) <<μυθιῆται>·> στασιασταί (Anacr. fr. 16 Bgk.) (n) *<μυεῖται>· μυσταγωγεῖται v. διδάσκεται Avg *<μυθήσασθαι>· διηγήσασθαι (g) διδάξαι *<μυθολογῶν>· ληρῶν, φλυαρῶν g <μῦθος>· *λόγος κενός, ψευδής, εἰκονίζων τὴν ἀλήθειαν Avgn. στάσις (φ 71). ὑπόσχεσις *<μύησις>· μυσταγωγία p. πεῖρα. μετοχή. [γνῶσις μυστική b †<μυθίαμμαι>· ῥάθυμαι †<μύφθει>· σήπεται <μύθων ῥητῆρα>· ἃ δεῖ λέγειν ὑποδεικνύντα (Ι 443) *<μύιαι>· αἱ συνεστραμμέναι σάρκες, καὶ διεφθαρμέναι AS *<μυῖαι καδδῦσαι>· μυῖαι καταδύνουσαι (Τ 25) ASn *[<μυῖα>· κύνα ἀναιδῆ AS] <μυῖα χαλκῆ>· λέγεται παιδιά τις, ἣν οἱ παῖδες παίζοντες κατα- μύουσιν, ἀποτείνοντες τὰς χεῖρας ἄχρι ἄν τινος ἐπιλάβωνται. καλεῖται δὲ καὶ τὸ πτηνὸν οὕτως *<μυιάων>· μυιῶν (Β 469) A <μυίνδα>· παιδιά τις S οὕτω καλουμένη ἀπὸ τοῦ συμβαίνοντος· καταμύων γάρ τις τὸ ἐρωτώμενον ἀποφαίνεται σχεδιάζων, ἕως ἂν ἐπιτύχῃ· ἐὰν <δὲ> ἁμαρτὼν ἀναβλέψῃ, πάλιν καταμύει <μυών>· ὁ μῦς τῆς χειρός, τοῦ βραχίονος (Π 315?) <μυῶνες>· μύες. φλέβες. καὶ [αἱ συνεστραμμέναι σάρκες n, καὶ πεπυκνωμέναι. ἢ βραχίονες (Π 324) <μυκά>· μύκησις <Μυκάλη>· ὄρος Καρίας (Β 869) <Μυκαλησός>· πόλις Βοιωτίας (Β 498) r <μυκαρίς>· νυκτερίς <μυκάς>· μυκήσεις <μυκᾶσθαι>· ὄνοις καὶ καμήλοις ὁμοίως βρύχεσθαι, καὶ βουσί <Μυκερίνα>· ἡ Μέμφις. Δίδυμος τὴν Σάϊν. ταύτης γὰρ λέγει Ἡρόδοτος (2,130,1) βασιλεῦσαι Μυκερῖνον *<μυκηθμός>· βοὴ βοῶν (μ 265) (ASvgn) <Μυκῆναι>· πόλις ἐν Ἄργει r, ἧς ἐβασίλευσεν Ἀγαμέμνων (Β 569) <μύκηρος>· ἀμυγδαλή. τινὲς δὲ μαλακὰ κάρυα <μύκης>· ἀμανίτης r <μύκης>· μύκητος καὶ μύκου. δίκλιτον <μύκης>· τοῦ ξίφους <ὁ> κατὰ τὴν λαβὴν ὁ <κρατητὴς> καλού- μενος. καὶ περὶ τὴν μύξαν τοῦ λύχνου ἐφιστάμενος. ἢ πῖλος. καὶ δερμάτινον ὑπηρέσιον. καὶ τὸ ἀνδρεῖον μόριον (Archil. fr. 47 Bgk.). καὶ ὁ ἐν ταῖς ἐλαίαις ἐγγινόμενος ἧλος <μυκητάτη>· μωροτάτη <μυκήσασθαι>· τοῖς βουσὶν ὁμοίως βοῆσαι <μυκός>· ἄφωνος, ὡς εἴ τις εἴποι μυσαττόμενος. [<μύκλα>· με- γάλη·] καὶ οἱ μὲν τὸν κακοήθη καὶ σκολιὸν ἄνθρωπον· οἱ δὲ τὸν ἀλαζόνα <μύκλαι>· αἱ ἐπὶ τῶν ὄνων γραμμαὶ μέλαιναι, τοῖς τραχήλοις καὶ ποσὶν ἐγγινόμεναι <μυκληρόν>· συνεχές. ἀχανές <μύκλοι>· αἱ περὶ τὰ σκέλη, καὶ <ἐν> ταῖς ποσί, καὶ ἐπὶ νώτου τῶν ὄνων μέλαιναι γραμμαί. καὶ οἱ λάγνοι, καὶ ὀχευταί <μύκον>· ἐψόφησαν. ἠνοίγησαν. ἐπετάσθησαν (Ε 749) <Μυκόνιον>· οἱ Μυκόνιοι διεβεβόηντο ἐπὶ γλισχρότητι. γλίσχρον οὖν λέγει (Cratin. fr. 328) <μῦκος>· μιαρός <μυκτήρ>· τῆς ῥινὸς τὸ τρῆμα <μυκτηρίζει>· *χλευάζει (r) Avgb. καταγελᾷ (r). ἀπὸ τοῦ <μύζειν> τοῖς μυκτῆρσι (Prov. 11,12 ..) <μυκώ>· †καρίς ἀπὸ τοῦ <μυκᾶσθαι> οὕτως εἴρηται <μυκών>· ἠχήσας <μύκων>· σωρός. θημών <μύλαι>· αἱ ἐπιγονατίδες, ἢ *σιαγόνες (Ioe(l 1,6) r. AS *<μύλακες>· λίθοι μυλώδεις (Μ 161) AS (n) <μυλακρίδες>· [αἱ †βολακρίαι,] τὰ ζωύφια. ἢ ὄνοι. ἀλετρίδες. ἢ τὸ ἄκρον τῆς μύλης <μύλοι>· γόμφιοι ὀδόντες <μυλαβρίδες>· μυλαβρίς· ἡ μαλακὴ σίλφη· γίνεται δὲ τῇ χροιᾷ ἔλλευκος, ἀπὸ τῶν μύλων καὶ τῶν ἀλεύρων. ἔνιοι δὲ τὰς τρωξαλλίδας ἐν τοῖς ἀλεύροις εὑρίσκεσθαί φασι. ἢ ἀκρὶς σιτο- φάγος <Μυλάντειοι θεοί>· ἐπιμύλιοι <Μύλας>· εἷς τῶν Τελχίνων, ὃς τὰ ἐν Καμείρῳ ἱερὰ Μυλαντείων ἱδρύσατο <μυλάσασθαι>· τὸ σῶμα ἢ τὴν κεφαλὴν σμήξασθαι. Κύπριοι <μύλη>· ἐπιγονατίς, τὸ ὀστέον τὸ ἐπὶ τῷ <γόνατι>. καὶ ἀργυρίου τάλαντον. καὶ οὕτω λέγεται καὶ *ὁ κάτω τῆς μύλης λίθος· τὸ δὲ ἄνω <ὄνος> ASvgn <μυληφάτου>· μυλοκλάστου, ἀληλεσμένου, ὑπὸ μύλου ἠφα- νισμένου. ὅθεν καὶ τὰ φάρμακα <ὀδυνήφατα>, ἀφανεῖς τὰς ὀδύνας ποιοῦντα (β 355) <Μύλιτταν>· τὴν Οὐρανίαν. Ἀσσύριοι (Hdt. 1, 131,3) <μύλλει>· πλησιάζει (Theocr. 4,58) <μύλλα>· χείλη <μύλλον>· καμπύλον, σκολιόν. κυλλόν. στρεβλόν. καὶ εἶδος ἰχθύος <μύλλος>. καὶ παροιμία ἐπὶ τῶν ἀκουόντων καὶ ...... <μὴ> προσποιουμένων. ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς οὕτως καλούμενος (Cratin. fr. 89) *<μύλιος>· μύλων [<μυμεῖ>· λεῖα] <μύλιον>· ξύλινόν τι ἐργαλεῖον, καὶ σκεῦος <μυλοειδές>· στρογγύλον. τραχύ (Η 270) <Μυλόεις>· ποταμὸς Ἀρκαδίας <μύλος>· σάρξ, ἣν αἱ κυοφοροῦσαι ἀντ' ἐμβρύων φέρουσιν *[<>μυλώτατον>· προσηνές (Eur. Rhes. 498) AS] <μῦμα>· θριδάκων τρῖμμα, καὶ ὑπόχυμά τι <μῦμαρ>· αἶσχος. φόβος. ψόγος <μυμαρίζει>· γελοιάζει <μυνδαρός>· σιωπηλός <μῦν δ' ἀλεύσας>· περιφυγών. ἢ εὐλαβήσας <μύνδος>· ἄφωνος. καὶ πόλις Ἀσίας r. ἢ ἐνεός (Soph. fr. 968) <μύνῃσι>· προφάσεσιν, ἐπεγκειμένου τοῦ <ν>, ἀπὸ τοῦ μύειν τὰ ὄμματα τοὺς προφασιζομένους· εἶναι γὰρ μύησιν ἀπὸ τοῦ μύειν. ἐξ οὗ καὶ <ἀμύμονες> οἱ ἄμεμπτοι (φ 111) <μυννακωθείς>· †Μυοναίων τὸν σκυτοτόμον· ἀφ' οὗ καὶ τὸ ὑποδήσασθαι *†<μυντιζόμενος>· μυωπάζων. παρακαμμύων Avg *<μυωξίαι>· οἱ τῶν μυῶν χηραμοί (Greg. Naz. ep. 4 p. 25 A Migne) (vg) <μύξα>· ἡ ἐν τοῖς μυκτῆρσι, καὶ ἡ κόρυζα. καὶ αἱ ῥῖνες, καὶ οἱ μυκτῆρες αὐτοί. καὶ οἱ ῥώθωνες <μυοδρέπανον>· εἶδος λίθου εὐτελοῦς [<μυόμενος>· τελούμενος] <μυόσωτον>· πόα, ἐμφερὴς μυὸς ὠσί *<μυούμενος>· τελούμενος, μυσταγωγούμενος (Clem. Al. protr. 14,2) ASvgn <μυοφόνον>· πόα, ἣ καὶ ἀκόνιτον <μυόχοδος>· οὐδενὸς ἄξιος (Men. fr. 363 Koe.) <μυρ<α>ιδεῖ>· θρηνῳδεῖ <μύραινα>· ἐπὶ [τοῦ] κακοῦ ἐλέγετο, ὡς ἔχιδνα <μύραινος>· ἡ μύραινα, ἀρσενικῶς. ἄλλοι δὲ <μύρον> αὐτὸν καλοῦσιν. ἔστι δὲ καὶ ἄῤῥην <μύργμα>· ψῆγμα <μύρειν>· ῥεῖν [ὕδωρ.] κλαίειν, θρηνεῖν. ἠχεῖν. ὀλοφύρεσθαι. καὶ <ἁλιμυρηέντων>, πρὸς τῇ θαλάσσῃ ἐχόντων ... (Φ 190) <μυρεψός>· ὁ τὰ μύρα r. καὶ τὰ θυμιάματα [σκευάζων (Sir. 38,7) (r) <μυρῆεν>· λυπρόν, [θρηνῶδες r *<μυρία>· πολλά (Α 2) Avgb *<μυριάκις>· μυριοντάκις A <Μυρῖκαι>· χωρίον ἱερὸν Ἀφροδίτης ἐν Κύπρῳ <μυρικᾶς>· ἄφωνος, ἐν ἑαυτῷ ἔχων ὃ μέλλει πράττειν <μυρίκη>· εἶδος δένδρου, ὀνομασθὲν ἀπὸ τοῦ μύρεσθαι τὴν εἰς αὐτὸ μεταβαλοῦσαν κατὰ τοὺς μύθους, [τὴν] Κινύρου θυγατέρα <μυρίκη>· δυσώδης *<μυρικίνῳ>· ἀπὸ μυρίκης. ἀγρίου δένδρου (Ζ 39) Ab <Μύρινα>· ἡρωΐς, παρὰ Ἰλιεῦσι (Β 814) *<μυρ(ρ)ίνη>· μυρσίνη· ὁ δὲ καρπὸς αὐτῆς <μύρτα> ASvg <μυρίον>· πολὺ τῷ πλήθει (Σ 88) <μύρκος>· ὁ καθόλου μὴ δυνάμενος λαλεῖν. Συρακούσιοι. ἐνεός. ἄφωνος †<μυρμεαί>· νύσσειν† <μύρμηκας>· ἔξω τοῦ ζῴου καὶ οἱ πυκτικοὶ ἱμάντες. καὶ τῶν θαλασσίων πετρῶν εἶδος. καὶ ζῷα ὑπόπτερα, ὡς κύνες τὸ μέγεθος <μυρμηκιά>· τάσσεται δὲ καὶ ἐπὶ διδασκαλείου καὶ συμφοιτήσεως. ἦν δὲ καὶ λόγος, ὡς ὁ πτύσας εἰς μυρμηκιὰν οἰδεῖ τὰ χείλη, ὡς ὁ Δεινολόχος (fr. 12 K.) <Μύρμηκος ἀτραπούς>· Ἀθήνησιν ἐν Σκαμβωνιδῶν ἔστι Μύρμηκος ἀτραπός, ἀπὸ ἥρωος Μύρμηκος ὀνομαζομένη (Ar. Thesm. 100) <Μυρμήκων ὁδοί>· Ἀθήνησι τόπος. καὶ αἱ μονόκωλοι τρίβοι. ἀπὸ τῆς τοῦ ζῴου ὁμοιότητος κατὰ τὴν ὁδὸν γινομένου <μυρμηδόνες>· οἱ μύρμηκες ὑπὸ Δωριέων <μυρμηκιών>· ξυνοικία τῶν μυρμήκων <μυρμηκιῶν>· ὁ ἥλους ἔχων ἐν ταῖς πτέρναις. ἄλλα δέ ἐστι τὰ ἐξανθήματα, καὶ τὰ οἰδήματα, τὰ περὶ τὸ σῶμα γινόμενα (Levit. 22,22) <μύρμοι>· μύρμηκες (Callim. fr. 753) <μύρμος>· φόβος *<μυρομένη>· ὀδυρομένη (Ζ 373) ASgn <μυρμύρων>· ταράσσων. τάσσεται δὲ ἐπὶ ποταμῶν ἐχόντων ῥεύματα <μύροντο>· ἐβρέχοντο <μύρος>· ἰχθῦς ποιός. καὶ ἡ ἄῤῥεν μύραινα <μυῤῥίνης κλάδος, ἢ δάφνης>· παρὰ πότον μυῤῥίνης <κλά- δον> ἦν σύνηθες διδόναι τοῖς κατακειμένοις ἐκ διαδοχῆς ὑπὲρ τοῦ ᾆσαι, ἀντὶ τοῦ βαρβίτου <μυῤῥίνην>· ἔνιοι μὲν οἶνον <μυῤῥίνην> καλοῦσιν· οἱ δὲ πότον ἐσκευασμένον· οἱ δὲ πόσιν φασίν, ᾗ ἐπεχεῖτο μύρον (Posid. fr. 34) <μύῤῥινος>· ἐπειδὴ μύῤῥινον στέφανον περιετίθεντο. καὶ αὐτὴν τὴν μυῤῥίνην ἀρσενικῶς <μύῤῥινον> ἔλεγον <μυῤῥινῶν>· ὃ δηλοῖ <τὸν> ἐπί τινα ἀρχὴν παρασκευαζόμενον. οὕτως δέ, ἔοικεν, ἐσχηματίσθη διὰ τὸ τοὺς ἄρχοντας ταῖς μυῤῥίναις στέφεσθαι <Μύρσινος> καὶ <Μύρσιον>· πόλεις (Β 616) <μύρσος>· κόφινος ὦτα ἔχων, ὃς καὶ <ἄῤῥιχος> (Callim. fr. 756) *<μύρτα>· καρπὸς μυρσίνης ASvgbs <μυρταλίς>· ἡ ὀξυμυῤῥίνη, ὡς Λάκωνες <μυρτίνη>· εἶδος ἐλαίας <μυρτία, μυρτίνη>, καὶ <μυρτίς>· <εἴδη ἀπίων> <μυρτίλωψ>· ζῷόν τι <μύρτος>· ἡ μυῤῥίνη. καὶ τὸ γυναικεῖον αἰδοῖον· οἱ δὲ τὸ σχίσμα τῆς γυναικός <Μυρωνεία>· κρήνη ἐν τῇ Ἀττικῇ [<μυρῶν>· νύσσων] <μυσά>· μιαρά, μεμιασμένα, μυσαρά <μῦσαι>· *καμμῦσαι r. g. ἢ τὸ ὑπ' ἀνάγκης <ὑπομεῖναι>. Ἀττικοί [ἢ μιᾶναι] <μύσαν>· ἐκλείσθησαν (Ω 637) <μυσάλμαι>· πολὺ πεινῶντες καὶ <ὁτιοῦν> ἐσθίοντες *<μύσας>· καμμύσας (Eur. Med. 1183) ASgn <μυσαράν>· ῥυπαράν, [ἀκάθαρτον (r) <μυσάξει>· μιανεῖ <μυσάττεται>· δυσχεραίνει *<μυσαττόμενος>· σικχαινόμενος S. βδελυττόμενος Svgn. ἀπο- στρεφόμενος S <μυσαχνή>· μισητή. ἀκάθαρτος <μυσαχνόν>· μεμολυσμένον. καὶ τὰ ὅμοια <μυσαχρόν>· μυσαρόν, μυσαχθές [<>μύσειεν>· ἐκπορθηθείη] (Δ 290) <μύση>· μιάσματα r. ῥυπάσματα <Μύσης>· κώμη Ἀργείας <μυσιᾶν>· ἀναπνεῖν, ἢ συνουσιάζοντα πνευστιᾶν. οἱ δὲ εὐτροφιᾶν <μυσημίεκτον>· τοῦ ἡμιέκτου τὸ ἥμισυ. οὐ καλῶς δὲ νομισμάτιον μικρόν <μυσίκαρφι>· Κρατῖνος ἐν Ὥραις (fr. 267). οἱ μὲν ἀνέγνωσαν ὡς ἀκονιτί, καί φασιν, ὅτι τὸ μεμυκότως καὶ ξηρῶς παίζειν οὕτω λέγουσιν· ἢ ὡς ὀνομαζομένου τινὸς οὕτω ὡς μηδὲν ἀφ' ἑαυτοῦ γλαφυρὸν σκώπτοντος, ἀλλ' ἐπιγελῶντος [τε] ἀηδῶς· ὄνομα γάρ ἐστι Μυσίκαρφος, οὗ μνημονεύει καὶ Ἀπολλοφάνης ὁ κωμικός (fr. 8). ὥς τινες δὲ τὸν †ἀρχιμάχον <μυσίνη>· ὁ κατοικίδιος πυλών <Μυσιῶν>· σιλλαίνων <Μυσίων Ὀλυμπίων>· ἐπεὶ πλείους εἰσὶν Ὄλυμποι Μακεδονίας καὶ Θετταλίας· ἔνιοι δὲ δεκατέσσαρας ἠρίθμησαν <μυσκελένδρα>· ἃ ἡμεῖς <μυόχοδα> <μύσκλοι>· σκολιοί. καὶ οἱ πυθμένες τῶν ξηρῶν σύκων <μύσκος>· μίασμα. κῆδος <μῦς λευκός>· ἐπὶ τῶν θηλυδριῶν ... κατωφερῶν (Philem. fr. 126) <Μυσοί>· ἔθνος βαρβαρικόν (Β 858 ..) <μυσόν>· τὴν ὀξύην. Μυσοί *<μύσος>· μίασμα g. βδελυγμός vg. ἀποστροφή (2. Macc. 6,25) <μυσπαλεύματα>· τὰ κατάλοιπα τῶν ἀλουμένων †<μύσπαν>· μύξαν. οἱ δὲ τὸ μυὸς τρόπον ἀναστρέφεσθαι †<μυσπίην>· μυχοισμόν. μύσαγμα <μῦς πίττης γεύεται>· παροιμία ἐπὶ τῶν νεωστὶ πραττόντων κακῶς. τινὲς δέ, <ὡς μῦς ἐν πίσσῃ> <μυσπολεῖ>· ὡς μῦς περιπολεῖ (Ar. Vesp. 140) r <μυσπάγα>· μυάγρα, παγίς †<μύσεις>· κάρφεται <μυσσωτεύματα>· ἀρτύματα <μυσσοτρίβον>· ἀλετρίβανον *<μύστα>· μυστηρίων μεταλαβών AS *<μυσταγωγεῖ>· <εἰς> μυστήριον ἄγει Avg *<μυσταγωγός>· ἱερεὺς ASvg ὁ τοὺς μύστας ἄγων [<μυσταπάγη>· παγὶς μυῶν] <μύσταξ>· αἱ ἐπὶ τῷ ἄνω χείλει τρίχες *<μύστας>· μυστήρια εἰδότας (Sap. 12,5) Av <μυστέα>· παιδιά τις ἐπιτελουμένη ... καταλύοντα τοὺς ἐξάρχον- τας <μυστιλᾶσθαι>· τὸ ἐκροφῆσαι τὸν ζωμὸν τοῖς ψωμίοις <μυστάδης>· εἶδός τι ..., καὶ φατρία μάντεων <μυστίλη>· ὁ κοῖλος ψωμός. ψιχίον. δρὰξ χειρός <μύστης>· τελούμενος. σιωπηλός. *τὰ μυστήρια μαθών. μεμυη- μένος A <μυστικόν>· λεπρόν, ἢ λεπτόν *<μυστικῶς>· πνευματικῶς (3. Macc. 3,10) AS [<μυστείλει>· τέμνει] <μύστιξ>· ἅμα τῷ σκότει *<μύστις>· μεμυημένη (Sap. 8,4) A <μυσφόνον>· παγίς <μύσχαι>· αἱ μυχαί <μύσχλης>· μύλος †<μυσσωτά>· γελοῖα <μύσχης>· εὖρος. ὡς Ἀμφίλοχος <μύσχον>· τὸ ἀνδρεῖον καὶ γυναικεῖον μόριον <μυσσοτόν>· πάθος περὶ τὴν ὄψιν <μυτικίζειν>· κολάζειν <μύτις>· ἰχθῦς θήλεια, ἥτις ἄνευ ἄῤῥενος οὐ νέμεται. καὶ ὁ ἐνεός. καὶ ὁ μὴ λαλῶν. καὶ ὁ πρὸς τὰ ἀφροδίσια ἐκλελυμένος <μύτιλον>· ἔσχατον (Callim. fr. 691?)· ἀφ' οὗ καὶ τὸν νεώτατον. οἱ δὲ καὶ τὸ ἀποβαῖνον. καὶ ὁ νήπιος. καὶ ὁ νέος †<μυττάλυτα>· μεγάλου ... <μύττακες>· μύκαι. Σικελοί. †Ἴωνες πώγωνα <μυττάξασα>· στενάξασα <μύττηξ>· ὄρνις ποιός <μυττικάζειν>· στένειν <μυττιδανός>· ἀπόπληκτος <μυττίς>· τὸ μέλαν τῆς σηπίας, ὅπερ ἐν τῷ στόματι ἔχουσα ἐ(κ) κρίνει <μυττός>· ἐννεός. καὶ τὸ γυναικεῖον <μυττωτεύσομεν>· συγκόψομεν. ἀπὸ δὲ τοῦ <μυττωτοῦ> μετε- νήνεκται. κυρίως δὲ λέγεται τὸ διὰ σκορόδων τρῖμμά τι, ἐξ ἀρτυμάτων πολλῶν συντιθέμενον (Ar. Vesp. 63) <μυττωτόν>· ὑπότριμμά τι διὰ σκορόδων (Ar. Pac. 273) *<μυχθίζουσι>· μυκτηρίζουσι gn, χλευάζουσι (Greg. Naz. c. 2, 1, 1,548) g <μυχθισμός>· στεναγμός (Eur. Rhes. 789) r <μυχλός>· σκολιός. ὀχευτής, λάγνης, μοιχός, ἀκρατής. Φωκεῖς δὲ καὶ ὄνους τοὺς ἐπὶ ὀχείαν πεμπομένους *<μυσταγωγηθείς>· διὰ μυστηρίων ἀναχθείς Avg *<μύστης>· ὁ εἰσηγητής vg <μυχμός>· ἰδίωμα ἤχου (ω 416?) <μυχοί>· αἱ καταδύσεις, *οἱ ἐνδότατοι καὶ ἀπόκρυφοι τόποι ASvg. λιμένες. κοιλότητες. ἔσχατα. καὶ τὰ ποιήματα. ἢ τὰ ἐσώτερα μέρη *<μυχοῖσιν>· ἐνδοτάτοις <τόποις>. ἀποκρύφοις g <μύω>· καμμύω p *<μυωξία>· ὑβριστικὸς λόγος ASvgn. εἰσὶ δὲ καί τινα εἴδη, ὡς σῦκα βιβρωσκόμενα, <μυωξάρια> AS *<μυωπάζων>· ὀφθαλμιῶν (2. Petr. 1,9) ASvgn <μυώπη>· ῥάμνος <μυωξίαι>· τρῶγλαι *<μυωπιζόμενος>· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων Avgn <μυωτός>· εἶδός τι χιτῶνος <μύωψ>· * μυῖά τις, ἐρεθίζουσα τὰς βοῦς r. ASvg καὶ πᾶν ζῷον ἐλαύνουσα· <οἶστρος> μόνον βοῦν <μῶἁ>· ᾠδὴ ποιά (Ar. Lys. 1249. 1298) †<μητεῖς>· καλεῖς. βούλει <Μωαβ λέβης τῆς ἐλπίδος>· ὅλων ἐθνῶν τὸ σύστημα διὰ τῆς τοῦ Μωαβ προσηγορίας αἰνίττεται. θυσία ἀληθινή, τῷ πυρὶ τοῦ θείου πνεύματος θερμαινομένη (Ps. 59,10) [<μώδα>· ἄλφιτα σίτου] <μῶδιξ>· φλέψ r. φλυκτίς <>μῳδεῖ>· λαλεῖ. ᾄδει <μόδιον>· εἶδός τι σπυρίδος <μωδύει>· θάλπει. μωραίνει. ἐκλύει [<μώδυξ>· ἀπαίδευτος] *<μωκᾶται>· χλευάζει r. AS *<μωκός>· μωρός. χλευαστής Sg, σκώπτης (Sirac. 33,6) gp *<μωκωμένης>· χλευαζομένης ASv. καὶ τὰ ὅμοια (Greg. Naz. c. 2,2, 8,18) <μῶλαξ>· εἶδος οἴνου. οἱ δὲ τὸ ἐν τοῖς ὁρκίοις σπενδόμενον, ἀπὸ τοῦ Τμώλου. ὥς τινες Λυδοὶ τὸν οἶνον <μωλεῖ>· μάχεται (r). καὶ <ἀντιμωλία> δίκη, εἰς ἣν οἱ ἀντίδικοι παραγίνονται <μωλήσεται>· μαχήσεται. πικρανθήσεται <Μωλύχιον>· ἔνθα Λυκοῦργος <τὸν> Κορυνήτην ἀνεῖλε τόπος <μῶλον Ἄρηος>· πόλεμος, θόρυβος n, μάχη (Β 401 ..) <μῶλος>· ὁ ἐνχρονισμὸς τῆς μάχης. *πόλεμος r. gn <μῶλυ>· φυτοῦ εἶδος ἀλεξιφάρμακον, *ἢ βοτάνης g. ἀντιπάθιον ASghm. οἱ δὲ τὸν λόγον, δι' οὗ τὰ πάντα μωλύεται, ὅ ἐστι πραΰνεται (κ 305) [<μωτάπει>· ἰάσεται] <μώλυγερ>· τὰ ἄνοζα ξύλα <μωλύεται>· γηράσκει [<μολύκνον>· μεμολυσμένον] <μώλυκα>· τὸν ἀπαίδευτον. Ζακύνθιοι. <μῶλυξ> <μωλυτική>· φοβερά <μωλυρόν>· νωθρόν r. βραδύ <μῶλυς>· ὁ ἀμαθής. Σοφοκλῆς δὲ Φαίδρᾳ· <μεμωλυσμένη>· παρει- μένη (fr. 631) *<μωλύτερον>· ἀμβλύτερον r. q. ASbp *<μώλωψ>· ὁ ἐκ τῆς πληγῆς αἱματώδης τύπος g. ἔναιμον ἄλγος ASn θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαν- τος (Gen. 4,23 ..) <μῶμαρ>· μέμψις. ὄνειδος, αἶσχος *<μωμᾶται>· ψέγει, μέμφεται, σκώπτει ASg <μώμεθα>· ζητοῦμεν <μωμήματα>· ψέγματα (Sirac. 31,18 v. l.) *<μωμησαμένους>· μεμψαμένους (Sap. 10,14) (S) *<μωμήσεται>· ψέξει vg. μέμψεται (Prov. 9,7) Avg <μωμήσονται>· μέμψονται (Γ 412) *<μωμητά>· ψεκτά r. ASvgn. κατεγνωσμένα (Deut. 32,5) vg *<μῶμος>· ψόγος (Sir. 20,24 ..) vgnps (A) [<μωμφαί>· μέμψεις] <μῶν>· μὴ <οὖν>. οὐ δή. *ἆρα r. ASgn *<μῶν ἐστί>· ἆρ' ἐστί ASvgbp <μωνιή>· ὀλιγωρία <μωνιόν>· μάταιον, ἀχρεῖον <μῶνυξ>· ὁ μίαν ὁπλὴν ἔχων, *μονώνυχος (Ε 236 ..) (Avgn) <μώνυχα>· ἁπλῆν καὶ <μὴ> διεστῶσαν [<μῶρα>· συκάμινα] <μωραίνει>· ἀφραίνει, παρακόπτει, μαίνεται <μωρίαι>· ἁμαρτίαι <μωρίαι>· ἵπποι καὶ βοῦς ὑπὸ Ἀρκάδων <Μωριεῖς>· οἱ τῶν Ἰνδῶν βασιλεῖς (Euphor. fr. 168 Pow.) <μώριον>· πόα τις, ᾗ πρὸς φίλτρα χρῶνται r <μωρός>· ἄφρων, μάταιος <μωρόν>· ὀξύ. μάταιον. ἀμβλύ. βαρύ. δεινόν. νωθρόν. ὑλακτικόν. δηλοῖ δὲ καὶ τὸ πεπονηκὸς περί τι. καὶ ἠλίθιον hm [<μώρτα>· σῖτος r] <μωρωσός>· ὁ τὴν διάνοιαν παντελῶς πεπληγώς <μῶσο>· ζήτει ([Epich.] fr. 288) <μῶται>· ζητεῖ. τεχνάζεται <μωύς>· ἡ γῆ. Λυδοί <μῶυ>· τὸ ὕδωρ rp <παρ' Αἰγυπτίοις> r <μώχεται>· φθονεῖ *<μώψ>· ὁ μὴ ὀξυδορκῶν, καθαροὺς δὲ ἔχων τοὺς ὀφθαλμούς v [*<Ναάσατο>· κατώκησεν S] <νάβλα>· εἶδος ὀργάνου μουσικοῦ. ἢ ψαλτήριον. ἢ κιθάρα (Soph. fr. 765?) *<νάβλας>· κιθαριστής, εἶδος ὀργάνου μουσικοῦ δυσήχου AS. καὶ ὁ ἐνεργῶν. καὶ *[<νάβλον> τὸ αὐτὸ ὄργανον (1. Regn. 10,5 ..) *<νάει>· ῥέει, στάζει (ζ 292) ASvg *<ναιδαμῶς>· ἐναντίον τῷ οὐδαμῶς AS [<ναελεῖς>· πρόσφατοι. Θεσσαλοί] †<νάεῤῥα>· δέσποινα <ναέται>· οἰκήτορες. καὶ <ναετῆρες> <ναέτωρ>· ῥέων, πολύῤῥους <Ναζιραῖος>· *ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος g, βαπ- τιστής, ἱερεύς <ναθμούς>· τὰς χοιράδας. τάσσεται καὶ ἐπὶ τῶν στημόνων <νάθραξ>· νάρθηξ [<ναιθροί>· νεβροί, οἱ νέοι ἔλαφοι] <νεδάλλειν>· νηστεύειν *<ναὶ δή>· ὄντως δή AS, ἀληθῶς δή (Α 286 ..) gb *<Ναιάδες ἢ [Ναΐδες>· νύμφαι ὑδάτιαι. πηγαί ASvg *<ναίειν>· οἰκεῖν (Σ 87) gS [ῥέειν S] *[<ναίεσθαι>· πορεύεσθαι ASvg] <Ναΐδες, Νηΐδες. Ζεφυρίδες>· νύμφαι. [ἀπὸ τῶν ναμάτων g] <ναιήσαντο>· ᾤκησαν S *[<ναίειν>· τῶν δύο AS] *<ναὶ μήν>· ὄντως δή AS <ναικισσορεύοντας>· ἐπίτηδες διασύροντας, καὶ ἐξευτελίζοντας. τινὲς δέ φασι <ναικισσήρεις> λέγεσθαι ἐπὶ τοῦ ἐμφαίνοντος ὁμολογεῖν καὶ μὴ ὁμολογοῦντος (Pherecr. fr. 222). <ἐπὶ> τῶν κατεψευσμένων ἡ λέξις <Ναβάν>· ἐγκαθισμός (Isai. 15,2 v. l.) <ναὶ μά>· ἀντὶ τοῦ μή. νή (Α 234 ..) <ναὶ μά>· ὁμολόγησις· δηλοῖ δὲ ἄρνησιν νή *<ναὶ μήν>· ναί g [Φρύγες] [<ναίμοιτο>· καρποῖτο] S †<ναινεύρη>· νὴ τὸν Ἄρη. Ἀττικοὶ δὲ ποδοκάκη <νάϊοι>· ναυτικοί S <ναῖον>· ᾤκουν (Β 511). [ἔῤῥεον] *<ναίοντα>· οἰκοῦντα (Eur. Andr. 1261) ASn(g) [<ναιός>· οἶκος. ναός. καὶ νεώς] *<ναίουσιν>· οἰκοῦσιν (Β 130) ASvgn <ναὶ πρὸς θεῶν>· ναὶ ἐν θεῷ (Eur. Med. 1277) <ναρᾶς>· ῥευστικῆς (Aesch. fr. 347) †<νέρας>· νέος <ναισιελία>· ἡ ἀποπληξία. καὶ ἡ ἐμβροντησία. τινὲς δὲ <ναισή- ματα> <ναὶ τάν>· οὕτως οἱ ἀρχαῖοι, θεῶν ὀνόματα μὴ προστιθέντες <ναίτειρα>· οἰκοδέσποινα *<ναίχι>· ναί. Ἀττικῶς r. ASvgn *<ναίων>· οἰκῶν (Δ 166 ..) ASvgn *<νάκεσι>· δέρμασι προβάτων. τάπησι AS. κῳδίοις. καὶ [νάκη ὁμοίως A <νάκολον>· τὸ ἀκάθαρτον *<νάκος>· κῴδιον. [αἴγειον δέρμα μετὰ τριχῶν ASvg *<νακοτίλται>· οἱ κείροντες τὰ πρόβατα ASg <νακτά>· τοὺς πίλους. καὶ τὰ ἐμπίλια [<νάκυρον.] νακύδριον>· δέρμα <νάματα>· ὕδατα. χεύματα. ῥεῦμα, πηγή (Eur. Phoen. 126 ..) <νάματα>· προβολαί <ναμέρτεια>· ἀλήθεια <ναμερτέα>· ἀληθῆ <νάνναζον>· παιζόμενον <νάνναν>· τὸν τῆς μητρὸς ἢ τοῦ πατρὸς ἀδελφόν· οἱ δὲ τὴν τούτων ἀδελφήν <ναννάριον>· οὕτω καλούμενον εἶδός τι ἀσώτων. ἄμεινον δὲ τὸν τρυφερὸν καὶ μαλακὸν ἀκούειν <νανναρίς>· κίναιδος <νανεῖ>· ἵπταται <νάννη>· μητρὸς ἀδελφή <νανῆσαι>· ἵπτασθαι <νάνιον>· ἀμνίον. σφάγιον †<νάνας>· τὰς ῥυτάς. ἀπὸ τοῦ νάειν <νανοκάκα>· διὰ ῥινῶν λαλοῦσα <νᾶνος>· ἐπὶ τῶν μικρῶν. ὡς νᾶνον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ γοῦν νᾶνοι μεγάλα ἔχουσιν αἰδοῖα <νάξαι>· σάξαι. βῦσαι <νάξει>· ἐρείσει. λιθάσει <Ναξία λίθος>· ἡ ἀκόνη· ἀπὸ Νάξου πόλεως <Νάξος>· ἱερὰ Διονύσου <ναοκόρος>· ... <νᾶμα>· ῥεῦμα, πηγαῖον ὕδωρ (Eur. Phoen. 102 ..), ἢ ξύλινος ὀχετός *<ναός>· οἶκος, ἔνθα θεὸς προσκυνεῖται (Eur. Andr. 162 ..) Anp *<νάουσι>· ῥέουσιν (Φ 197) ASgn <ναρεῖ>· τηρεῖ <νάπαι>· οἱ φαραγγώδεις τόποι, καὶ ἐν τοῖς ὄρεσι τῶν πετρῶν κοῖλοι *ἢ ὀρεινοὶ τόποι, καὶ ἀναπεπταμένοι (Θ 558) gn *<νάπα>· σύμφυτος τόπος (Eur. Alc. 580) AS <Νάπας>· ἡ κρήνη ἐπὶ τῶν ὀρῶν τῆς Περσίδος ἱστορεῖται, ἡ φέρουσα τὴν ἄφθα [<νάπιϊ>· σινάπιϊ, σίνιπι] *<νάπη>· ὕλη. ἢ κοίλη, καὶ ὀρεινὸς τόπος (Eur. Bacch. 1084 ..) Avgps <νάποινος>· μάταιος <νάπος>· γυναικὸς αἰδοῖον *<νᾶπυ> [<ἢ μάπυ>]· τὸ σίνηπι ASgnp <νάρειν>· κύειν. κρύπτειν. ζητεῖν. κυΐσκεσθαι. ἀμέλγεσθαι <νάρη>· ἡ ἄφρων, καὶ μωρά <ναρθακιῶντες>· νάρθηξι πλήσσοντες <ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγήν>· (Aesch. Prom. 109) τὴν ἐν νάρθηκι θησαυρισθεῖσαν· παρόσον τῷ νάρθηκι ἐχρῶντο πρὸς τὰς ἐκζωπυρήσεις τοῦ πυρός, ὅθεν καὶ τῷ Διονύσῳ ᾠκείωσαν αὐτόν, διά τε τὰς ἐν ταῖς θοίναις τῶν δένδρων ἁφάς, καὶ διότι θερμός ἐστι φύσει ὁ οἶνος, ἢ πυρώδης "οἶνός τοι πυρὶ ἶσον ἔχει μένος" Ἐρατοσθένης (fr. 36 Powell) *<νάρθηξ>· εἶδος φυτοῦ καλαμοειδοῦς ἐλαφροῦ (Eur. Bacch. 147 ..) AS a) (*)<νάρθηξ>· στοά. b) <ναρότης>· ἡ ἥβη *<νάρκη>· μυρμηκίασις ASgn. ὀκνηρία vg <ναρκίον>· ἀσκόν <νάρναξ>· κιβωτός <ναρκῶσαι>· εἰς νάρκην ἀγαγεῖν <ναρόν>· [σάρον, κόρημα.] πλησμονήν. ὑγρόν <ναρούς>· τοὺς φύλακας <νάπη>· ὑλώδης, σύμφυτος τόπος. καὶ κοῖλος καὶ ὑδατώδης καὶ ὀρεινὸς τόπος *<ναρκώσης>· ἐκλύτου, ἐκλυομένης g <νάρφη>· σκευαστὸς ἄρτος, ὁ καὶ μασητρίς <νάρα>· συνίημι <νᾶσαι>· προβαλεῖν "ἐπηετανὸν γάλα νᾶσαι" ἢ ῥεῖν <νάσθαι>· σκευάσαι. οἰκῆσαι. κτίσαι *<νάσθη>· ᾠκίσθη ASvgn "πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη" (Ξ 119) <νασμούς>· τὰς ἀποῤῥοίας· οἱ δὲ πληρώσεις. ῥεύσεις <νασμώδης>· γῆ δίυγρος, παρὰ γεωργοῖς *<νασμῶν>· ῥευμάτων (Eur. Hipp. 225) AS <νάσσα>· ᾤκισα. ὡμάλισα (δ 174) *<νάσσατο>· κατῴκησεν AS. ἔθλιψεν (Hes. op. 639) †<νάσσει>· ὁμαλίζει. θλίβει <ναστά>· ψαιστά. Ῥόδιοι. καὶ Ἀττικοὶ ἄρτους καὶ ἱερὰ πέμματα <Νάστης>· οἰκιστής. καὶ κύριον ὄνομα (Β 867) *<ναστόν>· μεστόν. πυκνόν. πλήρη. μὴ ἔχον ὑπόκουφόν τι Avg <ναστός>· *συνεχής, †ὁδοιπόρος. ὁλοσφύρητος AS, μὴ ἔχων ὑπόκουφά τινα A. ἢ ἄρτος μέγας ὁ ζυμίτης. Ἀττικοὶ δὲ ἄρτον εἰς θυσίαν πλακουντώδη <νατῆρες>· †ὑπηρέται. ἢ κεραμίδες <νατταρέον>· πολύῤῥουν *<ναυαγός>· ὁ ἐν θαλάττῃ ἀπολλύμενος AS *<ναύαρχος>· ὁ τῶν νηῶν ἄρχων (AS) vg †<ναυαλεῖν>· ὁ ἐνυάλιος <ναυβάτης>· νεὼς ἐπιβάτης Avg. καὶ ὄνομα κύριον <ναύει>· ῥέει, βλύζει <ναεύειν>· ἱκετεύειν. παρὰ τὸ ἐπὶ τὴν ἑστίαν καταφεύγειν τοὺς ἱκέτας <ναυσθλώσουσιν>· ἀποκομίσουσι (Eur. Troad. 162) <ναύκλαροι>· δήμαρχοι. [ἐπηρέται. <ναύκληροι> δὲ ἐρέται.] τινὲς δὲ ἀφ' ἑκάστης φυλῆς δώδεκα, οἵτινες ἀφ' ἑκάστης χώρας τὰς εἰσφορὰς ἐξέλεγον. ὕστερον δὲ δήμαρχοι ἐκλήθησαν <ναύκληρον πλάτην>· ναυτικήν. Ναυπλίῳ πυρκαεῖ (Soph. fr. 397) <ναύκληρος>· ὁ συνοικίας προεστώς. ἢ μεμισθωμένος ὅλην καὶ ἀπομισθῶν κατὰ μέρος καλούμενος σταθμοῦχος. καὶ ὁ δεσπότης τοῦ πλοίου <ναυκληροῦμεν>· ναυτιλλόμεθα <ναυκληρώσιμοι στέγαι>· τὰ πανδοκεῖα· ἐπεὶ ἔνιοι ἐμπορεῖα λέγουσιν· ὡς καὶ <Στησίχορος ἐμπορικὸν οἶκόν> φησιν (fr. 80 Bgk) <Ναυκρατίτης στέφανος>· ἀπὸ τῆς Αἰγυπτίας Ναυκράτεως, ὁ βύβλινος, ἢ ὁ ἐκ φιλύρας, ἢ ὁ σαμψύχινος (Anacr. fr. 83 Bgk) <ναυκράτορες>· οἱ τῶν νεῶν ἡγούμενοι (Thuc. 5,97) <ναῦλα>· τὰ ἐφόδια <παρ' Αἰσχύλῳ> S (fr. 680 M.) <ναῦλον>· τὸ εἰς τὸ στόμα τῶν νεκρῶν ἐμβαλλόμενον νομισμάτιον <ναυλοχεῖ>· ἐν τῇ νηῒ κατατέτακται <ναύλοχον>· εὐδινόν, ἐν ᾧ αἱ ναῦς λοχῶσι· Σ "ναύλοχον εἰς λιμένα" (κ 141) *<ναύλοχον>· τὸν ὑποδεχόμενον τὰς ναῦς AS <ναῦμα>· πόα τις παρὰ Πέρσαις, ἥν τινες πολύγονον <ναύμαχα>· εἰς ναυμαχίαν ἐπιτήδεια μακρὰ δόρατα "<ναύμαχα κολλήεντα>" (Ο 389) *<ναυμαχία>· ἡ διὰ πλοίων μάχη ASvgn [<ναῦν>· πηγαῖον ὕδωρ. καὶ ἔριον. οἱ δὲ νάρδον] <ναοῖ>· ἱκετεύει <νάουσι>· ῥέουσι <>ναύποδα>· μακρόποδα (ι 464) <ναῦρα ἢ ναυρόν>· ὄγκος <ναυρίζειν>· καταμωκᾶσθαι *<ναῦς>· πλοῖον· ASvg ὀρθῆς πτώσεως <ναῦσθλον>· ναῦλον <ναυσθλοῦν>· ναυτολογεῖν <ναυσθλωσάμενος>· ναυτολογήσας <ναυσίασις>· βδελυγμός [<ναυσί>· ῥέουσι] *<ναυσίπορος>· πλεόμενος (Eur. Rhes. 48) AS <ναυσίποδες>· οἱ νησιῶται. καὶ <ναυσθενεῖς> *<ναύσταθμα>· λιμήν (Eur. Rhes. 244) g <ναυστῆρες>· οἱ οἰκέται <ναυστῆρα>· μεγάλην. φοβεράν *<ναυστολίαν>· πλοῦν (Eur. Andr. 795) ASgn *<ναστοφαγοῦσι>· πλακουντοφαγοῦσι AS <Ναύσων> <<ναυκρατεῖ>>· Κρατῖνος (fr. 349) ὠνοματοποίησε τὸν Ναύσωνα παρὰ τὴν ναῦν καὶ τὸ ναυκρατεῖν. πολλὰ δέ ἐστι τοιαῦτα· καὶ ἀγαθῶν <Ἀγαθίδες> καὶ λευκότερος Λεύκωνος *<ναυτιᾶσαι>· ἐμέσαι. ἀποκινῆσαι. πλανῆσαι AS <ναυτίλλεσθαι>· πλέειν <ναυτίλος>· τὸ ἐν τῇ θαλάσσῃ ζῷον, ὃ τῷ ἑαυτοῦ σώματι πλοῖον ἀπομιμεῖται *<ναυτιλλόμενοι>· οἱ πλέοντες, ναῦται ASvg *a) <ναυτιλλόμενος>· ἐμπλέων An. *b) ...· νήχεται <ναυτιῶντι>· κλύδωνι περιφερομένῳ <ναυτοδίκαι>· οἱ ἐπὶ τοῦ ἐμπορίου δικασταί, ἐφ' ὧν καὶ αἱ τῆς ξενίας ἐκρίνοντο δίκαι <ναῦφιν>· νεῶν, [νηῶν (Β 794 ..) n (S) <ναύφρακτος>· ναύσταθμος. λιμήν *<νάφθα>· θεάφιον AS, θεῖον (Dan. 3,46) ASvg <ναφρόν>· λινοῦν ῥάμμα <ναχαλόν>· σαθρόν. ὁμοίως καὶ <ναχαλές> [τὸ αὐτὸ σημαίνει] †<ναύω>· λίσσομαι. ἱκετεύω *<ναύων>· νεωρίων <Νέα>· νεώματα. καὶ χωρίον Λήμνου, <ὅπου δοκεῖ Φιλοκτήτης δηχθῆναι> <νεάζομεν>· ἀφικνούμεθα ἢ νεωστὶ ἥκομεν <νεάζων>· μειρακιευόμενος (Eur. Phoen. 713) <νέαι>· ἀγωνισάμεναι γυναῖκες τὸν ἱερὸν δρόμον <Νέαιρα>· Ὠκεανοῦ θυγάτηρ (μ 133) <Νεαιρῆισιν ἵπποις>· ταῖς ἀπὸ †Νεαίρας. καὶ Σιμωνίδης· <νέαιραν γνάθον> (fr. 244 Bgk). [Νέαιρα δὲ χωρίον ἐν Λήμ- νῳ] <νεακές>· νεωστὶ ἠκονημένον <ξίφος> r *<νεαλής>· νεωστὶ ἁλούς r. AS <νεαλεῖς>· πρόσφατοι. κυρίως δὲ ἐπὶ τῶν ἁλσὶ παττομένων <νεάλωτοι>· νεωστὶ εἰλημμένοι <νεᾶν>· νεάσαι γῆν <νέαν>· νεωτέραν. ἢ νουμηνίαν <Νεάνθης>· †Ὀρέστης *<νεανίας>· τολμηρός (Eur. Phoen. 146) ASvg <νεανιεύεται>· *νέου ἔργα πράττει ASg. ἢ καυχᾶται, ἢ μεγαλο- φρονεῖ ἐπὶ ἀνδρείᾳ, κομπάζει κενῶς, ἢ τολμᾷ *<νεανιεύων>· μειρακιευόμενος AS <νεανίσκος>· νήπιος <νέαον>· ἀγκυροβόλιον <νεαρά>· τὰ εὐανθῆ. καὶ πρόσφατα <νεαροί>· νεογνοί, νήπιοι. οἱ νέοι. ἀνόητοι. καὶ εὐανθεῖς. πρόσφα- τοι <νεάσαι>· μεταβαλεῖν τὴν ἠροτριωμένην γῆν <νεάσεται>· νέος λόγος πορεύσεται <νεάτη>· ἐσχάτη gn. καὶ ἡ <νήτη> χορδὴ ὑπὸ τῶν μουσικῶν πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης <νεβλᾶραι>· περαίνειν (Ar. fr. 241) †<νέβεστα>· περιτάλματα τῶν ἱερῶν καὶ τῶν Σικελῶν† <νέβρακες>· οἱ ἄῤῥενες νεοττοὶ τῶν ἀλεκτρυόνων *<νεβρίδων>· δορῶν ἐλάφων (Eur. Bacch. 111 Phoen. 792) AS *<νεβρίς>· ἐλάφου δορὰ Anp *<νεβροί>· ἐλάφων γεννήματα (Δ 243?) (r. ASvgnp) <νεβρός>· νεωστὶ εἰς βορὰν ἐληλυθώς. νεοβόρος [<νεδίας>· τὰς αἰθυίας] >>ν ἔεργε>· ἤρκει. ἐχώριζε (δ 130) <νέειν>· νήχεσθαι. καὶ νεῖν *<νέεσθαι>· πορεύεσθαι Svgn. ἔρχεσθαι (Β 84) *<νεετάζουσιν>· οἰκοῦσι (Δ 45) AS <ναιεταώσας>· οἰκουμένας (Β 648) S <νεήκεσι>· νεωστὶ ἠκονημένοις, ὀξέσι (Ν 391) *<νέηαι>· πορευθῇς (Α 32) p (n) [<νεηκλᾶ>· λικνᾶ] *<νεηκονές>· ἠκονημένον A νεωστί (p) *<νεηλαία>· νεότης πᾶσα AS <νεηλάτης>· ὁ ἰθύνων ἢ ἐλαύνων τὸ πλοῖον <νεήλατον>· νεοτευχές r *<νεήλυδες>· νεωστὶ ἐλθόντες (Κ 434) ASvgn <νεήλυδος>· νεωστὶ κατοιχομένης, νεωστὶ τετελευτηκυίας <νέην>· νέαν, καινήν (Β 232 ..) *<νέηλυς>· νεωστὶ ἐλθών (r. g) <νεῖ>· πλέει <νεῖαι>· πορεύσῃ (λ 114) p <νειαίρῃ>· ἐσχάτῃ, κατωτάτῃ n. τουτέστι κατὰ τὸ ἔσχατον μέρος (Ε 539) (n) <νεῖα>· ξύλα, τὰ εἰς κατασκευὴν νεῶν ἐπιτήδεια <νειάτη>· κατωτάτη, ἐσχάτη *<νείατον>· ἔσχατον (Β 824) ASbp *†<νειᾶνται>· οἰκοῦνται ASb *<νείκεα>· φιλονεικία nAS, ἔχθρα (Β 376) vgn *<νείκεε>· ὕβριζε (Β 224) b *<νεικεῖ>· ὀνειδίζει (Α 521) n <νείκει ἄριστε>· ἐν τῷ ὀνειδίζειν ἄριστε (Ψ 483) <νεικείεσκεν>· ἐνείκησεν (Β 221) *<νείκεσεν>· ὕβρισεν ASvg. ἔκρινεν (Γ 38) n <νείκεσσι>· πολέμοις <νειῆσαι>· ἀρόσαι <νείκησεν>· ἐνείκησεν. [ὑμνεῖ, ᾄδει] <νεικλητήρ>· λικμητήρ. Μεγαρεῖς <νεῖκλον>· τὸ λίκνον *<νεικείων>· ὀνειδίζων (Β 243) ASn *<νεῖκος>· διαφορά, μάχη g, φιλονεικία Ag *[<νεῖκαι] νεῖμαι>· μερίσαι AS, διελεῖν <νεῖμεν>· διέδωκεν (Ι 217) <νεῖμον>· ὄρχησαι <νεῖν>· νήθειν στήμονα. κολυμβᾶν, νήχεσθαι *<νεῖν οὐκ οἶδε>· κολυμβᾶν οὐκ οἶδεν ASvgb *<νειόθεν>· κάτωθεν (Κ 10) ASn *<νειός>· κυρίως μὲν ἡ νεωστὶ μεταβεβλημένη γῆ, τουτέστιν ἠροτριωμένη· νέα γὰρ φαίνεται. [ἀπὸ τοῦ νέα φαίνεσθαι] "νειῷ ἐνὶ τριπόλῳ" (ε 127). λέγεται δὲ καὶ πᾶσα πληθύουσα χώρα, ἢ θάλλουσα <νείοις>· μυχίοις. λέγει δὲ τὸν πυθμένα, ὥσπερ τῆς νεὼς τὸ †προτιθέμενον <νειότατον>· κατώτατον <νειόφυρτον>· νεόκρατον [<νεῖπτα>· ἔσχατα] <νειραί>· κατωτάται. οἱ δὲ κοιλίας τὰ κατώτατα <νειρὴ κοιλίη>· κοιλία ἐσχάτη <νειρόν>· σφοδρόν. ἔσχατον <νείσεται>· εἰσέρχεται [<νείσαντο>· ἐπορεύοντο] <νεῖσθαι>· πορεύεσθαι (ο 88) *<νεισόμενος>· πορευόμενος (δ 701?) (n) *<νείσοντο>· ἐπορεύοντο AS <νεῖται>· ἐλεύσεται, ἔρχεται (μ 188) <νεκάδεσσι>· νεκυάδεσι. ταῖς τῶν νεκρῶν τάξεσι (r). *νεκροῖς (Ε886) ASn(g). ἐλέγχεται δὲ ὁ Καλλίμαχος νεκάδας ψιλῶς τὰς τάξεις νενοηκώς· "ἡδομένη νεκάδεσσιν †ἐπισκυρῶν πολέ- μοιο" (fr. 567 Pf.) <νέκες>· νεκροί. ἀνίαι. ἀρχαῖοι. νέοι *<νέκταρ>· πόμα θεῖον (Δ 3) AS, ἢ βρῶμα *<νεκτάρεος>· θεῖος r. (ASn). ἡδύς, εὐώδης (Γ 385) <νεκταίρουσιν>· κολάζουσιν <νεκτάρας>· μάστιγξ <νεκτάρθη>· ἐζημιώθη *<νέκυας>· νεκρούς (Η 418) ASvgn <νεκύδαλλος>· τὸ ἐκ τοῦ βόμβυκος ζῷον. ἢ ὁ σκώληξ τῆς κάμπης <νέκυες>· νεκροί A, οἱ ἐστερημένοι τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς (Φ 302 ..) *<νεκυομαντεία>· νεκρομαντεία r. AS(vg) p <νέκυρ>· νεκρός. Λάκωνες <νεκυώριον>· νεκρομαντεῖον r <νεκυώτατον>· νεώτατον. προσφατώτατον *<νέμεα>· σύνδενδροι τόποι ASn <Νεμεάδες πύλαι>· ἔνιοι τὰς ἐν Τίρυνθι· οὐ καλῶς· τοῦ γὰρ Ἄργους εἰσί, τοὔνομα λαβοῦσαι διὰ τὸ πρὸς τῇ Νεμέᾳ τε- τράφθαι <νεμεάδες>· ἰχθύες. βλαστοί. ὄρη ἀνειμένα. ἀπόγονοι. λειμῶνες *<νεμέθοντο>· ἐνέμοντο n, ἀπὸ τῆς νεμήσεως (Λ 635) <νέμει>· μερίζει. βόσκει. διαιρεῖ. ἀναγινώσκει. χειρονομεῖ. νομίζει. ἔχειν διαδίδωσι <νέμεις>· ἀναγινώσκεις <νεμηνίαν>· νουμηνίαν <νεμεσᾶι>· φθονεῖ. ὀργίζεται. μέμφεται <νεμέσα>· μέμφου (Κ 145) *<νεμεσίζῃ>· μέμφῃ (n) [βόσκῃ] (Ε 757) *<νεμεσῆσαι>· βοσκῆσαι AS. μέμψασθαι Avg <νεμέσησεν>· ἐμέμψατο (Δ 507) *<νεμεσήθητε>· αἰσχύνθητε (Π 544) <νεμεσητόν>· ἐπίφθονον, μεμψίμοιρον. καὶ ὃ ἄν τις ἐντραπείη (Γ 410) *<νέμεσις>· ὕβρις. μέμψις. φθόνος (Γ 156) ASvg *<νεμεσίζομαι>· μέμφομαι. φθονῶ (Θ 407) AS *<νεμέσθωσαν>· βοσκηθήτωσαν (Exod. 34,3) <νέμησις θέας>· Ἀθηναῖοι τὰς ἐν τῷ θεάτρῳ καθέδρας, ψη- φίσματι νενεμημένας προεδρίας ἱερεῦσιν <νέμησις ὑποκριτῶν>· οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτάς, κλήρῳ νεμηθέντας, ὑποκρινομένους τὰ δράματα, ὧν ὁ νικήσας εἰς τοὐπιὸν ἀκρίτως παρελαμβάνετο. ἔστιν οὖν ὡσὰν διαίρεσις *<νεμεσῶ>· μέμφομαι (ζ 286) s *<νέμοιτο>· καρποῖτο gn. βόσκοιτο, τρέφοιτο. [διαμερίζοιτο (Β 780) (g) <νέμος>· σύνδενδρος τόπος, καὶ νομὴν ἔχων (Λ 480). καὶ τὸ γυναικεῖον αἰδοῖον. καὶ νάπος. καὶ τὸ τοῦ ὀφθαλμοῦ κοῖλον <νέμω>· νομίζω. ἀναγινώσκω. [βόσκω r <νενεαμένην>· ἠροτριωμένην <νενασμένας>· πεπλησμένας <νενασμένως>· ἐπιεικῶς *<νεναυμαχηκώς>· ἐν πλοίῳ πολεμήσας AS *<νενευκότι>· βλέψαντι ASvg †<νενεκέναι>· τεθνηκέναι <νενημένων>· συγκειμένων <νένηται>· πεπλήρωται. σεσώρευται <νενίηλος>· τυφλός. ἀπόπληκτος. ἀνόητος (Callim. h. Iov. 63) [<νεννάζει>· κακολογεῖ] <νέννος>· <πατρὸς> ἀδελφός <νενός>· εὐήθης <νένοφε>· νενέφωται. συννενέφωται. [νενόηται] <νενώμεθα>· διανενοήμεθα <νενώπηται>· τεταπείνωται. καταπέπληκται <νένωται>· ἐν νῷ ἔχει (Soph. fr. 183) <νέξας>· τὰ στρώματα <νεοαλδέα>· νεωστὶ αὐξανομένην *<νεοαρδέα>· νεοπότιστα (Φ 346) ASvg <νεοβόρον>· νεωστὶ βεβρωμένον <νεόβροχοι>· ἔγκυοι *<νεογιλλόν>· νεογνόν ASvg, νέον <νεογιλλῆς>· νεογνῆς, νεαρᾶς, νέας, νεωστὶ γεννηθείσης (μ 86) <νεοδαμώδεις>· οἱ κατὰ δόσιν ἐλεύθεροι ἀπὸ τῆς εἱλωτίας <νεοδάρτης>· ἔδεσμά τι ἀβυρτακῶδες <νεοδμήτην>· νεωτέραν. ἢ *<νεωστὶ> δαμασθεῖσαν AS. ἢ οἰκο- δομηθεῖσαν <νεοεργές>· νεωστὶ εἰργασμένον, προσφάτως <νεολήνια>· ἑορτὴ Διονύσου †<νεοθάλαμος>· καπνός *[<νεοθαλής>] <νεοθηλέα>· νεωστὶ θάλλουσαν (Ξ 347) ASn *<νεοθαλής>· νεωστὶ ἀνθῶν ASgn <νεοθηλές>· νεόβλαστον, νεόφυτον *<νεοθηλής>· νεωστὶ βλαστήσασα ASvg *<νεόθρεπτον>· τὸν νεωστὶ πεπηγότα τυρόν ASg <νεοθόροις>· νεοαυξέσιν. νεωστὶ ὁρμῶσιν, αὐξανομένοις <νεοῖαι>· ἀφροσύναι *<νεοίη>· ἡ νεότης (Ψ 604) ASns <νεοκηδέϊ>· νεωστὶ πενθήσαντι *<νεοκμήτῳ>· νεωστὶ κατεσκευασμένῳ (r) ASn *[<νεοκόρος>· ὁ τὴν ἐκκλησίαν κοσμῶν. κοσμεῖν γὰρ τὸ σαρεῖν n] <νεοκράς>· νεωστὶ κεκραμένος <νεόκρατοι>· τινὲς κρατῆρες ἐλέγοντο, ὧν ἡ χρῆσις διττὴ καθειστήκει· ἔν τε γὰρ τοῖς περιδείπνοις, καὶ ἐν ταῖς ἑστιάσεσιν, ἤγουν σπονδαῖς <νεόκτιστον>· νεοκαθίδρυτον, ἢ νεωστὶ κατεσκευασμένον *<νεολαία>· νέων ἄθροισμα r. gn. ἢ νεότης. ἢ [νέος λαός (Eur. Alc. 103) g (ASv) *<νεόλεκτος>· νεοστράτευτος r ASvg [<νεολιγόν>· νεογνόν] <νεολώφητοι>· νεωστὶ λελωφηκυῖαι τῆς μανίας <νέομαι>· πορεύομαι, ἀπέρχομαι <νέον>· νεωστί (Α 391) *<νεομηνία>· ἡ πρώτη τῆς σελήνης ἡμέρα (Esai. 1, 13 ..) gn <νέον ἡβώοντα>· ἀρτίως ἡβῶντα, ἄρτι ἀκμάζοντα (Ι 446) <νεοπαγῆ>· νεωστὶ πεπηγμένον †<νεοπειθής>· αἰχμάλωτος <νεοπευθῆ>· τὰ οὐ πρότερον ἱστορημένα, ἀλλ' ἀρτιμαθῆ <νεόπτραι>· υἱῶν ἢ <θυγατέρων> θυγατέρες *<νεοργής>· νεωστὶ εἰργασμένος AS <νέον>· νεωστὶ γενάμενον. θάλλον. πρόσφατον *<νέος>· νεώτερος Avg, ἔφηβος *"<νέος ἐστὶ καὶ ὀξύς>" (Plat. Gorg. 463 e)· ἀμαθής, προπετής AS <νεοσμήκτων>· νεωστὶ ἐσμηγμένων (Ν 342) (Sn) <νεὸς κυανοπρῴροιο>· τῆς κυανῷ κεχρισμένης καὶ μέλανι τὴν πρῷραν (Ο 693) <νεοσπαδῆ>· νεωστὶ τὰ σπάδη περικείμενον, ἅ ἐστι σπάργανα <νεοστάλυγες>· κεκλαυθμυρισμένοι παῖδες προσφάτως, νεο- δάκρυτοι <νεοστεφέος>· νεοκράτου <νεοστασίη>· ἑτεροίωσις. νεωτερισμός. ἔκπληξις *<νεόστροφον>· νεωστὶ ἐστραμμένον AS. καὶ καινόν (Ο 469) A <νεόσσυτα>· νεωστὶ ὁρμῶντα r. νεαρά (Greg. Naz. c. 1, 1, 9, 96) <νεοτεύκτου>· νεοποιήτου (Φ 592) <νεοτευχέος>· τὰ αὐτά <νεότης>· ἡ τῶν νέων ἡλικία <νεοττιά>· καλιά <νεοττοί>· νεοσσοί <νεόττιον>· Ἀττικοὶ τοῦ ᾠοῦ τὴν λέκιθον (Men. fr. 37 Koerte)· καὶ ὁ ὑφ' ἡμῶν νεοττὸς <νεοττίς> καὶ <νεοσσίς> *<νεουμένη>· δευτερουμένη AS <νεούτατος>· νεότρωτος (Ν 539) <νεόφατος>· νεωστὶ τεθνηκώς <νεόφθιτος κόρη>· ἡ ἄρτι φθαρεῖσα, ἡ τελευτήσασα. νεόφθιτος (trag. ad. 240) <νεοχμόν>· *νέον ASg. πρόσφατον. ἄκοπον, ἄπονον. νεωστὶ εἰργασμένον (Eur. Hipp. 866) <νεόχμωσιν>· νεοκίνησιν. μετακίνησιν <νεοχμίη>· κίνησις πρόσφατος <νεοχμούμενοι>· μετακοσμούμενοι. νεωτεριζόμενοι <νεοχμιζομένου>· καινουργουμένου <νέπιτα>· ἡ καλαμίνθη <νέποδες>· νηξίποδες· τὸ γὰρ ἄποδες ἀποδιδόναι, ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ <φῶκαι νέποδες> (δ 404) *<νεπόδων>· νηξιπόδων ἰχθύων (Callim. fr. 533) ASn *<νέρθεν>· κάτωθεν ASvg. ὑποκάτωθεν (Η 212 ..) r. n *<νέρτερος>· ὑποκάτωθεν. ἢ νεκρὸς ὑπὸ γῆν ASvg. κατώτερος Svg. καταχθόνιος (AS) <νέρτος>· ἱέραξ. οἱ δὲ εἶδος ὀρνέου (Ar. Av. 303) <νέρτατα>· ἔσχατα <νέρτεροι> καὶ <νερτέριοι>· οἱ Τιτᾶνες, διὰ τὸ κατατεταρ- ταρῶσθαι. καὶ χθόνιοι. νεκροί [*<νέρωπα>· λαμπρόν Avgp] <Νέσσος>· ποταμός *<νεύσταθμος>· λιμήν A, ἔνθα ἵστανται τὰ πλοῖα <Νεφθαλείμ>· πλατυσμός *†<νεσθώπραι>· υἱῶν καὶ θυγατέρων <θυγατέρες> AS <νέτωπον, νετώπιον>· μύρον συντιθέμενον ἐκ πολλῶν μιγμά- των. οἱ δὲ <μετώπια> <νεύει>· ἐπανέρχεται. ἢ μᾶλλον, φεύγει <νεῦμαι>· ἥξω, ἐπανήξω (Σ 136) <νευρά>· <ἐπὶ> τοῦ τεταμένου νεύρου, καὶ τοῦ τόξου <νευροῖ>· ἐνδυναμοῖ (r), ἐνισχύει <νευρομήτρα>· μέρος τι τοῦ σώματος. οἱ δὲ ψύην <νεῦρον>· ᾧ συνδεσμεύεται τὸ σιδήριον τοῦ βέλους πρὸς τὸν κάλαμον, καὶ εἰς ὃ κατὰ τὴν ὀξεῖαν ἐντίθεται τὸ βέλος (Δ 151) <νεῦσεν>· ἐπένευσεν, [ἐπέκλινε. συνεχώρησεν (Α 528) hm *<νεῦσαι>· ἐπινεῦσαι (Prov. 21,1) n <νεῦσις>· πλεῦσις <νευσόμεθα>· νηξόμεθα <νεῦσον>· βλέψον. κλῖνον *<νευστάζων>· νεύων A, ἐπινεύων (Υ 162) Sb <νευστής>· κολυμβητής <νέφεα>· νέφη· "νέφεα σκιόεντα" (Ε 525). καὶ λίνα θηρατικά <νεφεληγερέτα>· νεφεληγερέτης, ὁ τὰς νεφέλας ἀγείρων, ὅ ἐστι συναθροίζων r. n. ὁ τοὺς ὄμβρους ποιῶν. κλητικὴ ἀντὶ εὐθείας (Α 511 ..) <νεφελογερέτης>· τὰ αὐτά *<νεώ>· ναοῦ (r) v <νέω>· τὸ νήχομαι <νέφος>· σκότος, ἀχλύς. ἄθροισμα, *πλῆθος (Hebr. 12,1) ASvgn. ἀὴρ πεπυκνωμένος <νέω>· νεώτεροι S. δυϊκῶς [<νεώβορτον ἢ νεώβρωτον>· νεωστὶ κατεσθιόμενον] <νεώμεθα>· ἀπίωμεν, [πορευώμεθα (Β 236) AS *<νεωκόρος>· ὁ τὸν ναὸν κοσμῶν. κορεῖν γὰρ τὸ σαίρειν ἔλεγον (Act. ap. 19,35) ASvg *<νεῶν>· ἱερῶν. ἢ *πλοίων n *<νέων>· νηχόμενος (ε 344) (g) *<νεώνητος>· νεωστὶ ἀγορασθείς ASvg <νεῶν δ' ἀλάπαζε φάλαγγας>· τὰς πρὸ τῶν πλοίων τάξεις (Λ 503) <νεῶν ἰκρία>· τὰ σανιδώματα τῶν πλοίων <νεῶν οἴκους>· τὰ νεώρια <νεῶνας>· νεῶν οἴκους. νεώλκια <νεωνία>· οὕτως τις τῶν ἐλαῶν ὠνομάζετο *<νεῶν ὕπερ>· ἤτοι πρὸ τῶν νεῶν, ἢ ὑπὲρ τῆς τῶν νεῶν σωτη- ρίας· "τεῖχος ἐτεκτήναντο νεῶν ὕπερ" (Η 449 v. l.) <νεῶπας>· ἀντὶ τοῦ νεοβλέπτους, ἢ νέας <νεωρεῖν>· νεωφυλακεῖν *<νεώριον>· λιμήν AS <νέωρον>· νέον <νεωρός>· νεωριοφύλαξ *<νεώσατε>· ἀροτριώσατε (Ierem. 4,3) ASvg <νεώσοικοι>· τὰ νεώρια, ἔνθα ἡ ναῦς χειμῶνος εἰσφέρεται <νεώσσει>· καινίζει *<νεώς>· ναός. Ἀττικῶς ASvg *<νεωστί>· ἀρτίως, προσφάτως ASvg. πρὸ μικροῦ *<νέωτα>· εἰς τὸ ἐπιὸν vg. ἢ νέον ἔτος AS <νεωτάτῃ>· ἀντὶ τοῦ ἐχομένῃ, τῇ ἐπιγενομένῃ. ἐσχάτῃ *<νεωτερίζει>· καινὰ πράττει ASvgn, νεαρά <νεωτερὶς ἀνάστηθι πρεσβυτέρῳ>· ἀντὶ τοῦ ἀνδραγάθησον <νεώτερον>· οὐ μόνον συγκριτικῶς, ἀλλὰ καὶ νέον. Ἀττικοί <νεώχερμος>· γῆ νεωστὶ εἰργασμένη *†<νεωχμάτην>· νεωτάτην AS <νή>· κατὰ τοῦ μὴ ὑπάρχοντος. καὶ †ἐάν *<νῆα>· ναῦν n <νῆας ἐΐσας>· τὰς ἰσοτοίχους ἐν τῷ πλεῖν (Α 306) <νῆάς τε>· καὶ τὰ πλοῖα, καὶ τὰς ναῦς <νηγάτεον>· νεωστὶ γεγονότα, ἢ κατεσκευασμένον λέγει, ἢ εὖ νενησμένον (Β 43) *<νήγρετος>· ἀνάγρετος g. βαθύς (ν 80) *<νηδύος>· γαστρός ASvg, κοιλίας (Ν 290) (Ag). καὶ <νηδύοισι> (Ρ 524) [καὶ <νηδύεισι>]· ἐντέροις n <νήδυμον>· δυσέκδυτον. ἔσχατον AS. ἡδύ. βαθύ (An). καὶ ἄδυμον μὲν ὃ οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος. οἱ δὲ ἀναγινώσκοντες <ἥδυμος ὕπνος> .... (Β 2 ..) [<νηδύπους>· ἀνυπόδετος] <νηδὺς ἐλαιάεσσα>· <Σικελὴ> ἀπὸ μέρους, μιᾶς πόλεως τῆς ἐλαιηρᾶς Ὕβλης (Soph. fr. 419) *<νῆες>· πλοῖα ASvgp, ναῦς, νῆες *†<νηέρη>· νόσος †Ag <νήει>· σωρεύει. καὶ ἐσώρευεν (Ψ 169) <νήες(ς)ι>· ταῖς ναυσί (Α 71) *<νηήσας>· σωρεύσας (Ι 358) n <νηησάτω>· πληρωσάτω, [σωρευσάτω n *<νὴ τὸν θεόν>· μὰ τὸν θεόν ASvg *<νήεον ὕλην>· ἐσώρευον ὕλην (Ψ 139, 163) Ag(Sn) <νηΐ>· τῷ πλοίῳ. δοτικῶς (Α 183) <νήϊδα>· ἄπειρον. καὶ δειλόν (Η 198) <νήϊδες>· πληθυντικόν, ὁμοίως· καὶ <νηϊδέστεροι> συγκριτικῶς <Νηΐθ>· ἡ Ἀθηνᾶ παρ' Αἰγυπτίοις (Plat. Tim. 21 e) *<Νηΐταις πύλαις>· ταῖς πρώταις καὶ τελευταίαις (Eur. Phoen. 1104) AS *<νήϊον>· ναυπηγήσιμον ξύλον r. ASn, τὸ εἰς νεὼς χρείαν, καὶ εὔθετον (Γ 62) <νῆϊς>· ἄπειρος r, κατὰ στέρησιν τοῦ <ἴσαι>, ὅ ἐστι γνῶναι (θ 179) <νήϊστα>· ἔσχατα. κατώτατα. [ἐσκατία] <νηΐτην στρατόν>· τὸν ἐν ταῖς ναυσί *<νηκερδέα>· ἀκερδῆ. ἀνωφελῆ ASvg. ἄφρονα AS. καὶ <νηκερδῆ> ὁμοίως (Ρ 469) <νήκεροι>· μὴ ἔχοντες κέρατα (Hes. op. 529) <νήκεστον>· ἀνάκεστον, [ἀθεράπευτον r <νηκούστησεν>· οὐκ ἤκουσεν, ἠμέλησεν, *παρήκουσεν (Υ 14) ASvg <νηκτά>· τὰ ἐν ὕδασι διαιτώμενα, *τὰ ἔνυδρα. παρὰ τὸ <νήχεσθαι>, ὅ ἐστι κολυμβᾶν ASvg, πλέειν (Sap. 19,19) <νηλεγές>· ἄνοικτον. ἀθρήνητον hm <νηλεγής>· ἀφρόντιστος. [ἀθρήνητος r <νηλεγέως>· ἀνοίκτως †<νηλέγῳ>· θρήνῳ. ἢ δεινῷ *<νηλεεῖ>· ἀνηλεεῖ. [σκληρῷ A *<νηλεὲς ἦμαρ>· ἡμέρα σκληρά (Λ 484) (ASv)g(n) *<νηλεής>· ἀνελεής r. ASvgs. σκληρά (AS) s *<νηλέϊ χαλκῷ>· τῷ ἀνηλεεῖ σιδήρῳ (Γ 292) A <νηλεῶς>· δεινῶς. ἀναιδῶς. καὶ τὰ ὅμοια <νηλής>· ὁμοίως (Ι 632) r <νηλιτεῖς>· ἀναμάρτητοι. παρὰ τὸ μὴ ἀλιτεῖν. καὶ <νηλίτιδες> τὸ αὐτό (π 317, τ 498) *<Νηλήϊος>· ὁ τοῦ Νηλέως παῖς (Β 20 ..) (An) <νηλίπεζοι ἢ *[νήλιποι>· ἀνυπόδετοι (ASvgT) <νηλιτέες>· [ἀνηλεεῖς. ἄνοικτοι.] ἀναμάρτητοι. ἀναίτιοι h. ἄχρηστοι *<νηλός>· ἔριον AS. ἄμεινον <λῆνος> <νῆμα>· ὕδωρ. ὕφασμα (β 98?) <νημερτές>· ἀναμαρτές. [ἀληθές (ASvg) nps. σαφές (Α 514) <νημερτής>· ἀναμαρτής. καὶ τὰ ὅμοια <νεῖν>· νήθειν *<νηνεμία>· γαλήνη, ἀνέμων <ἀπουσία> ASvg *<νηνεμίης>· πνοῆς ἐκτός. εὐδίας (Ε 523) A <νήνεμον>· ἄνευ ἀνέμου. εὔπνουν. εὔδιον. ἥσυχον. ἄπνουν. καὶ *[ἀνήνεμον τὸ αὐτό (An) <νηνεμούμενον>· καθεσταμένον ἐκ ταραχῆς. εὔδιον. ἥσυχον <νηνίαι>· [σύγκειται. ἢ] νέοι *<νηνυρίζοντα>· θρηνοῦντα n. λαλοῦντα] *<νηός>· ναός rA. πλοῖον. ἱερόν A <νηὸς ἰούσης>· τῆς νεὼς πορευομένης (Α 482) *<νηοῦχος>· φύλαξ πλοίου AS <νηπεκτέας>· ἀκτενίστους *<νηπενθές>· ἀπενθές g, ἀπένθητον (δ 221) <νήπια>· μικρὰ παιδία (Β 136) *<νηπιάζεται>· μωραίνεται Agp(v) *<νηπιαχεύων>· τὰ τοῖς νηπίοις ἁρμόζοντα πράττων AS, παι- δαριευόμενος, νηπιευόμενος (Χ 502) <νηπίαχοι>· νήπιοι. [ἀνόητοι. μάταιοι S. νεογνοί (Π 262) <νηπιέη>· ἡ τῶν νηπίων ἡλικία (Ι 491) <νηπιέῃσι>· νεότῃσι (Ο 363 ..) <νηπίη>· ἀσθενής. νεογνή (Λ 560) <νηπιάας ὀχέειν>· νηπιότητας, ἀφροσύνας, καὶ ματαιότητας ἔχειν, ἢ ὑπ' αὐτῶν ἔχεσθαι (α 297) <νήπιον>· νεογνόν, νεώτερον, [μικρόν (Ε 480) gn. ἀνόητον, ἄφρον, ἢ *[ἀφρονέστατον gn *<νήποδες>· ἰχθύες S *<νηποινί>· ἄνευ τιμωρίας ASvgn <νήποινον>· ἀτιμώρητον, ἀνεκδίκητον, ἀνέκτιτον (α 160 ..) [<νήπους ἢ νήποδες>· ἀνυποδέτους] <νηπτικωτάτην>· νήφειν ποιοῦσαν <νηπυθές>· ἄπευστον <>ν ἠπύτα>· βοητά. κήρυξ μακρόφωνος (Η 384) *<νηπύτιον>· νήπιον A. ἄφωνον. [ἄφρονα A, ἀνόητον (Υ 200) (AS) <νηρέα>· μαράθου θάμνος <Νηρεύς>· θαλάσσιος δαίμων. Ἀλκμὰν (Parth. I 19) καὶ <Πόρ- κον> ὀνομάζει *<νηρίθμους>· ἀναριθμήτους, ἀπείρους ASg <Νήρικος>· πόλις Ἠπείρου (ω 377) <νηρίδας>· τὰς κοίλας πέτρας <νηριπής>· σεμνή <νηρίται>· μεγάλοι <Νήριτον>· ὄρος Ἰθάκης, ἀντικρὺ τῆς Ἠπείρου (ν 351). καὶ [τὸ πολύ p. χλωρόν (Hes. op. 511?). ὑγρόν. θαλερόν. ἁπαλόν. ἀεὶ ῥέον <νήριτος>· ὁ νηρίτης, ὅ ἐστιν κογχύλιον κοχλιῶδες, ποικίλον <νηριτόμυθος>· ὑπὸ τῷ γήρᾳ πεπτωκώς ἢ <οὗ> οὐκ ἄν τις ἐρίσειε πρὸς <τοὺς> μύθους <νηριτόφυλλον>· πολύφυλλον <νηρόν>· τὸ ταπεινόν <νῆς>· τὸ ἔνης, ὅπερ ἐστὶν εἰς τρίτην, Δωριεῖς [δὲ] νῆς λέγουσι <νησαίη λίθος>· ἔνιοι τὴν Σαρδόνιον, διὰ τὸ ἐν Σαρδόνι γίνεσθαι. οἱ δὲ σμάραγδον <Νησαίας ἵππους>· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγωνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῆσος. ἐνταῦθα ἵπποι διάφοροι γίνονται, <εἰσὶν δὲ πᾶσαι ξανθαί. Ὁ δὲ Εὐριπίδης (fr. 1128) πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ τὴν Νησαίαν φησὶν εἶναι> <νησίγδα>· ἐν Νυκτί (Philem. fr. 52). ἀποδιδόασι μάσημά τι ποιόν <νῆσοι>· τόποι ἐν μέσῳ θαλάσσης <νησόμεθα>· κορεσθησόμεθα †<νῆσορ>· νεοττός *<νῆστις>· ἄσιτος g, νηστεύων <νῆσος>· τόπος ὑψηλός, ἐξέχων ἐν ὕδασι <νήστειρα>· ἡ μήποτε ... στερομένη τροφῆς <νῆστις>· *ἀσιτία AS. καὶ τὸ μεταξὺ τῆς κοιλίας. καὶ τὸ τοῦ στομάχου ἔντερον ASgn, ἐν ᾧ οὐδέποτε κόπρος εὑρίσκεται· ὅθεν κέκληται <νῆστις>. τούτῳ δὲ τῷ ἐντέρῳ τὰς χορδὰς περιειλοῦσιν οἱ μάγειροι <νητελέα>· ἀνήνυτα *<νὴ τήν>· μὰ τήν Av *<νὴ τὴν Ὑγεῖαν>· μὰ τὴν Ὑγεῖαν AS <νητός>· ἔσχατος ἢ πολύς, σεσωρευμένος (β 338) <νῆττον>· πλῆρες, μεστόν <νὴ τὼ θεώ>· ὅρκος κατὰ Δήμητρος καὶ Κόρης <νηυσί>· ναυσί, πλοίοις (Α 179 ..) (A) <νηφάλιοι>· νήφοντες, μὴ πεπωκότες. ἢ θύματα καὶ βωμοί, ἐφ' ὧν οἶνος οὐ σπένδεται. ἢ *σοφοί (A) <νηφάλια ξύλα>· τὰ μὴ ἀμπέλινα, ἢ συκάμινα, ἢ σύκινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται <>νηφαλισμένον>· ὕδατι, οὐκ οἴνῳ ἡγνισμένον <νῆφε>· γρηγόρει. σωφρόνως βιοῦ (2. Tim. 4,5). [ἢ βρέχε· χιὼν γὰρ ἡ κατὰ μικρὸν φερομένη λεπτῶς, καὶ ὁ λεπτὸς ὄμβρος <νιφετός· νίφει> γὰρ τὸ χιονίζει] [<νήφοντες>· νήφοντες] *<νήχεται>· κολυμβᾷ (Iob 11,12) Avgnps [<νήχι>· ναὶ μήν] <νήχυτον>· πολύ (Philit. fr. 21 Pow.) †<νήαις>· κάδος [*<νηαιρίη>· ἐσχάτη AS. ἢ νηάτη] †<νηεξίς>· ἐν Καππαδοκίᾳ γενόμενος μῦς, ὃν <σκίουρόν> τινες λέγουσιν <Νίβα>· χιόνα. καὶ κρήνην <νιβάδες>· αἱ τοὺς λόφους ἔχουσαι αἶγες <νιβατισμός>· εἶδος ὀρχήσεως βαρβαρικῆς <νιγλαρεύων>· τερετίζων (Eupol. fr. 110 K) <νίγλαροι>· τερετίσματα, περίεργα κρούσματα (Pherecr. fr. 145,27) <νίγλα>· τρόπαια, παρὰ Πέρσαις *<νίζει>· νίπτει, πλύνει, κλύζει. σμήχει ASvgn <νίδες>· παίδων αἰδοῖα <νίκαθρον>· ἔπαθλον, ἐπινίκιον <νικᾷ>· κρατεῖ. [λικμᾷ] <Νικάνωρ>· ἥρως, ὃν καὶ τιμῶσί τινες <νικατῆρες>· οἱ ἀκμαιότατοι ἐν ταῖς τάξεσιν [*<νίκεα>· φιλονεικία, ἔχθρα Av] <νικλεῖν>· λικμᾶν. [κρατεῖν] [*<νίκεσσεν>· ὕβρισεν AS] <νίκατρον>· νικητήριον <νικῆσθαι>· ἀπολέσθαι <νικητήριον>· ἔπαθλον (n) <νίκλον>· τὸ λίκνον [<νίκορ>· διαφθορά] <Νικοστράτειος>· εἶδος ἀμπέλου <νικύρτας>· δουλέκδουλος (Hippon. fr. 49,5 Bgk.) <νίμματα>· λουτρά, πλύματα <νίν>· αὐτόν r. n. αὐτήν, αὐτό †<νινητός>· ἀνόητος. οἱ δὲ νενίηλος καὶ νινιαστής <νηνίατος>· νόμος παιδαριώδης. καὶ Φρύγιον μέλος (Hippon. fr. 129 Bgk.) <νίννον>· τὸν †καταβάλλην ἵππον <νίρνος>· φθείρ. Ἀχαιοί. ἢ νίρμος <νιρόν>· μέγα <νίτρον>· σαπώνιον r *<νίσεσθαι>· πορεύεσθαι (Eur. Phoen. 1234) r. ASn <Νισᾶν>· ὁ Ἀρτεμίσιος μήν (2. Esdr. 12,1). καὶ †Ἰλίου πόλις *<νισόμενον>· πορευόμενον (Ν 186) Agn [<νισυνόχος>· φύλαξ νεώς] *<νίτρον>· σαπώνιον καὶ εἶδος ἰατρικόν gp <νιφάδες>· ἕλκη, τραύματα, *σταγόνες ASvg, ψεκάδες S [<νιφάλιος>· εὐγρήγορος τὸν νοῦν] <νιφάς>· ἡ τῆς χιόνος κατ' ὀλίγον ἀπόῤῥοια· "νιφάδες δ' ὡς [ἐ]πῖπτον ἔραζε" (Μ 156). τὰς γὰρ ψεκάδας <ψιάδας> [γὰρ] <νίφαργον>· νιφάδι λελευκασμένον *<νίφει>· χιονίζει ASvg(r) <νιφετός>· *ἡ τῆς χιόνος καταφορά (An), χιὼν λεπτή (Deut. 32,2) S, χιονισμός· "τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν <ἢ νιφετόν>" (Κ 6) *<νιφοβόλοις>· χιονίοις (Eur. Phoen. 206) AS <νιφοβόλον>· ὑψηλόν (Eur. Phoen. 234) r *<νιφόεν>· χιονῶδες r. AS <νιφόεντα>· χειμέρια. χιονώδη, χιονιζόμενα (Ξ 227) <νιφόεσσα Ἑλένη>· ἀντὶ τοῦ λευκή. Ἴων Φρουροῖς (fr. 46) *<νιφομένη>· χιονιζομένη An <νίψεως>· νουνεχείας *<νιῷ ἐνί>· ἠροτριωμένῃ γῇ (ε 127) AS <νοά>· πηγή. Λάκωνες <νοαρέως>· νουνεχόντως *<νόει>· συλλογίζου. σκόπει (Eur. Rhes. 131) An <νοερόν>· *πνευματικόν AS· <νοερόν> μέν ἐστι τὸ νοοῦν· <νοητόν> δὲ τὸ νοούμενον. τροφὴ δὲ τρόπον τινὰ τοῦ νοοῦντος τὸ νοούμενον. οὕτω μὲν οὖν κυρίως. λέγονται δὲ καὶ ἐναλλὰξ καταχρηστικῶς *<νοεύσας>· νοούσας n <νόημα>· σύνεσις (β 363 ..) <νοήμων>· συνετός, ἔμπειρος, γνωστικός (Prov. 1,5 ..) *<νοήσει>· ἐνθυμήσει (Ι 104) ASn <νόησεν>· ἐφράσθη (Γ 374) *<νοητά>· τὰ μὴ ὁρώμενα ASvg †<νοθοῖ>· φοβεῖται. ἀγριαίνει. νουθετεῖ *<νοθεύει>· ἀπαλλοτριοῖ. ἀπατᾷ. κολακεύει ASvg <νοθογέννητα>· *πορνειογέννητα (AS). οἱ μὴ γνήσιοι παῖδες, ἀλλ' ἀπὸ πόρνης ἢ φίλης ἢ δούλης ἢ παλλακῆς. ἀλλότριοι ἢ δυσγενεῖς ἢ ψευδεῖς *<νόθως>· ψευδῶς (3. Macc. 3,17) AS *[<νοῖοι>· αἱ τῶν υἱῶν γυναῖκες ASg(v)] [<νωμελέως>· ἀδιαλείπτως] <νομάδες>· βοσκόμεναι ἀγέλαι (3. Regn. 3,1 ..) ASvg <νομάδες>· ἡμέραι αἱ φθίνοντος τοῦ μηνός S *<νομάδων>· βαρβάρων, ἀγρίων (2. Macc. 12,11) gn <νομαί>· βοσκήματα, βοσκαί <νομαδόστοιχοι>· ἀπὸ τῶν †νομῶν, κατὰ στοῖχον ὀρχούμενοι <νομάριον>· σκεῦος τραγικόν <νομάρχης>· ὁ νομῶν ἄρχων· <νομοὺς> δὲ λέγουσι τὰ μεγάλα χωρία <νομέας>· ξύλα περιφερῆ <νομεῖς>· βασιλεῖς. ἡγεμόνες. καὶ τῶν πλοίων τὰ ἐγκοίλια (Hdt. 1, 194,2). καὶ σχοῖνοι ἀρμένων [<νομαλέως>· ἀδιαλείπτως] <νομεύς>· ποιμήν. ὁ μεριζόμενος, ἢ μέρος ληψόμενος <νομή>· διαίρεσις, μερισμός, νέμησις *<νομῆες>· ποιμένες (Σ 525) ASvgn <νομή>· *τροφή (A), βοσκή Avg. †ποινή. μερὶς ὕδατος <νόμιμα>· τὰ δικαιώματα <νομίζειν>· οἴεσθαι. λέγειν <νομιζόμεθα>· νόμιμα οἰόμεθα *<νομιζόμενα>· νόμιμα A, ἔννομα *<νόμιον>· δίκαιον ASgn *<νομοθετεῖ>· νομοποιεῖ An *<νομοΐστορες>· νομομαθεῖς (Cyr. in Esai. 53 p. 577 Aubert) ASvg(ps) *<νομόν>· νομήν (Eur. Rhes. 477) A *<νόμος>· θεσμός, συνήθεια ASvg. νομή A. τόπος. καὶ λόγος Ag. [καὶ ὁ ποιητὴς τῶν καθ' ἡμᾶς νόμων] <νόμος>· ὁ ποιητὴς τὸν καθ' ἡμᾶς νόμον οὐκ οἶδε· θέμιστας δὲ καὶ εὐνομίας λέγει· ἀπὸ τῆς νεμήσεως· [ὁ] "ἀνθρώπων ὕβριν τε καὶ εὐνομίαν" (ρ 487) "<νόμος ὁ πάντων βασιλεύς>" (Pind. fr. 169,1)· κατὰ τὴν φύσιν ... (Plat. Gorg. 484 b, 488 b) *<νομῷ>· τῇ νομῇ (Β 475) An *<νόον>· νοῦν (Ι 554 ..) g <νόον πολυκερδέα νωμῶν>· τὸν ἀπατηλὸν καὶ ψεύστην νοῦν ἐπὶ πολλὰ τρέπων· ἄλλο ἐπ' ἄλλο διανοούμενος (ν 255) *<νόος>· νοῦς (Β 192 ..) Sn(g) <νόου>· τοῦ νοῦ. τοῦ λογισμοῦ (β 346) *<νοοῦσι>· φρονοῦσιν g. ἢ συνιεῖσι <νορβά>· καλή <νορβεῖ>· ἐνθυμεῖται <νορθακινοί>· ἀσθενεῖς <νόῤῥος>· ἄνθος μήλινον λωτοῦ. γίνεται δέ τι καὶ δένδρον ἐν παραλίᾳ, ὅπερ ἔνιοι νορειὰν καλοῦσιν <νορύην>· [ὀρύειν] ... ἔστι δὲ εἶδος ὀσπρίου [<νόροπα>· λαμπρά S] <νοσακερός>· νοσώδης. τρυφερός, μαλακός (Com. ad. fr. 1089 K.) *<νοσηλεύεται>· νοσεῖ. ἢ νοσοῦντι ὑπηρετεῖ (AS) *<νοσσεύουσαι>· γεννῶσαι (Ierem. 31,28) AS <νοσσίδες>· ὑπόδημα γυναικεῖον <νόσος μεγάλη>· ἐπιληψία <νοσοῦν>· στασιάζον *<νοστῆσαι>· περιελθεῖν AS, ἀφικέσθαι, [ἀνακομισθῆναι, ὑπο- στρέψαι (Ο 374 ..) (AS) <νοσηλεύεσθαι>· νοσοκομεῖσθαι <νόστιμον ἦμαρ>· τὸ σωτήριον. καὶ ἀνακομιστικόν. ἀνακο- μιστικὴ ἡμέρα (α 9) *<νόστιμος>· σωτήριος AS. καὶ τὰ ὅμοια *<νόστοις>· βίβλοις οὕτω καλουμέναις AS <νόστος>· ἡ εἰς οἶκον ἀνακομιδή (Β 155) ἢ *[ἐπάνοδος. καὶ ἡ ἀνάδοσις τῆς γεύσεως ASvgp <νόστου προμαχοῦντες>· χρόνου πολλοῦ νόστου προμαχοῦν- τες *<νοσφίδιον>· κλοπιμαῖον, λαθραῖον ASg <νοσφίζεσθαι>· λανθάνειν. πλεονεκτεῖν <νοσφιζοίμεθα>· ἀρνοίμεθα. ἢ ἐπ' ἄλλο τι τραποίμεθα. ἢ κρυπ- τοίμεθα (Β 81) <νόσφιν>· *χωρίς Anps, ἄνευ. λάθρα. δίχα. ἐκτός. μακράν (Α 541 ..) *<νοσφίζεται>· ἰδιοποιεῖ An. κλέπτει vg, ἀποστερεῖ, [ἀφαιρεῖ vg. χωρίζει (Σ) <νοσφιζόμενος>· ἀφαιρούμενος AS. κλεπτόμενος. ἢ κλέπτων, στερῶν *<νόσφιν ἐών>· χωρὶς ὑπάρχων ASn <νουμήνιος>· ὄρνεον, ὅμοιον ἀτταγᾷ ὄν· ὁ καὶ τροχίλος <νουνεχέσιν>· ὀξυτέροις. νηπτικωτέροις. *[συνετοῖς Avg, σοφοῖς (vg) <νοῦ πέρα παντός>· ὑπεράνω παντὸς νοῦ <νοῦς>· ψυχή. ποταμός. καὶ ἡ μονάς. κυρίως δὲ σώφρονος ψυχῆς ἐνέργεια *<νοῦσος>· νόσος λοιμική (Α 10) Anps <νοῦς οὐ παρὰ Κενταύροισι>· παροιμιῶδες. ἔστι δὲ Πεισάν- δρου κομμάτιον, ἐπὶ τῶν ἀδυνάτων ταττόμενον [<νοχαλός>· ῥᾴθυμος. χαῦνος] *<νόῳ>· ἐν τῇ διανοίᾳ (Α 132) n *<νύ>· ἀντὶ τοῦ [καὶ] δή. [καὶ δὴ] (Α 28 ..) np <νύγει>· τῷ κέντρῳ πλήττει <νυγμή>· κέντρον <νυθόν>· ἄφωνον. σκοτεινόν <νυθῶδες>· σκοτεινῶδες <νύκτα>· σκότος. *[ἡ χειμέριος δὲ <δασεῖα> (A) <νυκταίετος>· ὄρνις ἱερὸς Ἥρας, ὁ καὶ ἐρῳδιός *<>νύηκες>· ἐκτεταμένον ASg (Ξ 385 ..) <νυκτελεῖν>· ἐν νυκτὶ τελεῖν <νυκτὶ ἐοικώς>· φοβερὸς τὴν θέαν (Α 47) <νυκτερεύειν>· ἀγρυπνεῖν. Ἀττικοί <νυκτερινοὶ κύνες>· οἱ λύκοι. τινὲς δὲ εἶδος ὑποδήματος γυναι- κείου <νυκτερίς>· πετεινὸν νυκτερινόν (μ 433) *<νυκτίβιος>· ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων ASvg. τοιαῦτα δὲ τὰ θηρία καὶ τὰ πλείω τῶν πτηνῶν AS <Νυκτίδαι>· γένος τι τῶν τὰς λοιμικὰς νόσους ἐκδιωκόντων <νυκτ(ὶ) ἐοικώς>· καταπληκτικός, καθάπερ νύξ (Α 47) <νυκτὶ θοῇ>· τῇ ταχείᾳ. ἡ γὰρ ἡμέρα, πολύμοχθος οὖσα διὰ τὰ ἔργα, μακρὰ ἡμῖν φαίνεται· ἡ δὲ νὺξ διὰ τὴν ἀνάπαυσιν ταχεῖα (Μ 463) <νυκτιπόλοις>· νυκτὸς ἀναστρεφομένοις καὶ περιοῦσι (Eur. Ion 718) A <νυκτιλόχους>· τοὺς νυκτὶ ἐνεδρεύοντας, *ἢ [λῃστάς (p Σa) <νυκτικόραξ>· ὁ νυκτὶ πετόμενος (1. Regn. 26,20 ..) r <νυκτόμαντις>· μάντεως εἶδος *<νυκτομαχία>· <ὅτε> νυκτὸς μάχονται <οἱ> πολέμιοι, καὶ οὐχ ὁρῶσιν ἐν τῷ σκότει (Thuc. 7, 44,1) Avg <νυκτὸς ἀμολγῷ>· μεσονυκτίῳ· παρ' ἣν ὥραν οὐδεὶς μολίσκει (Λ 173) <νύκτωρ>· νυκτός (Eur. Bacch. 486 ..) <νυκχάσας>· γράφεται δὲ καὶ †<νυκχάσας>, ὅπερ ἐστὶ νεανιευ- σάμενος. τὸ δὲ <νυκχάσας> νύξας *<νυμφαγωγεῖ>· νύμφην ἄγει AS <νυμφαγωγός>· ὁ μετερχόμενος ἑτέρῳ νύμφην καὶ ἄγων ἐκ τοῦ πατρὸς οἰκίας, ᾧ πρότερον γεγαμηκότι οὐκ ἔξεστι μετελθεῖν· διὸ ἀποστέλλουσι τῶν φίλων τινάς. Διαφέρει γὰρ ὁ νυμφα- γωγὸς τοῦ παρόχου· καλεῖται γὰρ <πάροχος> τῶν φίλων τις ὁ ἐπὶ τῷ ὀχήματι ἅμα τῇ νύμφῃ καὶ τῷ νυμφίῳ ὀχούμενος, οἷον παράνυμφος <νύμφαι>· οἱ πτερωτοὶ μύρμηκες. καὶ οἱ σκώληκες οἱ πτερο- φυοῦντες, οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις. οἱ δὲ καὶ <τὸ> ἀνὰ μέσον τῶν γυναικείων αἱ νύμφαι. καὶ τῶν ῥόδων αἱ μεμυ- κυῖαι κάλυκες. καὶ αἱ νεόγαμοι κόραι. καὶ Μοῦσαι καὶ θεαί <Νυμφαῖον ὄχθον>· Ἴων (fr. 52). [ὁ] παρόσον ὁ Ἀλφειὸς τὴν Ἀρκάδων παραμειβόμενος τὰς λεγομένας Γλυφὰς διέρχεται. οἱ δὲ παραποτάμιον. Νυμφαῖον δ' ὄρος ἀκούει τὸ περὶ τὴν Ἀρκα- δίαν *<νυμφεύτρια>· ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τῇ νύμφῃ AS παράνυμφος ASvgn *<Νυμφαῖον>· νυμφῶν ἱερόν nΣ <νύμφη>· ἡ νεωστὶ γαμηθεῖσα r. AS. καὶ ἡ ἐν τοῖς ἄστροις αἴξ, ἡ Ἀμάλθεια. καὶ ἡ Μοῦσα. καὶ τὸ μεταξὺ τοῦ γενείου καὶ τοῦ κάτω χείλους ἐν μέσῳ κοῖλον. καὶ ἡ τοῦ Διὸς μήτηρ. καὶ ὁ ἐν τοῖς μελισσείοις σκώληξ <νύμφην γε νέην>· νεωστὶ νενυμφευμένην <νυμφικὰ λουτρά>· γαμήλια λουτρά· ἦν ἀπὸ κρήνης ἀποδε- δειγμένης (Men. fr. 52. 430 Koe.) <νυμφίδες>· ὑποδήματα γυναικεῖα νυμφικά <νυμφίον> καὶ <νύμφην>· πάντα τὸν γήμαντα καὶ παιδοποιη- σάμενον, κἂν πολυχρόνιος ᾖ· "νυμφίου, ὅς ῥα θανὼν δειλοὺς ἀκάχησε τοκῆας" (Ψ 223) <νυμφόβας>· Ἀχαιός (fr. 52). ὁ Σειληνὸς ἐπιβαίνων ταῖς Νύμ- φαις. καὶ ἐν Μοίραις· "βαβαί, βαβαί, βήσομαι γυναῖκας" (Achae. fr. 28 N.). ἐπὶ τῆς Ἀφροδίτης *<νυμφοκόμος>· ἡ νυμφεύτρια. ἡ κοσμοῦσα τὴν νύμφην v <νυμφόλημπτοι>· οἱ κατεχόμενοι Νύμφαις. μάντεις δέ εἰσι καὶ ἐπιθειαστικοί <νυμφοπόνος>· ἡ περὶ τὴν νύμφην πονουμένη *<νυμφοστόλος>· νυμφαγωγός Avgnps <νυμφοτηρεῖς>· ἄρχοντές τινες <νῦν>· ἐπὶ τοῦ παρόντος. ἐνίοτε δὲ ἀντὶ τοῦ δή παραπληρω- ματικοῦ. καὶ ἐπίῤῥημα χρόνου ἐνεστῶτος. δηλοῖ δὲ καὶ τὸ ἀρτίως *<νῦν δέ>· ἐπὶ τοῦ παρόντος gn <νῦν δὲ θεοὶ μάκαρες>· τοῦτό φασιν ἐξόδιον εἶναι ῥαψῳδῶν· νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε hm *<νυνδή>· ἀντὶ τοῦ ἄρτι (Plat. leg. 3,683e) vhm <νῦν κ' εἴη>· ἀντὶ τοῦ νῦν καιρός <νύννιον>· ἐπὶ τοῖς παιδίοις καταβαυκαλουμένοις φασὶ λέγεσθαι· ὁμοίως καὶ τὸ <νύννιος> <νῦν τ' ἦνθες ἐς χορόν, νῦν τ' ἔπραδες>· νῦν εἰς χορὸν ἦλθες, καὶ νῦν ἔπαρδες (Sophro fr. 144) <Νύξ>· ἡ σωματοειδὴς θεός· "εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε" (Ξ 259). καὶ ἡ συνήθως λεγομένη νύξ (λ 330) *<νυοί>· νύμφαι (Ω 166) (r) A (ns) <νύξεν>· ἐκ χειρὸς ἔτρωσεν· νύξε δέ μιν <κατὰ> χεῖρα μέσην (Λ 252) <νυός>· νύμφη γεγαμημένη τοῖς τοῦ γήμαντος οἰκείοις ... <νυρεῖ>· νύσσει <νυρίζει>· νύσσει. ξύει <νυρῶν>· νύσσων. ξύων. [νύκτωρ] <Νῦσα> καὶ <Νυσήϊον>· ὄρος, οὐ καθ' ἕνα τόπον. ἔστι γὰρ Ἀρα- βίας, Αἰθιοπίας, Αἰγύπτου, Βαβυλῶνος, Ἐρυθρᾶς, Θρᾴκης, Θετταλίας, Κιλικίας, Ἰνδικῆς, Λιβύης, Λυδίας, Μακεδονίας, Νάξου, περὶ τὸ Πάγγαιον, τόπος Συρίας <νύσσει>· παίει. ῥήσσει <νύσσα>· ὁ καμπτήρ· ἀπὸ τοῦ ἐλθόντας κατ' αὐτὸν νεύειν τοὺς ἵππους (Ψ 332) <νύσσαι>· ἐκ χειρὸς πατάξαι *<Νυσήϊον>· ὄρος Διονύσου (Ζ 133) np <νυσταγμός>· ὕπνος (Dan. 4,32) <νυσταλέον>· ὑπνηλόν (r) †<νυσταλωπιᾶν>· νυστάζειν †<νύστυχον>· ὀλίγον ὑπνῶσαι <νυττόμενος>· κεντούμενος. προσωθούμενος <νύχα>· νύκτωρ r νυκτί <νυχεία>· διανυκτέρευσις *<νύχιαι>· νυκτεριναί (Avgp) <νυχεύει>· κρύπτει. νυκτερεύει (Eur. Rhes. 520?) <νύχμα>· ὄνειδος. λοιδορία. ψόγος *<νύχος>· νύξ Avgps. σκότος r. s <νώ>· ἡμᾶς (Ε 219) <Νῶβαι>· Πυγμαῖοι <νωγαλεύματα ἢ νωγαλίσματα>· τὰ κατὰ λεπτὸν ἐδέσματα. οἱ δὲ τὰ μὴ εἰς χορτασίαν, ἀλλὰ τρυφερὰ ἀρτύματα *<νωδός>· ὁ ὀδόντας οὐκ ἔχων ASvgn. καὶ ἐννεός. κωφός A. μὴ λαλῶν (As) *<νώδυνον>· ἀνώδυνον ASvgn <Νῶε>· ἀνάπαυσις *<νώθεια>· νωθρία, ὀκνηρία AS *<νωθεῖς>· βραδεῖς, ἄλογοι ASvg <νωθῆ>· τὸν †ἐργάτην, ἢ τὸν μηκέτι σκιρτᾶν δυνάμενον <νωθής>· ὁ νωθρός, κατὰ στέρησιν τοῦ θεῖν. *βραδύς. ἀμβλύς (Λ 559) Avg <νωθὴς ὁδός>· ἡ μακρὰ ὁδός <νώθητι>· ἐνθυμήθητι, γνῶθι <νώθουρος>· ὁ ἀδύνατος συγγίνεσθαι (Com. ad. 1367). ἢ ὄνος <νωθρὴ ὁδός>· μακρά. ἢ <νωθρά> (Greg. Naz. c. 1, 2,2, 227?) <νωθροκάρδιος>· βραδὺς κατὰ λογισμόν (Prov. 12,8) ASvg <νωθρόν>· βραδύ. νωχελές. *ἀσθενές (Avn) <νῶϊ>· ἡμᾶς. [ἡμεῖς hm. [ἡμῶν] (Δ 418) *<νῶϊν>· ἡμῶν v τῶν δύο. καὶ [ἡμῖν (Θ 374 ..) ASvg <νωϊτέρην>· ἡμῶν τῶν δύο· "ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς" (μ 185) <νωΐτερον>· ἡμῶν τῶν δύο Ag. ἡμέτερον· "καὶ νωΐτερον λέχος αὐτῶν" (Ο 39) <νῶκαρ>· νύσταξις. νώθεια. κακόσχολος ἔννοια <νωλεμές>· ἰσχυρόν, βίαιον. ἐντελές. καρτερόν. συνεχές (Ξ 58) <νωλεμέως>· ἀδιαλείπτως. καὶ τὰ ὅμοια (Δ 428) *<νωλεμῶς>· ἀδιαλείπτως. καὶ τὰ ὅμοια (AS) <νῶμα>· νόημα, ἐνθύμημα <νωμᾷς>· διοικεῖς (μ 218) *<νωμᾶται>· κινεῖται ASns <νωμῆσαι>· κινῆσαι, μετενέγκαι. διανεῖμαι. κυβερνῆσαι (Η 238) <νώματα>· ἐπὶ τῶν ὑποζυγίων τὰ γνωρίσματα. οἱ δὲ τὰ θρέμ- ματα <νώμησαν>· διεμέρισαν (Α 471) *<νωμῆσαι βῶν>· κινῆσαι τὸ ὅπλον (Η 238) AS *<νωμῶν>· ἔχων AS. διανέμων. κινῶν g. διαιρῶν S <Νώνακρις>· τόπος ἐπώνυμος Ἀρκαδίας. τινὲς δὲ <Νώναπις> <Νωνακρεύς>· οἱ μὲν ἀλείπτην Ἀρκαδικὸν ἀποδιδόασιν. ἡ γὰρ <Νώνακρις> Ἀρκαδίας ἐστὶ τόπος ... (Aristoph. fr. 829) <νῶντα>· νήθοντα. ῥέοντα <νωνυμία>· ἄκλεια. ἀσάφεια <νώνυμος>· *ἀνώνυμος g (Sn). δύσφημος. ὃν οὐκ ἄν τις εὐφήμως εἴποι, ἀλλὰ δυστυχῆ <νωρεῖ>· ἐνεργεῖ <νώροπα>· *λαμπρόν An. αἴθοπα. στερητικὸν τῆς ὄψεως. τὸ γὰρ <νω> ἴσον τῷ <α>· ἄροπα, νώροπα (Β 578) <νώροπι>· λαμπρῷ. καὶ τὰ ὅμοια (Η 206) <νώροπι χαλκῷ>· τῷ λαμπρῷ χαλκῷ, ἢ *σιδήρῳ ASn. καὶ τὰ λοιπά (Η 206) <νώροψ>· *λαμπρός AS. ὀξύφωνος. ἔνηχος. ἢ ὅτι τὴν ὄψιν ἀσθενῆ ποιεῖ †<νώρεμνος>· μέγας. πολύς. κατώτατος, ἔσχατος. εὐσθενής πλατύς <νωσάμενος>· κατανοήσας (Callim. fr. 353 Pf.) <νώσασθαι>· αἰσθέσθαι, ἐνθυμηθῆναι, νοῆσαι <νῶσις>· ῥεμβός. πτωχός <νωσίχολος>· ἀμελής. ῥᾴθυμος <νῶτα>· τὰ ἀνώτατα. τὰ νωτιαῖα κρέα. καὶ συνήθως ἡμῖν <νῶτα θαλάσσης>· *τὴν ἐπιφάνειαν αὐτῆς Avg. ἢ τὰ πελάγη (Β 159) <νωτεῖς>· οἱ ἀχθοφόροι ἡμίονοι. οἱ <δὲ> ἕλκοντες <ζύγιοι> <νωτίζειν>· διώκειν. τρέπειν <νωτίσαι>· τὸ κατὰ νῶτα λαβεῖν, καὶ παραμείψασθαι φυγόντα <νωτίσασθαι>· ἀναθέσθαι ἐπὶ τῶν ὤμων. <ἀπονωτίσασθαι> δὲ τὸ καταθέσθαι *<νωτοφόρος>· ὁ μὴ ὑπὸ ζυγόν, ἀλλὰ τῷ νώτῳ ἀχθοφορῶν AS ἄνθρωπος (Paral. 2,17), ἵππος, ὄνος (Xen. Cyr. 6,2,34) S(An) †<νωφαιόν>· ἀφανές <νωχαλής>· νωθρός *<νωχαλίζει>· βραδύνει An(S) <νωχέλεια>· *ἀσθένεια. βραδυτής An(S). ἀργεία. νώθεια. μιλό- της. ὁμοίως καὶ [<νωχελίῃ> (Τ 411) n [<νῶχμα>· ὄνειδος] <νώψ>· ἀσθενὴς τῇ ὄψει *<νωχελής>· ὁ μιλός. βραδύς ASvg. ἄχρηστος g <Ξαίνει>· *διαξέει AS. νήθει (ASvg), σωρεύει (vg). ἐργάζεται ἔρια AS. καὶ δέρειν ἱμάντι †<ξενύει>· λήγει <ξάνδαρος>· ζῷον ὅμοιον βοΐ, γενόμενον κατὰ τὸ Ἀτλαντικὸν πέλαγος <ξανᾶν>· κοπιᾶν A τὴν χεῖρα <ξανῆσαι>· κοπιᾶσαι (Soph. fr. 458) <Ξανθή>· ἡ Τροία. καὶ ἡ καλή. καὶ ἡ πυῤῥά, ἢ *πυῤῥοειδής (ASvg) <ξανθίζεσθαι>· *κοσμεῖσθαι τὰς τρίχας q. ASvg. <Λάκωνες> q. ἢ βάπτεσθαι αὐτάς. <Ἀθηναῖοι> q <ξανθιμίας>· βόλου ὄνομα <ξανθόν>· πυῤῥόν. καλόν. εὖ εἰργασμένον. χλωρόν. ὁ δὲ ποτα- μὸς Ξάνθος. καὶ ὄνομα <ξάνιον>· κτένια, ἃ αἱ γυναῖκες χρῶνται πρὸς τὴν τρίχα, καὶ ἃ φοροῦσιν ἐν τοῖς δεραίοις <Ξανθικά>· ἑορτὴ Μακεδόνων, Ξανδικοῦ μηνὸς ἢ Ξανθικοῦ ἀγο- μένη. ἔστι δὲ καθάρσιον τῶν στρατευμάτων *<ξανθοῖσιν ὀρνέοις>· g ... †<ξανίσσατο>· διενοήθη <ξανῶ>· κοπιῶ <ξέεσθαι>· σπανίζεσθαι <ξεναγεῖ>· δέχεται ξένους. ἢ τῆς ὁδοῦ ἡγεμονεύει [ἢ ξενοδοχή- σας] *<ξεναγοί>· οἱ τῆς ξένης ὁδοῦ ἡγούμενοι AS *<ξεναγός>· ὁ τῶν ξένων ἡγούμενος ASgn *<ξεναγωγήσας>· ξένον ὁδηγήσας AS(gn) *<ξεναγῶν>· ξενοδοχῶν, ὁδηγῶν, καὶ ἄγων τοὺς ξένους Avg <ξεναγία>· σύνταγμα <παρὰ Κρησί>. καὶ ὁ τούτων ἡγεμών ξεναγός q *[<ξενάλογος>· ξένα συλλέγων] g *<ξενία>· κατάλυμα, καταγώγιον (Philem. 22) (vg) [*<ξενίζειν>· τὸ <ξένῃ> χρήσασθαι φωνῇ AS(g)] *<ξενίζεται>· ξενοδοχεῖται (Act. ap. 10,32) g *<ξενίζουσα>· ἀλλόφυλος. ἀήθης (vg). καινή (Esth. 3, 13e) (g) <ξεστός>· ὡμαλισμένος. ἐξεσμένος <ξεστοῖο>· ὡμαλισμένου. ἐξεσμένου (Ζ 244) *<ξεῖνος>· ὁ ἀπὸ ξένης φίλος (Av) g *<ξεῖνος>· φίλος (vn) <ξείνια>· τὰ ξείνια δῶρα, χαριστήρια ξενίας (Λ 779) <ξεινοδόκος>· ὑποδεχόμενος ξένους (σ 64). καὶ μάρτυς <ξενοδόχος>· ὁμοίως <ξεῖνοι>· Θεσσαλοί <ξεῖνον>· ξένον (Ρ 150) <ξεινοσύνης προσκηδέος>· τῆς τὴν οἰκειότητα ἐμποιούσης (φ 35) <ξεινοῦσσαι>· ξενῶνες <ξειρίς>· ἀρωματικόν τι φυτόν (Aristoph. fr. 831) *[<ξενεοί>· στρατιῶται] AS [<ξενήϊον>· φίλον] <ξενηλασία>· τὸ μὴ ἐᾶν ξένους ἐπιμίγνυσθαι <ξενηλατοῦνται>· τύπτεσθαι τοὺς ξένους ἐλαυνομένους (Ar. Av. 1013) <ξενία>· ὑποδοχή r, φιλοτιμία, *[φιλία AS. δῶρα (Eur. Hec. 794) [κατάλυμα p, ἢ καταγώγιον] <ξενίας δίκη>· ἐπὶ τῶν ὡς πολιτῶν μετεχόντων τῶν δημοσίων *<ξενίζειν>· ξένῃ χρῆσθαι φωνῇ q. AS(g) n. ἢ ξένοις ἤθεσι AS(g) *<ξενίζουσαν>· νεαράν (Esth. 3,13e) AS <ξενοδοκοῦμαι>· μαρτύρομαι *<ξενοδοκῶν>· ξενοδοχῶν. μαρτυρῶν AS <ξένοι>· οἱ πολέμιοι. οἱ δὲ τοὺς Πέρσας (Hdt. 9,11,2). οἱ δὲ τοὺς ἀπὸ ξενίας φίλους. ἢ ξένους *<ξενολόγος>· ξένους στρατιώτας συλλέγων ASn <ξένος>· ὁ ὀθνεῖος. ὁ ἐπιξενούμενος <ξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος>· καὶ ξενοδοκῶν καὶ ξενο- δόχος (α 417) *<ξενών>· κατάλυμα. ἢ μέγας ἀνδρών A <ξενῶνες>· οἱ ἀνδρῶνες ὑπὸ Φρυγῶν <ξενώσεται>· ὑποδέξεται <ξερόν>· τὸ ξηρὸν τῆς γῆς. χέρσον (ε 402) <ξέσαι>· τεμεῖν, κόψαι. ποιῆσαι. τεκτήνασθαι <ξέσμα>· ξόανον *<ξέσω>· ξύσω AS [<ξέσαι>· κατασκεύασαι. εἰργάζου] <ξεστήν>· ἐξεσμένην· "παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν" (η 174). λέγει δὲ καὶ συνθέτως· "ἐϋξέστῃς ἐλάτῃσιν" (Η 5) <ξεστόν>· γλυπτόν r. λεῖον. ποιητόν *<ξεστῇσιν>· εὖ ἐξεσμέναις, καλῶς <κατεσκευασμέναις> (Ζ 243) (Sn) <ξέστριξ κριθή>· ἡ ἑξάστιχος. Κνίδιοι <ξηραλοιφεῖν>· τὸ χωρὶς λουτροῦ ἀλείφεσθαι g. ἢ ξηροτριβεῖσθαι (Soph. fr. 454). <ξηρολουτεῖν>· τὸ αὐτό †<ξήριγγοι>· ποταμοὶ ἀεὶ ῥέοντες <ξηροκόλλα>· σύνθεσίς τις παρὰ τοῖς χρυσουργοῖς <ξίμβαι>· ῥοιαί. Αἰολεῖς †<ξίφαι>· τὰ ἐν ταῖς ῥυκάναις δρέπανα ἢ σιδήρια *<ξιφήρους>· ξίφος ἐχούσης AS ξιφηφόρου (vg) *<ξιφήρεις>· ξίφη κατέχοντες (Eur. Or. 1346) g <ξιφίας>· ἰχθῦς ποιός. [καὶ Δῆλος.] <ξίφιος> ὁμοίως r <ξιφίζειν>· ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖσθαι †<Ξιφίρου λιμήν>· Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ (fr. 33). ὁ πορθμός. ταῦτα γὰρ πάντα [τὰ] περὶ Ῥήγιον Ὠρίων ... <ξιφισμός>· σχῆμα ὀρχηστικὸν τῆς λεγομένης ἐμμελείας ὀρχήσεως <ξιφιστής>· φορεύς. τελαμών <ξιφισμάτων>· ὀρχημάτων <ξιφιστύς>· μαχαιρομαχία, μάχη ἐκ χειρῶν <ξιφοδρέπανον>· ἡ λεγομένη ἅρπη, ὅπλον <ξιφομάχαιρα>· ἡ μεγάλη μάχαιρα (Theopomp. com. fr. 25) *<ξιφοθήκη>· βελοθήκη AS <ξίφος>· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον <φάσγανον>. ξιφί- διον. καὶ πόα δέ τις <ξιφύδρια>· κοχλία <ξόανα>· *ἀγάλματα, εἴδωλα (ASvg), ζῴδια (g). κυρίως δὲ τὰ [ἐκ ξύλων ἐξεσμένα, ἢ λίθων r <ξοανῶν προθύρων>· ἐξεσμένων <ξοΐς>· μεταλλικὸν σκεῦος, καὶ λιθουργικόν <ξοός>· ξυσμός. ὁλκός <ξουθά>· οὐ μόνον ξανθά, ἀλλὰ καὶ λευκὰ καὶ πυῤῥά <Ξουθίδαι>· οἱ Ἴωνες. Ἴων γὰρ Ξούθου <ξουθόν>· λεπτόν. ἁπαλόν. ἐλαφρόν. ὑγρόν. πυῤῥόν. χλωρόν. †ἄργυρον. ξανθόν. πυκνόν. ὀξύ. τινὲς δὲ ποικίλον, εὐειδές, διαυγές *<ξύει>· κατασπᾷ AS. γράφει· ASvg ὡς παρ' Ὁμήρῳ. ἔνθεν καὶ <ξύσματα> τὰ γράμματα vg <ξυήλη>· ξυάλη. ἔστι δὲ καὶ ξιφίδιον, ὅ τινες <δρέπανον> λέγουσιν [<ξύλαχος>· σύνδενδρος τόπος] <ξυλεύς>· τὰ ξύλα παρέχων q AS. <παρὰ Κρησίν> AS. δοῦλος <ξυλεύεσθαι>· ξυλίζεσθαι *<ξυλιζομένην>· ξύλα συλλέγουσαν AS(vgn) <ξύλινον καρπόν>· τῶν δένδρων (Lev. 27,30) <ξυλίτης>· ἰχθῦς ποιός <ξυληβόρος>· ξυλοφάγος <ξυλλεκτόν>· συνειλεγμένον. παρεστός <ξύλον πρῶτον>· βάθρον τὸ ἐν τῇ προεδρίᾳ, καὶ <ἐν> τῇ ἐκ- κλησίᾳ καὶ <ἐν> τῷ δικαστηρίῳ <ξυλοφόρος>· ζῷόν τι ἱστορεῖται σκωλήκιον *<ξυλόχοιο>· ὑλώδους τόπου (Φ 573) (r) (gn) <ξύλοχος>· *σύνδενδρος τόπος AS(g) ps. καὶ ξυλώδης (Ε 162). δρυμός, ὕλη. ἢ θηρίου κοίτη <ξυλοδωνίη>· τεκτοσύνη. ναυπήγησις. κωπηλασία. κυβέρνησις *<ξυμβαίνοι>· συμφωνοῖ (Thuc. 4,4,2) AS(g)n *<ξυμβῇ>· συμπέσῃ (Thuc. 1, 140,1 ..) ASn <ξύμβλητε>· συνετύχετε *<ξύμβληντο>· συνήντων, συνέβαλλον (Ξ 27 ..) AS <ξυμβολιμαίας δίκας>· Ἀττικοὶ τὰς κατὰ συμβόλαια <ξύμβολος>· μάντις ἡ εὖ συμβάλλειν δυναμένη <ξυμβόλους>· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον. ἀνε- τίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινο- μένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν. Σοφο- κλῆ(ς) Ἀχαιῶν συλλόγῳ (fr. 152) *<ξύμμαχοι>· σύμμαχοι Avgn <ξυμφορά>· συντυχία. καὶ ἐπὶ ἀγαθοῦ τάσσεται <ὡς παρ' Αἰσχύλῳ ἐν Καβείροις>, καὶ ἐπὶ κακοῦ <παρὰ Σοφοκλεῖ> hm <ξυνά>· κοινά (r.) S <ξυνάγειραν>· συνήθροισαν *[<ξυναίρεται>· συνάπτεται] ASg *<ξυναλλαχθέντες>· κοινωνήσαντες ASs <ξυναμοργός>· δρεψαμένη *<ξυνάορον>· τὴν συμβιοῦσαν γυναῖκα, [γαμετήν (Eur. Or. 654) ASvgn <ξυνάνεσθαι>· συνανύεσθαι [<ξυνῆνες>· κοινωνοί] <ξυνάοροι>· ἀδελφοί S. ἀδελφαί *<ξυναρμόσας>· συνάψας vgSn. συνθήσας (Eur. Troad. 11?) <ξυναυλίαν>· πᾶν πρᾶγμα δισσόν. τὴν ὑπὸ δύο ἐπιτελουμένην αὔλησιν· ὅταν γὰρ δύο αὐλῶσι, <ξυναυλία> λέγεται *<ξυνάωρ>· εὐέα, δάμαρ, γυνή, ἄλοχος (Eur. Phoen. 1695) A *<ξυναόρων>· ἀνδρῶν (Eur. Or. 1136) AS *<ξυνέηκε>· συνέβαλεν (Α 8 ..) ASn *<ξυνεμπόρους>· κοινωνούς (Eur. Bacch. 57) A (S) *[<ξυνερεῖται>· συνέπεται] AS *<ξυνερέται>· συνερέται AS *<ξυνέται>· συμπολῖται AS *<ξυνάοροι>· ἀδελφοί S *<ξυνεβέβλητο>· συνεβέβλητο g. συνέτυχεν *<ξυνελαύνεις>· συμβάλλεις (Φ 394) (S) *<ξύνες>· σύνες. ἄκουσον (Β 26) ASvgn <ξυνέσεσθαι>· συνεῖναι. συμβαλεῖν (η 270) *<ξύνεσιν>· συνάφεσιν. *συμβολήν (κ 515) AS <ξύνεσις>· ἡ εἰς τὸ αὐτὸ συμφωνία <ξυνέχεται>· συμφέρεται *<ξυνεχῶς>· συνεχῶς, διαπαντός ASvg *<ξυνή>· κοινή (Ο 193) As <ξύνηβος>· συμπότης. συνῆλιξ *<ξυνήϊα>· κοινὰ καὶ ἀδιαίρετα χρήματα (Α 124) vgAS <ξυνῆκα>· συνῆκα r. ἔγνων (Eur. Andr. 919) <ξυνήλυσις>· σύνοδος <ξυνήονες>· κοινωνοί (Hes. Theog. 595) *<ξυνήορον>· κοινωνόν AS <ξυνηρετήσεις>· συνήσεις. συζυγήσεις *<ξύνθακος>· συγκάθεδρος (Eur. Or. 1637?) ASvg [<ξυνθήματος>· σημείου (Thuc. 4,67,4 ..) ASvg] <Ξυνιάς>· ὄνομα λίμνης *<ξυνιέναι>· νοῆσαι ASvg. συνιέναι r. vg *<ξύνιεν>· ἤκουεν (Α 273 v. l.) *<ξυνιέντες>· συνιέντες (Plat. Theaet. 196 e?) AS <ξυνίημι>· πέπεισμαι *<ξύνιον>· ἤκουον AS. συνῆκαν (Α 273 v. l.) A *<ξυνιόντας>· συμπορευομένους (Φ 390) (A) <ξύνισαν>· συνήρχοντο (Ξ 393) <ξυνίστορας>· συμπράκτορας <ξύνιστρον>· νόμισμα *†[<ξυνοθόκος>· ξενοδόχος] ASvg <ξυννενοφυῖαν>· σκυθρωπήν (Ar. fr. 395) <ξύνοδος>· σύνοδος. σύμπτωσις <ξυνοί>· κοινοί. καὶ ὅροι <ξυνομαρτεῖ>· ἀκολουθεῖ. συνομαρτεῖ *<ξυνόν>· κοινόν (Π 262 ..) ASgn <ξυνουσία>· συνήθεια. *συνουσία ASvgn *<ξυνοχή>· συνοχή An <ξυνοχῇσι>· τῷ συνέχοντι τόπῳ τοῦ καμπτῆρος, καὶ στενοῦντι ἀμφοτέρων τοὺς δρόμους (Ψ 330) *<ξυνπονῆσαι>· συνάρασθαι. ἀντι[τοῦ]λαβέσθαι (Eur. Hec. 862 ..) AS <ξυνστένομαι>· συνσπῶμαι. ξύομαι <ξυνθήματος>· συνθήματος. ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα, διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ (Thuc. 4,67, 4 ..) <ξυνέχοιτο>· συνέχοιτο. συνείη h <ξυντάσσεται>· συσκευάζεται <ξυντυχεῖν>· συντυχεῖν *<ξυνῳδά>· συνῳδά (Eur. Med. 1008 ..) ASvg *<ξυνών>· συνών (Eur. Hipp. 17) Avgbp *<ξυνωρίδα>· ζυγήν, <κυρίως δὲ> ἐπὶ τῶν ἡμιόνων. <Ὀρεύς> γὰρ ὁ ἡμίονος ASvg *<ξυνωρίς>· ἅρμα <ἐκ δύο> ἵππων συνεζευγμένον AS(vg) n <ξύομαι>· δέφομαι <ξυόεσσαν>· εὖ ἐξεσμένην <Ξυπεταία>· δῆμος τῆς Κεκροπίδος φυλῆς <ξυρεῖ>· ἀκονᾷ <ξύει>· τρίβει <ξυρμεύεσθαι>· ἀδιακρίτως λαλεῖν. καὶ καυχᾶσθαι. Ἀττικοί <ξυρόν>· τομόν. ἰσχνόν. ὀξύ <ξῦσαι>· χαράξαι, ἐπιγράψαι <ξυνεχῶς>· συνεχῶς, διαπαντός *<ξυμβαίνοι>· συμφωνοῖ AS <ξυσμά>· κνήφη. λέπρα (Sophr. fr. 53) *<ξυσμός>· κνησμός r. Avgn <ξυστάδες>· αἱ πυκναὶ ἄμπελοι. ἄμεινον δὲ τὰς εἰκῆ καὶ μὴ κατὰ στοῖχον πεφυτευμένας ἀκούειν *<ξυστίδα>· τὸ λεπτὸν ὕφασμα ASvg. ἢ εἶδος ἐνδύματος (Theocr. 2,74) *<ξυστίδες>· ποδήρη ἐνδύματα AS. ἢ χλανίδας κωμικάς S <ξυστίς>· τραγικὸν ἔνδυμα (Cratin. fr. 268). τινὲς δὲ χιτῶνα ποδήρη γυναικεῖον. ἄλλοι τὸ λεπτόν ... παρὰ τὸ ξύεσθαι <ξυστοῖς>· ἀκοντίοις (Ν 497) <ξυστόν>· ἀκόντιον, δόρυ g κατεσκευασμένον. καὶ τόπος, ἔνθα οἱ ἀθληταὶ γυμνάζονται *<ξυστός>· ὁμοίως [ἀνειμένος ἀθληταῖς τόπος q. ASvg <ξυστρολήκυθον>· κάδη καὶ βησσία ἐλαίου λουτρικά *<ξυστῷ>· τῷ δόρατι (Δ 469) g (Sn) *<>ξωθεν>· ἔξωθεν (Eur. Alc. 950) Avgn <Ξώλων>· ἔθνος βαρβάρων (Greg. Naz. epitaph. 146,1. 150,2) †<ξώστρα>· ψυκτρίς, ψυκτρία Ο· ἄρθρον προτακτικὸν ἀρσενικὸν ἑνικόν. καὶ ἀντὶ ἀρσενικοῦ ὑποτακτικοῦ πτώσεως ὀρθῆς τοῦ ὅς. καὶ ὑποτακτικὸν ἄρθρον οὐδετέρου ὀνόματος. καὶ ἀντὶ ἀναφορικοῦ τοῦ οὗτος (Α 9). καὶ ἀντὶ τοῦ διό (δ 206). καὶ ἀντὶ τοῦ ὅτι (Α 120) <ὄα>· δένδρον κάρπιμον· καὶ ὁ καρπὸς αὐτοῦ οὕτω καλεῖται. Ὄα καὶ μηλωτή, ὄϊς δὲ τὸ πρόβατον, καὶ ἡ σὺν τοῖς ἐρίοις δορά. ἡ δὲ ἐν τοῖς ἱματίοις ὤα *<ὁ ἀγελαῖος>· ὁ ἐν ἀγέλῃ διάγων A †<ὀάνυες>· ἐνέδραι †<Ὀασεῖς>· δῆμος τῆς Πανδιονίδος φυλῆς <ὀά>· οἴμοι <ὀάριζε>· ὡμίλει (Ζ 516) <ὄαρας>· γάμους. οἱ δὲ γυναῖκας <ὀαρίζειν>· ἄνδρας καὶ γυναῖκας ὁμιλεῖν· "παρθένος ἠίθεός τ' ὀαρί- ζετον ἀλλήλοισι" (Χ 128) <ὀαρίζουσιν>· εἰρηνεύουσιν <ὀαρισμοί>· *διάλογοι Avg. ἢ ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαι· <ὄαροι> γὰρ αἱ γυναῖκες (Χ 128) *<ὀαριστής>· ὁμιλητής. συσχολαστής (τ 179) AS <ὀαριστύν>· μάχην (Ν 291) <ὀαριστύς>· *ὁμιλία ASn. ἢ παραλογιστικὴ διήγησις. ἢ ἀδο- λεσχία *<ὀάρων>· γυναικῶν (Ι 327) ASvgn <ὄαροι>· αἱ γυναῖκες, ἀπὸ τοῦ συνηρμόσθαι· "ὀάρων ἕνεκα σφε- τεράων" (Ι 327). μῦθοι, λόγοι. βουλεύματα. τινὲς δὲ θιάσους. καὶ παιδιὰν περὶ τὰ ἀφροδίσια <ὁ Βάκχιος>· ὁ Διόνυσος *<ὀβελίας ἄρτος>· ὁ ἐπὶ ὀβελίσκου ὀπτώμενος ASvg <ὀβελίσκοι>· ὀβελοί <ὀβελοῖς>· ὀβελίσκοις (μ 395) <ὀβολοί>· *νουμία (AS). καὶ τόκοι AS. καὶ εἴδη νομισμάτων (Prov. 17,6) (ASvg). καὶ ἐν ἄστει δικαστικοὶ μισθοί <ὀβολοστάτης>· ὀβολοστάτας τοὺς δανειστὰς ἔλεγον. ἐδίδουν δὲ σταθμῷ οἱ δανείζοντες· διὸ ὀβολοστάται προσηγορεύθησαν. τινὲς δὲ τὸ δανείζειν <ἱστάνειν> φασίν (Ar. Nub. 1155) <ὀβολοστατεῖν>· δανείζειν <ὀβρικάλοις>· τοῖς τῶν θηρίων ἐκγόνοις (Aesch. Ag. 143) *<ὀβριμοεργός>· ἰσχυρὰ ἢ μεγάλα ἐργαζόμενος ἔργα, μεγαλο- πράγμων (Ε 403) ASvg <ὄβριμον>· βαρύ. ἰσχυρόν (Δ 453) *<ὀβριμοπάτρη>· ἰσχυρὸν πατέρα ἔχουσα (Ε 747) ASn *<ὄβριμος>· ἰσχυρός. γενναῖος. δυνατός ASvgn. [καὶ <ὀβριμοπά- τρις> λέγεται ὁ ἰσχυρὸς πατήρ] <ὁ βρισαύχην>· ὁ τὴν αὐχένα βαρῶν (Greg. Naz. c. 1, 2,14, 101) (T) <ὁ γάρ>· οὗτος γάρ n, οὗτός γε (Α 9) <ὀγάστωρ>· ὁμογάστωρ <Ὄγγα Ἀθηνᾶ>· ἐν Θήβαις, ἐπιχώριον ἐπώνυμον ἔχουσα ..... <ὀγδόα>· ἡμιχοίνικον <ὀγδοαῖον>· θυσία παρὰ Ἀθηναίοις τελουμένη Θησεῖ <ὅ γε>· οὗτός γε (Α 93 ..) <Ὄγκας Ἀθηνᾶς>· τὰς Ὠγυγίας πύλας λέγει (Aesch. Sept. 487) <ὀγκᾶται>· βοᾷ <ὀγκηθμός>· κραυγὴ ὄνου <ὀγκίς>· γωνία p. μέγεθος <ὀγκίαι>· θημῶνες. χώματα. σιδηροθήκη <ὀγκίον>· ἀγγεῖον, ἐν ᾧ αἱ ἀκίδες. ἢ πλέγμα κιστοειδές, ἐν ᾧ ἀπέκειντο οἱ πελέκεις. εἴρηται δὲ ἀπὸ τοῦ ὄγκου (φ 61) <ὄγκοι>· αἱ ἐξοχαί, καὶ γωνίαι τῶν ἀκίδων. καὶ πώγωνες τοξικῶν βελῶν (Δ 151) <ὀγκολογῆσαι>· γογγύσαι <ὀγκοπελεθίαν>· πελέθου γέμουσαν <ὄγκος>· φύσημα. ὑπερηφανία. ἔπαρσις. μέγεθος (Hebr. 12,1) <ὄγκους>· τοὺς πώγωνας τῶν ἀκίδων (Δ 151) A. [ἰσχυρῶς, γενναίως] <ὀγκοῦται>· φυσιοῦται <ὀγκύλλεσθαι>· ὑψαυχενεῖν (r). καὶ ἐπαίρεσθαι. καὶ ὄγκον περιβεβλῆσθαι <ὀγκύλον>· σεμνόν. [γαῦρον r <ὄγμος>· ἡ ἐφεξῆς φυτεία. μεταφορικῶς δὲ καί, ὅταν πορεύωνται ἐφ' ἕνα τεταγμένοι κατὰ στίχον, <ὄγμον> λέγουσιν. ὁ δὲ τῶν θεριζόντων στίχος <ὀγμεύειν> λέγεται <ὄγμους>· τοὺς αὔλακας· διὰ τὸ †ὄγμους εἶναι (Σ 546) <Ὀγχηστός>· πόλις Βοιωτίας (Β 506) <ὄγχναι>· αἱ ἄπιοι (η 115) (r) <ὄγχνια>· ἄπιον <>ὸ γυῖα>· μέλη (Η 6) *†<ὄγυρον>· ἱμάτιον Ags. [οἱ δὲ μάταιον] <ὄδα>· φορτία. ἢ ὤνια. οἱ δὲ †<ὀδάβα <ὄδαγμα>· βρῶμα, ἀντὶ τοῦ ... εἰς τὴν ὁδόν. ἐνεκάθητο γάρ φησι ἐν τοῖς ὁδοῖς <ὀδαῖον>· πράσιμον r. καὶ εἰς ἐκδημίαν ἐφόδιον. <Δωριεῖς> <ὀδαίων>· ὠνίων. <ὀδῆσαι> γὰρ τὸ ὠνήσασθαι (θ 163) <ὀδακτάσαι>· δακεῖν τὴν καρδίαν. ἢ ἀκύρως τὸ τοὺς ὀφθαλμοὺς παρορύξαι <ὁδαγός>· ὁδηγός s <ὀδάξ>· τοῖς ὀδοῦσι ἐμπεφυκότες, ἐνδακόντες. ὅμοιον δὲ τὸ <ἀπρίξ> *<ὀδάξει>· τοῖς ὀδοῦσι δάκνει ASvg *<ὀδαξησμός>· τρισμὸς ὀδόντων vgn. δηγμός AS. κνησμός ASg <ὀδαρός>· ὀκνηρός <ὀδασμένος>· ὠνεῖσθαι ἐπειγόμενος h <ὀδαχᾶς>· καταπύγων. Ταραντῖνοι *<ὁ δέ>· ὁ δεῖνα ASvg. οὗτος δέ n. (Α 47) [αὐτὸς ἐγώ] <ο δέγμην>· προσεδόκων *<ὅδε ἐγώ>· αὐτὸς ἐγώ (π 205) ASvg. †αὐτῷ ἢ αὐτοί n <ὁδεῖν>· πωλεῖν *<ὁδέον>· πράσιμον. ἢ εἰς ἐκδημίαν ἐφόδιον. <Δωριεῖς> A <ὅδερος>· γαστήρ <ὃ δέ τοι>· οὗτός σοι (Α 239) <ὁδεύει>· περιπατεῖ. ἀπέρχεται <ὃ δή>· ὃς δή (Α 388) τοῦτο δή. ἢ στρώματα <ὀδήσεις>· ὠνήσεις <ὀδῆσαι>· πρίασθαι. ἀποδόσθαι. ὠνήσασθαι <ὄδησον>· πώλησον r. S <ὁδηθείης>· ληφθείης. πραθείης †<Ὁδία>· ἡ Κόρη θεός† *<ὁ διμαλέος>· εὐλαβής ASvgp *<ὁδίτης>· ὁδοιπόρος (Π 263) ASvg *<ὁ δίοπος>· κυβερνήτης ASvg [<ὀδίνουσα>· ἀποφορά. ὀσμή] †<ὀδμαῖος>· ὀλίγος. ἀτερπής. πονηρός. φορτηγός. πράσιμος. ὠνήτης <ὅδιος>· οἰωνὸς αἴσιος. καὶ ἐπίθετον Ἑρμοῦ *<ὀδμή>· ὀσμή ASvg. ὄσφρησις AS. ἀποφορά ASvg <ὀδμηνός>· πολύοσμος. εὔοσμος <ὁδοιδοκεῖ>· ὁδοσκοπεῖ <ὁδοιδόκος>· κλώψ. ἐνεδρευτής. κακοῦργος ἔνοδος, [λῃστής p <ὁδοιπόριον>· ἡ ἐπὶ τῷ συνοδεῦσαι ἢ συμπλεῦσαι εὐωχία (ο 506) Σ †<ὀδολκαί>· ὀβολοί. Κρῆτες <ὀδόλυνθοι>· ἐρέβινθοι <ὀδοντίδας>· πολυφάγος *<ὁδὸν εἰρήνης>· τὴν κατὰ θεὸν πολιτείαν (Rom. 3,17) gn <ὀδοντισμός>· εἶδος αὐλήσεως· ὅτε ἡ γλῶττα προσβάλλεται πρὸς τὸν ὀδόντα <ὁδουρούς>· τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας (Eur. fr. 260) <ὁδούρης>· ὁ τῆς ὁδοῦ ἄρχων, ἢ κατάρχων <ὁδουρός>· ἐνεδρευτὴς καθ' ὁδόν. ὁδοῦ κατάρχων. προοδοιπόρος. κακοῦργος hm <ὁδοῦται>· καθ' ὁδὸν πορεύεται (Hdt. 4,139,2) *<ὁδοιδόκος>· ἐν ταῖς ὁδοῖς πανοῦργος AS κλώψ ASvg *<ὀδυνᾷ>· λυπεῖ (A). καταπονεῖ (Sap. 14,24) *<ὀδύνη>· λύπη. πόνος (ASvg). ταπείνωσις παρὰ ἀλλοτρίων. ἢ ἀλγηδών (A) *<ὀδυνάων>· ὁμοίως A. ἢ θλίψεων (Δ 117) (AS) <ὀδυνηρόν>· λυπηρόν r. ἐπίπονον *<ὀδυνήφατα>· τὴν ὀδύνην παύοντα n, ἀφανίζοντα τὰς ὀδύνας S(g), ἢ παυσίπονα (Ε 401) *<ὁδοιπορεῖ>· ὁδεύει AS *<ὀδυρμός>· κλαυθμός (Ierem. 38,15) r. vgn <ὀδύσασθαι>· χολωθῆναι <ὀδυσθῆναι>· ὀδύσασθαι. χολωθῆναι, θυμωθῆναι, ὀργισθῆναι *<ὀδυσσαμένοιο>· ὀργισθέντος (Θ 37) ASn <ὀδυσσάμενος>· ὀργισθείς (τ 407) r *<ὄδωδεν>· ὄζει, πονηρὰν καὶ βαρυτάτην ἀποφορὰν πνεῖ vg(n), ἢ εὐῶδές ἐστιν <ὀδωδή>· ὀσμή r *<ὀδωδός>· ὄζον ASn <ὀδώδυσται>· ὤργισται (ε 423) <ὁδῷ ἔπι>· παρ' ὁδῷ. ἐπὶ ὁδῷ (Ζ 15) <Ὀδωνίς>· ἡ Θάσος τὸ πάλαι <ὀδών>· ὀδούς [<ἐὰ>· μηλωτή] <ὁ δ' ὡμάρτησε>· συνηκολούθησεν οὗτος (Greg. Naz. c. 1,2,1, 559) [<ὀέα>· μηλωτή] <ὄες>· κῴδια <ὀέσχαι>· μηλωταί. βαῖται, ἤγουν δερματίνη ... <ὀέτεας>· ... παρὰ τοῖς βαρβάροις ὁ καλλίθριξ <ὀζεία>· θεραπεία <ὀζήρεις>· οἱ σφριγῶντες <ὄζος>· κλάδος. καὶ ὁ ἀπὸ τοῦ στελέχους σχιζόμενος ἀκρεμών· "ὄζῳ ἐπ' ἀκροτάτῳ" (Β 312) <Ὀζόλης>· Λοκρῶν γένος τι *<ὄζος Ἄρηος>· ὁ κλάδος τοῦ πολέμου. ὁ πολεμικός (Β 540 ..) An <Ὀζείας>· ἰσχὺς Ἰαώ. ὁ αὐτὸς ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν (15,34) <Ἀζαρίας> *<ὄζων>· κλάδων (Eur. Bacch. 1070) (Sg) *<ὄζους>· κλάδους (Α 234) ASn *[<ὀζοφύδιον>· θρηνητικόν] ASg <ὄζυγες>· ὁμόζυγες r <Ὄη>· δένδρον. καὶ δῆμος τῆς Ἀττικῆς <ὃ θαρσαλέως>· εὐθαρσῶς, θαρσῶν (υ 269) <ὅθεν>· ἔνθεν (Δ 58 ..) *<ὄθεσαν>· ἐπεστράφησαν ASvgn <ὄθεσθαι>· φροντίζειν. ἐντρέπεσθαι. μέμφεσθαι. δεδοικέναι *<ὄθεται>· ἐπιστρέφεται (Ο 107) n <ὀθέτη>· ἅμαξα ἡμιονική <ὀθεύει>· ἄγει. φροντίζει *<ὀθέων>· φροντίζων ASvg <ὄθη>· *φροντίς ASvg. ὤρα. φόβος. *[λόγος ASvg *<ὁ θηλυδρίας>· ὁ γυναικεῖος AS(vg) <ὅθι>· ὅπου ASgn. ἔνθα (Β 722) <ὄθιζα>· ἅμαξα ἡμιονική <ὄθματα>· ὄμματα. Αἰολεῖς <ὀθνεῖα>· μάταια. ἀλλότρια, ἀλλοεθνῆ, ξένα, ἀλλογενῆ †*<Οθοῖ>· ὄνομα κύριον S *<ὄθομαι>· ἐπιστρέφομαι, φροντίζω (Α 181) r. AS <ὀθόναι>· τὰ περιβόλαια πάντα· παρὰ τὸ <ἕσασθαι>. τινὲς δὲ ζώνας ἀποδεδώκασιν <ὀθόνη>· σινδών. ζώνη. τελαμών. γυναικεῖον ὀθόνιον λεπτόν. καὶ *πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ ASvgn <ὀθόνῃσι>· λεπτοῖς ἱματίοις (Γ 141) <ὀθόνια>· λινᾶ ἱμάτια (Iud. 14,13 ..) r *[<ὄθριζε>· διελέγετο] AS †<ὀθρεῖν>· ἄγειν <ὄθροον>· ὁμόφωνον, σύμφωνον <ὀθρυόεν>· τραχύ. ὑλῶδες. δασύ. κρημνῶδες <ὄθρυν>· Κρῆτες τὸ ὄρος <Ὀθρωνός>· ἡ πρὸς Κερκύρᾳ νῆσος <ὀθῶς>· ταχέως <οἷ εἴη>· γένοιτο <οἱ>· αὐτῷ. αὐτῇ. ἢ οἵτινες. ἢ αὐτοῦ. ἢ ἄπιθι. ἢ πορεύου <οἱ>· ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικόν, καὶ ὑποτακτι- κόν. καὶ ἀντὶ τοῦ οὗτοι. καὶ ἀντωνυμία τρίτου προσώπου *[<ὄθημον>· ὑστερινόν g] [<ὄθομαι>· ἐπιστρέφομαι] *<οἷα>· ὥσπερ ASvg, καθάπερ (Eur. Or. 1352 ..) vg *<οἷα δή>· ἅτε δή AS, ὥσπερ δή (Eur. Bacch. 291 ..) vg [ἢ ἐνέχυρα] *<οἶαι>· διφθέραι, μηλωταί AS <οἴακες>· *πηδάλια ἤτοι αὐχένια AS. καὶ οἱ ταῦτα ἐπιστρέφοντες κανόνες (g). καὶ κρίκοι, δι' ὧν ἱμάντες διείρονται [<οἵδε>· οὗτοι] *<οἰακίζει>· ἐλαύνει. διοικεῖ, [κυβερνᾷ (Iob 37,10) Avgn *<οἰακοστρόφος>· κυβερνήτης (Eur. Med. 523) r. AS *<οἰακοστροφῶν>· κυβερνῶν AS (vg) b *<οἴαξ>· πηδάλιον. ὁδηγός (Eur. Or. 795) ASn <οἴαξιν>· αὐχενίοις, πηδαλίοις <ὄϊας>· τὰ θήλεα πρόβατα *<οἴδημα>· φλεγμονή. φύσησις. ὄγκωμα. ἀπόστημα. ὡς ἐκ μετα- φορᾶς δὲ τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται AS *<οἵδε>· οὗτοι ASvg <οἷα>· τὰ δυνατά. [Αἰολεῖς] <οἰατᾶν>· κωμητῶν (Soph. fr. 130). <Οἶαι> γὰρ αἱ κῶμαι. <Αἰο- λεῖς> <οἷα τε καὶ αὐτός>· ὡς καὶ αὐτός *<οἱ αὐτοί>· οἵγε οὗτοι <οἰάτιδος ἐκ νομοῦ>· Σοφοκλῆς Οἰδίποδι ἐπὶ Κολωνῷ (1061). γῆς προβατευομένης ἐκ νεμήσεως. οἱ δὲ ἀπὸ τοῦ δήμου· κακῶς· οὐ γὰρ ἐγγὺς κεῖται <οἳ γάρ οἱ>· οὗτοι γὰρ αὐτῷ *<οἴγει>· ἀνοίγει ASvg. οἰγνύει *<οἰγόμενος>· ἀνοιγόμενος r. AST *<οἰδαίνει>· οἰδεῖ. ἐπαίρεται. σπαράσσει. φλεγμαίνει ASn *<οἰδαίνουσι>· φλεγμαίνουσι. φυσῶσιν AS. [*<οἴδεα πόντα>· τὸν μέλαν A] <οἰδαίνεσθαι>· θυμοῦσθαι. καὶ τὰ ὅμοια <οἱ δέ νυ>· οἱ δὲ δή. ἢ *[οὗτοι ASvg δὲ S <οἴδημα>· *ὄγκωμα. ἀπόστημα ASvg. ταραχὴ κυμάτων *<οἰδήματα>· φλυκτίδες AS. καὶ τὰ ὅμοια *<οἰδήσεις>· ὁμοίως Avg. ἐπάρματα g *[<οἰδημός>· ψεκτός] AS *<οἶδμα>· κῦμα. ἔπαρμα Svn. ῥεῦμα, πέλαγος (Eur. Phoen. 202). αὔξημα *<οἴδματα>· τὰ αὐτὰ Av πληθυντικῶς *<οἱ δόσις>· αὐτῷ δόσις (Κ 213) An <οἰδοῦντες>· ὀγκοῦντες. καὶ τὰ ὅμοια *<οἵ ἑ>· οἵτινες αὐτόν (Δ 534) n *<οἴεαι>· νομίζεις ASvg. ὑπολαμβάνεις (κ 380) v <οἴεο>· νόμιζε, ὑπολάμβανε *<οἶες>· πρόβατα Avgn *<οἴεσθαι>· ὑπονοεῖν, ὑπολαμβάνειν vg <οἱ εἰς τὸ γόνυ>· ἦν συνθέματος στρατιωτικοῦ ἐπώνυμον <οἴεται>· ὑπολαμβάνει, ὑπονοεῖ (ρ 586) *<οἰέτεας>· ἰσοετεῖς. ὁμήλικας (Β 765) n <ὀΐζυε>· κακοπάθει, μόχθει (Γ 408) <οἰζύει>· μογεῖ, πάσχει <ὀϊζύομεν>· κακοπαθοῦμεν, πάσχομεν (Ξ 89) *<ὀϊζύος>· κακοπαθείας (Ζ 285) An *<οἰζυρά>· πονηρά. [μοχθηρά (Sn), ἐπίπονα (Sgvn), ταλαίπωρα (ASn), κακοπαθῆ (ASvg) <οἰζύς>· πτωχεία. *κακοπάθεια, ταλαιπωρία ASn, κακουχία <οιη>· μόνη n, μία s. νομίζεις, ὑπολαμβάνεις. ἢ ὁποία <οιη δέ>· τὰ αὐτά. ὁποία δέ <οἰηθῆναι>· δόξαι, [ὑπονοηθῆναι r <οἰητᾶν>· κωμητῶν (Soph. fr. 130) <οἰήϊα>· πηδάλια ASn. ἡνίαι. οἴακες (Τ 43) *<οἴης>· μόνης (g). ὁποίας (Ι 638) *<οἰήσεως>· δοκήσεως ASvg. ἐπάρσεως vg. ὑπονοίας (AS). νομί- σεως <οἰΐας>· τῶν προβάτων τὰ σκεπαστήρια δέρματα <οἷ κα>· ὅπου <ἄν> <οἴκαδε>· οἶκόνδε, *εἰς οἶκον n. εἰς τὸν ἴδιον οἶκον ASvg, εἰς τὰ οἰκεῖα (Α 19) Σ <οἱ καθ' ἡμᾶς>· οἱ πρὸς ἡμᾶς <οἰκάριον τὸ ὄπισθεν γυναικωνίτιδος> (Lys. fr. 244 Tur.) †<οἰκανόν>· τὸ οἰκεῖον *<οἰκεῖ>· μένει AS <οἰκεία>· ἰδία r *†<ὀικεῖλαι>· ἐκβληθῆναι g <οἰκεῖοι>· οἱ κατ' ἐπιγαμίαν ἀλλήλοις προσήκοντες. ἢ ἴδιοι. καὶ κατὰ τὴν οἰκίαν πάντες <οἰκειώσαντο>· ἰδιοποιήσαντο <οἵ κέ ἑ>· οἵτινες αὐτόν (Ι 155) <οἵ κέ με>· οἵτινες δή με (Α 175) <οἰκέοιτο>· οἰκοῖτο (Δ 18) <οἰκέται>· οἱ κατὰ τὸν οἶκον πάντες <οἰκετεύεται>· συνοικεῖ *<οἰκέτης>· δοῦλος g. ὑπουργός <οἰκέτις>· κατοικίδιος <οἰκεύς>· ὑπόχρεως οἰκέτης S <οἰκῆϊ>· οἰκέτῃ, δούλῳ (δ 245) <οἰκῆας>· οἰκείους (Ε 413). πάντας τοὺς κατὰ γένος προσήκον- τας. καὶ τοὺς δούλους. καὶ πάντας τοὺς κατὰ τὴν οἰκίαν· "κήδετο δ' οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς" (ξ 4) <οἴκημα>· τὸ δεσμωτήριον (Lys. fr. 326 Tur.). Ἀττικοὶ δὲ τὸ πορνεῖον <οἰκητήρια>· σκεύη τὰ κατ' οἶκον (Alcae. com. fr. 27) <Οἰκιάδης>· Σιμωνίδης. καὶ Ἱππόνου πατήρ <οἰκία>· οἶκοι <οἰκίδδειν>· καθίσαι <οἰκίζουσιν>· οἰκοῦσιν <οἰκιήτης>· ὠνητὸς δοῦλος *[<οἰκιμβάζειν>· στραγγεύεσθαι vn. διατρίβειν] <οἰκίσκος>· ὁ τῶν ὀρνίθων [ἢ ἐλεεινός] (Ar. frg. 405. 406) <οἰκιστής>· οἰκίζων [<οἴκιστρον>] <οἴκτιστον>· ἐλεεινόν [ἢ οἶκον] <οἰκογενής>· δοῦλος. ἢ συγγενής (Gen. 15,3 ..) <οἴκοθ' οὖρος>· οἰκουρὸς κύων <οἴκοθι>· ἐν οἴκῳ s. [ἢ ἐξ οἴκου] *<οἴκοι>· οἴκοθι. [ἐν οἴκῳ (Α 113) ASvg *<<οἴκοθεν>>· ἐξ οἴκου ASg <οἰκονομία>· βράβευσις. διοίκησις <οἰκονόμος>· ὁ τὸν οἶκον νεμόμενος φύλαξ <οἶκος>· ὅλη ἡ οἰκία· "οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος" (φ 16). καὶ μέρος τι τῆς οἰκίας· "ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε" (Ζ 490). καὶ τὰ ἐν τῇ οἰκίᾳ· "νῦν αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα ..." (β 48) <οἰκόσιτος>· μισθωτὸς ἑαυτὸν τρέφων *<οἰκότριψ>· οἰκογενὴς δοῦλος Avg <οἰκότριψ>· ὁ θρεπτός. διαφέρει δὲ οἰκέτης οἰκότριβος· ὁ μὲν γὰρ οἰκότριψ γονέων δοῦλος· ὁ δὲ οἰκέτης οὐ πάντως· ἀλλὰ καὶ ὁ αἰχμάλωτος· καὶ ὁ ἐν οἴκῳ ὤν <οἰκοτρίβαιον>· τὸ<ν> ἐκ δούλου δοῦλον <οἰκούρια>· κυρίως τὰ ὑπὸ τῶν μητέρων προσφερόμενα τοῖς νηπίοις παίγνια. ἢ *[ἡ κατ' οἶκον φυλακή (A) S <οἰκουρὸν ὄφιν>· τὸν τῆς Πολιάδος φύλακα δράκοντα. καὶ οἱ μὲν ἕνα φασίν, οἱ δὲ δύο ἐν τῷ ἱερῷ τοῦ Ἐρεχθέως. τοῦτον δὲ φύλακα τῆς ἀκροπόλεώς φασι, ᾧ καὶ μελιτοῦτταν παρα- τίθεσθαι (Ar. Lys. 759) *<οἰκουρός>· ὁ φροντίζων [τὰ] τοῦ οἴκου ASvgn, καὶ φυλάτ- των n. οὖρος γὰρ ὁ φύλαξ ASvgn. λέγεται <οἰκοφθόρους>· μοιχούς *<οἰκτείρημα>· ἔλεος (Ierem. 38,3) AS <οἰκτείρειν>· ἐλεεῖν <οἰκτίζει>· θρηνεῖ <οἶμον>· κύκλον. ἔνθεν καὶ <παροιμία> κέκληται, τὸ παροδικὸν διήγημα. ἔστι δὲ λόγος ὠφέλιμος. καὶ ὁδός *<οἴκτιστα>· ἐλεεινά (χ 472) (ASvg) *<οἶκτος>· θρῆνος. ἔλεος. συμπάθεια AS. φιλανθρωπία vg (b 81) <οἰκτρά>· ἐλεεινά (Eur. Phoen. 627 ..). †ἐλάχιστα *[<οἰκριβάντες>· ἐμβάται AS] *<οἰκτριζόμενος>· ἐλεούμενος AS <οἰκτρογοοῦντας>· οἰκτιζομένους, ἐλεουμένους *<οἰκτρός>· ἐλεεινός vn. ἐλάχιστος. ἐλέου ἄξιος (Λ 242) vg(A). δειλός. βραδύς *†<οἴκων μωστορνύν>· τῶν οἴκων μέσον τινὰ ὁρμᾶν ASn <οἰκωφελίη>· εὐπορία, ἐξ ἧς ὁ οἶκος ὠφελεῖται (ξ 223) †<οἰλάωμα>· τὸ προστιθέμενον τῇ πλάστιγγι τοῦ ζυγοῦ, ἐὰν μὴ ἰσοῤῥεπῇ *<οἶμαι>· νομίζω, ὑπολαμβάνω r. ASvgn <οἶμα>· ὁρμή (Π 752) p <οἰμᾶν>· δύεσθαι, ὑποβρύχιον εἶναι. καὶ ὁρμᾶν <οἴματα>· ἀετοῦ ὁρμήματα· g (AS) "ἀετοῦ οἴματ' ἔχων" (Φ 252) <οἴμη>· φωνή. ὁδός. λόγος. ἱστορία. ᾠδή. ὅθεν <προοίμιον> τὸ πρὸ τῆς ᾠδῆς. καὶ κύκλος *<οἴμης>· γενικῶς, τὰ αὐτά (θ 74) (A) <οἴμημα>· ὅρμημα r *<[οἰμῆσαι] οἴμησεν>· ὥρμησεν (Χ 140) g. [ἦσαν] †<οἴμηλα>· [οἰμίηλα]. ἀκρόδρυα <οἶμοι>· στίχοι, ὁδοί (Λ 24) *<οἴμοι>· ἐπίφθεγμα θρήνου (Ioe(l 1,15 ...) r. ASvg *<οἶμον>· <ὁδόν, κύκλον> (Eur. Or. 1252) ASvgn <οἶμος>· ὁδός. κύκλος. τρίβος. ὅθεν καὶ τῆς ἀσπίδος κύκλους <οἴμους> ἐκάλεσαν (Λ 24) *<οἰμωγαί>· θρῆνοι ASvg, ὀδυρμοί, στεναγμοί vgn (AS) *<οἰμώζει>· τὰ αὐτά vgn <οἰμωκτιᾶν>· τὸ οἰμῶξαι <οἶν>· συνεῖρον τὸ ὄϊν ἀῤῥενικῶς Ἀττικοί *<οἴνα>· τὰ τῆς ἀμπέλου φύλλα (Eur. Phoen. 229) r. AS <Οἰνάδας ἀκτάς>· ἀντὶ τοῦ Οἰνωάτιδας <οἰνάδες>· ἀμπελώδεις τόποι <Οἰνόαι>· οἱ μὲν τῆς Ἀτταλίδος, οἱ δὲ τῆς Πτολεμαΐδος φυλῆς εἶναι ... <οἳ ναίουσιν>· οἵτινες οἰκοῦσιν (Β 130) n <Οἰναῖοι τὴν χαράδραν>· παροιμία τεθειμένη ἐπὶ τῶν ἑαυτοῖς κακόν τι προσελκομένων. φησὶ δὲ Δήμων, ὅτι τῆς Ἀττικῆς ἐστι τόπος Οἰνόη. οἱ δὲ ἐνταῦθα γεωργοῦντες, παροχετεύοντες τὴν ἄνω φερομένην χαράδραν, ἀρδεύειν τὰ δένδρα καὶ τὰς ἀμπέλους ἐπεχείρουν· ὕδατος δὲ πολλοῦ γενομένου συνέβη καταῤῥαγέντα τὸν ποταμὸν τῶν κτημάτων πολλὰ διαφθεῖραι, καὶ τῶν τόπων δὲ τοὺς κύκλους ἐγχῶσαι <οἰνάνθη>· ἡ ἔκφυσις τῆς ἀμπέλου. ἔστι δὲ καὶ ἕτερον φυτὸν οὕτως λεγόμενον *<οἰνάς>· γένος κόρακος. οἱ δὲ ἀγρίαν περιστεράν AS <οἴναρα>· τὰ τῆς ἀμπέλου φύλλα r <οἰναρίζειν>· φυλλολογεῖν. ἀμπέλους ἐργάζεσθαι <οἰναρίς>· κληματίς r <οἰνάς>· εἶδος περιστερᾶς ἀγρίας <Οἰνᾶτις>· Ἀρτέμιδος τῆς ἐν Οἰνόῃ τῆς Ἀργείας <ἐπώνυμον> (Eur. Herc. 379?) *<οἰναχθής>· μέθυσος ASv. μεθύων <οἴνη>· ἡ ἄμπελος. καὶ κυβευτικὸς λέγεται βόλος, ὁ κενὸς καὶ ἀντικείμενος τῷ ἓξ, ὁ καὶ Χῖος. <Οἰνίζειν> γὰρ τὸ μονάζειν κατὰ γλῶσσαν <οἰνήρυσις>· ἀγγεῖον, ὡς κοτύλη, μεθ' οὗ τὸν οἶνον ἀντλοῦσιν (Ar. Ach. 1067) <οἰνίαξ>· εἶδος κόρακος †<οἰνιεῖς>· ταχεῖς. ὀξεῖς <οἰνίζειν>· τὸ μονάζειν κατὰ γλῶσσαν <οἰνίζεσθε>· οἶνον ὠνεῖσθε (Θ 506) <οἰνίζοντο>· ὅμοιον (Η 472 ..) <οἰνιστήρια>· Ἀθήνησιν οἱ μέλλοντες ἐφηβεύειν, πρὶν ἀποκεί- ρασθαι τὸν μαλλόν, εἰσέφερον Ἡρακλεῖ μέτρον οἴνου, καὶ σπείσαντες τοῖς συνελθοῦσιν ἐπεδίδουν πίνειν. ἡ δὲ σπονδὴ ἐκαλεῖτο οἰνιστήρια (Eupol. fr. 135) <οἰνοβαρής>· οἴνῳ βεβαρημένος. μέθυσος (Α 225) *<οἴνοπα>· μέλανα Sn. οἰνώδη τῇ χροιᾷ (Α 350 ..) n <οἰνοπέδοιο>· οἰνοφόρου, ἀμπελοφύτου γῆς (Ι 579) <οἰνοπήκτην>· οἰνόδεσμον *<οἰνωπόν>· μέλαν. ἀμαυρόν. [οἰνοειδές (Eur. Phoen. 1160 ..) n *<οἰνοποτάζει>· εὐωχεῖται. οἰνοποτεῖ gn. πίνει (ζ 309) (AS) <οἰνόπται>· ἀρχὴ εὐτελής, καθ' ἣν θρυαλλίδας καὶ λύχνους καὶ τὰ τοιαῦτα δεῖ τὸν αἱρεθέντα ἄρχοντα παρέχειν (Eupol. fr. 205) <Οἶνος>· Διόνυσος <οἰνόσπονδοι θυσίαι>· ἐν αἷς οἶνος σπένδεται <Οἰνότροποι>· αἱ Ἀνίου θυγατέρες (Callim. fr. 188) <οἶνος ἀμπέλινος>· τοῦτο δηλοῖ καὶ ἐξ ἑτέρων γίνεσθαι οἶνον (Hdt. 2, 37,4) <Οἰνούσιος>· εἶδος ἀμπέλου <οἰνοῦσσα>· μάζα οἴνῳ πεφυραμένη A. ἢ ἡ διακονοῦσα τοῖς συμποσίοις <οἰνοῦσσαι> καὶ <οἰνοῦτται>· τοιαῦται *<οἰνοφλυγίαι>· μέθαι (Philo v. Mos. 2,185) (ASp) *<οἰνόφλυξ>· αἰσχρός g. μέθυσος r. ASvgn *<οἰνόφλυξ>· μέθυσος ASvg. ὁ κατεπίθυμος οἴνου, †οἰνοφερής, πάροινος <οἰνοχίτωνας ἐλαίας>· ... *<οἰνοχοεῖ, οἰνοχοεύει>· τὸ κιρνᾶν <οἶνον> ASgn <οἰνοχόην>· τὴν κατάχυσιν. τὸ ἀγγεῖον *<οἰνοχόος>· ὁ πιγκέρνης (2. Esdr. 11,11) r. ASvgnp <οἰνῶνες>· αἱ ἀποθῆκαι r <οἰνῶντα>· μονήρη <οἴνοπα. οἰνωπόν>· πορφύρεον, [μέλανα S <οἰνωροί>· οἱ ἱεραγωγοὶ Διονύσου <οἴνωτρον>· χάρακα, ᾗ τὴν ἄμπελον ἱστᾶσι. Δωριεῖς <οἰνώψ>· οἶνοψ. μέλαν *<οἴξας>· ἀνοίξας (Eur. Alc. 547) r(s) Σ *<οἴξασα>· ἀνοίξασα (Ζ 89) r. ASn *[<οἶο>· [οἴω] σου αὐτῶ μόνω] AS *<οἰοβίοισι>· μονοβίοις (Greg. Naz. c. 1, 2, 5, 11) (n) <οἰόζωνον>· μονόστολον <οἰόθεν>· μοναχόθεν *<οἰόθεν οἶος>· ἐκ μόνου μόνος ASn. τουτέστι [μόνος πρὸς μόνον (Η 39 ..) n *<οἷοι>· ὁποῖοι (Η 227) Sn. ἢ οἵ, οἵτινες (Δ 91?) *<οἴοιτο>· νομίζοι ASvg. ἀρκούντως ἔχειν. ἢ [ὑπολάβοι (ρ 580) vg *<ὀΐομαι>· νομίζω, ὑπολαμβάνω (Α 78 ..) n *[<οἴομεν, οἶος>· μόνος πρὸς μόνον] A <οἰόμενον>· οὐκ εἰδότα. νομίζοντα (Plat. rep. 3,409 c) <οἷον>· *ὁποῖον ASgn. μόνον g. τρόπον τινά. δυνατόν. [καθά- περ n. ἢ ποιόν <οἶον>· ἅπαξ ἕνα <οἷον ἔτυχεν>· ὁποῖον ἐγένετο <οἱονεί>· ὡσπερεί r †<οἰονεῖς>· οἰήσεις, δοκήσεις <οἰονίζει>· μαντεύει *<οἱονεὶ χειᾶς>· ὥσπερ φωλεοῦ AS *<οἷόν τε>· δυνατόν ASvg [†λέγουσιν] <οἰὸς ἀώτῳ>· προβάτου ἄνθει, τουτέστιν ἐρεῷ περιβολαίῳ· "ἔνθ' ὅ γε παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ" (α 443). καὶ αὐτὸ δὲ τὸ ἔριον <οἰὸς ἄωτον> λέγεται *<οἷος>· ὁποῖος. ἢ μόνος r Svg <οἷος νόος>· ὁποία διάνοια, οἷος νοῦς (Β 192) <οἰοπόλος>· ἔρημος, ἐν ᾗ τις μόνος ἀναστρέφεται <οἰοπόλῳ>· ἐν ᾧ ὄϊες πολοῦνται, ἢ μόνος τις πολεῖται· τουτέστιν ἐρήμῳ χωρίῳ (Ν 473) *<ὁ ἴουλος>· ἡ πρώτη τοῦ γενείου βλάστη ASn(vg) <οἵου φωτός>· οἵου ἀνδρός (Γ 53) <οἰοσφάγῳ σιδήρῳ>· οἷον μηλοκτόνῳ <οἰοχίτων>· δίχα ἱματίου (ξ 489). ἢ *μονοχίτων AS. ἢ προ- βατοχίτων (Greg. Naz. c. 2, 1, 45, 143) <οἷ παῖδα ἐοικότα>· ἑαυτῷ παῖδα ὅμοιον (Ε 800) *<οἵπερ ἄν>· ὅσοι περ ἄν, οἵπερ δή, οἵτινες <ἄν> ASvg *<οἰνοπορεῖν>· κιρνᾶν, οἰνοχοεῖν AS <οἱ προσκείμενοι>· οἱ κολλώμενοι (Deut. 4,4) ASvg <οἵ ῥα>· οὗτοι δή, <οἵτινες> †<οἱραῖοι>· βλέπειν S [οἵτινες] *<οἵ ῥά μιν ὦκα>· οἵτινες δὴ αὐτὸν ταχέως (Π 672) ASn <οἱρών>· ἡ ἐκ τῆς καταμετρήσεως τῆς γῆς εὐθυωρία *<οἷς>· πρόβατον AS. ἢ τοῖς ἑαυτοῦ S. ἢ τοῖς σοῖς *<οἵ σε>· οἵτινές σε (ψ 14) g *<οἴσει>· ἐνέγκῃ, προσφέρει. κομίσει (Exod. 28,26) ASg *<οἰσέμεναι>· κομίσαι n καὶ τὰ ὅμοια (Γ 120) <οἴσεται>· ἄξεται. [κομίσεται (Ψ 663) r *<οἶσθα>· οἶδας, γινώσκεις (Α 85 ..) ASvgn *<οἶσθας, οἶδας>· ἑκατέρως Ἀττικοί ASh <ὀϊσθῆναι>· οἰηθῆναι. δόξαι *<ὀϊσθείς>· αἰσθόμενος AS. εἰκάσας. δόξας (Ι 453) [<οἰσθλά>· ἀγαθά] *<οἴσομεν>· κομίσομεν (Γ 104 ..) ASvgn <οἰσόμενος>· κομίσων (Ν 168) <οἶσον>· κόμισον, φέρε. ἢ σχοινίον (Antim. fr. 121 W.) <οἴσπη>· προβάτων κόπρος, ῥύπος (Hdt. 4, 187,2 v. l.) <ὀΐσσατο>· ἐνόησεν <οἰστά>· [*βέλη ASvgn]. [φορητά n, ἐλαφρά, κοῦφα (Thuc. 7,75,7) <ὀϊστεύει>· τοξεύει *<ὀϊστεῦσαι>· τοξεῦσαι (Θ 269 ..) (Avgn) <οἰστέον> [<ἢ οἰτέον>]· κομιστέον <οἰσπωτή>· τῆς οἰὸς ὁ ῥύπος. ὁ δὲ Δίδυμος τὸν τῶν προβά- των ... (Ar. Lys. 575) <οἰστός>· ἐλαφρός, κοῦφος, φορητός. τόξευμα, βέλος [θάνατος. βάρος] *<οἰστρεῖ>· ἐκμαίνει r. ASn <οἰστρηλατεῖται>· μαίνεται *<οἰστρηλατούμενοι>· πυρούμενοι ASg *<οἴστροις>· μανίαις (Eur. Bacch. 665) n *<οἰστροπλῆγας>· τῇ μανίᾳ πληγείσας (Eur. Bacch. 1229) AS(vgn) <ὀϊστούχου φαρέτρας>· ὀϊστοὺς ἐχούσης [καὶ εὐστόχου] *<οἶστρος>· ἐρεθισμός ASvg, ὁ λεγόμενος <μυῖα>. [μανία vg ἀφρο- δισίων AS. πύρωσις, ἔκκαυσις vg. λύσσα. φόβος. καὶ εἶδος πτηνοῦ AS, ὑφ' οὗ κεντιζόμεναι αἱ βοῦς σκιρτῶσιν, ὃ <μύωψ> καλεῖται (χ 300) vg <οἰσοφάγος>· βρόγχος [ἢ βρόχος] <οἰσυΐνοισιν>· οἰσύϊνοι γένος σχοινίου (ε 256 v. l.) <οἰσυΐνῃσι>· πλέγμασι τοῖς ἀπὸ οἰσύας γεγενημένοις, ἢ λύγου. ἔστι δὲ εἶδος σχοινίου (ε 256 v. l.) *<οἰσύπειον>· ἔριον ῥυπαρὸν n προβάτων. τὸ αὐτὸ <οἰσυπη- ρόν> AS καὶ <οἰσυπηρός> <οἴσυπος>· ὁ τῆς οἰὸς ῥύπος <οἰσύλος>· βαίουλος. προύνικος [<οἴσωμεν>· κομίσωμεν, φέρωμεν, ἄξωμεν] [<οἴχεα>· δίδυμοι ὀρχιπέδων] [<Οἴτας>· ὁ κορυνήτης] <οἵ τε>· ὥσπερ *<οἱ τῆδε>· οἱ ὧδε AS <οἶτος>· μόρος (AS). [θρῆνος]. κακοπάθεια. ὄλεθρος. [πόνος s. φθορά. [νόσος s. θάνατος rp. καὶ ὁρμίσκος τις ἐξ αἱματίτου <Οἴτυλος>· πόλις (Β 585) r *<οἱ φαλλοί>· τὰ δερμάτινα μόρια Sn, καὶ τὰ [αἰδοῖα r <οἰφεῖν>· ὀχεύειν. καὶ τὰ ὅμοια <οἰφί>· μέτρον τι τετραχοίνικον Αἰγύπτιον (Lev. 5,11 ..) <οἰφόλης>· ὁ μὴ ἐγκρατής, ἀλλὰ καταφερὴς πρὸς γυναῖκα <οἰφόλις>· γυνὴ καταφερής, μάχλος, πασχητιῶσα hm <Οἰχαλία>· πόλις Θεσσαλίας, ἡ Εὐρύτου χώρα r *<Οἰχαλίηθεν>· ἀπὸ Οἰχαλίας (Β 596) r. n <οἴχεσθαι>· οἰχνεῖν. [πορεύεσθαι. τρέχειν (ASg) [*<οἰχετηγός>· ὑδραγωγός Sn] *<οἰχήσονται>· πορεύσονται Avg. ἀπελασθήσονται (vg). ἢ ἔρχονται. ὁμοίως καὶ <οἴχῃ>· ἠφανίσθης <οἴχνεσκον>· ἐπορεύοντο AS. καὶ τὰ ὅμοια (Ε 790) <οἰχμή>· δούλη. οἱ δὲ <οἰχμᾶν> <οἰχομένη>· πορευομένη. καὶ τὰ ὅμοια (Χ 223 ..) <οἰχομένοιο>· [ἡ παρ' ἐνίοις σόλα] <οἰχῶρος>· οἰκουρός <οἴῳ>· μόνῳ· "οἴῳ φαινομένη" (Α 198 ..) καὶ μόνοι, δυϊκῶς. καὶ <οἵω>· ὁποίω *<οἰώθη>· ἐμονώθη (Ζ 1) r. n *<ὀΐω>· ὑπολαμβάνω (Α 59) r. ASs *<οἰων>· μόνων AS. προβάτων ASvgn. αἰγῶν (Λ 678) AS *<οἰωνισάμην>· παρετηρησάμην ASvg. ἢ ἐμαντευσάμην vgn *<οἰωνιστής>· ὀρνεοσκόπος (Β 858) ASn *<οἰωνοβρώτους>· ὑπὸ ὀρνέων βρωθέντας (2. Macc. 9,15 ..) ASg(v) n <Οἰωνίχου μουσεῖον>· τοῦτο δὲ Οἰωνίχου φησὶ μουσεῖον εἶναι τὸ ... *<οἰῶντα>· μονάζοντα vh <οἰωνοί>· σαρκοφάγα ὄρνεα καὶ πάντα, γῦπες, κόρακες. [εἴρηνται δὲ οἰωνοί, δι' ὧν οἰωνιζόμεθα τὰ μέλλοντα, ὅθεν καὶ <οἰωνο- πόλοι> οἱ μάντεις h. ἢ ὄφεις <οἰωνοπόλοι>· μάντεις. ὀρνεοσκόποι, ὀρνιθομάντεις (Α 69 ..) <οἰωνός>· ὄφις. ἐπιεικῶς γὰρ λέγεται εἰς τὰς μαντείας τοὺς ὄφεις ἔχειν, οὓς καὶ οἰωνοὺς ἔλεγον <οἰω>· δοκῶ. μόνῳ *<ὁ Ἰωθόρ>· ὁ περισσός †<οἰοταζομένης>· φιλοτιμουμένης <οἰωτός>· χιτὼν ἀπὸ ἐρίων r *<ὁ καθείς>· ὁ χαλάσας ASvg <ὁ καθ' εἷς ἡμῶν>· ἕκαστος ἡμῶν *<ὁ καυλός>· ὁ κλάδος (Exod. 25,31) AS <ὀκείλασαν>· τὴν ἐποκείλασαν ναῦν <ὀκέλλειν>· ἐμβάλλειν. προσορμεῖν *<ὀκέλλει>· προσορμεῖ (r.) ASvg. καὶ μὴ κρατεῖ ἑαυτοῦ <ὅκ' ᾖ>· ὅτε ᾖ <ὀκιμβάζειν>· διατρίβειν. καὶ στραγγεύεσθαι v <ὄκκαβος>· τὰ περὶ τὸν βραχίονα ψέλλια <ὅκκα σάζηι>· ὅταν στοιβάζηι <ὄκκον>· ὀφθαλμόν <ὀκκῦλαι>· τὸ ὀκλάσαι, καὶ ἐπὶ τῶν πτερνῶν καθίζεσθαι <ὀκλαδίας>· *θρόνος πτυκτός AS, δίφρος ταπεινός, ὃν οἱ ἀκό- λουθοι φέρονται τοῖς εἰς τὰς ἀγορὰς ἐξιοῦσι πλουσίοις. καὶ πεποίηται τοὔνομα παρὰ τὸ κεκλάσθαι *<ὀκλάζειν>· λαγγάζειν A (vg) n. εἰς γόνυ κάμπτειν (ASvg). διστά- σαι (vg) *<ὀκλάξ>· ἐπικεκαμμένως AS <ὀκνεῖ>· δέδοικε. δειλιᾷ, εὐλαβεῖται. οὐ βούλεται [φόβος] <ὀκνείω>· ὀκνῶ n. καὶ τὰ ὅμοια (Ε 255). καὶ <ὀκνηρός> *<ὀκνόδραστον>· πᾶν πρᾶγμα ἄγνωμον <ὄκνος>· εἶδος ἐρῳδιοῦ. καὶ [φόβος r *<ὀκνῶν>· ἀναδυόμενος ASgn. φοβούμενος (r. s) *<ὁκοῖον>· ὁποῖον. Ἀττικῶς vgn <ὀκορνούς>· τοὺς ἀττελέβους. καὶ τὰ ἀκριδώδη οὕτω λέγουσιν (Aesch. fr. 256) <ὀκριάζων>· τραχυνόμενος (Soph. fr. 971) *<ὀκρίβαντας>· ἐνβάτας ASn *<ὀκρίβας>· βῆμα ἡνιόχου gn <ὀκρίβας>· οἱ μὲν ὄνον φασίν, οἱ δὲ ἄγριον κριόν, ἄλλοι κλίμακα. κυρίως δὲ τὸ λογεῖον, ἐφ' οὗ οἱ τραγῳδοὶ ἠγωνίζοντο. τινὲς δὲ κιλλίβας τρισκελής, ἐφ' οὗ ἵσταντο οἱ ὑποκριταὶ καὶ τὰ ἐκ μετεώρου λέγουσιν *<ὀκριόεντι βαλών>· τραχείᾳ βαλών (Μ 380) A <ὀκριόεν>· τραχύ r. σκληρόν. στερεόν. [ὀργίλον r *<ὀκριόεντι>· τραχεῖ (Δ 518) ASn <ὀκριόωντο>· ἐτραχύνοντο g. ὠργίζοντο. μεταφορικῶς ἀπὸ τῶν ἄκρα πολλὰ ἐχόντων λίθων. ὄκρις γὰρ κυρίως ὁ τραχὺς λίθος (σ 33) <ὁ Κρὴς τὴν θάλατταν>· ὡς Κρητὸς ἐν θαλάττῃ χειμασθέντος, εἶτα προσγαληνιῶσαν αὐτὴν ἰδόντος "Εἴ σε μὴ ᾔδειν, ἐπί- στευσα ἂν ὡς ἀληθευούσῃ εἰπόντος <ὀκρυόεν>· φρικῶδες r. (T) *<ὀκρυοέσσης>· φρικτῆς ASn. χαλεπῆς (Ζ 344) (r. p) <ὀκτάδιον>· καλάθιον πρὸς ὀρνιθάρια <ὀκτάκνημα>· ὀκτὼ κνήμας ἔχοντα (Ε 723) <ὀκτήσεις>· οἴσεις [ὀκκήσεις] <Ὀκτώπας>· ποταμός (Aesch. fr. 149) <ὀκτώπηχυ>· τὸ ὀκτάπηχυ (Philem. fr. 212) <ὀκτώπους>· σκορπίος (Cratin. fr. 77) Σ <ὀκχεῖν>· φορεῖν. ἴσχειν <ὀκχή>· στήριγμα, βακτηρία, ἔρεισμα, σκῆπτρον (Callim. fr. 355) <ὀκωχεύειν>· ἔχειν, συνέχειν <ὅλα>· τὰ ἐντὸς τῆς σηπίας στρογγύλα †<ὀλαεῖ>· ἐνοχλεῖ. καὶ <ὀλαθεῖ> ὁμοίως <ὀλαί>· κριθαί. ἀπαρχαί <ὀλαιμεύς>· τὸ τὰς ὀλὰς βάλλων <ὀλαιτοί>· σπερμολόγοι. καὶ <ὀλατοί> <ὀλβάχνιον>· κανοῦν. Δεινολόχος (fr. 13) <ὀλβιόδαιμον>· τρισόλβιε. μακάριε. κατὰ τὴν εὐδαιμονίαν (Γ 182) *<ὄλβιος>· πλούσιος, εὐδαίμων ASvgn. ὁ διὰ τοῦ ὅλου βίου μακαριστός (ρ 420) *<ὀλβοδότης>· πλουσίως παρέχων Asg. ὄλβος γὰρ ὁ πλοῦτος (Eur. Bacch. 573) *<ὄλβος>· πλοῦτος, χρῆμα (Sir. 30,15) AS. τιμή (γ 208?) <ὀλοθρευτής>· λυμεών (1. Cor. 10,10) <ὄλεθρος βαθύς>· ἔνιοι <παρὰ Ἀριστοφάνει (fr. 320,3)> ἐπὶ κόσμου γυναικείου· <ἄλλοι ἐπὶ δαπάνης· ἀποδυσπετοῦντα γὰρ εἰπεῖν τὸν παρὰ τῷ Ἀριστοφάνει. ὄλεθρος γὰρ ὁ θάνατος> hm. *ἀπώλεια g <ὀλέθρου πείρατ' ἐφῆπται>· ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας· οἷον δέδεσθε τῷ ὀλέθρῳ (Η 402) *<ὀλεῖ>· [ἐνοχλεῖ.] ἐξολοθρεύσει (Eur. Andr. 856) ASvg [<ὀλείρ>· ἔλιος μῦς] *<ὀλέθριος>· ἐξολοθρευτής (2. Thess. 1,9 v. l.?) <ὀλέκειν>· ἀπολλύναι. πολιορκεῖν. *φονεύειν (vgS) <ὀλέκοντο>· *ἀπώλλυντο An. ἐπολιορκοῦντο. ἐφονεύοντο. ἐξω- λοθρεύοντο (Α 10) <ὀλέκρανα>· οἱ πήχεις, [τὰ ἐπὶ τῶν ἀγκώνων ὀστᾶ q. καὶ *<ὀλέ- κρανες> AS. τὰ αὐτά <ὀλερόν>· βορβορῶδες. τεταραγμένον *<ὀλέσαι>· ἀπολέσαι (Ω 242) n *<ὀλετῆρες>· φονεῖς (r) vgpn (Σ 114?) †<ὄλεχθον>· τὸ μαζονόμον *<ὄληαι>· ὀλοίης, ἀποθάνῃς (Γ 417) ASp †<ὀληθείς>· ὀδυνηθείς †<ὀλήθη>· καὶ τὰ ὅμοια n [<ὀλητῆρες>· φονεῖς] <ὀλιβράξαι>· ὀλισθεῖν <ὀλιβρόν>· ὀλισθηρόν. λεῖον. ἐπισφαλές *<ὀλίγα ἄττα>· ὀλίγα τινά ASvgn *<ὀλιγαρχίαι>· ... ὀλίγοι ἦρχον ASn *<ὀλιγαρχούμενοι>· ὑπὸ ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολι- τεῖαι, βασιλεία, ὀλιγαρχία, δημοκρατία q. ASvg <ὀλίγῃ ἐνὶ χώρῃ>· ἐν στενωπῷ (Ρ 394) <ὀλίγῃ ὀπί>· βραχείᾳ φωνῇ (ξ 492) <ὀλίγη δὲ ἀνάπνευσις πολέμοιο>· ὀλίγον καιρὸν εἰς διάπνευ- σιν δίδωσιν ὁ πόλεμος (Λ 801) <ὀλιγηπελέων>· ὀλίγον δυνάμενος, ἀσθενής, ἄτονος (Ο 24) <ὀλίγινθα>· ὀλίγον <ὀλίγγοι>· εἶδος ἀκρίδων. τινὲς ῥιζίον, ὅμοιον βολβῷ <ὀλίγιστος>· ὀλιγοχρόνιος. ἐλάχιστος (Τ 223) <ὀλιγίστου>· παρὰ μικρόν *<ὀλιγόγνωμον>· ὀλίγωρον (ASvgn) *<ὀλιγοδεής>· ὀλίγα χρῄζων ASvgn <ὀλιγοδρανέων>· ὀλίγον δυνάμενος (Ο 246) *<ὀλιγοδρανής>· ὀλίγον ἰσχύων r. ASvgn. ὀλίγον δυνάμενος AS <ὀλίγοισι>· μικροῖς (μ 252) <ὀλίγον>· μικρόν ἢ οὐδέν (Ε 800) <ὀλίγον γόνυ γουνὸς ἀμείβων>· πόδα κατὰ τὴν πορείαν ὀλίγον ἐναλλάσσων, ἠρέμα ἀναποδίζων, καὶ οὐ προτροπάδην φεύγων· ὅπερ ἐστὶν εἰς τοὔμπροσθεν τετραμμένος, οἷον νῶτα διδοὺς τοῖς πολεμίοις (Λ 547) <ὀλιγωροῦντος>· ἀδημονοῦντος *<ὀλίγου δεῖν>· σχεδόν ASvgn, ἐγγύς <ὀλιγόφρων>· μικρόψυχος <ὀλιγοψυχήσας>· μικροψυχήσας *<ὀλιγωρεῖ>· ῥᾳθυμεῖ, ἀμελεῖ AS *<<ὀλιγωρήσας>>· [ἢ] ὀλίγην ἔχων φροντίδα ASn *<ὀλιγώρως>· μικρολόγως. σκνιφῶς. ῥυπαρῶς A <ὀλίζονες>· ἥσσονες, ἐλάσσονες (Σ 519) <ὀλιζοῦται>· μειοῦται, [ὀλιγοῦται sn *<ὀλιζοῦνται>· μειοῦνται, [ὀλιγοῦνται AS <Ὀλιζών>· πόλις (Β 717). καὶ ὁ ἐλάσσων <ὁλκάς>· εἶδος πλοίου †<ὀλίκοι>· ἐκκομίδαι *<ὁλικῶς>· ἐξ ὅλου. ἐπιῤῥηματικῶς ASgn †<ὄλινοι κριθῆς>· δέσμαι. καὶ ὤλενος παρὰ Κυπρίοις <ὀλινύει>· λήγει. ἀργεῖ <ὀλισβοκόλλιξ>· παρὰ τὸ ἐτυμοκόλλιξ (Com. ad. 1094) *<ὀλισθαίνει>· πίπτει (Sirac. 21,7 v. l.) ASvg <ὀλισθεῖν>· δραμεῖν. πεσεῖν. ἐλθεῖν *<ὀλισθήμασι>· πλάναις Avg. παραπτώμασιν (Ierem. 45,22) A (r) <ὀλισθηρόν>· πτωτικόν r *<ὄλισθος>· πτῶσις (Ps. 72,18 Sym.) r. g <ὀλίς>· σκίουρος. ἔλειος <ὁλκά>· δυνατά <ὁλκάδεσσι>· ναυσί, πλοίοις (p) *<ὁλκάζει>· ἕλκει, χαλιναγωγεῖ (r) n <ὁλκαῖον>· λακάνη, νιπτήρ. κρατήρ <ὁλκάς>· *πλοῖον AS, ναῦς φορτηγός. <[καὶ παρὰ Ἀλκμᾶνι ὁλκὰς> <ἀοιδὰ Σειρήνων> [δυνατάς] P *<ὁλκαῖς>· δυνάμεσι. τόνοις ASn <ὁλκεῖς>· οἳ τὰ ἀμφίβληστρα ἐπισπῶνται <ὁλκή>· δύναμις. ῥοπή. ἰσχύς. βάρος. ῥυτήρ, [ἢ ῥυρή] σταθμός *<ὁλκῇ μιᾷ>· τόνῳ. δυνάμει AS <ὁλκῇ μιῇ>· τὸ αὐτό <ὁλκεῖον>· μέγας κρατήρ. λουτήρ (Iudith 15,11?) <ὁλκοί>· λύκοι. καὶ οἱ τῶν ὄφεων συρμοί. καὶ αἱ μηχαναί, δι' ὧν αἱ νῆες νεωλκοῦνται *<ὁλκόν>· [ὁλκάς.] τὸν ἕλκοντα πλοῖον An <ὁλκός>· ὁδός. ἰσχυρός (A). ῥυμός. συρμός. τόνος (g). βάρος <ὁλκότης>· τὰ αὐτά *<ὁλκούς>· ναυστάθμους. τὰς ἕλξεις τῶν πλοίων (Eur. Rhes. 673) ASn *<ὁλκῶν>· ἐφέλκων An. καὶ τὰ ἑξῆς *<ὀλλύει>· ἀπολλύει. φονεύει ASvgn <Ὅλμιον>· ὄρος Ἐφέσου r <Ὀλμειός>· ποταμός (Hes. theog. 6) pn <ὅλμος>· περιφερὴς λίθος, μάρμαρος, ἐν ᾧ τὰς βοτάνας τρίβουσι. καὶ ποτηρίου εἶδος. καὶ τὸ ὑπὸ ταῖς ὑπογλουτίσιν ἑκατέρωθεν κοῖλον. καὶ κύλινδρος <ὁλοβολάδες>· θῖνες <ὁλόζινον>· ὀζῶδες. συμπεφυκώς †<ὁλοεῖται>· ὑγιαίνει <ὁλοθούριον>· εἶδος θαλάττιον <ὀλόεργος>· κακοῦργος *<ὀλοή>· ὀλεθρία (Φ 83) (n)p <ὀλοίῃς>· ἀποθάνοις *<ὀλοιῇσιν>· ὀλεθρίαις (Α 342) n. [ἀπωλείας] <ὄλοισθε>· ἀπόλοισθε (Eur. Med. 113) <ὄλυσος>· ὁ ἀπολλύς *<ὁλοκαρπούμενον>· ὅλον προσφερόμενον (4. Macc. 18,11) ASvgn *<ὁλοκαύτωμα>· ὅλον πυρὶ καθαγιζόμενον, ὁλόκληρον (Exod. 29,18 ..) AS <ὄλοκες>· αὔλακες *<ὁλόκληρον>· σῶον (AS) <ὁλόκνημοι>· ὁλομελεῖς (Pherecr. fr. 108,13) <ὁλοκληρία>· ἕνωσις <ὀλολυγή>· ποιὰ φωνὴ λυπηρά, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα <ὀλολυγή>· φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμε- ναι (Ζ 301). καὶ ἄνθος τι παρὰ λίμναις γινόμενον <ὀλολυγών>· ζωύφιον γινόμενον ἐν ὕδασιν, ὅμοιον ἐντέρῳ. καὶ τοὺς εὐήθεις δὲ οὕτως ἔλεγον <ὀλολυγμός>· θρῆνος vg, κλαυθμός (Eur. Or. 1137) <ὅλον οὐσιοῦται>· ὅλον ἑνοῦται <ὀλοοῖο>· δεινοῦ (Γ 133). ἢ †ἀγαθοῦ <ὀλοοίτροπα>· παρὰ Ῥοδίοις ὀπτὰ πλάσματα εἰς θυσίαν <ὀλόμενον>· δεινόν (Eur. Phoen. 1295?) <ὀλοοίτροχος>· *ὀλίγα τρέχων AS. ἢ κυκλοτερής Sn, στρογ- γύλος λίθος. ἢ ὁλότροχος, ἐπεὶ στρογγύλος, καὶ παντὶ μέρει ἐφαπτόμενος τῆς γῆς. ὁ γὰρ τετράγωνος ἑνὶ μέρει ἐφάπτεται (Ν 137) <ὀλοόν>· κακόν, [κακόν,] χαλεπόν, *ὀλέθριον (Ξ 139) gnp. ἢ ἀγαθόν <Ὀλοοσσών>· πόλις Θεσσαλίας (Β 739) *<ὀλοόφρονος>· ὀλέθρια φρονοῦντος ASn, κακόφρονος s, δεινοῦ (α 52) ASn <ὀλόπτειν>· λεπίζειν, τίλλειν, κολάπτειν †<ὁλόπτυον>· συμπεφυκότα <ὀλός>· τὸ μέλαν τῆς σηπίας r <ὁλοσπάδες>· ὅλαι κατασπώμεναι, καὶ καταπινόμεναι (Soph. fr. 972) <ὁλοστός>· ὅλος ὥς ἐστιν (r) <ὁλόσφυροι>, ὁλοσφύρατοι *<ὁλοσχερής>· διόλου, διαμπάξ. τέλειος, ὁλόκληρος AS. δυσχερής. ἐξ ὁλοκλήρου *<ὁλοσχερῶς>· τελείως (1. Esdr. 6,28) ASvg <ὁλόσχοινος>· ὀξύσχοινος <ὁλότροχος>· περιφερὴς λίθος <καὶ στρογγύλος> b <ὀλουρίδας>· εἶδος κόγχης <ὀλούροισιν>· ἄνω τῆς θύρας στρόφιγγες <ὀλουφεῖν>· τίλλειν <ὀλοφυγγόνα>· φλυκτὶς ἐπὶ τῆς γλώττης (Theocr. 9,30 v. l.) <ὀλοφυδνόν>· ὀλοφυρτικόν. λυπηρόν, *[θρηνητικόν AS, ὀδυρ- τικόν (Ε 683) Anvg <ὀλοφυκτίς>· τὴν φλύκταιναν. οὐκ εὖ· ἐπὶ γὰρ τῶν δυναμένων φύεσθαί τι. ἐπινυκτίδα, ἢ δοθιῆνα (Hippocr. mul. aff. II 206?) *<ὀλοφύρεται>· ὀδύρεται, κλαίει, θρηνεῖ ASvgn, κοπετεῖ (Θ 202 ..) <ὀλόφυς>· οἶκτος. ἔλεος. θρῆνος (Sapph. fr. 21,3 L. -- P.) <ὀλοφώϊα>· ὀλέθρια, οἷον ὀλοποιά, δεινὰ βουλεύματα (δ 410. 460) <ὀλοφώϊος>· πολύπειρος, πολύφρων. πανοῦργος, πονηρός <ὁλόφωνος>· ὁ ἀλεκτρυών· ἢ ἀπὸ τοῦ λόφου, ἢ ἀπὸ τοῦ ἐν τῷ ᾄδειν ὅλον αἴρεσθαι καὶ μετεωρίζεσθαι (Cratin. fr. 259) *<ὀλοώτερος>· ὀλέθρου αἰτιώτερος (Γ 365) Avgn <ὀλπα>· ἡ ἐλπίς. καὶ χόνδρου τις ἕψησις. λήκυθος. ἔδεσμά τι. ἢ ὄλβος <ὄλπις>· οἰνοχόη (Sapph. fr. 141,3 L. -- P.) <ὀλλύει>· φθείρει [<ὀλυμπία>· δοκός] <Ὀλύμπια δώματ' ἔχοντες>· οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοί, ὅ ἐστιν ὄρος ἐν Μακεδονίᾳ, καὶ οὐρανός (Α 18) <Ὀλύμπια>· ὁ Ἀθήνησιν ἀγών <Ὀλύμπιον>· τοῦτο ἀτελὲς ἔμεινεν Ἀθήνησιν οἰκοδομούμενον, πολλάκις ἀρχὰς λαβὸν τῆς κατασκευῆς *<Ὀλυμπιονίκης>· στεφανισθεὶς εἰς Ὀλυμπίαν AS(g) *<Ὀλύμπιος>· οὐράνιος r. ASvg <Ὀλυμπίου πνοαί>· Ὀλυμπίας ἄνεμός ἐστιν ὁ ἀπὸ τοῦ Ὀλύμ- που πνέων Ζέφυρος *<Ὄλυμπος>· οὐρανός, θεοῦ οἰκητήριον. καὶ ὄρος ἐν Μακεδονίᾳ r. Avg <Ὀλύμπου νόμος>· τῶν αὐλητικῶν τις (Ar. Equ. 9) <ὄλυνθος>· τὸ μὴ πεπαμμένον σῦκον. <καὶ ὄνομα πόλεως> r <ὄλυνος>· τὸ ἀπότριμμα, καὶ ἀποκάθαρμα <ὄλυρα>· *εἶδος σπέρματος. ἢ βρῶμά τι μεταξὺ σίτου καὶ κριθῆς ASn. οἱ δὲ αὐτὴν τὴν κριθήν. ἄλλοι καρπόν τινα σιτικόν. *ζειάν [τινὲς ζέαν] (Ezech. 4,9) ASvg <ὄλλυται>· ἀπόλλυται (Eur. Med. 1066) <ὄλχον>· ἐνέδραν (s) *<ὀλώλαμεν>· ἀπολώλαμεν, ἀπεθάνομεν (Eur. Rhes. 761 ..) ASvgn *<ὀλώλῃ>· ἀπόληται (Δ 164 ..) n <ὄλωνται>· ἀπόλωνται (Θ 34) *<ὅλως>· παντελῶς AS, [ἢ ἄρα ὁμοῦ] <ὁμᾶ>· ὁμοῦ rh <ἢ ἅμα> <ὁμαδεύειν>· ἀθροίζειν (r) <ὅμαδος>· *ἄθροισις vg. θόρυβος ASvgn. ὄχλος. τάραχος. στρα- τός. [ἀπὸ τοῦ <ὁμοῦ <αὐδᾶν>> g *<ὅμαιμοι>· ἀδελφοί, συγγενεῖς. ὁμόαιμοι (ASvg) *<ὁμαιχμίη>· συμμαχία (Hdt. 7, 145,2) AS. [καὶ ὁμαίθρα] καὶ <ὁμαιχμία> <ὅμαιχμοι>· σύμμαχοι (Thuc. 3, 58,4) (r) <ὁμαλεῖς>· ὁμοῦ <ὄντες> *<ὁμαλόν>· *λεῖον. ἴσον AS, ἰσόπεδον. εὐχερές *<ὀμάρξασθαι>· ἐκμάξασθαι. ὁμοιωθῆναι ASg <ὁμαρές>· ὁμοῦ. συμφώνως <ὄμαρξον>· ἀπόμαξον *<ὁμαρτῆ>· ὁμοῦ (Eur. Hec. 839) n <ὄμβρον>· βροχήν, ὑετόν <ὁμαρτεῖν>· συντυχεῖν ASv. ἐπακολουθεῖν Av. συναθροίζειν <ὅμαυλον>· ὁμόκοιτον AShm, <σύγκοιτον> hm. ὁμοῦ αὐλιζόμενον ASv. <Σοφοκλῆς Φινεῖ> (fr. 650 a) hm <ὄμβρος>· [χοιρίδιον. ἢ] ὑετός r <ὀμβρεῖ>· ἀτιμάζει, ἀκολουθεῖ. ὑπερισχύει. αὔξει. πιαίνει. πλήθει [<ὁμειλαδόν>· μετατᾶγμα καὶ ἄθροισμα] <ὁμιλήσωσι>· συμβάλωσιν (Τ 158) [<ὅμειλος>· συστροφή. ἀπὸ τοῦ ὁμοείλας εἶναι. καὶ πλῆθος ὄχλου] <ὁμειρόμενοι>· <ἐπιθυμοῦντες> (1. Thess. 2,8) *<ὁμείρονται>· ἐπιθυμοῦσιν (Iob 3,21) ASvg <ὀμεῖται>· ὀμνύει (Ι 274) *[<ὅμεῤῥος>· τυφλός v] <ὁμέστιοι>· σύνοικοι <ὁμέστιον>· σύνοικον *<ὁμέστιος>· ὁμόοικος (Greg. Naz. c. 2,1 32,3?) (r) (AS)vg [<ὁμᾶ>· ὅπερ ὠμοῦ] *<ὁμευνέτου>· συγκοίτου (r). ASgn, ὁμολέκτρου (Eur. Med. 953) *<ὁμή>· ὁμοία (Ψ 91) AS. ἢ ὀμνύεις ASvg *<ὁμηγερέες>· ὁμοῦ ἀθροισθέντες (Α 57) r ASn *<ὁμηγερέεσσιν>· ὁμοῦ πᾶσιν (Ο 84) A <ὁμήγοροι>· ἰσήγοροι, ἐν ταὐτῷ συνήγοροι *<ὁμηγύρειν>· τὸ συνάξαι AS <ὁμηγύρεως>· συνόδου, συναθροισμοῦ *<ὁμήγυρις>· πλῆθος r. Avg, ὄχλος, [συναγωγή n, συνέλευσις g <ὁμηγυρίσασθαι>· ὁμοῦ συναγαγεῖν πολλούς (π 376) *<ὁμήθεα>· συνήθη ASg <ὁμιλεῖ>· πολεμεῖ AS. συμμαχεῖ (Ε 834) *<ὁμηλικίη>· τῆς αὐτῆς ἡλικίας, συνῆλιξ (Γ 49) AS <ὁμήν>· ὁμοίαν. τὴν αὐτήν (Ω 57) <ὁ μήνιεν>· ὠργίζετο (Α 488) *<ὁμὴ νῶϊ>· ἡ αὐτὴ ἡμᾶς τοὺς δύο (Ψ 91) A <ὅμηρα>· τὰ ἐπὶ συμβιβάσει διδόμενα ἐνέχυρα (1. Macc. 9,53 ..) r. p *<ὁμηρεύειν>· συμφωνεῖν AS <ὁμηρεῦσαι>· τὸ συμβολῆσαι. ὁμοφωνοῦσαι, ὁμοῦ λέγουσαι (Hes. theog. 39) <ὁμηρεῖν>· ὁμοῦ ἡρμόσθαι. καὶ συμφωνεῖν <ὁμηρεῖ>· ἐγγυᾶται. ἀκολουθεῖ <Ὁμηρίδαι>· οἱ ῥαψῳδοί r <ὁμηρέταις>· ὁμοψήφοις, ὁμογνώμοσιν †<ὁμηρητῆρες>· ἀκόλουθοι. συνήγοροι <ὁμηρίδδειν>· ψεύδεσθαι *<ὅμηροι>· οἱ ἕνεκεν εἰρήνης διδόμενοι, ἐνεχυραζόμενοι Avgn <ὅμηρος>· ὁ τυφλός. καὶ ὁ ἐνεχυραζόμενος [<ὀμηνήν>· τροφήν] *<ὁ Μίδας>· βασιλεὺς Φρυγῶν πλούσιος A (S) gn <ὁμιλαδόν>· ἐν συστροφῇ καὶ τάξει μάχεσθαι, *[κατὰ τάγμα καὶ ἄθροισμα (Μ 3) S *<ὁμιλεῖ>· συναναστρέφεται ASvgn. μάχεται <<ὁμιλεῖν>·> ἐπακολουθῆσαι νεκρῷ (Π 641). ἀναστρέφεσθαι. λα- λεῖν. τίθεται δὲ καὶ ἀντὶ φιλίας, καὶ διαλέξεως *<ὁμιλέομεν>· διαλεγόμεθα (Λ 523?) AS <ὁμιλήσειε>· συναναστραφῇ (α 265). ἢ ἐμαχέσατο, καὶ συνέβαλε πρὸς μάχην <ὁμιλία>· διήγησις. ὅμιλος <ὁμιλίαι χθονός>· ἀντὶ τοῦ φιλίαι, ἔρωτι τῆς πατρίδος. καὶ ἀντὶ τοῦ πάλῃ. περὶ γὰρ τὴν πάλην ἐσπούδασαν οἱ Θηβαῖοι (Eur. Phoen. 1408) <ὅμιλος>· *ἄθροισμα. ὄχλος (ASvg) np. θόρυβος (AS). δῆμος. [πλῆθος (ASvg). [μάχη.] σύνοδος s. μάχη. ἀπὸ τοῦ ὁμοῦ εἰλεῖσθαι κατ' αὐτὸν ὄχλον (Γ 36) <ὅ μιν>· ὅτι αὐτόν S *<ὀμιχεῖν>· οὐρεῖν (Hes. op. 727) (n) <ὁμίχλη ἢ ὁμίχλα>· ἀὴρ παχύς, σκοτεινός, ἀχλὺς [σκοτεινός] ὑδατώδης, σκοτία (Α 359) <ὀμίχματα>· οὐρήματα (Aesch. fr. 435) r <ὀμματοστερεῖς>· πηρούς. ἢ βλάπτεσθαι <ὀμμάτειος πόθος>· διὰ τὸ ἐκ τοῦ ὁρᾶν ἁλίσκεσθαι ἔρωτι· "ἐκ τοῦ γὰρ ἐσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν" (Agath. fr. 29). καὶ ἐν Ἀχιλλέως ἐρασταῖς· ὀμμάτων ἄπο <λόγχας ἵησιν> (Soph. fr. 161) *<ὁμοαιχμία>· ὁμομαχία ASg [<ὁμοβόρος>· ὁμοφάγος] <ὁμόβωμοι θεοί>· ἐν Ἐλευσῖνι Δήμητρος καὶ Κόρης εἰσίν ... <ὁμογάλακτες>· οἱ ἐκ τοῦ αὐτοῦ γένους. ἢ ἀδελφοί *<ὁμογάστριος>· ἐκ τῆς αὐτῆς γαστρός (Φ 95) ASn *<ὁμογενῶν>· συγγενῶν ASvg *<ὁμόγνια>· ... ἢ γνήσια (AS) Σ (p) <ὁμοδάλιον>· ἰσοετῆ *<ὁμοδίαιτος>· ὁμότροφος (AS). ὁμοτράπεζος A (Svg), σύνοικος <ὁμόδοξος>· μιᾶς καὶ τῆς αὐτῆς δόξης (Greg. Naz. or. 1 p. 194a) *<ὁμόδουλος>· σύνδουλος (Eur. Hec. 60) ASvg *<ὁμοερκής>· ὁμότοιχος g *<ὁμόζυγος>· γαμετή ASvg <ὁμοήγορον>· ὅμοιον <ὁμόθεν>· ἐκ τοῦ αὐτοῦ τόπου· ἐξ ὁμόθεν πεφυκότες (ε 477) *<ὁμοθυμαδόν>· ὁμοῦ. ὁμοψύχως (Iob 2,11) n *<ὁμόθυμος>· ὁμόφρων ASvg, ὁμόψυχος vg *<ὅ μοι>· ὅτι μοι (Α 120) vn <ὅμοια>· ἴσα· "ὁμοίῃ ἔνθεο τιμῇ" (Δ 410) <ὁμοίης>· ὁμοίας. τῆς ἴσης (Α 278) [<ὁμοιΐου πτολεμοῖο>· ἐν ᾧ ὅ ... (Ν 358)] <ὁμοιΐου>· τοῦ ὁμοῦ ἰέναι ποιοῦντος <πτολέμοιο>. ἐν ᾧ ὅμοιος πᾶσι καὶ ἴσος ὁ κίνδυνος· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα <κατέκτα> (Σ 309). ὁμοίως δέ φησι καὶ <ὁμοιΐου θανάτοιο> (γ 236?). καί· ἀλλά σε γῆρας τείρει ὁμοίϊον (Δ 315) <ὁμοιογενῆ>· ὁμόφυλον, συγγενικόν <ὁμοιόπτεροι>· ὁμοιότιμοι <ὅμοιος>· ἐν ταὐτῷ συνεστώς *<ὁμοιοῦσθαι>· ἐξισοῦσθαι (Eur. Bacch. 1348) gn <ὁμοιωθήμεναι>· ἐξισωθῆναι (Α 187). συμμιγῆναι *<ὁμοκλή>· ἀπειλή, βοή AS <ὁμοκλῆς>· ὁμώνυμος. ἢ ἀπειλῆς *<ὁμοκλήσας>· [ὁμοῦ ἀπελθών.] ἀπειλήσας. βοήσας (Ε 439). στενάξας ASn <ὁμοκλήσασκεν>· [ἢ ὁμοκλεῖν.] ἐβόα (Β 199) <ὁμοκλητῆρες>· ἀπειλητῆρες <ὁμοκλητῆρος>· ἀπειλητῆρος. τοῦ παρακελευομένου (Μ 273) <ὁμόκλητος>· ὁ μιᾷ κλήσει καλούμενος μετὰ ἑτέρου <ὁμολογῶ>· †ζοφῶ <ὁμολειῶν>· ἰσάζων. καταλειαίνων *<ὁμόλεκτρος>· σύγκοιτος (Eur. Or. 508) r. (ASn) <ὁ μολοβρός>· αἰσχρός, ἀναιδής. περίτριμμα *<ὁμολόγως>· συμφώνως (Hos. 14,5) ASvg <Ὁμολωΐδες>· πύλαι ἐν Θήβαις (Eur. Phoen. 1119) <Ὁμολώιος Ζεύς>· Θήβησιν οὕτω προσαγορεύεται ὁ Ζεύς <ὁμόν>· ἕν, τὸ αὐτὸ ὅμοιον· "ἦ μὰν ἀμφοτέροισιν ὁμόν" (Ν 354) <ὁμοούσιον>· τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ὑπάρχον <ὁμοουσιότης>· ταυτότης κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀπαράλ- λακτον κατὰ τὴν οὐσίαν <ὁμόπαιδα κάσι(ν) Κασσάνδρας>· ὁμοῦ παιδευθέντα, ἢ ὁμοῦ τεκνωθέντα· ἐπειδὴ δίδυμοί εἰσιν (Lyr. adesp. 79B Bgk) <ὁμόπτεροι>· ὅμοιοι. ὁμότριχοι. ὁμόχρονοι, ἀδελφοὶ ἥλικες, ὁμοῦ ηὐξημένοι <ὁμορβεῖν>· ἀκολουθεῖν. ὁδοιπορεῖν <ὀμόργνυ>· ἀπέψα. [ἀπέμασσεν (Ε 416) n <ὁμορίτας>· ἄρτος ἐκ πυροῦ διηττημένου γεγονώς <ὀμόρξαι>· ἀπομάξαι, ἀποψήσασθαι <ὀμόρξῃ>· ἀποψήσῃ *<ὅμορος>· πλησιόχωρος r. nΣ, γειτνιῶν vg *<ὁμοροῦσα>· γειτνιῶσα r. As(S). πλησιάζουσα (Ierem. 27,40) n (Σ) *<ὁμοῤῥοθοῦντες>· ὁμοφωνοῦντες n, ὁμόηχοι <ὁμοῤῥοθεῖν>· ὁμοῦ ἕλκειν, καὶ *[συμφωνεῖν (Eur. Or. 530) (Avg) n <ὁμόῤῥοθα>· ἀθρόα [<ὁμοροῦσα>· γειτνιῶσα, πλησιάζουσα] <ὁμόροφος>· ὁμοδίαιτος. *[σύνοικος v *<ὁμόρων>· ἀστυγειτόνων (Thuc. 3,92,2) AS(g) *<ὁμός>· ὅμοιος. [ὁ αὐτός (Δ 437) n [*<ὄμοσαι>· ὀμόσω. ὀμνύω Α] *<ὄμοσσον>· ὄμοσον [ὀμνύω] (Α 76) A *<ὁμόσε>· εἰς τὸν αὐτὸν τόπον AS· τῶν πάντων ὁμόσε στόματα ἔτραπε (Μ 24) <ὁμοσίπυοι>· ὁμοτράπεζοι <ὁμόσκευοι>· τῷ αὐτῷ ὁπλισμῷ χρώμενοι (Thuc. 2, 96,1) *<ὁμόσε χωρεῖν>· συνδραμεῖν (Eur. Or. 921) <ὁμόσιτοι>· ὁμοτράπεζοι *<ὁμόσπονδος>· φίλος (Dem. 18,287) (Avgn) Ss <ὁμόσποροι>· ἀδελφοί (Eur. Bacch. 1092) <ὁμόστιβοι>· συμπράττοντες <ὁμοστιχάει>· ὁμοστιχεῖ. ὁμοῦ πορεύεται (Ο 635) <ὁμόστολοι>· συμπράττοντες. τῇ αὐτῇ ὁδῷ κοινωνοῦντες <ὁμόσφυροι>· συνοδοιπόροι <ὁμόσφυρος>· ἀδελφή. τῆς δὲ τρίτης συλλαβῆς ἐκτεινομένης, δηλοῖ τὸν ὁμόχωρον. <Σφῦρα> γὰρ τῆς σπορίμου γῆς τὸ μέτρον <ὁμοτελεῖς>· οἱ ἀπὸ τῶν αὐτῶν τιμημάτων <ὁμοταγεῖς>· οἱ ἐν τῷ αὐτῷ τάγματι *<ὁμοτέρμων>· ὅμορος, γείτων ASn <ὁμότιμος>· ὁμόδοξος. ἰσότιμος. ὅμοιος <ὁμοῦ>· ἐγγύς. τοπικόν. ἢ "<ὁμοῦ> ἄνδρες Ἀθηναῖοι δισμύριοι" ([Dem.] 25,51) [ὁμόφρονες] *<ὀμοῦμαι>· ὀμνύω (Α 233) ASvgn <ὅμουρα>· σεμίδαλις ἑφθή, μέλι ἔχουσα καὶ σησάμην <ὁμούρησιν>· τὴν ὁμόρησιν [Ἀττικοί] <ὁμουροῦσι>· γειτνιῶσιν ἐν τοῖς ὅροις (Hdt. 2, 33,2 ..) <ὁμοῦ 'στιν>· σχεδὸν ἐγγύς ἐστιν (Ar. Pac. 513) <ὁμοφροσύνη>· προσηνία, πραότης *<ὁμοφυής>· ὁμογενής (Plat. Phaed. 86 b?) ASvgn <ὄμπαι>· θύματα. πυροὶ μέλιτι δεδευμένοι (Callim. fr. 655 Pf.) †<ὀμπάται>· ὑβρίζει. προπηλακίζει <ὄμπια>· παντοδαπὰ τρωγάλια <ὄμπνη>· τροφή. εὐδαιμονία r <ὄμπνια>· τὰ ζωτικά <ὄμπνια>· καρποφόρος. [τροφή.] ἄφθονος. ἀγαθή. νόστιμος. ἡ τὸ ἀναπνεῖν ἡμῖν διδοῦσα (Callim. fr. 1,10 Pf.) <ὀμπνίῃ δαιτί>· ἀντὶ τοῦ πολλῇ <ὀμπνίου νέφους>· μεγάλου, πολλοῦ, ηὐξημένου (Soph. fr. 225) <ὄμπνιος λειμών>· ὁ τῶν πυρίνων καὶ Δημητρίων καρπῶν· ἐπεὶ <Ὄμπνια> ἡ Δημήτηρ <ὀμπνιόχειρ>· πλουσιόχειρ. [πλούσιος r <ὀμπνηρὸν ὕδωρ>· τρόφιμον (Callim. fr. 357 Pf.) <ὀμφά>· ὀσμή. Λάκωνες <ὄμφακες>· πάντα τὰ αὐστηρὰ καὶ ὀξέα, ἤγουν ὄξινα <ὀμφακίας>· πάροξυς <ὀμφαλητόμος>· μαῖα (Hippon. fr. 1 Kn.) <Ὀμφαλίδαι>· πατριά <ὀμφαλιστήρ>· ᾧ τοὺς ὀμφαλοὺς ἀποτέμνουσιν <ὀμφαλόεσσα>· ἡ Ἄρκτος· διὰ τὸ μέσον τὸν βόρειον πόλον περιέχειν. τινὲς δὲ τὴν εὔτροφον χώραν (Nic. Al. 7). καὶ <ἀσπίδες ὀμφαλόεσσαι>· ἢ ὀμφαλοὺς ἔχουσαι, ἢ στρογ- γύλαι (Δ 448) <ὀμφαλόεντα>· ὀμφαλοὺς ἔχοντα ζυγόν. Ὀμφαλοὺς δὲ λέγουσι τὰς ἐν τῷ ζυγῷ τρώγλας, ἐφ' ὧν αἱ ἡνίαι δέδενται (Ω 269) <ὀμφαλός>· ζυγοῦ τὸ μέσον (Ω 273). καὶ Δελφοί, ἐπειδὴ μεσαί- τατοι <ὀμφαλὸς Αἰγαῖος>· ζητεῖται πῶς τὴν Πυθὼ <ὀμφαλὸν Αἰ- γαῖον> <εἴρηκε>· τινὲς δὲ παρὰ τὸ τῆς Αἰγαίων γῆς <μέσον εἶναι> *<ὀμφή>· φήμη θεία. κληδὼν θεία gnS. φωνή gn. δόξα. [πνοή Ss. ὀνείρου φαντάσματα (Β 41) (A)Sn <ὄμφορα>· ὅσα ἀπὸ τῶν ἱερῶν ἐκφέρεσθαι ὁ νόμος κωλύει <ὀμφύνειν>· αὔξειν. [σεμνύνειν r. ἐντιμότερον ποιεῖν *<ὁμωθῆναι>· εἰς ὁμόνοιαν ἐλθεῖν (Ξ 209) AS <ὁμωρόφιος> καὶ <ὁμώροφος>· ὁ ὑπὸ τῇ αὐτῇ στέγῃ ὑπάρ- χων (r) a) <ὅμως>· πλήν r. s. b) <ὁμῶς>· ὁμοίως (Α 196) Snp <ὁμωχέται>· οἱ συμμετέχοντες τῶν αὐτῶν σπονδῶν. ἢ ὁμοβώ- μιοι. καὶ ὁμόναοι (Thuc. 4, 97,4) <ὅν>· ἄρθρον ἀρσενικὸν ἑνικὸν ὑποτακτικόν· "ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον" (Β 188). καὶ οὐδέτερον ὑποτακτικόν· "Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' Ὀλύμπιος" (Α 609). καὶ ἀντωνυμία ἀρσενικὴ τρίτου προσώπου ἀντὶ τοῦ τὸν ἑαυτοῦ· "αὐτὰρ ὅγ' ὃν φίλον υἱόν" (Ζ 474). ἢ ὑπάρχον. ἢ τὸν αὐτόν *<ὀναίμην>· τύχοιμι g, ἀπολαύσω, ὠφεληθείην (Eur. Hec. 997) vg *[<ὀναίμην>· ἀπήλαυσα AS] *<ὄναιντο> [ἢ ὄναιτο]· ὠφεληθεῖεν ASvg(n) <ὄναιον>· ἄμεινον <ὄναρ>· καθ' ὕπνου [φαντασία (Α 63) r *<ὀνάσθαι>· ὠφελῆσθαι (Eur. Hipp. 517 ..) vg <ὄνειαρ>· ὠφέλημα. ὀνήσιμον. ἀγαθόν (Χ 433 ..) r <ὀνᾶς>· δοῦλον ἀνόητον, ἀχρεῖον <ὄνοται>· ἀτιμάζει. μέμφεται <ὃγ γόνον>· τοὺς ἑαυτοῦ προγόνους, ἢ τὴν ἑαυτοῦ γένεσιν (a 216?) <ὀνείατα>· ὅσα ὄνησιν παρέχει καὶ ὠφέλειαν (g). ἀγαθὰ [βρώ- ματα (Ι 91 ..) p <ὁ νείατος>· οὐραγός <ὀνειάτων>· ὀνησιφόρων *<ὀνείδη>· ὕβρεις g. χλευάσματα. κατηγορίαι ASvg. αἰσχῦναι <ὄνειδος>· αἶσχος. [μέμψις r. κατήφεια. καὶ κλέος (Eur. Med. 514). καὶ εἶδος πόματος [<ὀνείνυεν>· ὠφέλησεν] <ὀνείλεον>· θυσία Ποσειδῶνος ... <Ὄνειον>· ὄρος ἐν Κορίνθῳ (Thuc. 4, 44,4) r <ὀνειρείῃσι πύλῃσι>· ταῖς τῶν ὀνείρων πύλαις, ἃς ὑφίσταται μυθικῶς, ὧν τὴν μὲν μίαν κερατίνην, τὴν δὲ ἑτέραν ἐλεφαν- τίνην. [ἢ τῷ ὕπνῳ.] διὰ γὰρ τούτων ὄνειροι ἐκπέμπονται (δ 809) <ἢ τῷ ὕπνῳ> <ὀνειρόπληκτος>· ὀνείρῳ πεπληγώς [ἢ ὀνειροκρίτης] *<ὀνειροπολεῖ>· ὡς ἐν ὀνείρῳ βλέπει, ἢ ὡς ἐν ὕπνῳ φαντάζεται (Ar. Nub. 16) ASvg *<ὀνειροπόλος>· ὀνειροκρίτης Avgn. ἢ ὁ περὶ τοὺς ἰδίους ὀνείρους πολούμενος Ap, καὶ διὰ τούτων τοὺς πέλας μαντευόμενος· ἢ ὁ κρίνων αὐτούς (Α 63) <ὀνειροπολῶν>· δι' ὀνείρων μαντευόμενος <ὄνειρος>· ὁ θεός. καὶ τὸ δι' αὐτοῦ θέαμα <ὄναιτο>· ὠφεληθείη (Ar. Nub. 1237?) <ὀνήμενος>· ἄξιος ὀνήσεως· οἷον ὄνησιν ἑαυτοῦ λάβοι. τινὲς δὲ φρόνιμος (β 33) <ὀνήμεναι>· ὠφεληθῆναι <ὀνήσεαι>· ὄνησιν λήψῃ (Ζ 260) <ὄνησις>· ἰσχύς. *[ὠφέλεια (Eur. Med. 254) r. ASvgn *<ὀνησιφόρος>· ὠφέλειαν φέρων r. ASvg <ὀνησιφόρων>· τὰ ὠφέλιμα φερόντων *<ὀνητά>· μεμπτά ASvg <ὃν ἠτίμησεν>· ὃν ἀτίμως ἔπεμψεν (Α 94) <ὀνήτωρ>· ὄνησιν φέρων *<ὄνθον>· κόπρον κτηνῶν, ἤτοι βόλβιτον (Ψ 781) vg *<ὄνθος>· βόλβιτον, [κόπρος βοῶν (Ψ 775) ASn *[<ὄνια>· ὠφέλιμα A. ἢ βρώματα. ἢ κτήματα vg] [<ὄνιαρ>· ὠφέλεια] <ὀνίας>· σκάρου εἶδος *<ὀνιαῖα>· τοῦ ἵππου τὸ ἀφόδευμαι AS(g) <ὄνιγλιν>· εἶδος οἴνου (Alcm. fr. 117 Bgk) *<ὀνίνασθαι>· ὠφελεῖσθαι r. ASn *<ὀνίνησιν>· ὠφελεῖ r. ASg †<ὀνίνοιεν>· ὠφελήσοιεν <ὀνίσκος>· τεκτονικὸς πρίων †<ὀνίστειοι>· νεοσσοί <Ὀνείτης>· ἥρωος ὄνομα, καὶ ἴσως ἂν εἴη ... <ὀνῖτις>· ὀρίγανον (Nic. Al. 56) gn [<ὀνοβόστιδες] ὀνοβάτιδες>· αἱ ἐπὶ μοιχείᾳ ἁλοῦσαι γυναῖκες καὶ ἐξενεχθεῖσαι ἐπὶ ὄνων <ὀνόγυροι>· σειροί. καὶ πόα τις †<ὀνοδέστεροι>· ἄγνωστοι *<ὄνοιτο>· ὁμοίως (Ν 287 ..) (Sn) *<ὀνοκίνδιος> [καὶ <ὀνοκίνδας>]· ἀστραβηλάτης. ὀνηλάτης (eu- pol. fr. 182) ASg <ὀνοκένταυροι>· παρὰ Ἀκύλᾳ <τριχιῶντες>, δαιμόνων τι γένος, κάθυλον καὶ σκοτεινὸν τῇ ἐπιφανείᾳ, ὅπερ <σίειμ> ὠνό- μασαν οἱ τὴν Ἑβραϊκὴν φωνὴν μεταθέντες οἱ λοιποί (Isai. 13,22) [<ὀνοκύνδος> καὶ <ὀνοκίνδας>· ἀστραβηλάτης, ὀνηλάτης] <ὀνομάκλυτος Ἄλτης>· κατὰ μὲν τοὺς <ὑφ'> ἓν ἀκούοντας ἔσται ὁ ἔνδοξος κατ' ὄνομα· κατὰ δὲ τοὺς διαιροῦντας ὁ τῷ ὀνόματι κλυτός (Χ 51) *<ὀνομαστοί>· ἔνδοξοι, περιβόητοι (Num. 16,2 ..) ASvg *<ὀνομῆναι>· ὀνομάσαι r. n, ἐπαγγείλασθαι *<ὀνομήνω>· [ὀνομήσω] ὀνομάσω (Β 488) ASn <ὀνόπη>· ἀμπέλου [εἶδος] μελαίνης εἶδος <ὀνόπορδον>· τὴν ἑλξίνην. ἔστι δὲ λάχανον ἄγριον (Epich. fr. 161). καὶ εἶδος κογχυλίου <ὄνος>· ὁ ἀνώτερος λίθος τοῦ μύλου. καὶ τὸ ὑποζύγιον. καὶ τὸ περὶ τὰ τῶν ὑδάτων ἀγγεῖα πολύπουν ζῷον καὶ συστρεφό- μενον, ὡς κύαμος. καὶ τὸ ἀχθοφόρον ζῷον. καὶ ἐφ' οὗ <καὶ> τὴν κρόκην νήθουσι. καὶ ἰχθῦς ποιός, ὁ καὶ ὀνίσκος λεγόμενος *<ὀνόσαιτο>· ἐκφαυλίσειε. μέμψαιτο (Ν 127) AS <ὄνος ἄγει μυστήρια>· τοῖς μυστηρίοις ἐξ ἄστεος <εἰς> Ἐλευ- σῖνα κομίζουσι τὰ πρὸς τὴν χρείαν διὰ τῶν ὄνων. τότε μάλιστα εἶχον τοὺς ὄνους ἀχθοφοροῦντας (Ar. Ran. 159) <ὄνος Ἀντρώνιος>· παρόσον ἐν Ἀντρῶνι τῆς Θεσσαλίας ὄνοι μεγάλοι γίνονται (Pherecr. fr. 15) <ὄνος ἰσόσπριος>· ἔστι δὲ ζῷον πολύπουν, ὀσπρίῳ ὅμοιον, ὃ καὶ ἴουλόν τινές φασιν (Soph. fr. 336) *<ὀνόσσεται>· ὠφελήσει (Ι 55?) A <ὀνοστά>· ἐκφαυλισμοῦ ἄξια, ψεκτά, μεμπτά, εὐτελῆ, φαῦλα. ἢ καὶ *[μεμπτά (Ι 164) vn <ὀνοστύππαξ>· [ὀνοστύπτα.] διὰ μὲν τοῦ <ὄνου> τὸν μύλωνα ὀνειδίζων· διὰ δὲ τοῦ <στύππακος>, ὅτι στυππειοπώλης ἦν (Com. ad. 94) <ὀνοτάζειν>· ὀνειδίζειν, ὑβρίζειν <ὀνοταζομένη>· πορθουμένη. Ἴων μεγάλῳ δράματι (fr. 17). κυρίως δὲ ἐπὶ τοῦ ἐκφαυλίζεσθαι *<ὀνοτάζων>· ὑβρίζων, [ἐκφαυλίζων (Hes. op. 258) ASvgn <ὀνοτός>· μεμψίμοιρος r. πτωχός. [ἐπονείδιστος r <ὄνου γνάθος>· Εὔπολις παίζει εἰς πολυφαγίαν (fr. 434). ἔστι δὲ καὶ τόπος οὕτω καλούμενος <ἐν Λακωνικῇ> <ὄνου ποκαί>· χωρίον ἐν ᾅδου διατετύπωκεν Ἀριστοφάνης (Ran. 186), οὕτω λεγόμενον πλάσας. ἔστι δὲ καὶ παροιμία τις· <ὄνου ποκαί>, ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν· οὐδὲ γὰρ αἱ πέξεις τῶν ὄνων καὶ κάρσεις δύνανταί τι. ὥσπερ εἰ λέγοι τις <ὄνον κείρεις>· παρόσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά ἐστι καὶ τὸ μηδέν, παρὰ τοῦτο τὰς τοῦ ὄνου ποκὰς ἔπλασεν <ὄνου σκιά>· Ἀριστοφάνης Σφηξί (191)· "περὶ τούτου νῦν δὴ μαχεῖ περὶ ὄνου σκιάν", ἐπὶ τῶν <περὶ> μηδενὸς χρησίμου φιλοτιμουμένων *<ὄντως>· ἀληθῶς (1. Cor. 14,25 ..) r. ASvg *<ὃν τρόπον>· καθάπερ, ὥσπερ ASvg, καθ' ὃν τύπον (Hos. 9,13 ..) *<ὀνυρίζεται>· ὀδύρεται S <ὀνυχιεῖ>· ἐπιμελῶς [ἐξετάσει s <ὀξάλεια>· εἶδος σύκων <ὀξαλίς>· ἡ ὀξεῖα τρύξ. ἢ ὀξίνης οἶνος *<ὀξέα>· μεγάλα. ἀνατεταμένα A <ὀξερίας>· τυρὸς ἀχρεῖος *<ὀξέως>· ταχέως (Sap. 3,18 ..) ASvg <ὀξίδες>· λαγύνια μικρά (ASn). ἢ ὀξύβαφα <ὀξίνα>· ἐργαλεῖόν τι γεωργικόν, σιδηροῦς γόμφους ἔχον, ἑλκό- μενον ὑπὸ βοῶν <ὄξος Σφήττιον>· ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. διὰ τοῦτο εἶπεν <ὄξος Σφήττιον>, ἤγουν δριμύ (Ar. Plut. 720) a) <ὄξους χόνδρος>· ... b) ...· εἶδος ἐλαίας <ὀξύ>· [ὀξέως· ταχέως.] ταχύ. ταχυδρόμον (Ep. Rom. 3,15?). μέγα. ἰσχυρόν <ὀξυάκανθον>· οἱ ἐν Καρίᾳ καὶ Φρυγίᾳ τὰ αἱμα<σιώδη φυτά> <ὀξύβαφον>· τὸ σκεῦος οὕτω λέγεται <ὀξυβελής>· ὀξέως βληθείς, ἢ [ταχέως βαλλόμενος (Δ 126) r *<ὀξυδερκής>· ὀξέως βλέπων r. ASvgn *<ὀξυθήκτοις>· ὀξυτάτοις (Eur. Andr. 1150) AS(n) *<ὀξύθηκτος>· ὀξύτατος vg <ὀξυθύμια>· τὰ ξύλα, ἐφ' οἷς ἀπάγχονται· ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· οἱ δὲ τὰ καθαρτήρια καὶ ἀποτρόπιμα [ξύλα], ἅπερ εἰς τὰς τριόδους ἀποστρέφουσι καθαίροντες τὰς οἰκίας. τὰ οὖν ἀνακαθάρματά εἰσι τὰ λεγόμενα ὀξυθύμια *<ὀξυλαβῆσαι>· ὀξέως λαβέσθαι πράγματος qA <ὄξυλον>· <ξύλῳ> ὅμοιον, ἰσόξυλον <ὀξύμαλα>· τὰ κοκκύμηλα <ὀξὺν Ἄρηα>· ὀξὺν πόλεμον (Β 440 ..) <ὀξυόεντι>· ὀξεῖ. ἢ ὀξυΐνῳ. <Ὀξύα> δὲ εἶδος δένδρου (Ε 50) <ὀξυοπείαν>· ὀξυβλεψίαν <ὀξυπευκές>· ὀξύπικρον (Aesch. Choe(. 640) <ὀξύπετρος>· γῆς ποιὸν εἶδος οἱ γεωργικοί φασιν <ὀξυπρῴρῳ>· ὀξυκέρατι (Achae. trag.) <ὀξυρεγμία>· ἀπεψία <ὀξυῤῥεπής>· ὀξέως βαρῶν, ἢ ῥέπων, ἢ κινούμενος *<ὀξύς>· ταχύς s. δριμύς Avg. φρόνιμος *<ὀξυτόνως>· κυρίως ... ASph. <εἴρηται δὲ καὶ τὸ ἐπὶ τέλει τὴν ὀξεῖαν ἔχων ὄνομα> AS †<ὄοιγα>· φαρέτρα [<ὄοιτο>· ὑπελάμβανεν] <ὅου κλέος>· οὗ δόξα (Β 325) <ὀπά>· θυρὶς ἡ ἐκ τοῦ κεράμου, καὶ *φωνήν r. Sgn <ὄπα γηρύοντες>· φωνὴν φθεγγόμενοι (Greg. Naz. c. 2,1, 1,282) *<ὀπαδεῖ>· ἐπακολουθεῖ r. A *<ὀπαδός>· ἀκόλουθος r. ASvg. συνεργός n. δοῦλος (Eur. Hipp. 1151) ASvg *<ὀπάζει>· κατόπιν [διώκει (Θ 103) ASvgn. περιποιεῖ. [δίδωσι g. παρέχει ASvgn <ὄπαζε>· παρεῖχε, ἐδωρεῖτο (Μ 255). ἐδίωκεν <ὀπαζόμεναι>· ἑπόμεναι. θεραπεύουσαι <ὀπαία>· κεραμίς, ἡ τὴν κάπνην ἔχουσα (Diphil. fr. 84) <ὀπάονα>· ἀκόλουθον (AS). παρὰ τὸ ἕπεσθαι (Ρ 610) *<ὄπας>· ὀφθαλμούς AS *<ὀπάσαι>· δοῦναι (δ 619) Sg <ὀπάσας>· χαρισάμενος *<ὀπάσσατο>· προσελάβετο (Τ 238) n <ὄπασεν>· ἔδωκεν (Ω 461) †<ὀπασθείς>· ἐκ τῶν ὀπίσω δεθείς, καὶ ἐξαγκωνισθείς <ὀπασσάμενος>· ἀκολουθήσας *<ὄπασον>· ἀπόδος, πάρεχε (Η 205) Avgn *<ὀπάσσω>· χαρίσομαι (θ 430) (vg) <ὀπαστόν>· τὸ ἐφόδιον. Πέρσαι †<ὀπάτα>· τὸ ἐπήτειον <ὄπατρον>· τὸν ἐκ τοῦ αὐτοῦ πατρός (Λ 257) <ὄπατρος>· ὁ ἐκ τοῦ αὐτοῦ πατρός τινι γεγονὼς ἀδελφός (Μ 371) r. S *<ὀπάων>· ἀκόλουθος (Η 165) As *<ὁ πέραν>· ὁ ἐπέκεινα ASg *[<ὀπεύει>· περισκοπεῖ AS, βλέπει] <ὀπή>· θυρίς *<ὀπηδεῖν>· ἀκολουθεῖν (Ε 216) (n) <ὀπηδητήρ>· σύνοδος. ἀκόλουθος <ὀπηδοῖς>· ἀκολούθοις. συνοδοιπόροις <ὀπιζόμενος>· ἐντρεπόμενος. αἰσχυνόμενος *<ὅπη κεν>· ὅπου ἄν S *<ὁπηνίκα>· ἡνίκα, ὁπόταν, ὅτε ASvgnp *<ὀπήσασθαι>· θεωρῆσαι A [<ὄπιβαλ>· πτέρνα. ἢ σφυρόν] <ὄπιδα>· ἐπιστροφήν, ἐντροπήν (ξ 82) <ὀπιδνή>· φοβερά. πονηρά <ὀπίζεο>· †πονηρεύου. ἀπόφευγε (ε 146) <ὀπίζεται>· ἐντρέπεται. αἰσχύνεται <ὄπισθεν>· τῶν ἀπολελειμμένων <ὄπιθεν δὲ δράκων>· τὴν δ' οὐρὰν δράκων (Ζ 181) *<ὄπιν>· ἐπιστροφήν v(n). φωνή (φ 28) n <>οπῖπα>· *ἐξαπατᾷ AS, ἀπατεών, ἢ ἀπατῶν (Λ 385) *<ὀπιπεύει>· περιβλέπει (ASn), περισκοπεῖ (n) <ὀπιπεύεις>· περιβλέπεις, περισκοπεῖς· "ὀπιπεύεις δὲ γυναῖκας" (τ 67 v. l.). ὁ δὲ παρθένους περιβλεπόμενος παρθενοπίπας <ὀπιπευέτω>· περιβλεπέτω <ὀπιπηρά>· ὀφθαλμιῶσα <ὀπίσθια>· τὰ παρελθόντα. [ὀπίσθια] ἄλλοι τὰ τῶν ζῴων οὐραῖα <ὀπισθοδόμοις>· τόποι ὄπισθεν τῶν οἴκων, ἐν οἷς τὰ κειμήλια ἀπόκειται <ὀπισθοδόμος>· ἐν τῇ ἀκροπόλει, οὗ τὸ δημόσιον ἀργύριον ἀπέκειτο πρὸς τῷ ὀπισθοδόμῳ καὶ ὁ φόρος <ὀπισθοκρηπίς>· εἶδος ὑποδήματος *<ὀπισθόπους>· ὑποστρέψας As <ὀπισθορμήσας>· εἰς τοὐπίσω χωρήσας <ὀπισθοτίλα>· σηπία. <Βοιωτοί> (Stratt. fr. 47,3) *<ὀπισθότονος>· ἐναντίον κύρτωμα (Deuter. 32,24) ASvgp <ὀπισθοφανής>· εἰς τοὐπίσω προσέχων (Gen. 9,23) ASvgp <ὄπισον>· λάχανον ἄγριον. ἢ τρωκτὸν ἢ †ἄπιστον [<ὀπίσεται>· ὄψεται] <ὀπίσσοος>· εἰς τοὐπίσω ἐπαναφέρεσθαι <ὀπίσωρος>· δυσάρεστος <ὀπίσω>· πάλιν, ὕστερον, μετὰ ταῦτα. καὶ τὸ μέλλον *<ὀπίσσωτρον>· ἡ ἀψὶς τοῦ τροχοῦ] A <ὀπισθότατον>· τελευταῖον, ἔσχατον <ὀπίστατος>· τελευταῖος, ὕστατος, ὀπίσω τῶν φευγόντων (Θ 342) <ὀπίττομαι>· ὀπίζομαι. Βοιωτοί <ὅπλα>· ποτὲ μὲν τὰ πολεμικὰ σκεύη (Σ 614). ποτὲ δὲ τὰ τῆς νεὼς σχοινία (μ 410). καὶ [τὰ χαλκευτικὰ <ἐργαλεῖα> (Σ 409) ASpn *<ὁπλαί>· αἱ πυξίδες. ἢ ὄνυχες ἵππων ASg. καὶ ἑτέρων κτηνῶν (Lev. 11,4 ..) AS <ὅπλεσθαι>· ὁπλίζεσθαι (Τ 172) <ὁπλή>· ὄνυξ κτήνους. ἄλλοι ἐπὶ ποδῶν ἀνθρώπου. ἢ [χηλή S <ὀπλίας>· Λοκροὶ τοὺς τόπους, ἐν οἷς συνελαύνοντες ἀριθμοῦσι τὰ πρόβατα καὶ τὰ βοσκήματα <ὁπλίζεσθαι>· ἑτοιμάζεσθαι (ξ 526) *<ὁπλίσαι>· παρασκευάζεσθαι (Ω 190) n <ὅπλον>· ἔνδυμα πολεμικόν. καὶ τὸ αἰδοῖον <ὅπλισμα· *βῆμα AS. καὶ τὸ τοῦ πλοίου σχοινίον *<ὁπλοτεράων>· νεωτέρων (Ξ 267) n *<ὁπλότερος>· νεώτερος (Β 707) r. gnps *<Ὀπόεις>· πόλις Λοκρίδος (Β 531) n <ὅποι>· ἔνθα, ὅπου, ποῦ [<ὀποιιομένη>· μισγομένη] *<ὅποι>· ὅπου (Eur. Andr. 922 ..) r. ASvg [<ὀρέγει>· παρέχει] *<ὅποι ποτέ>· ὅπου ποτέ, πῆ vgpn <ὀπός>· *πυτία ASgn, βοτάνη τις, δι' οὗ πήγνυται τὸ γάλα r. καὶ τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ γαλακτῶδες ἐκ τῆς συκῆς ἀνιέμενον (Ε 902) <ὁπόσον>· ὁποῖον (Eur. Med. 1408) r *<ὁπόστον>· πολλοστόν ASn <ὁπόταν>· ὅτε, *[ὅταν vg, ἡνίκα <ὁποτέρας>· ὁποίας <ὅππη>· ὅπου (Ν 784) †<ὁπότευ>· ὅτι μέν, ὅτι δέ <ὁππόθι>· ὅπου (Ι 577) *<ὁππότεροι>· ὁποῖοι (Γ 299) n(gp) <ὁππότερος>· ὅστις *<ὁ προστρόπαιος>· ὁ ἀποστρέφων A. καὶ ἐπὶ τῶν ἄλλων *<ὀπταλέον>· ὀπτόν (Δ 345) r(n) <ὀπτανεῖον>· μαγειρεῖον r. ps <ὀπτανόμενος>· ὁρώμενος. ἐμφανιζόμενος (Act. 1,3) <ὀπτασία>· θεωρία r, φαντασία, θέαμα (Dan. 9,23 Th.) *<ὀπτήρ>· ὁρατήρ AS. ἐφόπτης (Antiph. 5,27 ..) r. n *<ὀπτῆρες>· κατάσκοποι (Ag). καὶ τὰ ὅμοια (ξ 261) <ὀπτήρια>· τὰ ἐν τοῖς ἀνακαλυπτηρίοις διδόμενα δῶρα τῇ νύμφῃ (Callim. h. Dian. 74) <ὄπτιλλοι>· ὀφθαλμοί <ὀπτιλλίασις>· ὀφθαλμίασις <ὀπτή>· ὀπτική. <Ὀπτικὸν> καὶ <ὀπτὸν ταὐτὰ> σημαίνει· ὁρατά, φανερά, προορατικά <ὀπτός>· φαινόμενος n. ἢ ἑψημένος πυρί <ὀπυίειν>· γαμεῖν *<ὀπυίει>· γαμεῖ ASvgn <ὀπυιομέναι>· γεγαμημέναι *<ὀπυιομένη>· γεγαμημένη (Θ 304) (ASs) *<ὀπυιέμεναι>· γαμῆσαι (Ξ 268) n <ὀπυιόλαι>· γεγαμηκότες s *<ὄπωπα>· ἑώρακα, ἴδον ASvgn, ἐθεασάμην (Β 799) r. n *<ὀπωπαῖς>· ὄψεσιν, ὀφθαλμοῖς (Greg. Naz. c. 2,1,1,43) *<ὀπωπή>· πρόσοψις (g). ἐντροπή (γ 97) <ὀπώρα>· τὸ θέρος. καὶ τὸ μετόπωρον. κυρίως δὲ ἡ σταφυλή. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀκροδρύων <ὀπώρῃ>· τῷ φθινοπώρῳ (ξ 384) (n) <ὀπωρινόν>· θερινόν r *<ὀπωρινὸν δέος>· τὰ ἐν ταῖς ὀπώραις φόβητρα, ἢ κεράμβηλα AS *<ὀπωρινός>· ἐν ἀρχῇ τῆς ὀπώρας πνέων (Φ 346) Anp *<ὀπωρινῷ>· τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας (Ε 5) AS <ὀπωρώνας>· τοὺς εἰς πρᾶσιν ὠνουμένους *<ὀπωροφυλάκιον> δὲ ἡ σκηνὴ ἢ [καλύβη τοῦ φυλάσσοντος <τὰς ὀπώρας> (Mich. 1,6) S <ὅπως>· ἵνα S [ὅπως. παῖς. ὀφθαλμός] [<ὅπως>· τὴν πρόσωψιν] <ὀπώφαται>· πέπρηται, οἰδεῖ <ὁπωσοῦν>· ὁπωσδήποτε r. οἱῳδήποτε τρόπῳ <ὅρια>· τὰ νεώρια. ἔνιοι ἀποθήκας. καὶ Ῥωμαῖοι ὄρεα καλοῦσιν <ὀράδα>· οἱ μὲν τὴν ὄρειον, οἱ δὲ τὴν γαλακτώδη παρὰ τὸν ὀρόν *<ὅραε>· ἔγειρε. ἐλθέ ASg †<ὅραες>· ἀναγκαῖοι, προσήκοντες [<ὀράδες>· ὑλώδεις τόποι] *[<ὀράγδαιναν>· ὁρμητικήν v] *<ὀργάζειν>· δεύειν. μαλάσσειν AS [<ὁρᾶ>· βλέπω. ὁρᾷ] <ὅραμα>· θέαμα s, ὀπτασία, ὅρασις. εἶδος. φαντασία, θέα *<ὁρᾷ>· βλέπει (Eur. Hipp. 849 ..) <ὁρᾶσθαι>· ὁρᾶν (Γ 306) *<ὁρατικόν>· γνωστικόν (Prov. 22,29) ASvg <ὁρατόν>· αἰσθητόν. θεωρητικὸν καὶ θεωρητόν (Iob 37,21) *a) <ὀργᾷ>· ἐπιτεταμένως ἐπιθυμεῖ. δηλοῖ δὲ καὶ τὸ ἀκμάζειν vh. b) <<ὀργαί>·> μανίαι. θυμοί. ἐπιθυμίαι. καὶ ἦθος [<ὀργάδα>· ὄρειον ἢ γαλακτώδη παρὰ τὸν ὀρόν] <ὀργᾷ δ' Ἀθηνᾶ>· ὀργᾶν λέγουσι τὸ ἐπί τι παρασκευάζεσθαι καὶ ὁρμᾶν <ὀργάδες>· γεγεωργημένοι τόποι <Ὀργάνη>· ἡ Ἀθηνᾶ, ἣν καὶ <Ἐργάνην> ἀπὸ τῶν ἔργων λέ- γουσιν *<ὄργανον>· τὸ εἰργασμένον A. καὶ ἐργαλεῖον ASgn <ὀργάς>· λοχμῶδες καὶ ὀρεινὸν χωρίον, καὶ ἀνέργαστον. καὶ [*<λέγεται> παρὰ τὸ ὀργιζόμενον, ἢ ἐντρεπόμενον AS. ἢ ἐπιθυμοῦν. ἢ ἀκμάζον <ὀργάσαι>· ἑτοιμάσαι. καὶ τὸν <πηλὸν ὀργάσαι> (Soph. fr. 719) φασίν, ὅ ἐστιν ἑτοιμάσαι, φυρᾶσαι, βρέξαι, ἀναδεῦσαι <ὀργάσας>· μαλάξας <ὀργέων>· [ἱερῶν, ἢ] ἱερέων (Lys. fr. 112 Tur.) <ὀργεῶναι>· ἱέρειαι <ὀργεῶνες>· μύσται, ἱεροφάνται, ἱερεῖς (Aesch. frg. 144) <ὀργή>· τρόπος. μανία. θυμός <ὀργητύς>· ὀργή [κάπνη. διάδυσις] *<ὄργια>· τὰ ἱερά. οἱ δὲ τὰ μυστήρια ASvg <ὀργιάζειν>· τελεῖν Διονύσῳ (Eur. Bacch. 415) <ὀργιάζουσι>· τελοῦσιν *<ὀργιάσθης>· ἐμυήθης. ἐχόρευσας θείως A <ὀργίλος>· θυμώδης. μανιώδης r *<ὀργίοις>· μυστηρίοις AS *<ὀργυιά>· ἡ τῶν ἀμφοτέρων χειρῶν ἔκτασις (Ψ 327). καὶ τὸ μέτρον, ἀπὸ τοῦ τὰ γυῖα μετρεῖν. καὶ πήχεις τρεῖς AS *<ὀργῶν>· ἐπιθυμῶν, ὀρεκτικῶς ἔχων A *<ὀργῶσαν>· ἐπιθυμοῦσαν A (Sg) p [<ὀργμή>· ῥύμη. ῥώμη] <ὄρδικον>· τὸν χιτωνίσκον. Πάριοι <ὄρδημα>· ἡ τολύπη τῶν ἐρίων *<ὀρέγει>· παρέχει ASvgn *<ὀρέγεται>· ἐπιθυμεῖ (r) ASvg <ὄρεγμα>· βῆμα. ὅρμημα. ἅλμα (Aesch. Choe(. 799) *<ὀρεγνύς>· ἐκτείνων r. ASn. τῆν χεῖρα (Α 351) [<ὀρέεσιν>· οἰκουροῖς γυναιξίν] [<ὄρει>· φυλάσσει] <ὀρείοις ποσί>· κώπαις· ἐπεὶ ἡ ἐλάτη ὄρειος (trag. ad. 244) [<ὀρειοκόμος>· ὁ τὰς ἡμιόνους θεραπεύων] <ὄρειον>· ἱμάτιον ἄγναφον (Com. med. adesp. 328 K.) <ὀρείονες>· ἄνδρες <ὀρεῖς>· ἡμίονοι <ὀρέγδην>· ἐκτενῶς, καὶ προθύμως [<ὀρείτορες>· ἄγριοι] <ὀρείχαλκον>· ... τῶν εἰκῆ διαδεδομένων εἶναι τοὔνομα. οἱ δὲ πλείους ὑπάρχειν αὐτόν. ἔστι δὲ καὶ ὕλη ὁμοία χαλκῷ *<ὀρεκτεῖν>· ἐπιθυμεῖν AS *<ὀρεκτῇσι>· μακραῖς ASn <ὀρεκτῇσι μελίῃσιν>· αἷς ὀρέγδην καὶ οὐκ ἐκ διαστήματος χρῶνται, συνιστάμενοι καὶ ἐκτείνοντες τὰ δόρατα (Β 543) *<ὀρεκτιῶν>· ἐπιθυμῶν A [<ὀρεκτύς>· ἐκτείνων] <ὀρεκτύων>· ὀρέξεων S <ὀρέξαι>· δοῦναι (Ο 596). ἐκτεῖναι <ὀρεξάμενος>· ἐκτείνας (Π 314) *<ὀρέξας>· δούς. ἐκτείνας ASvg <ὀρεξάσθω>· ἐκτεινάτω. στρωσάτω. παταξάτω, πληξάτω. ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα. ἔνιοι δὲ ἀγωνιζέσθω (Δ 307) *<ὀρέξατο>· ἐξέτεινε (Ζ 466). παρέσχεν An <ὀρέξατο>· ὥρμησε. διέβη (Ν 20) *<ὀρέξειν>· παρασχεῖν. δοῦναι (Ο 602 v. l.) AS *<ὀρέξει>· ὁμοίως (Ε 33) An *<ὄρεξις>· ἐπιθυμία (Sap. 14,2) r. ASps <ὄρεξον>· ἔκτεινον. ἐπίδος *<ὀρεοκόμος>· ὁ τὰς ἡμιόνους τρέφων r. ASvg *<ὀρέοντο>· ὥρμων Sn. ἐπορεύοντο (Β 398) <ὀρεσκῴοισιν>· ὀρεσιοίκοις ἢ ὀρεσικοίτοις· <κεῖαι> γὰρ τὸ κοι- μηθῆναι (Α 268) [<ὄρεσι>· προβάτοις] *<ὀρέστερος>· ἄγριος (Χ 93 ..) (AS)ns <Ὀρέστη>· χωρίον Εὐβοίας <ὀρεστιάδες>· αἱ ἐν τοῖς ὄρεσι τὴν ἑστίαν ἔχουσαι, ἤγουν οἰκίαν (Ζ 420) *<ὄρεσφιν>· ὄρεσιν (Λ 474) AS <ὀρεσχάς>· τὸ σὺν τοῖς βότρυσιν ἀφαιρεθὲν κλῆμα <ὀρεύειν>· φυλάσσειν *<ὀρεῦσιν>· ἡμιόνοις A *<ὀρεύς>· ἡμίονος r. ASvg. ἄρσην <ὀρεῖς>· ἡμίονοι ἄρσενες <ὀρεταί>· ὁρμαί. λαβαί. ἐγέρσεις *<ὀρέχθεον>· ἐστέναζον. [ἐμυκῶντο. ἐβρύχοντο (Ψ 30) AS <ὄρημι>· ὁρῶ †<ὀρήχου>· τῆς αἱμασιᾶς <Ὀρθάνης>· τῶν ὑπὸ τὸν Πρίαπόν ἐστι θεῶν, καὶ αὐτὸς ἐντε- ταμένον ἔχων τὸ αἰδοῖον <ὀρθαγορίσκος>· χοιρίδιον μικρόν <ὀρθέσιον>· ὄρθιον. μακρόν. ὀξύ. μέγα *<ὄρθεν>· ἀνωρθοῦν AS <Ὄρθη>· πόλις Θεσσαλίας (Β 739) *<ὄρθια>· ἀνατεταμένα. [ἐξάκουστα. μεγάλα (Λ 11) AS *<ὀρθήν>· τὸ ὀρθὴν ἀπιέναι AS <Ὀρθία Ἄρτεμις>· οὕτως εἴρηται ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ χωρίου, ἔνθα ἱερὸν Ἀρτέμιδος ἱδρῦσθαι ... <ὀρθιάζειν>· μαντεύεσθαι <ὀρθίας>· ἱστὸς νεώς. τίθεται καὶ ἐπὶ κακεμφάτου (Epich. fr. 106) <ὀρθιόκωποι>· οἱ ἐπιτόνως ἐλαύνοντες, καὶ ἀκλινῶς <ὄρθιον>· πρόσαντες. *ἀνατεταμένον (g). ὑψηλόν (g) n <ὀρθιοκώπους>· ἐξορθουμένους ἐν τῷ ἐρέσσειν ἐπιτόνως <ὄρθιον νόμον>· οὕτως ὠνομάσθαι φασὶν αὐτὸν ἀπὸ τοῦ ῥυθμοῦ, καθάπερ καὶ τὸν τροχαῖον *<ὀρθογόη>· ἡ χελιδών (Hes. op. 568 v. l.) ASvgn <ὀρθόδωρον>· μέτρον τὸ ὀρθὸν τῆς χειρὸς ἀπὸ [ἄκρου] τοῦ καρποῦ μέχρι <ἄκρου> τοῦ δακτύλου. οἱ δὲ σπιθαμήν <ὀρθόκερως>· ὀρθόθριξ (Soph. fr. 791) <ὀρθοκραιράων>· ἐπὶ μὲν τῶν νεῶν, τῶν ὀρθοπρύμνων (Σ 3)· ἐπὶ δὲ τῶν βοῶν, τῶν ὀρθοκεράτων (Θ 231). εἴρηται δὲ παρὰ τὸ <κάρα> <ὀρθόκορυς>· ὀρθὸν πῖλον ἔχων <ὀρθόν>· τὸν ὄρθιον <νόμον> <ὀρθοπηγιᾶν>· ὅταν γυνὴ ἑαυτὴν ἐπαίρῃ πρὸς τὸ μακροτέρα φαίνεσθαι <ὀρθόπτερος>· μεγάλους κολωνοὺς ἔχουσα· <πτερὰ> γὰρ τὰ εἰς ὕψος ἀνέχοντα. ἢ μεγάλας ἔχουσα περιστῴους οἰκοδομάς (Soph. fr. 30) <ὀρθοστάδιοι χιτῶνες>· οἱ στατοὶ ὑπόκομμα ἔχοντες. οἱ δὲ συρόμενοι <συρτοί> <ὀρθοσταδόν>· τὸ ὀρθὸν ἀφροδισιάζειν <ὀρθοστάτης>· εἶδος πέμματος *<ὀρθοστατῶν>· παραστατῶν A <ὀρθόφρων>· ἀνατεταμένας φρένας ἔχων, ἢ ὀρθάς. μετέωρος (Soph. fr. 973) *<ὀρθωθείς>· ἐξαναστάς (Β 42) r. A <ὀρθωθῆναι>· τὸ ἀπὸ τῆς ὑπτιότητος ἐξαναστῆναι <Ὀρθωσία>· ἐπώνυμον Ἀρτέμιδος <ὀρειλεχές>· ὀρείκοιτον <ὀριγνᾶσθαι>· ἐπιθυμεῖν. ὀρέγεσθαι (r) <ὀριγνώμενοι>· ἐπιθυμοῦντες (r. p) n *<ὀριγνώμενον>· τεταραγμένον. ὅρια λαβών ASg <ὁρίζει>· ἵστησιν. ὅρον δίδωσι. κρίνει. θεματίζει. διαιρεῖ, ἀφορίζει (Ezech. 47,20 v. l.) [<ὀρικάνην>· δεσμωτήριον. οἱ δὲ φραγμόν. οἱ δὲ σαργάνην ἢ σκῆπτρον] [<ὀρικυπτεῖν>· τὸ ἀνατείνεσθαι, καὶ ἐπ' ἄκρων ὀνύχων ἵστα- σθαι] <ὀρινάδες>· τὰ ἀνώτερα *<ὄριναν>· ἐτάραξαν ASvgn <ὀρίνδην>· ἄρτον, παρὰ Αἰθίοψι. καὶ σπέρμα παραπλήσιον σησάμῳ, ὅπερ ἕψοντες σιτοῦνται. τινὲς δὲ ὄρυζαν (Soph. fr. 552) <ὄρινε>· διήγειρε τὴν ψυχήν, ἐκίνησεν ... οὐ κατὰ ἀπειλήν· "ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐπὶ στήθεσσιν ὄρινεν" (Β 142) <ὀρίνετον>· ὥρμων. ἐτάρασσον, ἐκίνουν. δυϊκῶς· "ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα" (Ι 4) <ὀρινίαι>· ἀναδενδράδες *<ὀρίνθη>· ἐταράχθη (Ε 29) ASvgn. ὑψώθη *<ὀρινόμενοι>· ταραττόμενοι. διωκόμενοι An. ὑψούμενοι (Ξ 59) <ὅριον>· τείχισμα. φραγμόν <ὅρισμα>· στήριγμα [ἡμίονος. ἢ ὅρος] *<ὁριστάς>· ὁρίζοντας (A) gn <ὀρίχαλκος>· χαλκὸς χρυσῷ ἐοικώς S. ἢ κρήνη †ἀρχίχαλκος *<ὀριχᾶται>· γλίχεται AS, ἐπιθυμεῖ r. ASvg <Ὄριψα>· Ἐρινύς *†<ὅρκη>· ὄψις ASvg <ὁρκάθους>· ἐφ' ὧν τὰ σῦκα ψύχουσιν <ὁρκάνη>· εἱρκτή, *[δεσμωτήριον Aps. ἔνιοι κρεμάστραν. *[ἄλλοι σαργάνην. οἱ δὲ φραγμόν (Eur. Bacch. 611) Anps *<ὅρκια>· <σκῆπτρον> καθ' οὗ ὤμνυον ASvg. ἤτοι ὁρκωμόσια S <ὅρκια πιστά>· ὅρκους ἐπὶ πίστεσι (Β 124) <ὁρκίδδει>· ὅρκον ποιεῖ ὀμνύειν <ὁρκμόν>· φράγμα <ὅρκοι>· δεσμοί, σφραγῖδες <ὄρκυνος>· ἰχθῦς ποιός <ὁρκύπτειν>· τὸ ὑπερκύπτειν <πρὸς τὸ> ἰδεῖν τι. τὸ ἐκτείνειν ἑαυτόν, καὶ ἐπ' ὀνύχων ἵστασθαι <ὁρκωμόσια>· θύματα, ἐφ' ὧν ὅρκοι γίνονται <ὁρκωτής>· ὁ ὁρκίζων <ὁρμαθός>· χορός. στίχος ASvgn. φωλεός (n) <ὁρμαθοῦ ἐκ πέτρης>· τόπου ἐπαλλήλου πετρώδους ἐπισυν- θέσεως. ἢ τοῦ τῶν νυκτερίδων ἀθροίσματος (ω 8) <ὁρμαίνειν>· ὁρμᾶν *<ὁρμαίνοντα>· διανοούμενον (Κ 4) gn <ὁρμαίνων>· φροντίζων. ἐν διανοίᾳ ἔχων (ο 300) †<ὁρμανόν>· ἀνεστηκός. χαλεπόν *<ὁρμάς>· κινήσεις ASvg <ὀρμάται>· οἱ ἀνδροκτόνοι. Σκύθαι (Hdt. 4, 110,1) <ὁρμειαί>· ὁρμιαί *<ὄρμενα>· ὁρμῶντα (Λ 572). κεκολλημένα ASn <ὁρμεῖσθαι>· ὁρμεῖν. τὸ πολεμεῖν <Ὄρμενος>· ὄνομα κύριον (Θ 274, Μ 187). καὶ πόλις Θεσσαλίας. καὶ οἱ μὲν τῆς κράμβης τὸ ἐντὸς κύημα· οἱ δὲ τὸν ἄγριον ἀσπάραγον. ἄλλοι πᾶν τὸ ἐκκεκαυλημένον <ὁρμήματα>· μέριμναι (Β 356) <ὁρμή>· βουλή, ἐπιθυμία. τιμή <ὁρμητήριον>· καταγώγιον r <ὁρμιά>· σχοινίον λεπτόν r *<ὁρμιευτής>· ἁλιεύς ASs <ὄρμικας>· μύρμηξ <ὅρμινοι>· ὄσπριόν τι <ὁρμίσκοι>· περιτραχήλιοι κόσμοι γυναικεῖοι. ἢ *[μανιάκης ASvg. ἢ περιδέραια (Prov. 25,11). ἢ κλοιά. ἢ δακτύλιοι <ὅρμισον>· δῆσον. ἀνάπαυσον. εἰς ὅρμον κάτελθε <ὁρμοί>· ἱμάντες ὑποδημάτων <ὅρμος>· λιμήν. ἢ περιτραχήλιος κόσμος. καὶ ὁ ὑπόδρομος [τοῦ πλοίου] καὶ ἡ <τοῦ πλοίου> στάσις <ὅρμου μέτρον>· τὸν ὅρμον. καὶ τὸν λιμένα (ν 101) <ὁρμώμενος>· *προθυμούμενος ASvgn. ἢ φερόμενος <Ὀρνειαί>· πόλις (Β 571) <ὄρνεα>· ὀρνεοπώλια. καὶ πετεινά. καὶ τόπος (Ar. Av. 13?) *<ὀρνιθευτής>· ὀρνιθοθήρας rq. AS <ὄρνιθι>· οἰωνῷ. ὀρνέῳ (ε 51 ..) <ὀρνιθοκάπηλοι>· ὀρνιθοπῶλαι (Crit. fr. 70 D.) (r) *<ὀρνυμένου>· ὁρμῶντος. [διεγειρομένου (Δ 421) AS(vgnp) <ὀροβάδων>· νεβρῶν <ὀροβάκχη>· βοτάνη τις. οἱ δὲ τῆς ῥοιᾶς τοὺς καρπούς, οὓς ἔνιοι κυτίνους <ὀρόβιον>· χρυσοκόλλης εἶδος <ὄρογκοι>· τῶν ὀρῶν τὰ ὀγκώδη, ἃ καὶ <ὀρόχθους> καλοῦσιν. ἢ ὀρῶν λόφους. τινὲς δὲ καὶ τὰ ἐργάσιμα ξύλα <ὀροδάμνοι>· κλῶνες. κλάδοι. βλαστήματα. ὅρπηκες *<ὀρόδαμνος>· τὰ αὐτά ASvgn. καὶ ποταμός <ὀροδεμνιάδες>· νύμφαι, καὶ αἱ μέλιτται. ἀπὸ τοῦ <ὄρους> <καὶ> τῶν <δεμνίων>· ἐπεὶ ἐκεῖ κοιτάζονται. οἱ δὲ ἀπὸ τῶν <ὀροδάμ- νων>, οἵ εἰσι κλάδοι [<ὀροδίος>· φόβος] [<ὀροδοῦντες>· φοβούμενοι] <ὁροθέσια>· τὰ χωρίζοντα τὴν γῆν <ὀροθύνειν>· ἐρεθίζειν (Φ 312). ταράσσειν (Κ 332). θαῤῥύνειν (σ 407) <ὀροιβάδες>· αἱ αἶγες <ὀροικλάνοι>· ὀξύσχοινοι <ὄροβον>· εἶδος ὀσπρίου *<ὀροιτύπος>· ὑλοτόμος Σs <ὀρόμενος>· ὁρμώμενος s <ὄρονται>· ἐφορμῶσιν. ἐπακολουθοῦσιν (ξ 104) <ὅρος>· νόμος, θεσμός. ἢ στήλη, ἡ καταπεπηγυῖα ἐπὶ χωρίῳ ἢ οἰκίᾳ <ὀρός>· τὸ ὑδατῶδες καὶ ἀφιστάμενον τοῦ γάλακτος r. ἀπὸ τοῦ ὀρούειν ἀπ' αὐτοῦ (ρ 225) <ὀρὸς γάλακτος>· γάλακτος τὸ ἀφύλισμα <ὄρος Κοτύλαιον>· τῆς Εὐβοίας (Aeschin. 3,86) <ὀρούα>· χορδή. καὶ σύστημα πολιτικόν, εἰς ὃ Ἐπιχάρμου δρᾶμα (p. 110 K.) <ὀρούειν>· ὁρμᾶν (Β 310 ..) *<ὀροῦσαι>· ὁρμῶσαι gn. λέγει δὲ <τὸ> αὐτὸ ὀρούειν καὶ ὁρμαίνειν <ὅρμοι αἰώνιοι>· θάνατος <ὀρούματα>· ὁρμήματα. πηδήματα <ὀροτύπου δίκην>· ... (Aesch. Sept. 85) <<ὀροτύπους>>· ὅτι οἱ γίγαντες ἀποσπῶντες ἀπὸ τῶν ὀρῶν κορυφὰς καὶ πέτρας ἔβαλλον *<ὀροφή>· στέγη r. ASvg <ὀροφηφόρον>· ζῷον πᾶν ὀστρακόδερμον r <ὀροφίας>· ὄφις τῶν κατ' οἰκίαν <ὄροφος>· κάλαμος, ᾧ στεγάζουσιν (Ω 451). ἤδη δὲ καὶ ἡ ὀροφή *<ὀροφοιτῶντα>· εἰς ὄρη περιερχόμενον (4. Maccab. 14,15 v. l.) A (vgnp) <ὄροχθον>· ὄρειον ὄχθον [*<ὄρπα>· Ἐρινύς v] <ὁρόων>· ὁρῶν, βλέπων (Α 350) <ὄρπαξ>· θρασὺς ἄνεμος <ὅρπας>· τῆς ἀκρίδος ὁ γόνος, ἔνθεν γαροποιοῦσιν <ὄρπη>· σίδηρος, ἐν ᾧ τὸν ἐλέφαντα τύπτουσιν *<ὅρπηκες>· κλάδοι g(ASn). ὄζοι (Φ 38) <ὅρπηξ>· κλάδος r. Avgn. ἐκπεφυκώς, κάτωθεν ἀναβλαστήσας, ἢ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου, ὀρθὸς κλάδος *<ὅ ῤῥα>· ὃς ἄρα v <ὀῤῥέξας>· θραύσας. ἀνελόμενος <ὀῤῥιδιᾶν>· τὸ ἐπὶ τὰ ἰσχία καὶ τοὺς γλουτοὺς πεσεῖν <ὄῤῥιον>· ὀρίγανον <ὀῤῥόβηλος>· ὀδός. Ἰταλιῶται *<ὀῤῥοπύγιον>· ὀρθοπύγιον (Ar. Nub. 158) AS <ὄῤῥος>· ἡ τράμις· οὐχ, ὥς τινες, τὸ ἰσχίον. ἕτεροι δὲ ἐτυμολο- γοῦσι καὶ τὸ <ὀῤῥωδεῖν>· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄῤῥον, ὅ ἐστιν ἱδροῦσιν, ἢ *τὸ ὀστοῦν τὸ ὑπὸ τὴν ῥάχιν AS [<ὀῤῥούει>· ὁρμᾷ. πηδᾷ AS] [<ὄῤῥυνε>· παρώρμησεν] *<ὀῤῥωδεῖ>· φοβεῖται ASvn. ἀπορεῖ AS *<ὀῤῥωδία>· φόβος ASvgn, ἀπορία (Eur. Med. 317) <ὀῤῥωδίᾳ>· τῷ φόβῳ *†<ὀῤῥοδωδέως>· ἐμφόβως AS <ὀρσάγγης>· σωματοφύλαξ. ἢ ὁ τὴν βασιλέως οἶκόν ποτε εὐεργετήσας (Hdt. 8, 85, 2) <ὄρσαι>· ὁρμῆσαι h. ἐγεῖραι v. ἐρεθίσαι h <ὀρσιπετής>· ὑψοῦ πετόμενος (r) <ὀρσίπους βοή>· ἐριστικοὺς παρασκευάζουσα πρὸς τὸν τῶν ποδῶν δρόμον (trag. ad. 245) <ὄρσο, ὄρσεο>· ἐγείρου (Δ 204, Γ 250) r. n <ὀρσοδάκνη>· ζωύφιόν τι ἐν τῇ κράμβῃ γινόμενον <ὀρσοθύρα>· θύρα μεγάλη καὶ ὑψηλή, δι' ἧς ἐστιν ὀροῦσαι καταβαίνοντα. ἄλλοι πᾶσα θύρα μὴ ἔχουσα τὸν βαθμὸν πρὸς τῇ γῇ, ἀλλ' ἀπέχουσα τοῦ ἐδάφους, οἷον θυρίς. ἢ θύρα εἰς ὑπερῷον ἀνάγουσα (χ 126) <ὀρσοί>· τῶν ἀρνῶν οἱ ἔσχατοι γενόμενοι <ὀρσολοπεῖται>· διαπολεμεῖται. ταράσσεται. Αἰσχύλος (Pers. 10) *<ὀρσομένη>· διεγειρομένη r. ASn <ὄρσω>· τολμῶ <ὁρτή>· ἑορτή <ὀρτάλιχοι>· οἱ μήπω πετόμενοι νεοσσοί. καὶ οἱ ἀλεκτρυόνες. καὶ κρεμάστραι <ὀρτός>· βωμός. Κύπριοι <ὀρυγάνει>· ἐρεύγεται (Aesch. Ag. 1388?) <Ὀρτυγία>· ἡ νῦν Δῆλος καλουμένη νῆσος <Ὀρτυγίη> <<ὅθι τροπαὶ>> <ἠελίοιο>· τοῦτο δέ ἐστιν, ὅπου αἱ δύσεις ἄρχονται. ἔγραψαν δέ τινες καὶ <τροφαὶ> καὶ <στρο- φαί> (ο 404) <ὀρτυγομήτρα>· ὄρτυξ ὑπερμεγέθης <ὄρτυξ>· πόα τις <ὀρύα>· χορδὴ ἑφθή (Epich. fr. 92) [<ὀρυγμάδες>· θόρυβοι] [<ὄρυγμος>· βρυχόμενος] [<ὀρύεται>· ὑλακτεῖ] <ὀρυκτήν>· σκαπτήν (Θ 179) *<ὀρυμαγδός>· ταραχή, ψόφος, θόρυβος, κτύπος (Β 810 ..) ASvg <ὄρυμος>· βωμός. οἱ δὲ <ὄρυμβος> <ὀρυνθεῖ>· γρυλίζει <ὄρυξ>· λαοξοϊκὸν σκεῦος. ἢ *σκαφίου εἶδος. καὶ ἰχθῦς. καὶ ζῷόν τι τετράπουν, δόρκωνι κατὰ τὴν χροιὰν παραπλήσιον (Deut. 14,5) AS <ὀρύξομεν>· σκάψομεν (Η 341) <ὀρφακίνης>· ἰχθῦς ποιός <ὀρφναία>· νυκτερινή, σκοτεινή. ὅθεν καὶ <ὀρφανὸν> εἰρῆσθαι τὸν ἐν σκότει ὄντα <ὀρφανή>· ἐπὶ γονέων <ὀρφανός>· ὁ γονέων ἐστερημένος r. καὶ τέκνων (Eur. Phoen. 988) <ὀρφίνη>· καλάμη μελίνης *<ὀρφναία>· σκοτεινή. μελανή (Eur. Or. 1225) r(ASn) *<ὄρφνα> καὶ [<ὄρφνη>· σκοτία. νὺξ μέλαινα (Eur. Rh. 42. 697 ..) vg (AS) <ὀρφνῆεν>· μέλαν, σκοτεινόν r. καὶ <ὀρφανόν> ... <ὄρφνινον>· τὸ μέλαν ἱμάτιον. καὶ <ὀρφνίδες> <ὀρφοβόται>· ἐπίτροποι ὀρφανῶν <ὀρφοβοτία>· ἐπιτροπή <ὀρφώς>· ἰχθῦς ποιός r *<ὄρχαμε λαῶν>· βασιλεὺς ἄγων λαόν (Ξ 102) (Ag) <ὄρχαμος>· βασιλεύς. [ἡγεμών (Β 837) r. ASvgn <ὀρχάς>· περίβολος, αἱμασιά. καὶ [εἶδος ἐλαίας vg *<ὄρχατοι>· αἱ ἐπὶ στίχον φυτεῖαι ASn, ἢ αἱ κήπων. ἀπὸ τῆς ὀρχήσεως (Ξ 123) <ὀρχέα>· ἡ τοῦ ταύρου ὀσχέα <ὀρχεῖται>· διασείεται r. βακχεύει *<ὀρχηστής>· ποτὲ μὲν ὁ χορικός· ποτὲ δὲ [ὁ ἐν πολέμῳ εὐκίνητος (Π 617) vh <ὀρχήστρια>· ἑταίρα r. h †<ὄρχια>· ζῷον τῶν τετραπόδων. καὶ πόα <ὀρχηδόν>· ἡβηδόν (Hdt. 7, 144,1) <ὀρχίλον>· ὀρνιθάριον τῶν εὐφώνων. λέγεται δὲ ὑπό τινων σαλπικτής <ὀρχιπεδίζειν>· τὸ κακοσχολεύεσθαι παρὰ τοῖς παισί <ὀρχηθμοῖς>· ὀρχήσεσιν [<ὀρχιστής>· συγκεκροτημένος περὶ τὰ πολεμικά] <ὀρχμαί>· φραγμοί. καλαμῶνες. φάραγγες. σπῆλυγξ <ὄρχοι>· στίχοι ἀμπέλων (n) <Ὀρχομενός>· πόλις Βοιωτίας, ἣν Μινύειον καλοῦσιν (Β 511) <ὄρχος>· *κῆπος ASvg. καὶ φυτῶν στίχος (η 127) [<ὀρωδεῖ>· μαίνεται. φοβεῖται. φρίττει. εὐλαβεῖται. δειλιᾷ <ὀρωδία>· φόβος. καὶ τὰ ὅμοια *<ὀρωδεῶς>· ἐμφόβως <ὀροδοῦν>· ἐκφοβοῦν] <ὁρῶν>· ἰδών, θεωρῶν (Ε 872) <ὀρώρει>· ὥρμητο. [διεγήγερτο (Β 810) n (AS) <ὄρωρεν>· ἐγήγερται, [διηγέρθη. ἀνῆλθεν (Β 797) vg <ὀρώρεται>· τετάρακται. τεθύμωται (τ 377) h <ὀρωρέχατο>· ὡρμημένοι ἦσαν, ἢ ἐκτεταμένοι (Λ 26) <ὀῤῥοχμόν>· ἔσχατον. ἄκρον *<ὁρῷτο>· βλέποιτο (Τ 132) g *<ὅς>· ἄρθρον ἀρσενικόν, [ὅστις Svg, οὗτος s *<ὃς αἰσυμνᾶι>· βασιλεύει (Eur. Med. 19) AS *<ὁσάκις>· ποσάκις g <ὁσάτιον>· ὅσον (Ε 758) <ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργεν>· ... (Ξ 349) <ὃς δέ κεν>· ὃς δ' ἄν <ὃς ᾔδη>· ὅστις ᾔδει (Α 70) *<ὁσημέραι>· πάντοτε καθ' ἡμέραν Avgn <ὅσια>· ἄλφιτα δεδευμένα ἐλαίῳ καὶ οἴνῳ r. καὶ ἡ καρδία <ὁσία γνώμη>· γνησία <ὁσίη>· θέμις (χ 412) <ὅσιος>· καθαρός. δίκαιος. εὐσεβής. εἰρηνικός. ἁγνός <ὁσιουργῆσαι>· †ἀποκαρδιουργῆσαι. καὶ τὸ ἐπιλέγειν ἐν ταῖς θυσίαις, ὅταν ἀπάρχωνται, τῶν θεῶν †αὐτῶν <ὁσίους θαλάμους>· τοὺς μὴ θείους, ἀλλ' ἀνθρωπείους (trag. ad. 246). ἔστι δὲ ἀπὸ τῆς <ἕσεως> τὸ ἐφιέμενον καὶ μὴ ἀπη- γορευμένον· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (120) *<ὁσίως>· πρεπόντως. δικαίως (Eur. Hipp. 1287) ASvgn <Ὄσιρις>· αἱ ἐν Αἰγύπτῳ <γυναῖκες> ὑπηνέμια τίκτουσι, τὸν λεγόμενον Ὄσιριν [γυναῖκες] <ὀσκάπτω>· ἀνασκάπτω <ὀσμύλια>· τῶν πολυπόδων αἱ ὄζαιναι λεγόμεναι. καὶ ἰχθύδια ποῖ' ἄττα εὐτελῆ (Ar. frg. 247) <ὀσμύλαι>· βολβιτίναι θαλάσσιοι *<ὅς κεν>· ὅστις δή (Α 64 ..) An *<ὃς μέγα>· ὅστις μεγάλως (Α 78) n <ὅς οἱ>· ὅστις αὐτῷ (Β 184 ..) *<ὅσον>· ὀλίγον AS. <ὅσον ὅσον> δὲ ὀλίγον ὀλίγον (Isai. 26,20) ASvg *<ὅσον οὔπω>· ταχύ ASvg <ὅσος>· ὁπόσος r <ὃς οὐδὲν τοῖος ἔην>· ὃς οὐκ ἦν τοιοῦτος, ἀλλὰ τοὐναντίον λαμπρός (δ 248) *<ὁ σπονδοφόρος>· ὁ φιλοποιός ASg <ὅσπερ ἔφηνεν>· ὅσπερ καὶ φανερὸν ἐποίησεν (Β 318) <ὄσπρα>· ποικίλα <ὄσπρια> καὶ γενικῶς καὶ ἰδικῶς λέγεται <ὄσπρος>· ἰδίως τις λέγεται, ὡς πισὸς καὶ ἐρέβινθος *<ὅς ῥα>· ὅστις δή (Α 405) ASvgn a) <ὅσα>· ὁπόσα g. ὅσα, τόσα. b) <<ὄσσα>>· κληδών, καὶ φήμη (Β 93) *<ὅσσα δίσκου οὖρα>· ὅσα δίσκου A οὔρια (Ψ 431) <ὁσσάτιον>· ὅσον (Ε 758) n <ὅσσα ἔοργας>· ὅσα εἰργάσω (Γ 57) *<ὄσσε>· ὀφθαλμοί. δυϊκῶς (Α 104) vgnp <ὄσσε καθαιρήσουσι>· καμμύσουσι τοὺς ὀφθαλμούς, καὶ συγ- κλείσουσιν· ὅπερ τοῖς νεκροῖς γίνεται ὑπὸ τῶν οἰκείων περὶ τὸν τοῦ θανάτου καιρόν (Λ 453) <ὄσσε δέ <οἱ>>· ὀφθαλμοὶ δὲ αὐτοῦ (Α 104) <ὄσσει>· βλέψει. ἴδοι *<ὄσσεις>· βλέπεις ASvgn. ὁρᾷς <ὄσσευ>· ὅρα, βλέπε <ὅς σευ>· ὅστις σοῦ (Β 27) *<ὀσσέων>· ὀφθαλμῶν n <>οσσητῆρα>· βοηθόν (Ο 254 ..) <ὀσσίξαι>· ἐπιδεῖξαι <ὁσσίχον>· ὅσον. ἡλίκον (Theocr. 4,55) <ὄσσομαι>· περιβλέψομαι, ὁρῶ <ὀσσόμενος>· *τοῖς ὀφθαλμοῖς ὑποβλέπων (Α 105) ASgv, ἢ κατὰ ψυχὴν προσδεχόμενος (α 115). ἢ *[προσδοκῶν (υ 81) ASvgn *<ὅσσον>· ὁπόσον. πηλίκον (Α 186) n <ὅσσον τε γέγωνε βοήσας>· ὅσον δ' ἐβόησε κραυγάσας ἀνήρ (ε 400) *<ὄσσοντο>· διενοῦντο. προεώρων (Σ 224) AS <ὄσσοντο δ' ὄλεθρον>· πρὸ ὀφθαλμῶν εἶχον, τουτέστι προσε- δόκων, καὶ προεσήμαινον, καὶ ἔμφασιν ἐποιοῦντο (β 152) *[<ὀσσυπηρόν>· ῥυπαρόν vg] <ὅς σφιν>· ὃς αὐτοῖς (Α 253) <ὀσσᾶσθαι>· κληδονίσασθαι *<ὄσσων>· βλεφάρων. ὀφθαλμῶν (Hes. theog. 826) Avn <ὀσταθείς>· ἐξαγκωνισθείς <ὀστακός>· εἶδος καράβου. οἱ δὲ <ἀστακὸν> λέγουσιν <ὄστλιγξ>· πλόκαμος, <παρὰ τὸ> ἑλίξαι, βόστρυχος (Callim. fr. 7,12). ἢ τὸ ἐν βότρυσι γινόμενον †<ὀσταλιόχος>· τόξευμα <ὄστασαν>· ἀνέστησαν <ὀσταφίς>· οὕτω διὰ τοῦ <ο> ἔλεγον τὰς ἀσταφίδας <ὀστέον εἴσω>· ἕως τοῦ ὀστοῦ (Δ 460) n <ὅστ' εἶσιν>· ὅστις διέρχεται (Γ 61) *<ὅς τοι>· ὅστις σοι (Ο 91 ..) A <ὀστρακίνδα>· παιδιὰ ἦν ἐπὶ τῷ ὀστράκῳ <ὀστρακίς>· ἀγαλμάτιόν τι Ἀφροδίτης *<ὀστρακισμός>· οἱ κακονούστατοι τῷ δήμῳ ἐξωστρακίζοντο, καὶ κατεδικάζοντο, ὀστράκοις ἐγγραφόντων τὸ ὄνομα τοῦ φευξομένου Σ *<ὀστρακισμός>· εἶδος φυγῆς ἐν ὀστράκοις γραψάντων <δεῖν τὸν δεῖνα φεύγειν>. ἀπὸ τῶν ὀστράκων <ὀστρακισμός> AS <ὄστρακον>· ὁπότε τις ἀποθάνοι, γάστραν πρὸ τῶν θυρῶν ἐτίθεσαν, ἐξ ἄλλης οἰκίας λαμβάνοντες καὶ πληροῦντες ὕδατος (Ar. Eccles. 1033) <ὀστράκων>· "ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων" (Aesch. fr. 337) ἀντὶ τοῦ ᾠῶν. τινὲς δὲ κελύφων <ὄστρεα>· τὰ κογχύλια. Λάκωνες ἄνθος *<ὄστρεον>· μυάκιον θαλάσσιον ASvg <ὄστριμον>· ἐν ᾧ αἱ θεριναὶ μοναὶ τόπος. οἱ δὲ ἔπαυλις (Anti- mach. fr. 49 W.) *<ὀσφραίνεται>· ὀσμᾶται (Iob 39,25) r. A <ὀσφρέσθαι>· τὸ ὀσφρανθῆναι (Eupol. fr. 10) *<ὀσφύος>· ψόας AS. ῥάχις A (vg). καὶ τὸ πλησίον τῶν γλουτῶν Ag <ὀσφῦς>· ὁ παρὰ πλευρὸν διάκενος τόπος <ὃ σφῶϊ>· ὃς ὑμᾶς (Α 336) <ὄσχαι>· κλήματα βοτρύων γέμοντα <ὄσχεα>· βαλλάντια, μαρσύππια. ἢ τὸ τῶν διδύμων ἀγγεῖον. [καὶ κλήματα βοτρύων πλήρεις] <ὀσχεός>· τὰ αὐτά *<ὄχεσφιν>· ὀχήμασιν (Δ 297 ..) S *<ὅς χ' ἕτερον>· ὃς ἂν ἄλλο (Ι 313) ASn *<ὅταν παίω>· ὅταν παιδεύω, ἢ τύπτω (Exod. 12,13) ASvg <ὅτε>· ὅταν. ἐπειδή· "δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι" (μ 22) <ὅτε ἔφησθα>· ὅτε ἔλεγες (Α 397) n <ὅτε κέν σε>· ὅτε ἄν σε (Χ 359.) <ὅτε μ' ὤνατο>· ὅτε κατεμέμψατο καὶ ἐξεφαύλισεν (Ρ 25) <ὁτέῳ>· ὅτῳ. [ᾧτινι (Ο 664) p *<ὅτε, ὅτε περ>· <ὁπότε> (Ε 802 ..) n <ὅτι ἄριστον>· ὅτι τὸν κράτιστον (Α 244 ..) <ὅτι μάλιστα>· λίαν, πάνυ, πλέον, σφόδρα, ἄγαν <ὅτι μή>· ὅτι οὐχί <ὅτινας>· οὕστινας (Ο 492) <ὅτι οἶσθα>· ὅπερ οἶδας (Α 85) <ὁτέοισιν>· οἷστισιν (Ο 491) p *<ὁτιοῦν>· τὸ τυχόν ASvg [<ὁτιποῦ>· οὐδαμῶς] <ὅτι ῥα>· ὅτι δή (Α 56) p <ὅτις>· ὅστις (Γ 279) <ὅτι τόσον>· διότι τοσοῦτον (Α 64) <ὀτλεύει>· πονεῖ. κακοπαθεῖ <ὀτλημάτων>· κακοπαθημάτων (r) <ὁ τλήμων>· ὁ ἄθλιος (Eur. Med. 1204 ..) <ὄτλος>· μόχθος r <ὀτλῶ>· πονῶ s. κακοπαθῶ r <ὀτοβεῖ>· θορυβεῖ (Aeschyl. fr. 57,6?) <ὄτοβος ἅλιμος>· θάλασσα θορυβώδης (trag. ad. 247) *<ὀτοτύζειν>· κλαίειν. [θρηνεῖν v (h) *<ὅτου δὲ δή>· οὗτινος δὲ δή ASh <ὅτου δή>· τίνος δή <ὅτου ἕνεκα>· τίνος ἕνεκα *<ὁτουοῦν>· οὗτινος οὖν Avgn *<ὅτου χάριν>· τίνος χάριν AS(g) np [<ὄτρα>· ἡ τοῦ ἀλέκτορος οὐρά] *<ὀτραλέως>· ταχέως rAS. ὀξέως. δραστικῶς. ἐνεργῶς (Γ 260) ASn [<ὄτρεα>· ἡμίονος] <Ὀτρεὺς> καὶ <Μύγδων>· βασιλεῖς Φρυγίας (Γ 186) n <ὀτρηρή>· ἐνεργός. σπουδαία (Ζ 381) An *<ὀτρηρὴ ταμίη>· ἡ τηροῦσα τὸν οἶκον (Ζ 381) ASn *<ὀτρηροί>· ἀνδρεῖοι. ταχεῖς AS. ὀξεῖς vg. ἐνεργεῖς. δραστικοί ASvn. ὑπήκοοι. πιστοί ASg. σπουδαῖοι (α 109) *<ὀτρηρόν>· τὰ αὐτά (A) <ὄτριχας>· ὁμοιότριχας (Β 765) p <ὀτρύγη>· χόρτος. καλάμη <ὀτρυγηφάγου>· περιττὸν τὸ <ο>. <Τρύγη> γὰρ ὁ σῖτος καὶ ὁ χόρτος (Archil. fr. 97 Bgk) <ὀτρῦναι>· *παροξῦναι ASvgn. κελεύειν. σπεύδειν. *[παρορμᾶν (Θ 219) (An) <ὀτρυντήρ>· κήρυξ. κελευστής. σαλπικτήρ <ὀτρυντύς>· παρακέλευσις. προτροπή (Τ 234) <ὅττεο>· οὗτινος (α 124) *<ὄττεσθαι>· κληδονίζεσθαι ASn <ὀττεύεσθαι>· ὁμοίως <ὄττιες>· ὄψεις <ὅττι κεν ἄρχῃ>· ὅτι ἂν κρατῇ, καὶ σύμφορον εἶναι δοκῇ (Ι 102) *<ὀττοτοῖ>· θρηνῶδες ἐπίφθεγμα (Eur. Or. 1389 ..) r. ASb *<οὗ>· οὗτινος n <οὔ>· ἐπίῤῥημα ἀρνητικὸν κατὰ στέρησιν, ἤτοι οὐχί. εἴωθεν δὲ αὐτὸ ὁ ποιητὴς παραλαμβάνειν καὶ μετὰ τῆς μά φωνῆς. συμπλέκει δὲ αὐτῷ καὶ τὸ <πω>. σημαίνει δὲ καὶ ὅπου καὶ ἔνθα τὸ <οὗ> <οὗ>· δασυνόμενον μὲν δηλοῖ ἄρθρον ἀρσενικὸν καὶ οὐδέτερον ὑποτακτικόν, καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου. ἐμοῦ, σοῦ, οὗ <οὐαί>· †φυλαί [<οὐάραι>· ἡμεῖς. Κύπριοι] *<οὗ ἀρᾶς γέμει>· οὗ κατάρας πλήρης ἐστίν (Ps. 9,28) ASvg <οὔαρον> δὲ ἔλαιον. Κύπριοι *<οὔατα>· ὦτα (υ 365 ..) ASvg *<οὔατα βάλλει>· τὰ ὦτά μου ἠχεῖ An, [ἢ ἄγχει] (Κ 535) <οὐατόεν>· ὦτα ἔχον. καὶ ὅπερ ἔχει κρεμαμένους ὄζους πολλούς, ὀζῶδες, τραχύ <οὐ βατόν>· οὐ πορεύσιμον *<>ουβρῶστις>· λιμός ASs. [ἢ οὐβρώττης] <οὐ γὰρ ἄκανθαι>· παροιμία. Ἀριστοφάνης Σκηνὰς καταλαμ- βανούσαις· "οὐδ' ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι" (fr. 483) καὶ ἐν Δράμασιν ἢ Κενταύρῳ· "χωρεῖ δ' ἄκλητος ἀεὶ δειπνήσων· <οὐ γὰρ ἄκανθαι>" (fr. 272). ἔοικε δὲ ὑπομιμνήσκων τὴν τοῦ βίου διαφορὰν καὶ μεταβολήν <οὐ γὰρ ἦ>· ἴσον τῷ οὐ γὰρ δή. οὐ γὰρ δὴ ὑγιαίνει <οὐδ'>· οὐδέ (Α 90) <οὐδ' ἅλα>· οὐδὲ τὸ †ψυχρὸν καὶ ἄφθονον εἰς χρῆσιν. Αἰγύπτιοι δὲ τῶν ἄρτων τὰ φλογίσματα (ρ 455) <οὐδαμῶς>· οὐδέποτε [οὐδαμῶς]. καὶ τὸ οὐδέν *<οὐδ' ἀεσίφρων>· οὐδὲ ἀνόητος (Υ 183) ASn <οὐδαῖοι>· χθόνιοι, ἐπίγειοι <οὐδαμινός>· οὐδενὸς λόγου ἄξιός ἐστι. βραχύς. εὐτελής <οὐδαμῶς>· οὐδέποτε. ἢ παντελῶς (Eur. Hipp. 609 ..) <οὐδ' ἀπόνητο>· οὐδὲ ὄνησιν ἔλαβεν (λ 324) *<οὖδας>· γῆ. ἢ τὸ ἔδαφος (Λ 749 ..) ASns *<οὐδέ ἕ φημι>· οὐδὲ αὐτὸν λέγω (Ε 103) ASgn *<οὐδ' ἐλεαίρει>· οὐδὲ ἐλεεῖ (Λ 665) ASn <οὐ δέμας>· οὐδὲ κατὰ τὸ σῶμα (Α 115) <οὐδ' ἐμάτησεν>· οὐδ' ἐλήρησεν (Ψ 510?) <οὐδὲ μέν>· οὐδὲ μήν (Α 154) <οὐδέν>· ἀντὶ τοῦ οὔ (Α 244 ..) <οὐδ' ἀπὸ παλαιφάτου δρυός>· τῆς πάλαι φημιζομένης, ὅτι ἐξ αὐτῆς ἐγένοντο ἄνθρωποι. τινὲς δὲ γράφουσι <παλαιφύτου>, ἐπειδὴ παλαιόν ἐστι φυτὸν ἡ δρῦς (τ 163) <οὐδὲν ἀπὸ τρόπου>· ἀντὶ τοῦ οὐκ ἀπεικός (Plat. Phaedr. 278 d) <οὐδ' ἐν δέρματι>· οὐδὲ δέρμα ἴδιον ἔχοντα. <ᾧ> οὐδὲν ὑπῆρχεν <οὐδὲν ἧττον>· μᾶλλον <οὐδενίας>· εὐτελείας (Plat. Phaedr. 234 e) <οὐδὲν ἱερόν>· παροιμία λεγομένη ἐπὶ τῶν τέλεον ἀχρήστων πρὸς τὸ συλλαβέσθαι καὶ ἐπαρκεῖν, καὶ ἑαυτοῖς <καὶ> τοῖς γνωρίμοις. φασὶν δὲ Ἡρακλέα πρῶτον θεασάμενον τὸν Ἄδωνιν εἰπεῖν· οὐδὲν ἱερόν· ἴσως ἦν †ἀνίδρυτον, διὰ τὸ πρὸς μηδὲν εἶναι χρήσιμον <οὐδενόσωρα>· οὐδὲ μιᾶς φροντίδος ἄξια. <Ὠρεῖν> γὰρ τὸ φροντίζειν καὶ φυλάσσειν· ἔνθεν τὸ <ὀλιγωρεῖν> καὶ <πολυω- ρεῖν>. Ἀπίων δὲ οὐδενὸς φυλακτικά (Θ 178) <οὐδ' ἐν σελίνοις>· παροιμία ἐπὶ τῶν μηδὲ κατὰ τοὐλάχιστον διηνυκότων οἷς ἐπέθεντο. ἐν γὰρ τοῖς λεγομένοις περικηπίοις τὰ σέλινα καὶ τὰ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία· οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν <οὐδέ νύ πως>· οὐδαμῶς *<οὐδέ νυ τόν>· οὐδὲ τοῦτον ASg <οὐ δεόντως>· παρανόμως <οὔδεος>· ἐδάφους (Μ 448) <οὐδέ πή ἐστιν>· οὐκ ἔστιν (Ζ 267) <οὐδ' ἐπινυκτίδιος>· οὐδὲ ἐπὶ μιᾶς νυκτός. οὐδὲ πρὸς μίαν νύκτα (Callim.? fr. 775) <οὐδ' ἐπηρώτων>· οὐδ' ἠρώτων <οὐδ' ἐρέοντο>· οὐδ' ἀνεπυνθάνοντο (Α 332) *<οὐδέτερον>· οὐδὲ ἓν τῶν δύο (Eur. Phoen. 545 ..) vgn <οὐδέ τί πω>· οὐδέποτε. οὐδαμῶς (Β 252) <οὐδ' ἐτρύπησε κρόκην>· οὐδ' εἰργάσατο (Com. ad. 714 K.) <οὐδὲ φυήν>· οὐδὲ τὴν φύσιν (Α 115) *<οὐδ' ἠβαιόν>· πρὸς ὀλίγον, οὐδ' ὀλίγον AS, ἢ ὧδε ὀλίγον (Β 380) *<οὐ δηναιός>· οὐ χρόνιος (Ε 407) S <οὐδ' ἡντιναοῦν>· οὐδὲ τὴν τυχοῦσαν [<οὐδῆσαι>· πρίασθαι. ἀποδόσαι S] <οὐ δῆτα>· οὐδαμῶς (Eur. Hec. 756 ..) <οὐ δίκαον>· οὐ δίκαιον *<οὐ διεκρίθη>· οὐκ ἀμφέβαλεν. οὐκ ἐδυσπίστησεν (Rom. 4,20) ASvg *<οὐ διήμαρτεν>· οὐκ ἀπέτυχεν ASvg [<οὐδιτανοῦν>· εὐτελοῦς, οὐδενὸς λόγου ἄξιος] *<οὐ διωσόμεθα>· οὐκ ἀποβαλούμεθα, [οὐκ ἀποῤῥίψομεν ASvgn <οὐδ' ὅγε πρίν>· οὐδὲ οὗτος καὶ πρίν (Α 97) *<οὐδ' ὄθομαι>· οὐδὲ ἐπιστρέφομαι (Α 181) (n) *<οὐ δοκέουσιν>· οὐ προσδοκῶσιν. οὐ νομίζουσιν (Greg. Naz. c. 2,1,1,168) n <οὐδ' ὅλως>· οὐδὲ τοῦ τυχόντος <οὐδ' ὀνομήνω>· οὐδ' ὀνομάσω (Β 488) *<οὐδός>· βαθμός, βατήρ Avg. ὁ πρὸ τῆς θύρας [βαθμός Σa, καὶ ὀδός (Ζ 375) A <οὐδ' οἴοιτο>· οὐδ' ἂν ἐνοήθη <οὐδ' ὁτιοῦν>· οὐδὲ τὸ σύνολον <οὑδραία>· ὑδρία. μέτρον τι, Ἀττικοῦ μετρητοῦ ἥμισυ <οὑδραίνει>· περικαθαίρει S. Λάκωνες †<οὐδύεται>· ἐρίζει *<οὗ εἵνεκεν>· διότι, ἕνεκεν AS <οὐ ἕθεν>· οὐδαμῶς αὐτῆς (Α 114) *<οὐεριδάριος>· βεριδάριος AS †<οὔθα>· σποδός. ὁδός† <οὖθαρ>· τὸ πιότατον τῆς γῆς, ἤτοι τῆς χώρας (Ι 141 ..). καὶ *τῶν ζῴων τὸ κατὰ τοὺς μαστούς (A) <οὐθάρα>· ἐπὶ ἀσκοῦ ὁ κατὰ τὸ οὖθαρ τόπος. οἱ δέ, περὶ ὃν στρέφεται [ὁ χορός, ἢ] ὁ τροχός *<οὔθατα>· μαστοί (ι 440) gp <οὔθατα βόσκει>· αἶγας βόσκει (Callim. (?) fr. 776 Pf.) *<οὐθείς>· οὐδὲ εἷς ASvg *<οὐ θέμις>· οὐ δίκαιον (Ξ 386) ASvg *<οὐθέν>· οὐδέν Avg *†<οὐθένεια>· μηδαμινή. εὐτελής (n) *<οὐθενείας>· ἀσθενείας AS <οὐθ' ἕτερον>· οὐδὲ ἓν τῶν δύο <οὐ θήν>· οὐ μήν. οὐ διὰ παντός (Ξ 480) <οὐϊτόν>· τὸ ὑπ' ἐνίων οἰτόν [<οὐδειελίζω>· οὐ φροντίζω] *<οὐκ ἀγεννῆ>· οὐκ ἀνίσχυρα. ἀταλαίπωρα (ASvg) *<οὐκ αἰδεσθείς>· οὐκ αἰσχυνθείς (2 Macc. 4,34) Asvg <οὐκ ἀθεεί>· οὐκ ἄνευ θεοῦ. ἢ οὐ χωρὶς θαύματος (σ 353) *<οὐκ ἀΐεις>· οὐκ ἀκούεις (Ο 248) (S) *<οὐκ ἀΐοντι ἐοικώς>· οὐκ ἀκούσας τὸ πρέπον (Ψ 430) A <οὐκ ἄκοντες>· [οὐχ] ἑκόντες (S) <οὐκ ἀλαπαδνόν>· οὐκ ἀσθενές (Ε 783) *<οὐκ ἀλεγίζω>· οὐ λόγον ἔχω (Α 180) (ASn) *<οὐκ ἀλέγοντες>· οὐ φροντίζοντες (Π 388) n <οὐκ ἄλκαρ>· οὐ βοήθεια (Ε 644) *<οὐκ ἁλώσιμα>· οὐκ εὔληπτα AS *<οὐκ ἄμοιρος ἦν>· οὐκ ἐκτὸς μοίρας ἦν ASvg *<οὐκ ἀμώμητος>· οὐκ ἄψεκτος ASvg. οὐχ ὑγιής *<οὐκ ἂν δή>· οὐδαμῶς ἄν AS <οὐκ ἀναλίσκεται>· οὐκ ἐκλείπει *<οὐκ ἀνεύθυνον>· εὐκατάκριτον vg (AS) <οὐκ ἀνέχομαι>· οὐ καταδέχομαι (Isai. 1,13) *<οὐκ ἀνίει>· οὐκ ἀφίει ASn [οὐ πρέπει] *<οὐκ ἀνήσει>· τὰ αὐτά (Deut. 31,8 ..) ASvg *<οὐκ ἄν τι>· οὐδαμῶς ἄν AS <οὐκ ἀξιόχρεως>· οὐχ ἱκανός (Eur. Or. 597) <οὐκ ἀπᾴδοντα>· οὐκ ἀλλότριον *<οὐκ ἀπᾳδόντως>· ὅμοιον ASn *<οὐκ ἀπαναίνεται>· οὐ ἀποστρέφεται ASvg. [οὐκ ἀπόχρη S]. οὐ παραιτεῖται vg *<οὐκ ἀπεικός>· οὐκ ἄτοπον ASvg. ἄξιον ASg. ὀφειλόμενον. πρέπον. ὅμοιον. <Εἰκὸς> δέ ἐστιν παρὰ τὸ ἐοικός. εἶτα <ἀπεικὸς> τὸ ἀπρεπές, τὸ ἀνόμοιον· καὶ τὸ <οὐκ ἀπεικὸς> διὰ δύο ἀρνή- σεων μία συγκατάθεσις· ὡς τὸ <ἥκιστα> οὐδαμῶς, <οὐχ ἥκιστα> τὸ μάλιστα AS *<οὐκ ἀπεοικός>· οὐκ ἀπρεπές Avgn *<οὐκ ἀπέχρη>· οὐκ ἤρκει AS *<οὐ κατακτενεῖς>· οὐ καταβιάσῃ. οὐ καταβαρήσεις A <οὐκ ἀπᾴδομεν>· οὐκ ἀπαρνούμεθα *<οὐκ ἀπηξίωσεν>· ἠξίωσεν AS <οὐκ ἀπίθανος>· πιθανός <οὐκ ἀπολείπεται>· οὐκ ἀποστερεῖται <οὐκ ἀπορεῖ>· [οὐκ] ἀρκεῖ. εὐπορεῖ *<οὐκ ἀπορηθήσεται>· οὐ χρήσει (Isai. 8,23) AS *<οὐκ ἀποῤῥυήσεται>· οὐ κατατακήσεται (Ps. 1,3) AS <οὐκ ἀποφώλια>· οὐκ ἀδίδακτα. οὐ μάταια (ε 182) *<οὐκ ἀπόχρη>· οὐκ ἀρκεῖ ASvg <οὐκ ἀπρακτήσεις>· οὐκ ἀποτάξεις *<οὐκ ἀπώναντο>· οὐκ ὠφελήθησαν Avg <οὐ κάρος>· οὐ νέκρωσις <οὐ καρτερεῖς ᾗ δεῖ>· οὐ φρόνιμος εἶ *<οὐκ ἄσημοι>· ἐπιφανεῖς. οὐκ ἀφανεῖς vgS. οὐκ ἄδοξοι S <οὐκ ἀσκίῳ>· "οὐκ ἀσκίῳ μεντἄρ' ἐμορμολύττετο αὐτούς, ἐπεὶ τάδ' ἔστ' ἀληθῆ" (Crat. fr. 8). παροιμία ἐπὶ τῶν καὶ τὰ κενὰ δεδοικότων· ἐπεὶ κενὸς ὁ ἀσκός *<οὐκ ἄστεκτος>· οὐκ ἀφόρητος AS. οὐκ ἀβάστακτος *<οὐκ ἀσυντελές>· οὐκ ἀχρήσιμον (ASvgn) *<οὐ κατὰ κόσμον>· οὐ κατὰ τρόπον (Β 214) n *<οὐ καταναρκήσω>· οὐ κατοκνήσω (2. Cor. 12,14) ASp <οὐ κατ' ἀσυμφανές>· δῆλον *<οὐ κατενάρκησα>· οὐ κατεβάρησα (2. Cor. 12,13) ASvgn [οὐκ ἄτραχυ] <οὐκ ἄτραχυς>· τραχύς AS <οὐκ ἄωρον>· [οὐ] κατὰ καιρόν. οὐ παρὰ καιρόν <οὐκ ἔασαν>· οὐκ ἀφῆκαν *<οὐκ ἔασκεν>· οὐκ εἴα (Β 832) AS *<οὐκ ἔγρυξεν>· οὐκ ἐφθέγξατο (Ios. 10,21) ASvgn <οὐκ ἐδέξατο>· οὐ προσήκατο *<οὐκ εἴασκεν>· οὐκ ἠφίει. ἐκώλυσεν (Υ 408) ASn *<οὐκ ἔην>· οὐ δυνατὸν ἦν AS *<οὐκ εἴκουσαν>· οὐχ ὑποχωροῦσαν A (Svg) *<οὐκ εἰσῄεις>· οὐκ εἰσήρχου AS [<οὐκ εἰσμένησαν>· οὐκ ἐχάρησαν] *<οὐκ εἰῶ>· οὐκ ἐῶ (Δ 55) As <οὐκ ἑκών>· οὐ βουλόμενος *<οὐκ ἐλελήθεις>· οὐκ ἔλαθες ASvg *<οὐκ ἐκάθισεν>· οὐκ ἐνέμεινεν (Ps. 1,1) Ag <οὐκ ἔμβαρος εἶ>· οὐ φρονεῖς. ἀπὸ τῆς ἐμβάρου φρονήσεως (Men. fr. 368 Koe.) *<οὐκ ἐμφορούμενοι>· οὐ πληρούμενοι AS <οὐκ ἔναιμος>· οὐ δίκαιος <οὐκ ἐνασπιδώσομαι>· οὐ καθοπλισθήσομαι (Ar. Ach. 368) *<οὐκ ἐνδέχεται>· οὐ δυνατόν ἐστιν (Luc. 13,33) An *<οὐκ ἐνδώσει>· οὐ χαυνώσει AS <οὐκ ἐνῆν>· οὐκ ἠδύναντο *<οὐκ ἐνήνοχά σοι>· οὐκ ἀγήοχα vg. οὐκ ἤνεγκά σοι (Gen. 31,39) ASvg *<οὐκ ἐνόν>· οὐ δυνατόν g *<οὐκ ἔξωροι>· οὐκ ἄκαιροι ASgn. [οὐκ ἄκληροι] *<οὐκ ἐπέοικεν>· οὐ πρέπον ἐστί (Α 126) n <οὐκ ἕπεται>· οὐκ ἀκολουθεῖ *<οὐκ ἐπέπυστο>· οὐκ ἀκηκόει (Ν 674) n(s) [<οὐκ ἐπέφετο>· οὐκ ἠκολούθει] <οὐκ ἐπιεικτόν>· οὐ μέτριον (Ε 892) <οὐκ ἐπιγλωττήσομαι>· οὐ βλασφημήσω (Ar. Lys. 37) *<οὐκ ἐπιλήσομαι>· οὐκ ἐπιλαθήσομαι (Χ 387) ASvgn *<οὐκ ἐπιτεύξεται>· οὐκ ἐπιτυγχάνει (Prov. 12,27) ASvgnh *<οὐκ ἐρηρεισμένος>· οὐκ ἐστηριγμένος (A) gn *<οὐκ ἔσθενον>· οὐκ ἴσχυον (3. Maccab. 3,8) Ag <οὐκ ἐτάλασσεν>· οὐκ ἐτόλμησεν (Callim. h. Dian. 62) <οὐκ ἔστερξεν>· οὐχ ὑπέμεινεν *<οὐκ ἔσφαλεν>· οὐκ ἐκινδύνευσεν (Iob 21,10) ASvg <οὐκ ἐτός>· οὐ ματαίως. οὐκ ἀληθῶς <οὐκέτι>· οὐχί, ἢ οὔ [<οὐκ ἐτυρώθη>· οὐκ ἐπαισχύνθη] *<οὐκ εὐδιάθετος>· οὐ δυναμένη εὐχερῶς γήμασθαι AS [ἢ εὐμα- ρῶς γίνεσθαι] *<οὐκ εὐθὺ σκοποῦ>· οὐκ ἀκριβῶς ASvgn. [ἢ ὀρθῶς βλέποντος] *<οὐκ ἐφέπετο>· οὐκ ἠκολούθει (Eur. Hipp. 1307) ASn *<οὐκ ἐφίενται>· οὐκ ἐπιθυμοῦσι ASvgn <οὐκ ἐφικνεῖται>· οὐ φθάζει *<οὐκ ἔχαδε>· οὐκ ἐχώρησεν (Δ 24) ASn <οὐκ ἥκιστα>· μάλιστα <οὐκ ἤμειψεν>· οὐκ ἤλλαξεν *<οὐκ ἠσμένισαν>· οὐκ ἐχάρησαν (1. Regn. 6,19) ASvg <οὐκί>· οὐχί (Β 238) <οὐ κιγχάνει>· οὐχ εὑρίσκει *<οὐκ ὄθεται>· οὐκ ἐπιστρέφεται (Ο 166) ASn *<οὐκ ἐφάτην>· οὐκ εἶπον. δυϊκῶς (Eur. Hec. 128) ASvg *<οὐκ οἷόν τέ ἐστιν>· οὐ δυνατόν ἐστιν ASvgn *<οὐκ οἰστά>· οὐ φορητά ASn <οὐκ ὀλεῖσθαι>· οὐ φθαρήσεσθαι *<οὐκ ἐτυλώθη>· οὐκ ἐπαχύνθη ASh. οὐκ ἐτραυματίσθη (Deut. 8,4) Avgh *<οὐκ ὀνησιφόρον>· οὐκ ὠφέλιμον ASn <οὐκοῦν>· ἐπειδή. ἢ *[λοιπόν gn *<οὐκ ᾤετο δεῖν>· οὐκ ἐνόμιζε συμφέρειν ASvg <οὐκ ὤν>· οὐχ ὑπάρχων. οὐκ ἐγένετο *<οὐκ ὦπται>· οὐκ ἐφάνη A <οὐ κωφεῖ>· οὐ βλάπτει, οὐ πηροῖ (Callim. fr. 195,34) <οὐλάδες>· πῆραι, θύλακοι †<οὐλαίνει>· οὐ σχολάζει *<οὐλαμός>· τάξις στρατιωτική. θόρυβος vg(A). ἢ ἄθροισμα (Δ 251 ..) (Ag) <οὐλάς>· *κριθάς AS. ἐνίοτε δὲ καὶ τὸ μαλακόν, ὅ ἐστι τὸ ἁπαλόν· ὅθεν καὶ τὰ ἐπάνω τῶν ὀδόντων πάνυ μαλακὰ ὄντα <οὖλα> καλεῖται. καὶ ἡ γαστήρ <οὖλε>· ὑγίαινε. ἀφ' οὗ καὶ τὸ ὑγιὲς γενόμενον ἕλκος <οὐλὴν> λέγουσι (ω 402) <οὖλα>· τὰ τῶν ὀδόντων <οὐλαφηφορεῖ>· νεκροφορεῖ <οὔλαφος>· νεκρός <οὐλείοιεν>· ἐν ὑγείᾳ φυλάσσοιεν <οὐλή>· ἐπιπόλαιον ἕλκος εἰς ὑγεῖαν ἧκον (τ 391 ..) vg. ἢ χλανὶς μαλακή (Κ 134). ἢ σῆψις ὀστέου <οὐ λήγουσαν>· οὐ παυομένην *<οὔλη λευκή>· θρὶξ λευκή ASg <οὔλια>· ὀλέθρια (Greg. Naz. c. 1,2,2,217) [<οὐλιᾶσθαι>· ὄνησίν τινα ἔχεται] *<οὔλιμος>· ὀλέθριος Ag *<οὐλίμων>· ὀλεθρίων S †<οὔλιμα>· μαχηοτανμεμιγμενος† <οὔλιος ἀστήρ>· ὀλέθριος καὶ χαλεπός. λέγει δὲ τὸν κύνα (Λ 62) †<οὐλοβάται>· οἱ κολοβοί <οὐλόθυμος>· σχέτλιος. δεινόθυμος *<οὐλόμεν' αι...>· ὀλέθριαι πληγαί (Eur. Phoen. 1529) ASn *<οὐλομένην>· ὀλεθρίαν. ἐξώλη (Α 2) v *<οὐλόμενος>· ὀλέθριος (κ 394) (vg)n <ουλοι>· [οὖλα.] δράγματα <οὐλοθέσια>· τελεία θυσία <οὐλομελές>· [οὐλοσελές.] ὑγιές, ὁλόκληρον <οὐλομελίῃ>· καθόλου. συλλήβδην. ἄλλοι ἐπὶ τῆς ἀθρόας [τῆς] τῶν ὅλων φύσεως· τὸ γὰρ ὅλον <οὖλον> λέγει *<οὖλον>· ποτὲ μὲν τὸ [μαλακὸν AS. καὶ ἁπαλόν (Π 224) (g). ποτὲ δὲ τὸ [ὑγιὲς καὶ ὁλόκληρον (ρ 343) v. καὶ τὸ ὀλέθριον (Β 6) Av. κυρίως δὲ τὸ [συνεστραμμένον <καὶ ταραχῶδες οὖλον> AS <οὖλος Ἄρης>· ἀντὶ τοῦ ὀλετὴρ δεινός (Ε 461) [καὶ ταραχῶδες οὖλον] <οὐλοχόϊον>· ἀγγεῖον, εἰς ὃ αἱ ὀλαὶ ἐμβάλλονται πρὸς ἀπαρχὰς τῶν θυσιῶν <οὐλόχυτα>· τὰ κατάργματα <οὐλοχύτας>· ὁτὲ μὲν τὰ κανᾶ, ἐν οἷς τὰς οὐλάς, αἵ εἰσι κριθαί, τῶν ἱερείων κατέχεον. φαίνεται δὲ ἀγγεῖα δηλοῦσθαι (γ 445)· ἢ [κριθὰς πεφρυγμένας (Α 449 ..) ASg *<οὐ μά>· <οὐ> μὰ τόν (Α 86) ASn <οὑμαί>· ὑμέτεραι <οὐ μάλα κικκάς>· παροιμία τὸ μηδὲν σημαίνουσα· "ὠνήτης δὲ κικκὰς οὐ μάλα φαίνεται" καὶ Στράττις ἐν Ζωπύρῳ περι- καιομένῳ (fr. 10) "τῶν οὐ μάλα τέθηκα †κεκυκκᾶν Ἐπικράτη" *<οὐ μάν>· οὐ μήν (Μ 318) AS *<οὔ μ' εἴας>· οὐ συνεχώρεις με (Ε 819) A <οὐ μὰ τήν>· οὐκ ἀληθῶς. Μένανδρος ἐν Ὀργῇ (fr. 311 Koe.) *<οὐ μεθείς>· οὐκ ἐῶν ASn <οὔ με γάμος δέ>· οὐδαμῶς δὲ γάμος με (Greg. Naz. c. 2,1,1,63) *<οὐ μὲν οὖν>· οὐδαμῶς Avgn <οὐ μέμ πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης>· ὑπόληψιν εἶχον οἱ παλαιοί, ὡς ἐκ δρυῶν καὶ πετρῶν τῶν ἀνθρώπων γεγονότων (Χ 126) <οὐ μετὰ δήν>· οὐ μετὰ πολὺν χρόνον (Greg. Naz. c. 1,2,2,148) <οὐ †μεταψέφεις>· οὐ μεταμελῇ, οὐ μετανοεῖς *<οὐ μετρίως>· μεγάλως AS *<οὐ μήν>· ἀλλὰ μήν. οὐδαμῶς An *<οὐ μὲν ἀλλά>· ἔτι γε μήν ASvg *<οὐ μὴν δέ>· οὐδαμῶς δέ Avg *<οὐ μὴ πρόωμαι>· οὐ παραχωρήσω (Iob 27,6) Avgn *<οὐ μήν>· οὐ μόνον g *<οὐ μή σε ἀνῶ>· οὐκ ἄν σε ἐάσω AS. οὐκ ἄν σε ἐῶ. [οὐ μή σε ἐάσω (Hebr. 13,5) vgps *<οὐ μόνον>· οὐχ ἕως τούτου ASvg *<οὑμός>· <ὁ> ἐμός (Θ 360) Avgnps *<οὐ μὴν δέ>· οὐδαμῶς δέ v [<οὐ μ' ἰᾶς>· οὐ συγχωρῆ] <οὔνη>· δεῦρο. δράμε. Ἀρκάδες *<οὕνεκα>· διότι (Α 111 ..) AS *<οὕνεκα>· οὗ χάριν n *<οὐ νέμεσις>· οὐ μέμψις (Γ 156) n <οὔνεσθε>· ὄνησίν τινα ἔχετε (Ω 241 v. l.) <οὐ νέομαι>· οὐ πορεύσομαι (Σ 101) a) <οὔνης>· κλέπτης. b) ...· κλεπτοσύνη, †φαρεια *<οὔνομα>· ὄνομα (ζ 194) vgs <οὖνον>· [ὑγιές.] Κύπριοι δρόμον <οὔνιος, οὔνης>· δρομεύς. κλέπτης [<οὔνοσθε>· ὄνησίν τινα ἔχετε. κατ' εἰρωνείαν] <οὔ νύ τοι>· τοῦ σοῦ, ἢ σοῦ. ἢ οὐδαμῶς <οὔ οἱ>· οὐδαμῶς αὐτῷ †<οὔου>· σχεδόν <οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ' ὁ πλοῦς>· Ἀριστο- φάνης (fr. 902 a), ἐπεὶ δοκεῖ τοῖς ἐς Κόρινθον εἰσπλέουσι ξένοις χαλεπή τις ἡ πόλις εἶναι, διὰ τὴν τῶν ἑταιρῶν γοητείαν. ἐσπούδαζον γὰρ περὶ τοῦτο οἱ Κορίνθιοι, καὶ ῥᾳθύμως διὰ τοῦτο διῆγον *<οὐ παρελεύσεται>· οὐ παρέλθῃ AS. οὐ παραλείψει (2. Paral. 25,7 v. l.) S <οὐ παρεξήνεγκεν>· οὐ παρῆλθεν *<οὐ παρομαρτεῖ>· οὐ παρακολουθεῖ ASn <οὐ πεπλασμένον>· ἄπλαστον (Aesch. Prom. 1030?) *<οὐ περανοῦσιν>· οὐ τελειοῦσιν (1. Regn. 12,21) AS *<οὐ περιέσται>· οὐ περιγενήσεται ASvg *<οὔποθι>· οὐδαμοῦ (Ν 309) A <οὐ πολιᾷ>· οὐ γηράσκει *<οὔποτε>· οὐκ ἄν ποτε vg, οὐδέ ποτε (Α 234) AvgN <οὐ προσαμύνει>· οὐ βοηθεῖ (Ε 139) *<οὐ προσείλοντο>· οὐκ ἠθέλησαν (Prov. 1,29) ASvg(ns) *<οὐ προσεποιήσαντο>· οὐκ ἠγάπησαν (Iob 19,14 v. l.) AS *<οὐ προσήκαντο>· οὐ προσεποιήσαντο (Greg. Naz. or. 4 p. 89 C) Agnh *<οὐ προσίεντο>· οὐ προσεδέχοντο A. οὐκ ἠρέσκοντο vg *<οὐ προσίεταί με>· οὐκ ἀρέσκει με (Ar. Equ. 359) AN *<οὐ προσώχθισαν>· οὐκ ἀπεστράφησαν (Ps. 21,25) (A) <οὐ πρὸς σέ>· οὐ κατὰ σέ. οὐκ ἄξιόν σου <οὐ προτιμᾷ>· οὐκ ἔχει λόγον (Eur. Med. 343) <οὔπω>· οὐδέπω <οὔπω ποτέ>· οὐδέ ποτε (Α 106) <οὐρά>· ἡ κέρκος. καὶ τὸ αἰδοῖον (Eupol. fr. 440) <οὖρα>· ὁρμήματα (Ψ 431) *<οὐρα>· ὅρια. τὸ τῆς στρατιᾶς τέλος A *<οὐραγεῖ>· ὑστερίζει (Sir. 32,11) Ag <οὐραγία>· στρατηγίας οὐρά, τουτέστι τὸ τέλος τῆς στρατιᾶς καὶ τῆς τάξεως *<οὐράγιον>· ἔσχατον A <οὐραγός>· τῆς οὐρᾶς ὁ ἔσχατος ἡγεμών. καὶ τοῦ εὐωνύμου κέρατος φύλαξ· ὁ δὲ τοῦ δεξιοῦ <δεξιοφύλαξ> *<οὐ ῥᾴδιον>· οὐκ εὐχερές (2. Macc. 2,26) An *<οὐραγίαν>· τὴν ὄπισθεν ἀκολουθοῦσαν vg στρατιάν (Deut. 25,18) vgA <οὐ ῥᾳδίως>· κακῶς. Θουκυδίδης (6, 57,4) <οὐρανίαν>· ὅταν τὴν σφαῖραν ἀναβάλωσιν. καὶ τὴν τοιαύτην δὲ καθόλου παιδιὰν <οὐρανίαν> καλοῦσι καὶ <οὐρανιάζειν>. παρὰ τοῦτο οὖν ἔπαιξεν Ἀριστοφάνης [<οὐραί>· ἡ κέρκος. καὶ τὸ αἰδοῖον] <Οὐρανίδην>· ἀπὸ τοῦ [οὐ<νο>ῦ ἢ] οὐρανοῦ <οὐρανία αἴξ>· ὡσεὶ λέγοι τις τὸ τῆς Ἀμαλθείας κέρας. ὅ τι γάρ τις εὔξαιτο, ἐλάμβανεν ὁ ἔχων τοῦτο. ἐπήκοος δέ ἐστιν αὐτή. ἴσως, ὅτι κατ' ἐνίους ἡ Σελήνη τῇ αἰγὶ ἐποχεῖται. ταύτῃ δὲ τὰ γύναια ηὔχετο διὰ τὸ καὶ αὐτὴν ἐπὶ τῷ Ἐνδυμίωνι τὰ αὐτὰ παθεῖν, ὅθεν καὶ <εὐκταίαν> φασὶν αὐτὴν ἔνιοι (Cratin. fr. 244) h <οὐρανίζετο>· πρὸς τὸν οὐρανὸν διϊκνεῖτο (Aesch. fr. 436) <οὐράνιον ἄχος>· τὸν κονιορτόν. δηλοῖ δὲ καὶ τὸ μέγα, καὶ ὑψηλόν (Soph. Ant. 418) <οὐράνιοι>· οἱ τὸν οὐρανὸν κατοικοῦντες (Eur. Hel. 1499) <Οὐρανίωνας>· τοὺς ὑπὸ τὴν Οὐρανοῦ ἀρχὴν τεταγμένους *<οὐρανόθι <πρό>>· πρὸ τοῦ οὐρανοῦ (Γ 3) A <οὐρανομήκη>· ὑψηλὸν λίαν <οὐρανός>· ὁ κατηστερισμένος τόπος. Πέρσαι δὲ τὰς βασιλείους σκηνὰς καὶ αὐλάς, ὧν τὰ καλύμματα κυκλοτερῆ, <οὐρανούς> ..... <οὐρανοσκόπος>· ἰχθῦς ποιός <οὐρανοφοιτᾶν>· ἐν οὐρανῷ διατρίβειν (Greg. Naz.?) <οὐ ῥᾷστα>· οὐκ εὐχερῆ *<οὖρα>· δίσκου ἐπιφερομένου ... A *<οὔρεα>· ὄρεα (Α 157) Avgn <οὐρέας>· ἡμιόνους <οὐρεῖς>· φύλακες *<οὔρεος ἐμ βήσσῃσιν>· ἐν τοῖς βασίμοις τόποις τοῦ ὄρους An. [ἐπιτήδειος ἄνεμος] (Λ 87) <οὐρεσίφοιτος>· ἐν τοῖς ὄρεσι πλανώμενος (Greg. Naz. c. 1,2, 17,43) <οὐρῆας>· ἡμιόνους An, παρὰ τὸ ὀρούειν, ὁρμητικούς τινας ὄντας· ἢ ἐπεὶ οὔριον τὸ ζῷον, οἷον ἄγονον (Α 50). οἱ δὲ *[<οὐρήων> τῶν φυλάκων An <οὔρια>· ἠνεμισμένα ἢ ὀξέως πνέοντα· ἢ ἄγρια *<οὐρίαχον>· τὸν σαυρωτῆρα. ἔστι δὲ σιδήριον ἐγκεκαμμένον εἰς τὸ ἕτερον μέρος τοῦ δόρατος (Ν 443) A <οὐρίζει>· ὑπεπιφέρει. ἢ ὁρίζει <οὐρίη>· ὀπισθία *<οὐριθρέπταν>· ἐν ὄρεσι τραφεῖσαν (Eur. Hec. 205) An <οὔριομ βῖκον>· τὴν ἀμίδα. ἢ <οὐροδόχην> (Antisthenes?) <οὔριον>· σωτήριον. ἢ ὄπισθεν πνέον <οὐράνιον νέφος>· κατ' οὐρανὸν [ὄπισθεν] ἐρχόμενον. ἢ ὑπὸ οὔρων ἐλαυνόμενον (Cratin. fr. 138) *<οὔριος>· ἐπιτήδειος, ἐπιδέξιος <ἄνεμος> Avgn <Οὐρίας>· φωτισμὸς θεοῦ <οὐρίσαι>· ὁρίσαι. παρασκευάσαι <οὐροδόχην>· τὴν ἀμίδα (Xenoph. com.?) *<οὖρος>· ἄνεμος (γ 176) (A)nps <ὄριον>· φυλακή. σημεῖον *<οὖρον ἀρούρης>· ὅρον τῆς χώρας (Φ 405) An <οὖρος>· βασιλεύς. *[φύλαξ. σωτήρ (Θ 80) An *<οὖρος Ἀχαιῶν>· τὰ αὐτά (Θ 80) An <οὔρους>· φύλακας. ἢ [τὰ νεώρια n. τὰ περιτειχίσματα. ἢ τὰ προορίσματα τῶν πλοίων, ἢ τὰ ὁρμητήρια, δι' ὧν καθέλ- κονται <οὕς>· ἄρθρον ἀρσενικὸν πληθυντικόν, πτώσεως αἰτιατικῆς, [οὕστινας n. καὶ ἀντωνυμία τρίτου προσώπου· "οὓς ἑτάρους στέλλοντα" (Δ 294) <οὖς>· ὠτίον <οὖσα>· σχοινία, νεὼς ὅπλα (Antim. fr. 57,2 Wyss) <οὖς Ἀφροδίτης>· οἱ ἁλιεῖς ὄστρεόν τι οὕτω καλοῦσιν <οὔ σε>· οὐ δή σε (π 202) <οὐ σθενῶ>· οὐκ ἰσχυράν ... · ἐξουσία. οὐσιότης. *[πλοῦτος. ὕπαρξις Avgs. εἶδος ὑφεστός, βίος. κτῆσις *<οὐσιώδης>· ὢν ἀεὶ Avgn ἐν αὐτῷ An κατ' οὐσίαν vgn *<οὕς ῥα>· οὓς δή g <οὐσιώσαντος>· τὸ ἡνωμένον ἄκρως (Greg. Naz. or. I p. 499 c/d) <οὐ συγγινωσκόμενοι>· οὐ συγκατατιθέμενοι (Hdt. 3, 99,1) <οὐ σύ>· μὴ σύ <οὐ συμβαίνει>· οὐ συμφωνεῖ *<οὐ συνιστορῶ>· οὐκ οἶδα. <οὐ σύνοιδα> A *<οὐ συνέσχεν ὀργήν>· οὐ κατεκράτησεν ὀργῆς (Mich. 7,18) A <οὐ σὺν ἱδρῶτι>· οὐ σὺν καμάτῳ <οὐ σχολαίτερον>· ταχέως (Thuc. 2, 75,6) <οὔτα>· ἔτρωσεν. ἔπληξεν. ἐκέντησεν (Ν 192) *<οὐτάζοντο>· ἐτιτρώσκοντο (Η 273) A *<οὐτάμεναι>· τρῶσαι (Φ 68) An *<οὔτ' ἄρ>· οὐ δή (Α 93) An <οὔτ' ἂρ φρένας>· οὔτε κατὰ σύνεσιν (Α 115) <οὐτάσαι>· τρῶσαι, ἐκ χειρὸς νύξαι (Ξ 424) *<οὔτασεν>· ἔβαλε An. καὶ τὰ ὅμοια (Ε 56) *<οὔτε τῳ>· οὔτε τινί An <οὐτηθείς>· τρωθείς (Θ 537) *<οὔτι>· οὐδέν Σ *<οὔτι>· οὐδαμῶς (Α 153) n *<οὐτιδανός>· οὐδαμινός v. ἀσθενής p. ἄψυχος. [οὐδενὸς ἄξιος gn οὐδὲ λόγου (Α 293) (A) <οὔτι κράτεΐ γε>· οὐ τῇ δυνάμει (Η 142) <οὔτι μάλα δήν>· καὶ οὐκ ἐπὶ πολύ (Α 416) <οὔτι μέλει>· οὐ μέλει (Β 338) <οὔτι μοι ὔμμες>· οὔκ ἐστέ μοι ὑμεῖς (Α 335) *<οὗτινος οὖν>· οἵου δήποτε Avg *<οὔτι που>· οὐδαμῶς Avg <οὔτις>· *οὐδείς An. ἢ εἶδος ὀρνέου. καὶ οὐρανός <οὔτοι ἀπόβλητον>· οὐκ ἀποβληθῆναι ἄξιον (Β 361) [<οὐτόν>· κακὸν μόρον, θάνατον A] [<οὗτος>· τοῦτος] *<οὑτοσί>· διὰ τοῦ <ι>, καὶ <ὁδί> Ag [<οὖταρ>· οὔτε δή] [<οὐτρηρώ>· δραστικοί. σπουδαῖοι] <οὕτως>· τοιούτως, ὁμοίως <οὑτωσί>· οὕτως. *<Οὕτω> δὲ χωρὶς τοῦ <σ>, ὅτε σύμφωνον ἐπι- φέρηται Avg. *[Τέσσαρα σημαίνει τὸ [<ὁμοῦ>· χρόνον· τόπον· ἐγγύτητα· ἀριθμόν n] *<οὐ τῷ τυχόντι>· οὐ τῷ μικρῷ Avg. οὐ τῷ οἵῳ δήποτε vg <οὐ φατός>· ἄφατος <οὐ φαικά>· οὐκ ἀρεστῶς. οὐ κούφως †<οὐφέλλαν>· γῆν τὴν εἰς τὰ ἱμάτια <οὑφίδρωμα>· τοῦ σάγματος ἡ πρὸς τῇ πλευρᾷ διφθέρα *<οὐ φοιβήσεται>· φοιβᾶν ἐστι τὸ ἐπὶ νεκρῷ ἢ δαιμονικῷ μαντεύεσθαι (Deut. 14,1) A *<οὐ φορητόν>· μέγα. βαρύ. οὐκ ἐλαφρόν Avg. οὐ βαστακτόν (Eur. Hipp. 443) vg(A) <οὐ φροντὶς Ἱπποκλείδῃ>· παροιμία, ἧς μέμνηται καὶ Ἕρμιπ- πος Δημόταις (fr. 17). [μὴ πρὸς ὀργὴν ὁμιλεῖν. καὶ] ἀντὶ τοῦ ἐμοί <οὔχ>· οὐχί. οὐχ οὕτως *<οὐχ ἅζομαι>· οὐ σέβομαι. οὐκ ἐντρέπομαι (Eur. Or. 1116) An *<οὐχ ἅλις>· οὐχ ἱκανῶς (Eur. Androm. 582) n †<οὐ χάζεις>· οὐ πιέζεις συνεχῶς <οὐχ ἕδος>· οὐ καιρὸς τοῦ καθέζεσθαι, οὐ καθέδρας φροντίς (Ψ 205) [<οὐχ εἴκων>· οὐχ ὑποχωρῶν] *<οὐχ ἥκιστα>· μάλιστα Avgn *<οὐχί>· οὐδαμῶς A. οὐ δῆτα *<οὐχ ἑκών>· οὐ βουλόμενος Avg, οὐ θέλων g *<>οὐ χειαί>· φωλεοί A <οὐχ ἕπεται>· οὐκ ἀκολουθεῖ *<οὐχ οἷόν τε ἐστίν>· οὐ δυνατόν ἐστι vgn *†<οὐχ ὑπὲρ ἀλόγου>· οὐχ ὑπὲρ λόγον n *<οὐχ οἷοί τε>· οὐ δυνατοί Avg <οὐχ οἷός τε εἰπεῖν>· μὴ δυνάμενος εἰπεῖν <οὐχ ὁρέοντα>· οὐ ζῶντα (Greg. Naz. c. 1,2, 29,15) *<οὐ χραίσμῃ>· οὐ βοηθῇ (Α 28) n *<οὐ χρή>· οὐ δεῖ (Β 24) n *<οὐχ ὑπελείπω>· οὐχ ὑστέρησας. οὐ κατέλειπας (Gen. 27,36 v. l.) Avg *<οὐχ ὑποίσω>· οὐχ ὑπενέγκω. οὐ βαστάσω (Iob 31,23) Avg <οὐχ ὑφίεται>· οὐκ ἐνδίδωσιν *<οὐχ ὑφίσταται>· οὐχ ὑπομένει Avg. οὐχ ὑποφέρει (Prov. 13,8) vg <ὄφατα>· δεσμοὶ ἀρότρων. Ἀκαρνᾶνες <ὀφείλει>· δεῖ γενέσθαι κατὰ ἀνάγκην *<ὀφειλή>· χρέος, δάνειον Avgn. ἀνάγκη (Matth. 18,32) <ὀφειλέτης>· χρεώστης (Matth. 18,24) <ὄφεις>· τὰ δρακοντώδη γινόμενα ψέλλια. Μένανδρος Παρακα- ταθήκῃ (fr. 329 Koe.) <τοὺς ὄφεις>, λέγει, <καλῶς γέ μοι ἠγόρασας> <ὀφέλλει>· ὠφελεῖ. [αὔξει (Γ 62) v <ὀφέλλειν>· αὔξειν (Π 631) [καὶ ὀφέλλειν] <ὀφέλλεται>· αὔξεται (γ 367) r <ὄφελες> ὤφειλες (Α 415), ᾧ συζυγεῖ τὸ <ἔφελον> (Σ 367). [καὶ <ὄφελον>] καὶ ἐπίῤῥημα ὅπερ ἔχει χαρακτῆρα ὁριστικοῦ παρα- τατικοῦ· ὅμοιον γάρ ἐστι τῷ ἔλεγον, ἔλεγες <ὀφέλλουσα>· θρασύνουσα. σώζουσα. παρασκευάζουσα <ὄφελμα>· αὔξημα (Soph. fr. 975). κάλλυμα. κάλλυντρον <ὀφέλμασι>· σαρώμασιν a) <ὄφελλον>· ὤφειλον. *b) <ὄφελον·> εἴθε. μακάρι (Σ 367) r Avg <ὄφελος>· αὔξησις A. ὄνησις (n). ἐπικούρημα. [κέρδος (Ν 236) A <ὄφελτρον>· κάλλυντρον *<ὀφθαλμιᾶσαι>· φθονῆσαι. ἐπιβαλεῖν ὀφθαλμόν Avg *<ὀφθῇ>· εὑρεθῇ. φανῇ Avg <ὀφθαλμὸς βασιλέως>· ὁ πεμπόμενος κατάσκοπος (Ar. Ach. 92) <Ὀφικοί>· οἱ νῦν Ὀπικοί [<ὀφιδεύειν>· σχολάζειν, διατρίβειν, οἰκεῖν] <ὀφικιάλιος>· ...... <ὀφειλόντως>· πρεπόντως. δεόντως *<ὀφιομάχης>· ἰχνεύμων n. καὶ ἀκρίδων γένος, μὴ ἔχον πτερά (Lev. 11,22) A <ὀφίουρος>· ὄρνις ποιὸς ἐν Αἰθιοπίᾳ <Ὀφιοῦσσα>· ἡ Ῥόδος· διὰ τὸ πλῆθος τῶν ὄφεων <ὄφις>· ποιὸς ἰχθῦς. καὶ τὸ χρυσοῦν περιβραχιόνιον. καὶ ὁ δράκων ὁ φυλάσσων τὰ χρυσᾶ μῆλα, ὃν ἀπέκτεινεν Ἡρακλῆς *<Οφλα>· ὄνομα χωρίου, ὅπου ἦν τεῖχος Ἰερουσαλήμ (2. Esdr. 13,27 v. l.) n <ὀφλάνειν>· ὀφλισκάνειν. ὀφείλειν *<ὄφλῃ>· ὀφείλῃ n <ὀφλεῖν>· ὀφείλειν ἐκ καταδίκης <ὄφλημα>· χρεώστημα *<ὀφλήμασι>· χρεωστήμασιν Avgn *<ὄφλησιν>· χρεώστησιν (Bar. 3,8) A *<ὀφλήσουσι>· χρεωστήσουσιν A *<ὀφλισκάνοντες>· χρεωστοῦντες Ap(n). ὑπομένοντες (A) *<ὄφλοι>· ὀφείλοι An. [ὀφειλέται. ὀφειλαί] <ὀφνίς>· ὕννις, ἄροτρον <ὄφρα>· ἵνα, ὅπως. ἕως, μέχρι. ἐάν [τόφρα] <ὄφρα ἴδητε>· ὅπως ἴδητε, ἵνα θεάσησθε (Δ 249) *<ὄφρα μὲν οὖν>· ἕως μὲν οὖν (Ι 550) n <ὄφρ' εὖ εἰδῶ>· ὅπως καλῶς εἰδῶ (Α 515) *<ὄφρ' ἄν>· ἕως ἄν (ρ 10 ..) A <ὄφρυα>· τὰ ὑψηλὰ καὶ ὑπερκείμενα χωρία. τινὲς αἱμασιάς <ὀφρυάζει>· ταῖς ὀφρύσι νεύει (Amips. fr. 36) <ὀφρυγνᾷ>· ὅλως ... Βοιωτοί [οἱ δὲ †μέσον, καὶ ὑψηλόν] <ὀφρύγη>· χῶμα. λόφος. αἱμασιά <ὀφρύκνηστον>· ἐρυθριῶντα. οἱ γὰρ ἐρυθριῶντες κνῶνται τὰς ὀφρῦς <ὀφρυόεντα>· λοφώδη. ὑψηλόν *<ὀφρυόεντες>· ὑπερήφανοι vgn <ὀφρυόεσσα>· ὑψηλή. ἀλαζών (r). ἐφ' ὕψους καὶ ἄκρας κειμένη (Χ 411) <ὀφρύη>· μετέωρον (Eur. Heraclid. 394) <ὀφρῦς>· τὰ κρημνώδη καὶ τραχέα τῶν ὀρῶν. καὶ ἔπαρσις, [ὑπερηφανία r *<ὄχα>· ἐξόχως (Γ 110) r. np [<ὀχαεῦνται>· ἠρέμα κινοῦνται] <ὄχανον>· ὁ τῆς ἀσπίδος πόρπαξ r. καὶ ὁ δεσμός. καὶ ὅπου ἐμβάλλουσι τὰς τρίχας <ὀχάνοις>· δεσμοῖς· ἀπὸ τοῦ συνέχειν. ἔνθεν καὶ τὸ <ὀχμάζειν> *<ὄχ' ἄριστος>· ἐξοχώτατος (Α 69) n(g) <ὀχᾶσθαι>· ἀνάλλεσθαι. ὁ λόγος ἐπὶ Ἀχιλλέως· οὐ <βαρυσκε- λῆ ποιεῖ> (trag. ad. 250) ὁ τῶν νεβρῶν μυελός *<ὄχεα>· ἅρματα np, ὀχήματα (Ε 745) <ὀχέεσθαι>· ἡνιοχεῖσθαι (Κ 403) <ὀχέεσκον>· ἔφερον, ὑπέμενον (λ 619) *<ὀχεία>· ἡ μίξις, καὶ ἡ συνουσία (Sir. 33,6 v. l.) Avg <ὀχεῖα ποντία>· ἡ ἄγκυρα. παρὰ τὸ ὀχεῖν ἐν τῷ πόντῳ τὰς ναῦς (trag. ad. 251) <ὀχεῖον>· *ἅρμα Avg. καὶ τόπον εἰς ὀχείαν ἀνειμένον, Ἀττικοί <ὀχεῖς>· κλῇθρα. Κερκυραῖοι <ὀχεῖται>· μετέωρος φαίνεται <ὀχέοντας ὀϊζύν>· ἔχοντας κακοπάθειαν, ἢ ἐχομένους ὑπὸ κακοπαθείας, ἢ ἀναδεχομένους κακοπάθειαν (η 211) <ὀχέοντες>· ἐν αὑτοῖς ἔχοντες <ὄχεσκον>· ὑπέμενον, ἔφερον *<ὄχεσφιν>· τοῖς ὀχήμασιν n, ἢ τοῖς ἅρμασιν (Δ 297) Anp <ὀχετεύει>· ἐπιχέει. *[σαλεύει. μεταφέρει Agn <ὀχετηγός>· *ὁ τὸ ὕδωρ ἄγων A, ὑδραγωγός Avg, κηπουρός, ἢ ὁ ἄρδων (Φ 257) <ὄχετλα>· τὰ ὀχήματα. οἱ δὲ τὰ συντεθραυσμένα <ὀχετός>· *σωλήν, ἀγωγός, ῥύαξ vg. ὕδωρ. ὑδραγωγεῖον. οὐ χείμαῤῥος [ἤγουν αὖλαξ], ἀλλ' ἀεὶ ῥέων <ὀχεύς>· ὁ τῆς περικεφαλαίας ἱμάς (Γ 372) n <καὶ ὁ τῆς θύρας μοχλός> r <ὀχή>· τρώγλη. τροφή. καὶ ὄρος Εὐβοίας v. καὶ [τροχός r *<ὀχῆα>· συνέχοντα ... (Μ 121) A (n) <ὀχῆες>· οἱ συνέχοντες τὴν θωρακοζώνην κρίκοι (Δ 132). καὶ οἱ <μοχλοί>· ἀπὸ τοῦ συνέχειν (Μ 455) *<ὄχημα>· ἅμαξα, ἅρμα vg, δίφρος (Eur. Med. 1321) g [*<ὀχῆς>· ὀμίχλη καὶ φωνή A] *<ὄχησις>· ἱππασία. φόρησις v *<ὀχήσομαι>· βασταχθήσομαι r. A <ὄχθα>· χεῖλος ποταμοῦ. ἢ <ὄχθαι> (Φ 10) <ὀχθεῖσθαι>· ἀπὸ τοῦ ὄχθη. οἱ γὰρ στένοντες ἑαυτοὺς μετεωρί- ζουσιν *<ὀχθεῖ>· στένει, στενάζει v <ὄχθη>· χεῖλος ποταμοῦ r. ps <ὄχθησαν>· ἠγανάκτησαν <ὀχθήσας>· στενάξας. βαρυνθείς· <ἄχθος> γὰρ βάρος. ἢ μετεω- ρισθεὶς τὴν ψυχήν, ἀπὸ τῶν <ὄχθων>, ὅ ἐστι τοῦ ἀναστήματος (Α 517) <ὄχθησις>· θόρυβος, τάραχος *<ὄχθοι>· αἱ τραχεῖαι καὶ δύσβατοι τόποι Avgn. καὶ αἱ ἐξοχαὶ vg τῶν πετρῶν <ὄχθοιβοι>· περιάπτειν τινὰ εἰώθασι περὶ τοὺς χιτῶνας, ἃ καλοῦσιν <ὀχθοίβους>· εἰσὶ δὲ τὰ λεγόμενα <λώματα> (Ar. fr. 320,2) <ὄχθος>· κρημνός. πέτρα. τὸ ὑψηλὸν τοῦ ποταμοῦ ἢ τῆς γῆς. ἢ τὸ ἀπόκρημνον στόμα τῆς θαλάσσης. κυρίως δὲ ποταμῶν †καὶ κροχρημένων† *<ὀχλαγωγῆσαι>· θορυβῆσαι Avgp, ἢ συναγαγεῖν ὄχλον, ἢ [ταράξαι vgp <ὀχλεῖ>· στένει. λυπεῖ. κωλύει μετὰ ὄχλου *<ὀχλεῦνται>· κινοῦνται n. κυλινδοῦνται (Φ 261) [<ὀχλεύονται>· ὁμοίως] <ὀχλεύς>· μοχλός r. στρόφιξ. δεσμός. ἕρμα. πόρπη <ὄχλησις>· ἀσχολία <ὀχλημῶν>· μοχλῶν *<ὀχλίσειαν>· κινήσειαν (Μ 448) r. n <ὀχλίζειν>· κινεῖν. μοχλεύειν *<ὀχλιζομένων>· συναγομένων A *†<ὀχλοισίαν>· ἱκεσίαν. ἐκκλησίαν A † <ὄχλον>· ἐνόχλησιν (Eur. Med. 337) †<ὀχλόγος>· κατάλογος λαοῦ <ὄχμα>· πόρπημα <ὀχμάζει>· *†μάχεται. βαστάζει Avgn. ἐρείδει. θάλπει. [*συνέχει (An), κατέχει, [*πιέζει (An) *<ὀχμοί>· σταχύων φυτεῖαι An *<ὀχμὸν ἐλαύνουσι>· τὴν ἐπὶ στίχον φυτείαν (Λ 68) A *<ὄχνη>· εἶδος [κύστου, ἢ] κουστουμίνου Agn <ὀχοί>· οἱ συνέχοντες τὰς ναῦς (ε 404) <ὀχοί>· ἐφ' ὧν ὀχοῦνται αἱ ναῦς. καὶ οἱ συνέχοντές τι καὶ διακρα- τοῦντες <ὄχος Ἀκεσταῖος>· ἐπεὶ αἱ Σικελικαὶ ἡμίονοι σπουδαῖοι. ἦν δὲ Ἀκέστη Σικελίας (Soph. fr. 611) †<ὀχρός>· ὀχούμενος, φερόμενος <ὀχεύει>· βαίνει *<ὀχυρά>· ἰσχυρά Avg, ἀσφαλῆ (Deut. 28,52) g <ὀχύρωμα>· τεῖχος ἀσφαλές. ὀχυρόν. [*κάστρον. φρούριον ἢ ἀσφάλισμα (Gen. 39,20 ..) Avg <ὀχύρωσεν>· ἠσφαλίσατο. ἐφυλάκισεν (2. Chron. 11,11 ..) <ὀχῶν>· ὀχευτικῶς ἔχων. ἢ [*τροχῶν ἁρμάτων An <ὄψ>· ὄψις. ὀφθαλμός. ἢ [φωνή (Antim. fr. 96 W.) r. ps [<ὄψανον>· ὄψιν] *<ὄψα>· προσφάγια r. vg. μαγειρεύματα (γ 480) <ὄψανον>· ὄψις [φωνή] (Aesch. Choe(. 534) <Ὀψαλίδαι>· οἱ ἀρχηγέται τῶν Αἰτωλῶν *<ὀψαρτυτής>· μάγειρος r. vg(A) p *<ὀψέ>· μετὰ πολὺν χρόνον A. βραδέως (Δ 161) Avg *<ὀψέ ποτε>· μετὰ χρόνον ποτέ, ἐπ' ἐσχάτων (Greg. Naz. c. 2,1,13,197) vg <ὄψεαι>· θεωρήσεις (Δ 353) (n) <ὄψεως>· θέας <ὀψὲ δύων>· ὀψὲ καταδυόμενος (Φ 232) (n) <ὀψείοντες>· ὀπτικῶς ἔχοντες, ἰδεῖν θέλοντες ... κλαυσείοντες, βρωσείοντες (Ξ 37) <ὀψὲ δύοντα>· βραδέως δύοντα, διὰ τὸ τῇ ἄρκτῳ ἀκολουθεῖν (ε 272) <ὄψεις>· ὄνειροι. ὀφθαλμοί. ὁράσεις <ὀψέ ποτε>· μόλις ποτέ r. p <ὄψεσθαι>· θεωρήσεσθαι, ἰδέσθαι (Ε 120) <ὄψ' ἦλθες, ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο>· ἐπὶ τῶν μισθωτῶν ἔλεγον. τοὺς ἐπὶ τὸ ἔργον ἐλθόντας ὀψέ, ἀπέλυον πάλιν εἰς τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐν Κολωνῷ *<ὀψίας>· ἑσπέρας (Matth. 8,16 ..) A *<ὀψιγενές>· καὶ [<ὀψιγενῆ> τὰ βραδέως γεννηθέντα Avgn <ὀψίγονοι>· οἱ ὕστερον γενόμενοι *<ὀψιγόνων>· τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων Avgn, μεταγενεστέρων (Γ 353) *<ὀψιμαθής>· βραδυμαθής (r) Avg <ὄψιμον, ὀψιτέλεστον>· ὀψὲ γεννώμενον. ἢ ὀψὲ ἀρξάμενον καὶ ὀψὲ τελεσθησόμενον (Β 325) *<ὄψιμον>· χρόνιον. ὕστερον (Ioe(l 2,23 ..) <ὄψιμος>· χρόνιος. βραδύς <ὄψιοι>· δειλινοί. ὕστεροι *<ὀψίοντες>· ὀπτικῶς ἔχοντες. παρακολουθοῦντες τοῖς γινομένοις. κατοπτεῦσαι βουλόμενοι A <ὀψιπέδωνας>· τοὺς ἕως ζῶσιν ἄξοντας πέδας, βράδιον <λελυ- μένους> (Com. ad. 1049) *<ὀψίσθην>· ὤψισα Avn *<ὄψις>· θεωρία, ὅρασις (A) <ὀψιτέλεστον>· μετὰ πολὺν χρόνον τελεσθησόμενον (Β 325) A *<ὄψον>· προσφάγιον (Λ 630) <ὀψίχα>· ὀψέ. Βυζάντιοι <ὄψον> δὲ βλέψον r, ὅρασιν *<ὄψος>· μοχθηρός Σ *<ὄψου>· παντὸς προσεψήματος Ap <ὀψῶνα>· τὴν πρὸς τὸ ὀψωνεῖν σπυρίδα <ὀψώνιον>· δαπάνη. *κέρδος (Ep. Rom. 6,23) s(np) <ὀψοφαγία>· εὐωχία *<ὁ ὠγύγιος>· ὁ ἀρχαῖος A *<ὁ ὠκύμορος>· ὁ ταχυθάνατος Avg *<ὁ ὠκύπλοος>· ὁ ταχέως πλέων A *<ὁ ὠκυπόρος>· ὁ ταχέως πορευόμενος A *<ὁ ὠκύτατος>· ὁ ταχύτατος Avg, ὀξύτατος *<ὁ ὠμηστής>· ὁ ὠμὰ κρέα ἐσθίων Avg *<ὁ ὤν>· θεός, ἀεὶ ζῶν, ὑπάρχων (Exod. 3,14) Avg *<ὁ ὠνούμενος>· ὁ ἀγοράζων A [<ὀώρων>· γυναικῶν παρὰ τὸ ὀαρίων] <Πααμύλης>· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα- σιν· ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης <Παᾶπις>· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων Φράτερσιν· ἀτὰρ ὦ Μεγάκλεες οἶσθ' ἃ τοῦ Παάπιδος· Ὑπέρβολος τἀκπώματα κατεδήδοκε <παγαίη>· κύων. Σκυθιστί <πάγανα>· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη *<παγανός>· ἰδιώτης, ἄφρων <παγάς>· γῆ τις ὑπὸ τῶν γεωργικῶν <πάγασα>· θύρα. καὶ <παγασαί> <Παγασίτης>· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θες- σαλοῖς <παγετός>· κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος] <παγετῷ>· ψύχει. κρυμῷ <πάγη>· παγίς. ποδάγρα. βρόχος <πάγη δέ τις>· παγὶς δέ τις <πάγην>· παγίδα. [ἢ ὑψηλὸν τόπον] <παγῆναι>· στερεωθῆναι [<παγγάς>· πλάνος] <πάγιον>· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές *<παγηνός>· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός <παγκαρπία>· πανσπερμία <παγκράδη>· ἀπὸ τῆς κράδης τῶν συκῶν <παγκρατής>· Ζεύς. Ἀθηναῖοι <παγκρατιάζειν> καὶ <παγκράτιον>· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν. καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός <παγκρατιασταί>· ἀθληταί, πύκται <πάγκυφος>· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο- πόλει *<παγελός>· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος <παγ.λάδια>· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ <πάγον εὐτειχῆ>· τετειχισμένον ἐν ὄρει <πάγοι>· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν <πάγος>· ὄχθος. βουνός. ψῦχος <παγούαιρ>· μάρμαρος. ἢ μικακύς <πάγουρος>· εἶδος καρκίνου <Παγχαῖος>· Ζεύς <πάγχυ>· παντελῶς *<παῖον>· ἀσφαλές, βέβαιον <παγχυρισμός>· πολυσύγκριτος <παγῶν>· πηγῶν <παδησχέαι>· σχίζαι *<παλλία>· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν *<παθήματα>· συμφοραί <παθαίνεσθαι>· δεινοπαθεῖν <παθιώταρ>· συγγενοῦς. τελευταίου <(π)άζιον>· λίθος πολύτιμος <Παιὰν Ζεύς>· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς <παιάναι>· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν, ἢ αἰσχροῦ τινος <παιᾶνας>· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν <Παιανιέα>· ἀπὸ δήμου τῆς Ἀττικῆς <παιᾶνι στυγνῷ>· θρηνητικῷ ὕμνῳ <παιδαγωγία>· παιδεία, διδασκαλία <παιδαγωγός>· παιδευτής. καὶ τὰ ὅμοια [<παιδάκιμα>· μειράκια] *<παῖδαι>· ἡμέραι τινές *<παῖδα δέ μοι>· τὴν θυγατέρα δέ μοι <παιδάρια>· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα *<παιδαλήθριον>· παιδισκάριον <παιδαριήματα>· παιδάρια <παιδαριώδη>· ἀσύνετα <παιδέρως>· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος *<παιδεία>· ἀγωγὴ ὠφέλιμος. διδαχή <παῖδες>· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι <παιδεύειν>· τρέφειν, παιδοτροφεῖν [<παιδεώτις>· παιδοκτόνος] *<παιδεία>· πείρα. νουθεσία <παιδικά>· τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας συνουσίας <παιδικέωρ>· ὁ ἐν γυμνασίῳ ὑπηρέτης <παιδίνορ>· παιδίσκη <παιδισκάριον>· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ πρὸς ταλασιουργίαν χρῶνται <παιδίσκοι>· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες [<παῖδνες>· ἀλαλαγμοὶ ἐν πολέμῳ] <παιδνός>· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι- κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος <ἀντίπαις>. ἄφρων, νήπιος <παιδοβάτιον>· εἶδος ἀμπέλου <παιδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας <παιδικομίας>· παιδοτροφίας <παιδοκόμ[εν]ος>· ὁμοίως <παιδοκόρης>· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις <παιδολέτρια>· παιδοφόνος <παιδολέτερον>· παιδοφόνον <παιδονόμος>· ἀρχή τις παρὰ Λάκωσι <παιδοπίπας>· ἀρσενοβάτης, ἀνδροβάτης <παιδός>· ἀκμῆς <παιδοτρίβαι>· ἀλεῖπται. γυμνασταί <παιδοτριβοῦσι>· παιδεύουσι. καὶ τὰ ὅμοια <παιδῶνας>· τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι (*)<παιδονίκται>· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς <παίει>· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει <παιήονα>· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος] *<πεζός>· τοῖς ποσί <παιηοσύνη>· ἰατρεία <παιητέον>· πληκτέον <παιλαγρέται>· ἀρχή τις, ἐπὶ ἱππέων <παιλλός>· ἄῤῥην, νήπιος <παίμμα>· πλακούντια <Παίονες>· ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί] *<παῖον>· ἀσφαλές, βέβαιον *<παιπάλλειν>· σείειν <παιπαλᾶν>· περισκοπεῖν. ἐρευνᾶν <παιπάλη>· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν <παιπάλημα>· ποικίλος ἐν κακίᾳ (*)<πάϊν>· παῖδα <παιπαλόεσσαν>· ὑψηλήν· ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν <παιπαλόεντος>· τραχύν <παιπάσσουσα>· παντὶ φαινομένη <παῖς>· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ <παρθένος>. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων <παῖσαι>· ὃ ἡμεῖς <παῖξαι> [<παισαρεύματα>· περικόμματα] <παιρεύς>· παιρέτης <παίσατε>· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν- δοτε <.παις θ' ἅμα>· [παίει ἅμα] <παίσδῃ>· παιδαριεύῃ <Παισός>· πόλις. καὶ ποταμός [<παιτάσας>· ἁπλώσας <παίταυρα>· σίγνα] <παιφάσσειν>· πυκνὰ ἀπ' ἄλλου ἐπ' ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν, σπεύδειν, θορυβεῖν, πηδᾶν <παίω>· δέρω, τύπτω, πλήττω *<παιώνιον>· φάρμακον καταπαῦον ὀδύνας <Παίων>· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς <παιωνισμός>. γράφεται δὲ καὶ <παιανισμός> <Παιῶνες>· τὰ αὐτά <παιώνια>· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι <παιώνιον>· ἴασιν. θεραπείαν <Παιώνιος>· Διόνυσος <παιωνίσαντες>· ἀλαλάξαντες <πακοτή>· ἀποσκότ.. <πακτά>· ἡρμοσμένα. πεπηγμένα <Πακτωλός>· ὄνομα ποταμοῦ <πάλα>· ζώνη *<πάλαι>· ποτέ <παλ[λ]άθη>· ἡ τῶν σύκων ἐπάλληλος θέσις <παλάθαι>· σύκων μαζία <παλαία>· ἀλφιτισμός. οἱ δὲ ποσισίτου <παλαιγενεῖς>· πρεσβῦται <παλαιθέου>· παλαιᾶς θεοῦ *<παλαιοθέτης>· παλαιοπράγμων. δραστήριος *<παλαιδέτης>· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής *<παλαιόν>. ἀρχαῖον. σαθρόν *<παλαιός>· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί- θιος <Παλαίμων>· ὁ Ἡρακλῆς <παλαιόρ>· μωρός <πάλαι πεπρωμένον αἴσῃ>· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου <Παλαίπολις>· τὸ πάλαι[ὸν] Ἄργος <πάλαισμα>· κακοτεχνία <παλαισμοσύνη>· πάλη <παλαιστή>· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή <παλαίστρα>· ὅπου οἱ παῖδες ἀλείφονται <παλαίτερον>· παλαιοτέρων ἱστοριῶν <παλαιφάγου>· πάλαι ἐσθιομένης <παλαίφατα>· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα. οἱ δὲ πάλαι τέλος ἔχοντα *<πάλη>· ἀγών <παλαιῶς>· ῥάπισμα. [καὶ παλαιά <παλαιῷ φωτί>· πρεσβύτῃ γεγονότι <παλακῖνος>· πολεμιστήριος <παλάμαι>· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι' αὐτῶν πολλὰ μαιόμεθα <παλάμη>· τέχνη. χείρ <παλαμήσας>· τεχνάσας. ἐργάσας <παλαμήσασθαι>· τεχνάσασθαι. καὶ τὰ ὅμοια <πάλαμις>· τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις (*)<παλαμέων>· τεχνῶν <παλαμναῖος>· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε- λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ [<πάλανον ἀφρόν>· πεπηγότα ἀφρόν] <παλάξαι>· βρέξαι· ἔνθεν καὶ <πηλὸς> ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι, συνθράσαι *<παλάσσετο>· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα- λάσσετο <π(α)λάσια>· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ <θ> <π(α)λάθια> καὶ <παλάθη> <παλαστῶσαι>· χειροτονῆσαι <παλάχη>· ἀρχή. λῆξις. μοῖρα. γενεά <παλαχῆθεν>· ἐκ γενεᾶς. ἐκ παλαιοῦ *<παλαίστρα>· ἀγωνία <παλεύεται>· θηρεύεται, ἀγρεύεται <παλεύσας>· τὰ αὐτά. καὶ ὑπαγαγόμενος· παράνομον γάμον παλεύσας. μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ <παλεύτριαι> αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι <παλευταί>· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται <παλημάτιον>· τὸ λεπτὸν ἄλευρον <πάλην>· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου *<παλαμναῖος>· φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος <παλήσειε>· διαφθαρείη <παλιτούτη>· πλίνθος <πάλθοις>· τόξοις. σφενδόναις [<παλίβολος>· ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος] <παλι(γ)γλώσσῳ>· βλασφήμῳ <παλιγκάπηλος>· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν. ὡς <παλίνδουλος> ὁ πολλάκις δουλεύσας <παλίγκλαστον>· σκολιόν. αὐστηρόν. δύστροπον <παλίγκοτα>· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια <παλιγκώα>· πλάνη <παλ(.)ίζεσθαι>· σφαιρίζειν <Παλικοί>· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου- σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν <παλίλλογα>· παλινσύλλεκτα <παλιλλογία>· ταυτολογία <παλίμβιος>· ὡς ἐξ ἀναβιώσεως <παλίμβολον κήρυκα>· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ- μο(ν)α γὰρ δηλοῖ <παλίμβολος>· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. <τρίπρατος>. ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπ' ἄλλου εἰς ἄλλον μεταβαίνων <παλίμβολος>· ἀδόκιμος, ἀνελεύθερος <παλιμπετές>· εἰς τοὐπίσω πεπτωκός <παλιμπετής>· ὀπισθόρμητος, ἢ ἐναντιοπετής <πάλιμ πλαχθέντας>· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς τοὐπίσω, ἢ πλανηθέντας <παλιμπόρους βάκχους> <παλιμπρυμνηδόν>· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ- προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι <παλιμπυγηδόν>· τὸ εἰς τοὐπίσω ἀναποδίζειν <παλίμφημα>· κακόφημα, δύσφημα, βλάσφημα <πάλιν>· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον <πάλιν> τοπικῶς χρῆσθαί φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς <παλινάγγελος>· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ τούτου ἑτέραν φάσιν ἀποφέρῃ <παλινάγρετα>· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν ἀναλαμβανόμενα <παλινάγρετον>· παλίλληπτον. μεταμελητόν <παλιναίρετον>· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη- μένον. παλισύῤῥαπτον <παλινδαές>· παλίγγνωστον <παλινδ[ε]ινία>· [πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων <παλινδικεῖ>· ἐπισυνάπτει δίκην <παλινδικία>· ἡ ἐξ ἀρχῆς δίκη *<παλιγγενεσία>· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι <παλινδίνητον>· συνεχές ...... <παλινδορία>· τὸ σκύτος. Πλάτων Σύρφακι· σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω <παλινδρομεῖ>· ἀνατρέχει. ὑποστρέφει *<πάλιν ἐρέει>· ἐναντιωθήσεται. ἢ ἀντερεῖ *<παλίνορσος>· ὀπισθόρμητος. πάλιν ὑποστρέψας *<παλινδ(..)ία>· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη <παλιμπλά(γ)κτοισι[ν]>. ὀπισθορμήτοις <παλινοιωνίαι>· ἐκ δευτέρου μαντεῖαι <παλίνπιττα>· ἑφθὴ πίττα <παλινσάγης>· χήρα γυνή ........ <παλίνσκιος>· σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ <πάλιν> ἐνιαχοῦ ἐπίτασιν δηλοῖ, ὡς <παλινκάπηλος παλίμπρα[κ]τος> <παλίντιτα>· ὀπισθέκτι[ς]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα <παλίντονα>· ὀπις(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα <παλιντριβεῖ>· κακεντρεχεῖ <παλιντροπά[ς]ασθαι>· εἰς τοὐπίσω τρέπεσθαι *<παλινοστήσας>· εἰς τοὐπίσω ἐπανελθών <παλινῳδίαν>· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον [<παλίνωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις] <παλινώρους>· ἄκοντας <παλίνωρον>· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν <ἐκκοκκι- ζομένων> ῥοιῶν <παλίουρος>· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον <παλιῤῥόθιον>· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω φερόμενον <παλίῤῥυτον>· εἰς τοὐπίσω ἑλκόμενον <παλίσσυτοι>· ἀναχωρήσαντες <παλίσσυτον>· ἐξ ὑποστροφῆς <παλίωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα- τον διῶκται γένωνται <πάλκος>· πηλός <πάλλα>· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη <Παλλάδος πρόσωπον>· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω- πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα .... <παλλάκιον>· μειράκιον <παλλακός>· ἐῤῥωμένος <Παλλάντιος>· Ζεὺς ἐν Τραπεζοῦντι <Παλλαντίς>· ἡ Τριτωνὶς λίμνη <Παλλάς· Ἀθηνᾶ>, ἡ παίουσα τοὺς αὐλούς [<παλ[λ]άσσειν>· ταράσσειν. βρέχειν. μολύνειν] <παλλάχανον>· κρόμμυον. Ἀσκαλωνῖται <πάλλε[ν]>· ἔβαλεν. ἐκράδαινεν <πάλλει>· κινεῖται, ἅλλεται <πάλλειν>· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν *<πάλλεται>· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια <πάλλεσθαι>· κληροῦσθαι. ἅλλεσθαι <πάλλευκον>· εὐήμερον <Παλληνί[α]ς>· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι *<παλλία>· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί <πάλληξ>· βούπαις <παλλιχίαρ>· πεμμάτιόν τι παρὰ Λάκωσι *<πάλλεται>· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει *<πάλλον>· ἔσειον. καὶ τὰ ὅμοια *<πάλλων>· κινῶν, ταράσσων *<παλλομένων>· κληρουμένων <παλλύτας>· ὄργανον βασανιστήριον <πάλμη>· γέῤῥον <παλμός>· τρόμος. σεισμός. καὶ τὰ ὅμοια <παλμυός>· βασιλεύς. πατήρ. οἱ δὲ <πάλμυς> [<Παλμύτης>· Αἰγύπτιος θεός] [<πάλνης>· πλάνης. ἀπάτης] *<παλλωΐα>· τὸ μὴ τυχεῖν βάλλοντα <πάλ[λ]ος>· κλῆρος. ἀπὸ τοῦ <πάλλεσθαι>, πρὸς τὴν ἄρ[νη]σιν τοῦ λαγχάνοντος. καὶ τό· κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες <πάλ[λ]ος ἔζευξεν>· ...... [<παλλουμένων>· κληρουμένων] [<πάλ<οις><αις>>, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια] <παλτά>· ἀκόντια. λόγχαι <πάλτο>· ἥλατο. ἀπέβη <παλτόν>· κληρωτήν <παλτῶν>· ἀκοντίων <παλύνας>· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην <χυτήν>. εἴρηκε δὲ ἀπὸ τοῦ ἀλεύρου· ἐπὶ δ' ἄλφιτα λευκὰ[νειν] παλύνειν πάσσει(ν) <παμβῶτις τύχη>· ἐλπὶς παντοτρόφος <Παμισός>· ποταμός <παμμάκαρ>· κατὰ πάντα μακαριστός <παμμέγεθες>· λίαν μέγα <παμμελέσιν>· ἐνμελέσι. γλυκερέσιν <παμμήστορα>· πάντων τεχνίτην <πάμπαν>· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως <Πάμπανον>· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ <παμπήδην>· ὁλοσχερῶς. παντελῶς <παμπης[ς]ία>· πᾶσα ἡ ὕπαρξις <παμποίκιλος>· πολύτροπος *<πάνπρωτον>· πάντων πρῶτον <παμφάγος>· πάντα δαπανῶν <παμφαές>· φαιδρότατον. πάντα φωτίζον <παμφαίνειν>· λάμπειν, στίλβειν, ἀστράπτειν <παμφαλύζει>· τρέμει <παμφανάᾳ>· λάμπει <παμφανόωντα>· λαμπρόν, πάντοθεν λάμποντα <παμφαοῦς>· πάντα φωτιζούσης <παμφθόγγῳ>· παμφώνῳ <πάμφι>· παντάπασι <Παμφίδες>· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι <παμφόρῳ>· πάντα φέροντι <παμ[μ]ωχίων>· κεκτημένος <παμῶχος>· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι τὰ παιδία [καὶ] τὸν πατέρα <πᾶν>· ὅλον. <τὸ πᾶν>· τὸ ὅλον <παναγῆ>· καθαρά. ἅγια <παναγής>· καθαρός, κατὰ πᾶν ἁγνός [<παναγιστίας>· παναγίας] <πάναγρα>· [πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται <πανάγρου>· τοῦ πάντα ἀγρεύοντος <παναθήναια>· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών <παναιεῖς>· Ἀθήνησιν ἱέρειαι <παναίθῃσιν>· ὅλαις λαμπραῖς· παναίθῃσι(ν) κορύθες(ς)ι <πάναιθον>· λαμπρόν <παναίθετος>· πάντα ἀπαραίτητος <παναίγυλος>· πανκάκουργος <παναιΐα>· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί <Παναῖ[ν]οι>· ἔθνος Θρᾴκιον <παναίολος>· παμποίκιλος <πανάκεια>· θεραπεία <πάν(ακ)ες>· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται <Πάνακτος>· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ <παναλκές>· ἰσχυρόν. παντοδύναμον <πανάμερος>· δι' ὅλης ἡμέρας <πανάμωμος>· ἀρεστός <πανάποτμος>· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε- λῶς κακόμορος <παναρμόνιον>· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. <Ἁρμονία> γὰρ ἡ εὔτακτος ἀκολουθία *<πανάργυρον>· ὅλον ἀργυροῦν <πανασκηθέα>· πάντα ὑγιῆ <παναφήλικα>· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός <Παναχαιῶν>· πάντων Ἑλλήνων <παναώριον>· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον <πανδαισία>· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ πολυτελὴς τράπεζα <πανδαισίαν>· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν <πανδαμάτωρ>· ὁ πάντας δαμάζων <πανδαμικοί>· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς <πανδ[ε]ῖα>· ἑορτὴ Ἀθήνησι <πανδερκεῖς>· πάντα ὁρῶντες <πᾶν δ' ἦμαρ>· δι' ὅλης δὲ τῆς ἡμέρας <πανδημεί>· σὺν παντὶ τῷ δήμῳ <πανδήμιος>· ὁ καθ' ὅλον τὸν δῆμον ἀναστρεφόμενος <πανδήμου>· δημοσίας, κοινῆς <πανδοκ(ε)ῖον>· πανδοχ(ε)ῖον <πάνδοξ>· ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν <πανδοῦρα ἢ πανδουρίς>· ὄργανον μουσικόν. <Πάνδουρος> δὲ ὁ μεταχειριζόμενος τὸ ὄργανον <Πανδοσία>· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας <πανδοχεύς>· ἐπιδέξιος, ὁ πάντας δεχόμενος <πανδώρα>· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ' οὗ καὶ <ζείδωρος> καὶ <ἀνησιδώρα> <πάνεια>· κεχορτασμένη <πανείπας>· ἀναιδής <πανέξαλλον>· ἐν πᾶσιν ἀλλότριον *<παναίολος>· παμποίκιλος <πᾶνες>· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον [<πανέψιον>· πᾶσι σύνοπτον] <πανήγυρις>· ἔπαινος. ἑορτή. θέατρον <πανημαδόν>· διὰ βίου <πανημέριος>· οὐχ ὁ δι' ὅλης ἡμέρας, ἀλλ' ὁ ἀφ' οὗ τι(ς) ἂν ἄρξη- ται μέρους· ἢ καὶ δι' ὅλης τῆς ἡμέρας, καταχρηστικῶς <πανήρεα>· πᾶσιν ἀρέσκοντα <πανήρεσι>· κατὰ πάντα ἡρμοσμέναις <πανῆρες>· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον *<πανήπορος>· πανάπορος, ἐνδεής <πανθρ(ό)ῳ δήμῳ>· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε μηδὲν ὑποστέλλεσθαι <πάνθρυλ[ι]ον>· τὸ πάντα θρυλοῦν <πανθύλην>· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις <πανθυμαδόν>· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ <πάνθ' ὑπὸ μηνιθμόν>· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον <Πανία>· ἡ Πελοπόν(ν)ησος <πανίας βήσσας>· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός <πανικτόν>· Ἕρμιππος ἐν Στρατιώταις· ὥρα τοίνυν μετ' ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα καὶ προσκεφάλαιον, ἵν' ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς. ἀλλ' οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου) <πάνιον>· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν <πανίῳ δαίμονι>· μανιώδει δαίμονι <πανιώνιον>· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ <πάγκαλος>· ἐξ ὅλου, κατὰ πάντα καλός <πανκαρπία>· πανσπερμία <πανκρατής>· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων *<πάντα>· ὅλα <παννόας>· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης <παννυχίη>· δι' ὅλης τῆς νυκτός <παννυχίς>· ἑορτὴ νυκτερινή (<πανοικί>)· σὺν ὅλῳ τῷ οἴκῳ <πανόλβιος>· παμμακάριστος [<πάνομαλφαίῳ>] <πανομφαῖον>· πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων <πανομφαίῳ>· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη- δών <Πανόπη>· πόλις Φωκίδος <πανόπτης>· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί <πάνοπτος>· ὁ πανταχόθεν φαινόμενος <πανορμίη>· ἐπίθετον Ἀπόλλωνος <πανὸς σκῶλον>· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς [ἄντρον τι λέγεται σχῆμα <πανὸς σκότος>· οἷον νυκτερινὸς φαντασίας <πανοσπρία>· σύνοδος [<πανοστρία>· συμμιγὴς πληθύς. σύνοδος] <πᾶν ὁτιοῦν>· οἷον δή ποτ' οὖν, πᾶν τὸ τυχόν <πανοῦργος>· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος <πανουλεύς>· ἐξώλης <πανούριος>· πάντα οὔριος <Πάνοψ>· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ κρήνη <πανόψιον>· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν <πανσαγία>· πανοπλία <πανσθενεστάτῳ>· ἰσχυροτάτῳ <πανσυδίη>· ὁμοῦ πάντες <πάντα κάλων σείει>· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων <πάντα κινήσας πέτρον>· παροιμία <πάντα λίθον κινεῖν>· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι ..... <παντάνα>· τρυβλίον <πάντα δ' ἀπὸ (π)λευρῶν χρόα ἔργαθεν>· οὐ κατὰ βάθους ἔτρω- σεν, ἀλλ' ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ <παντάπασι>· παντελῶς. ὅλως <πανταρκέα>· πᾶσι βοηθόν <πανταρκής>· ὁ πᾶσιν αὐταρκῶν. [ὁ] <παντάσκιος>· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων <πανταχῶς>· πάντα τρόπον <παντελές>· παντελῶς, ὁλοτελῶς <παντελής>· ὁλοτελής. [καὶ] <παντεπόπτης>· ὁ πάντα καθορῶν <πάντες>· ἀντὶ τοῦ οἱ πλεῖστοι <πάντες(ς)ιν>· ὑπὲρ πάντων <παντευχία>· πανοπλία <πάντη>· πάντως. πανταχοῦ, πάντοθεν <πάντη τε>· πάντως <πάντη>· πανταχοῦ (..) ἑκάστῳ (....) <παντὶ σθένει>· ὅλῃ, πάσῃ δυνάμει <παντίτῳ>· παντί τινι <παντοδαποῖς>· διαφόροις <παντοδαπός>· παντοῖος. σύμμικτος <παντοδα(πῶν)>· παντοίων. καὶ διαφόρων <πάντοθεν>· πανταχόθεν, ἐξ ἑκάστου τόπου <παντόθι>· πανταχοῦ <παντοίων>· πάντων. πολυτρόπων <παντοκράτωρ>· ὁ θεός, πάντων κρατῶν <παντομάντειραι>· μοῖραι <πάντοσε>· εἰς πάντα τόπον. πανταχοῦ <πάντοσ' ἐΐσην>· πανταχόσε στρογγύλην <παντώνια>· παντοδαπά *<πάντων>· πάντως *<πάντων>· ὑπὲρ πάντας *<πάντων ἐκπαγλότατε>· ὑπὲρ πάντας ἐκπληκτικώτατε <πάντως>· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως <πάντως θαρσαλέη>· κατὰ πάντα θρασεῖα <πανυπερτάτη>· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων <πανυπείροχον>· πάντων μέγιστον <πάνυσσα>· (ς)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα- λαμβάνουσι <πανύστατον>· πάντων ἔσχατον *<παννυχίους>· δι' ὅλης νυκτός *<πάντη τε καὶ πάντως>· κατὰ λόγον καὶ τρόπον πάντα <πανώλεθρον>· ἐξῶλες, πανῶλες <πανώλης>· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος <πάξ>· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν] <Πάξοι>· νῆσοι κατὰ Ἰταλίαν *<παππάζοιεν>· πατέρα καλοῖεν [<παπαίδην>· παντελῶς] *<πάπας>· πατρὸς ὑποκόρισμα <πάππα>· προσφώνησις παι(δὸ)ς πρὸς πατέρα. <παπαῖ>· σχετλιασμός <παππ(ά)ζοιεν>· πατέρα καλοῖεν <παππάζουσιν>· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα <πάππος>· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν <παπταίνειν>· περιβλέπειν πάντη <παπταίνοντα>· ὁρῶντα [<παπταιγγεῖ>· περισκοπεῖ] <παπτήνας>· περισκοπήσας <πάρα>· ἐγγύς. πάρεστι <παραβαίνοντας>· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας <παραβαλεῖς>· ἀπατήσεις. παραθήσεις. παραδώσεις <παραβαλλόμεναι>· ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι <παραβαλλόμενος>· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος *<παράβολον>· παράδοξον <παραβαλοῦ>· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά <παραβαλῶ>· συγκρινῶ. παραθῶ, ὅμοιον <παραβαλών>· ὁμοίως παραθείς <παρ[α]βεβαῶτε[ς]>· παραβεβηκότες <παραβλέπων>· στραβός <παραβλήδην>· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ- λοντες <παραβληθησόμενος>· συγκριθησόμενος <παραβλητικός>· παραβάλλων <παραβλῶπας>· παρορῶντας <παραβλῶπες>· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα- ραβλέποντες <παραβολή>· πραγμάτων ὁμοίωσις <παραβουλευσάμενος>· εἰς θάνατον ἑαυτὸν ἐκδούς <παραβραβευθείς>· καταῤῥαγείς. παραμεληθείς <παραβραβεύων>· παρακρίνων <παραβύουσαν>· παρακαμ(μ)ύουσαν <παράβυστον>· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι- κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω καλούμενον [<παραγάγγας>· εἶδος μέτρου Περσικοῦ] <παρ' ἀγαυοῦ Τιθωνοῖο>· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ <πάρα γε>· ἐγγὺς δέ. ἢ κόψον <παράγει>· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται <παραγκωνίσασθαι>· ἀποστρέψαι <παραγόρευσιν>· ἄρνησιν <παραγράφεται>· ἐκβάλλεται <παραγραφή>· ζημία <παραγράψαι>· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα- βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι <παραγράψεται>· οὐ παραδέξεται <παραγυμνῶσαι>· φανεροποιῆσαι <παραγωγαί>· ἀπάται. χρήσεις <παραγωγάς>· χιτὼν παρὰ Πάρθοις <πάρα δέ>· ἐγγὺς δέ <παραδέδρομα[ι]>· παρεμνήσθην <παραδειχθέν>· φανερωθέν <παράδειγμα>· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα <παραδειχθῶ>· οὐ φαίνομαι <παράδεισος>· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν. ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα- τάλυσις <πάρα δέ σοι>· πάρεστι δέ σοι <παραδήμῳ>· ἐξακούστῳ *<παραδειγματίσαι>· φανερῶσαι. θριαμβεῦσαι <παρὰ δίκην>· παρὰ τὸ δίκαιον <παρὰ δόξαν>· παρ' ἐλπίδα, παρὰ προσδοκίαν <παράδοξον>· θαυμαστόν. ἀπροσδόκητον <παράδοξος>· ὁ παρὰ δόκησιν λεγόμενος <παράδοσις>· ἄγραφος διδασκαλία <παραδόσεων>· διδασκαλιῶν <παραδραθέειν>· παρακοιμηθῆναι <παραζηλῶν>· παροξύνων, παρεξισῶν <παραζωστρίς>· μικρὰ μάχαιρα <παραθαλπόμενος>· παραθερμαινόμενος. παρακμάζων. παραμυθού- μενος <παραθεῖ>· παρατρέχει <παράθεμα>· ἐπίθεμα <παραθέουσι>· παρατρέχουσι <παραθήγειν>· ἀκονᾶν, παροξύνειν <παραθήκη>· παρακαταθήκη. [παράθου <παραθῆται>· ἐκβάλλῃ <παρὰ θῖνα>· παρὰ τὸν αἰγιαλόν *<παραθέντες>· ἐκβληθέντες <παράθρανος>· κώπη τις ἐν ταῖς παραθράνοις <παρ[α]θρέξειας>· παραδράμοις [<παραθῶτε>· ἐκβάλλει] <παρα(ι)βάται>· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν ἁρμάτων <παρ' αἰγείρου θέα>· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ' αἷς ἐκαθέζοντο, πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον *<παράδοξος>· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος *<Παραίλεως>· ὄρος ἐγγὺς μ ρ θ ν<ο> *<παραινεῖ>· συμβουλεύει <παραιθένατα>· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν ἐπὶ τὸν καρπόν <παραικάτια>· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις <παραίνεσις>· συμβουλή, νουθεσία, σωφρονισμός <παραίπαιμα>· παρακοπή <παραὶ ποσί>· παρὰ τοῖς ποσί <παραιρεῖται>· ὀλίγα ἀφαιρεῖται <παραιρήμ[μ]ατα>· παράρματα ἱματίων <παραιροῦνται>· ἀφαιροῦνται *<παραὶ ποσὶ κάππεσε θυμός>· ἠγωνίας(αν), καὶ κατέπεσαν τῇ γνώμῃ [ἢ ποσίν] <παραισαβάζειν>· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου <παραίσι[μ]α>· ἀλλοῖα τῶν προσηκόντων *<παρίσομαι>· .... <παραΐσσοντα>· παρατρέχοντα <παραίτησιν>· παράκλησιν <παραίφασις>· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα- ρηγορία. παραίνεσις <παραιφάσσει>· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια <παραιφηλούμεθα>· παραγόμεθα <παρακαίρια>· παράκ(αι)ρα <παρακαταθήκη>· ἐνέχυρον <παρ[α]κατέλεκτο>· παρακατέκειτο <παρακεκλημένοι>· παραμυθηθέντες, παρακληθέντες <παρακεκόαται>· παρανοεῖ <παρακεκομμένον>· ἄνανδρον <παρακέκρουνται τῶν φρενῶν>· (παρ)ηλλάττοντο <παρακελεύσεσθαι>· προτρέψασθαι <παρακελεύουσιν>· ἐπιτρέπουσιν <παρακεχόρδικεν>· παρήλλαχεν. παρήμαρτεν <παρακεώμεθα>· ἐγκείμενοι ὦμεν *<παράκλητον>· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό- μενον *<παρακλήτορες>· παραμυθηταί *<παρακλιδόν>· ἕνα παρ' ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος· "παρακλιδόν, οὐδ' ἀπατήσω" *<παρὰ κληῖδος ἱμάντα>· παρὰ τοῦ τρυπήματος παραγομένου κλεί- θρου, δι' οὗ τὸν ἱμάντα ἐνιᾶσι <παρακοᾶν>· παρανοεῖν <παρακοίτης>· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς <παράκοιτις> <παρακονᾶν>· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς παρειάς <παρακόπτει>· μαίνεται <παρακόρησον>· παρακάλλυνον <παρακοττεῖ>· παραφρονεῖ [<παράκρουσις>· ἀπάτη. [παρενεγκεῖν] <παρακροτήσαντες>· παραθαρσύναντες <παρακροτῶν>· παροξύνων <παρακρούει>· πλανᾷ, ἐξαπατᾷ <παρακρουσθέντες>· παραλογισθέντες <παρακρουσιχοίνικος>· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν <παράκρουστος>· μωρός <παράκτης>· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων <παρὰ κωφὸν ἀποπαρδεῖ>· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ αἰτία <παραλαλοῦντος>· ...... <παρὰ λαπάρη(ν)>· παρὰ τὴν λαγόνα <παραλέ(λε)ξαι>· παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι παραλέγειν <παραληρούντων>· μωρὰ λαλούντων <παραλία>· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς <πάραλος> <παραλία> καὶ <πάραλος> καὶ <παράλιος>· παραθαλάσσιος *<παραλαλεῖ>· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ <παραλίτης>· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς <παραλλαγῆς>· ἐναλλαγῆς, ἀλλοιώσεως <παραλλάξαι>· * διάβηθι, πάρελθε <παραλλάξας>· ἐνηλλαγμένως. παρελθών <παρ' ἀλλήλαις>· ἐγγὺς ἀλλήλων <παράλληλον>· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν <παραλογισμός>· ἀπάτη λογισμοῦ <παραλογιστής>· ἀπατεών <παράλογον>· ἀλόγιστον <πάραλ[ι]οι>· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς <παραλουργεῖς>· οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· <πα- ραβαφής>· <Ἁλουργὲς> γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος <παραλούς>· παρακρατηθείς. συσχεθείς <παραλυθῆναι>· ἀπολυθῆναι (*)<παραλοῦμαι>· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παρελοῦντο [<παραλώματα>· τὰ ἔξωθεν] <παραλώματα>· τὰ ἔξωθεν τῶν <μ>ρών (ς)κεπασμάτων <παραμαρτών>· ἀποτυχών [<παραμήνας>· παραναγνούς <παραμήξας>· παραλλάξας] <παραμεῦσαι>· παραλλάξαι. ἐκτραπῆναι <Παραμήνη>· ἡ τῶν θεῶν μήρα. Λυδοί <παραμίξεται>· γειτνιάσει <παρ' ἄμμι>· παρ' ἐμοί [<παραμνείσω>· παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ- ναμιν] <παράμονος>· καρτερός <παραμυθίαν>· παράκλησιν <παραμυ(θή)σασθαι>· συμβουλεῦσαι <παρὰ ναῦφιν>· παρὰ τῶν νεῶν <παρὰ νῆας>· παρὰ τὰς ναῦς <παρὰ νηυσί>· παρὰ τοῖς πλοίοις <παράνοια>· ὑπερηφανία <παράνομος>· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία <πάραντα>· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα τῆς εὐθείας ὁδοῦ <παράνυμφος>· νυμφεύτρια <παραξιφίς>· μάχαιρα <παρ[αρ]άορος>· σειραφόρος <παραός>· ἀετὸς ὑπὸ Μακεδόνων <παράπαγος>· μάνδαλος θύρας <παραπαίει>· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ <παραπαιόντως>· ὁμοίως <παράπαιστος>· παραπλήξ. ἢ παρειμένος <παράπαν>· παντελῶς, καθόλου <παρὰ πάντας>· ὑπὲρ πάντας <παραπασσόμενος>· ἐπιβαλλόμενος [<παραπείσῃ>· παραπαίξῃ] <παραπέμποντες>· ἀπωθούμενοι <παραπεπ[ε]ίθοιμι>· παραπείθοιμι <παραπεπλεγμένως>· συμπεπλεγμένως <παραπετάσματα>· παρακαλύμ(μ)ατα <παράπηχυ[ν] ἱμάτιον>· τὸ παρ' ἑκάτερον [μέρον] μέρος ἔχον πορ- φύραν <παραπικραίνων>· παροργίζων <παραπλαγιάσας>· πλαγιασάμενος <παραπλάγξασα>· παρακρουσθῆναι ποιήσασα <παραπλασμός>· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος <παραπλέξαι>· ἐμπλέξαι <παραπλάσματα>· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς βιβλίοις <παραπλῆγος>· μανιώδους *<παραπλῆγας>· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ <πέτρας> <παραπλήγων>· μαινομένων *<παραπληγία>· παρακοπή <παραπλήξ>· παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα- κόπτων, παραφρονῶν <παραπληξία>· μανία <παραπλήσιος>· ἐμφερής, ὅμοιος <παραπλῆττον>· ἐκπλῆττον <παραπλόκαμος>· ἡ παραπεπλεγμένη τὰς τρίχας <παραπλομένοισι>· παροῦσι [<παρὰ πλόνεσι>· παρὰ πολλοῖς] <παραπλώζειν>· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι <παρὰ πόδα>· εὐθέως. ἐγγύθεν <παρὰ ποδί>· παρὰ τοῖς ποσί <παρὰ πολύ>· πολύ <παραποιεῖν>· παραπράττειν <παραποιήσασθαι>· παρασφραγίσαι <παραπρονοῆσαι>· ἐνθυμηθῆναι, νοῆσαι <παραπομπή>· μετακομιδή <παραρεῖν>· φληναφεῖν <παρα(ῤ)ῥητοί>· παραινετικοί, σύμβουλοι, παραμυθητικοί <παρα(ῤ)ῥητοῖσι>· παραμυθηταῖς <παραῤ(ῥ)ύματα>· δέῤῥεις <παραρτίζεσθαι>· παρασκευάζεσθαι <παραρυῇς>· μετεωρισθῇς, παραπέσῃς <παράρυμα>· Σοφοκλῆς Πολυξένῃ <παράρυμα ποδός>, ὡς κρεμαμέ- νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα <παραρυμίς>· τὸ παρὰ τὸν ῥυμόν <παραρυτεῖν>· παρέχειν *<παραρυῶμεν>· ἐξολισθῶμεν *<παραρυόμενον>· παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν <παρασάγγας>· εἶδος μέτρου Περσικοῦ <παρασαγγιλόγω>· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι <παρασάγγης>· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον <παρασαρῶσαι>· ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ κόρηθρον καλεῖται <παρασεσυρμένοι>· παρελκυσμένοι, ὑπεσκελισμένοι <παράσημα>· τεράστια <παρασημαίνει>· παραχαράττει. παραδηλοῖ <παράσημον>· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα <παράσημα> λέγεται <παράσιτοι>· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ...... <παράσιτος>· κοσσοτράπεζος <παρασιωπῶν>· μακροθυμῶν <παρασκευάζεται>· εὐτρεπίζεται, ἑτοιμάζετο <παρασπάς>· φυτὸν ἀπεσπασμένον <παρασπάσησθε>· ἀφέλησθε <παρασπίζουσα>· σύνους(α). συνοικοῦσα <παρασπιστής>· παρεστώς. ὁπλίτης <παρασπονδήσας>· παραβὰς τὰς συνθήκας <παρασπονδοῦντες>· ἐχθραίνοντες. πολεμοῦντες <παρασπῶν>· συλῶν <παραστάδες>· οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες <παρασταδόν>· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ κατὰ τρόπον, ἢ κατὰ τὸ δέον <παρασταθμίδες>· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι <παράστανον>· λόγχη <παράστασις>· φυγή. καὶ τὸ φυγαδεῦσαι <παραστήσασθαι> <παραστάται>· τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας στήμονες <παραστάτην>· προστάτην <παραστάτησον>· παραστάτης γενοῦ. νίκησον <παραστατίς>· ἀγγεῖον θερμαντικόν <παραστέλλεται>· ἀναστέλλεται <παραστέλλων>· ἀναστέλλων <παραστησάμενος>· μετακαλεσάμενος <παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς>]· ἐπ(ε)ὶ τῶν [ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου- μένη <παραστόρνυται>· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον *<παρασυνεβλήθη>· ὡμοιώθη <παρασύρει>· χαυνοῖ. παρατρέπει <παρασυρέντες>· παρατραπέντες <παρασυρῶ>· παρατρέψω, καὶ τὰ ὅμοια <παρά σφιν ἢ παρά σφισιν>· παρ' [ἑ]αὐτοῖς *<παράχασον>· ἀναχώρησον <παρασχεδιαζομένη>· παραχαραττομένη <παράταξις>· πόλεμος. φάλαγξ. καὶ ὄνομα <παρατάσσεται>· ἐν πολέμῳ ἀνθίσταται <παρατατικός>· ἐκτεταμένος <παρατέθηγμαι>· παρηκόνημαι. παρωξύνθην <παρατεθηγμένος>· ἠκονημένος <παρατείνει>· παρέλκει. πλατύνει <παρατεκτήναιτο>· παρὰ τὰ ὄντα κατασκευάσειεν <παρατενεῖς>· ἀπολεῖς <παρατέτακται>· ἡτοίμασται <παρατηρημάτων>· ἐπιτηρήσεων, παραφυλάξεων [*<παρατούριον>· ἀντίπανον. κράσπεδον *<παραχαράκτης>· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων <παρατηρημάτων>· ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων <παρατρέπει>· παραγορεῖ <παρατρέχει>· παρέρχεται *<παρὰ τὸ εἰκός>· παρὰ τὸ δέον <παρατρέψαι>· παρενέγκαι. πορθῆσαι <παρατρέψας>· παρελάσας <παρατροπαῖς>· μεταβολαῖς <παρατροπέων>· παρατρωπῶν. παραλογιζόμενος <παρατρύζει>· παραφωνεῖ. γογγύζει <παρατρύζουσι>· γογγύζουσι. καὶ τὰ ὅμοια <παρατρωπῶσ'>· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς <παρατ[ρ]υχών>· παρών <παραύδα>· παραφώνει, παρηγόρει <παραύλια>· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα <πάραυλος>· πάραυλος Ἑλλησποντίς, ὡραία θέρους, ἡ κατὰ τὸ θέρος ἀκμάζουσα <παραυτά>· παραχρῆμα, εὐθέως, παραυτίκα <παρ' αὐτόφι>· παρ' αὐτῷ <παραυχενίζων>· παρακλίνων <παράφημι>· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω <παραφθαίησι>· παραδράμοι <παράφορα>· παρατετραμμένα <παραφορμά>· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ <παράφορος>· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς <παράφρων>· ἀνόητος <παραχαράσσον>· παραλλάσσον, παρασημαῖνον <παρὰ χεῖρα>· μετὰ χεῖρα, ἐν χερσί <παραχρᾶται>· κακῶς λέγει <παραχρῆμα>· παραυτίκα. [ἀθρόως.] εὐθέως <παραχωρημάτων>· ἐκβολῶν [<παραψίδες>· τὰ μεγάλα τρύβλια] <παραψυχή>· παραμυθία <παρδακῶν>· διύγρων <παρδαλέην>· παρδάλεως δοράν <πάρδαλις>· ποιὸς ὄρνις <πὰρ δέ>· παρὰ δέ <πάρδικος>· ἡ οἰκοδομὴ τῆς καθέδρας <παρεᾶσαι>· πλαγιάσαι <παρέβασκε>· παρεβάτει [<παρεβλήδην>· ἐρεθιστικῶς] <παρεγγεγραμμένος>· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος. δημοποίητος [παῖς] <παρέγγ[έγ]ραπτος>· νόθος. παρεγγεγραμμένος <παρεγγραφέντων>· ῥᾳδιουργηθέντων <παρεγγυᾷ>· παραγγέλλει. διαδίδωσιν <παρεγγυᾶται>· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει. προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ <παρεγγυᾷ> <παρεγγυήσαντος>· παρασχόντος <παρεγχρίψεται>· ἐγγίσει, προσπελάσει *<παρ' αἰδοίῃσι>· παρὰ ταῖς αἰδοῦς ἀξίαις <πάρεδρον>· παρακαθήμενον. παραμένον. σύνθρονος <πάρεδρος>· ἀρχή τις "καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι" <παρέζεο>· παρακαθέζου <παρεζόμενος>· παρακαθήμενος <παρεθείς>· ἐκβληθείς. ἢ ἐάσας <παρεθεωροῦντο>· κατεφρονοῦντο <παρεθήγοντο>· παρωξύνοντο <παρειά>· γνάθος *<πάρει>· ἦλθες <παρεῖαι ὄφεις>· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι- στα δάκνει ἀνθρώπους <παρείθη>· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη [<παρείεμαι>· παραλέλυμαι] <παρεικάθῃ>· παρέλθῃ. [παρελύθη] <παρείκαμεν>· παρεπέμψαμεν <παρείκει>· παρέρχεται [<παρείκουλον>· ἀπόφασις ἄρχοντα] <παρεῖμαι>· παραλέλυμαι, ἐκλέλυμαι <παρειμένος>· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος. τετελευτηκώς. ἢ καταπεφρονημένος <παρειμένως>· καταφρονητικῶς, ὁμοίως <πάρειμι>· ἐῶ. ἢ παραλελυμένος [<παρείμην>· εὑρέθην. ὑπῆρχον] <παρεῖναι>· ἐᾶσαι <παρεῖξαι>· παραχωρῆσαι <παρείπῃ>· παραλογίσηται <παρειπεῖν>· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί- σασθαι *<παρειμένων>· παρεωραμένων [<παρεῖρξαν>· ἐκώλυσαν] <παρείς>· ἐάσας, ἀφείς, καταλιπών <παρείσακτον>· ἀλλότριον <παρείσανον>· κράσπεδον, ἀκρωτήριον [<παρείση>· παραστίκης] <παρείσθωσαν>· παραλυέσθωσαν <πάρεισιν>· εἰσίν <παρεισκρίνεται>· παρεισέρχεται. παρεισβάλλει <παρεισρέων>· παρεισερχόμενος <πάρ[ε]ιτε>· παρέλθετε <παρεκίρνα>· παρέμισγε <παρεκλήθη>· παρεμυθή(θη) <παρέκλησε>· παρῆλθεν <παρὲκ νόον ἤγαγέ [μου]>· τὸν νοῦν παρελογίσατό μου <παρὲκ μίτον>· παρὰ τὸ(ν) μίτον <παρεκναμε[νο]ῦντο>· παρεπ[ιπ]ορεύοντο ἐπιπόνως <παρεκρότει>· παρώξυνεν <παρεκρούσατο>· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν <παρεκτικόν>· παρεχόμενον <παρεκόπτου>· ἠφάνιζες <παρέλαβες>· ἐπαιδεύθης <παρελάσας>· παραδραμών <παρελέγετο>· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν <παρελέξατο>· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα- πλέξαι τινὲς <παραλέξασθαι> καὶ <λέξασθαι> λέγουσιν <παρελεύσεαι>· παραδραμεῖς· καὶ παραλογίσῃ <παρελεύσεται>· παραδράμῃ, παρέλθῃ <παρεληλυθότας>· παραβαίνοντας <παρελθόντων>· εἰσελθόντων <παρέλκεται>· διατρίβει <παρέλκον>· περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον <παρέλκυσις>· βράδος, βραδυτής <παρελογίσασθε>· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε <παρελύθησαν>· ἠσθένησαν <παρέλυσε>· καθεῖλεν, ἐξέβαλεν <παρεμβαλεῖ>· παρεντίθησιν <παρεμβαλεῖ>· ἐπισκέπει <παρεμβάλ[λ]οιτο κλῆρον>· συγκληρώσαιτο *<παρεμβολή>· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος. ἢ οἴκησιν. ἢ κάστρον <παρεμπίνειν>· τὸ ἐκτὸς λόγου πίνειν <παρ' ἔμοιγε>· πάρεισι γάρ μοι <παρεμφάρακτος>· ἀσελγής. πέρπερος <παρεμφαίνεσθαι>· παραδηλοῦσθαι <παρεμφερές>· ὅμοιον <παρ' ἕν>· κατὰ τὸ ἑξῆς <παρενδοθῇ>· παρατεθῇ *<παραίνεσις>· συμβουλία. διδασκαλία <παρενεγκεῖν>· παραθεῖναι. παραβαλεῖν <παρενήνεον>· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον <παρένθετος>· παρείσακτος <παρενθῆκαι>· μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι- κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν- τίθενται καὶ λεπτά <παρέντες>· παραλείψαντες, ἐάσαντες <πάρεξ>· χωρίς, ἐκτός <παρεξειρεσίαν>· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι τις, πάρεξ τῆς εἰρεσίας *<παρελέξατο>· παρεκοιμήθη <παρεξηυλημένος>· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ- δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται <παρὲξ ὁδοῦ>· ἔξω τῆς ὁδοῦ <παρὲξ εἴποιμι>· παρὰ τὴν ἀλήθειαν εἴποιμι <πάρεξ τὸ θεῖον χρῆμα>· ἔξω τῆς μίξεως <παρεοικώς>· παρόμοιος <παρεόντα>· παρόντα <παρέπαφεν>· παρέπεισεν <παρεπίδημος>· πάροικος <παρεπλάγχθη>· παρεκρούσθη <παρεπτάμενα>· περιττά <παρεπτάμενον>· περιττόν <πάρεργον>· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων [<παρεργότατα>· κατεῤῥογότατα] <παρέργως>· ἀκαίρως. ῥᾳθύμως [<παρενεῖται>· ὀλίγα ἀφαιρεῖται] <παρ' ἐρινεόν>· παρὰ τὴν ἀγρίαν συκῆν <παρερέωσαν>· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ τῶν ῥεῶν <παρεῤ(ῥ)υπωμένα βιβλία>· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ ζητῆσαί τινα <παρέρχεται>· ὑπερβάλλε[τα]ι <παρεῤῥωγότα>· κατεῤῥωγότα *<παρεσταμένη γῆ>· ἐφ' ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη ἐπὶ γεωργίᾳ <πάρεσαν>· παρῆσαν <παρεσθίε[τα]ι>· παραβιβρώσκεται *<πάρεσιν>· ἄφε[ω]σιν, συγχώρησιν [<παρέσεσται>· πάρεσται] <παρέσμεθα>· ἤλθομεν <πάρεσο>· παραγενοῦ <παρεσόμεθα>· [παρεγενόμεθα <παρεσόμεθα>· παρεῖναι μέλλων <παρέσσυα>· παρόρμησα. παραγινομένη <παρέσσεται>· παρέσχεται *<παρεσπονδημένοι>· ἔκθεσμοι. παρηνομένοι <παρεστέλλετο>· παρεγίνετο <παρέστη[σε]>· παρεγένετο. ἐπέστη <πάρεστιν>· ἐστὶν ἐγγύς *<παρέσφηλεν>· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν <παρέσφαλεν>· ὁμοίως <παρέσχεν>· ἔδωκεν <παρετάξατο>· ἐν πολέμῳ τέθνηκεν <παρετάξαντο>· ἐπολέμησαν <παρέτμηξεν>· ἐξηφάνισεν <πάρετος>· παραλελυμένος <παρετρώπασκε>· παρετρέπετο <παρευημερεῖσθαι>· νικᾶσθαι <παρευημερηθείς>· παροραθείς <παρευθύνουσι>· βιάζονται. παραφέρουσιν <παρευθύνωσιν>· ὁμοίως <παρευνάζων>· παρακοιτάζων [<παρεφάσεις>· παραινέσεις <παρεφασίῃσι>· παραμυθίαις] <παρεφέρετο>· ἐδαιμονίζετο <παρέφησε>· παρεγράψατο. ἠπάτησεν <παρεχάσσατο>· παρεχώρησεν <παρέχει>· δίδωσι, χορηγεῖ <παρῇ>· ἔλθῃ <πάρηβον>· παρὰ Κτησί(ᾳ), ξύλον τι <παρήγαγεν>· ἤνεγκεν. ἢ ἠπάτησεν <παρηγοναῖς>· παραγώγως. ἀπάταις <παρηγορεῖ>· παρακαλεῖ, παραμυθεῖ(ται) <παρηέρθη>· παρηνέχθη [<παρήθη>· ἐάθη] <παρήϊξαν>· ἐκώλυον <παρήϊον>· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν ἵππων παρὰ γνάθον <παρῆκεν>· ἀφῆκεν, εἴασεν, ἔλειπεν [<παρήκτης>· πάντα πράττων ἐπὶ κακῷ <παρήθρει>· παρῃωρεῖτο <παρῆκεν>· εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν <παρήλασα>· παρεφθεγξάμην. παρέβην <παρήλατοι>· παραμύθιοι <παρῆλθε>· ἧκεν. εἰσελήλυθεν <παρήμενος>· παρακαθήμενος. ἔκλυτος <παρημένων>· παρενηνεγμένων [<παρημοσύνη>· θεραπεία] <παρηνέχθη>· παρεκρεμάσθη <παρῇξαν>· ἐκώλυσαν <παρήορος>· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ ἐκτὸς τοῦ ἅρματος τρέχων <παρήπαφεν>· ἠπάτησεν. ἐξέστησεν <παρηρία>· μωρία *<πάρερος>· ὁ μωρός <παρήσει μοι>· δοκῶ [<πάρησιν>· χαύνωσιν] <παρήσομεν>· ἐάσομεν. παράσχωμεν <παρήτασεν>· ἐξήτασεν <παρηυμάρησαν>· κατεφρόνησαν <παρθέμενοι>· παραθέμενοι, παραβάλλοντες σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς <παρθενίας>· ἀβυρτακῶδές τι πέμμα <παρθενική>· παρθένος <παρθένιοι>· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας <Παρθένιος> *<παρθενοπίπας>· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ ἀπατῶν <Παρθένοι>· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων ..... <Παρθένου Παλληνίδος>· [ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς ἐν Παλληνίδι <παριαμβίδες>· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε- ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν <Παριανός>· ἐξ ἐπιθέτου Πρίαπος <παριαύων>· παρακοιμώμενος <παριδρύσαντες>· παρακαθίσαντες <παρίεται>· ἐᾷ, παραπέμπεται <παρίημι>· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι <παρίησιν>· ἀφίησι, συγχωροῦσιν <παρικτόν>· παρερχόμενον *<Πάροικοι>· γένος τι Ἀθήνῃσιν <παριλλαίνουσα>· παρεμβλέπουσα. <ἴλλοι> γὰρ οἱ ὀφθαλμοί [<πάριον>· πιστόν. κάτοχον] <Πάριος>· Πάριδος. [πιστός. κάτοχος] <παριππεύει>· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο- λουθεῖ <παρ' ἵππων>· παρὰ τῶν ἵππων <παρίσθμια>· τὰ περὶ τὸν φάρυγγα <παρίστασθαι>· τὸ ἁρπάζειν τοὺς παῖδας <παρισώματα>· ὁμοιοειδῆ *<παρίστατο>· παρέστηκεν *<παριστῶ>· ἀποδείκνυμι <πάριτε>· ἔλθετε <παρκατέλεκτο>· παρεκοιμᾶτο <παρμέμβλωκε>· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν <πάρμη>· Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ <Παρνάσιος Φωκεύς>· ....... <Παρνασός>· ὄρος Φωκίδος <Πάρνηθος ὄχθος>· ὄρος τὸ αὐτό <Παρνησός>· τὸ αὐτὸ ὄρος <πάρνοπες>· ἀκρίδες <Παρνόπη>· Καλλίστρατος Ἀθηναῖος <πὰρ ξίφεος>· παρὰ τὴν τοῦ ξίφους (θήκην) <παροδικός>· παρόδῳ χρώμενος <πάροδος>· μέρος τι τῆς νεώς <παροδούμενον>· παροιμιαζόμενον. ᾀδόμενον <παρόδους>· διαβάσεις <πάροιθεν>· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου <πάροικοι>· ξένοι, παρεπίδημοι <παροιμίαι>· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ παθῶν ἐπανόρθωσιν <παροιμία>· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία. <οἷμος> γὰρ ἡ ὁδός <παρ' οἷμον>· παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ <πάροιμος> ὁ γείτων <παροιμώσαντες>· ἐκτραπέντες τῆς ὁδοῦ <παροινία>· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία <παροινίαι>· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου <παροινιάσαι>· ὑβρίσαι, λοιδορῆσαι <πάροινος>· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος [<πάροιος>· πρᾷος <παροῖραι>· ἡγούμεναι, πρότεραι] <παροισθέντι>· παρενεχθέντι <παροίσομεν>· παρενέγκωμεν. παρακομίσομεν <παροιστρῆσαι>· παροξῦναι, ἐρεθίσαι <παροιστρήσουσι>· μαίνονται <παροιστρῶσαι>· ἐρεθίζουσαι. ἐξεστηκυῖαι <παροίτεροι>· μᾶλλον ἔμπροσθεν προάγοντες <παροκλάζοντες>· γονατίζοντες <παρολκή>· ὑπέρθεσις <παρομαρτεῖ>· παρακολουθεῖ (<παρομαρτοῦν>· παρεισόμενον) <παρόν>· ὑπάρχον. συνόν <παρόντα>· προκείμενα <παροξυνταί>· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί <παροπαιδία>· εἶδός τι πήρας <παροπαίδιον>· μικρὰ μάχαιρα <παρορμᾷ>· προτρέπεται. διεγείρει. παροξύνει <παρ' ὅρμον>· παρὰ τὸν λιμένα <πάρος>· ἔμπροσθεν. πρότερον <πάρος γε>· πρώην. καὶ τὰ ὅμοια <παροτρύνει>· διεγείρει <παρ' οὐδέν>· εὔκολον. εὐχερές <παρουσία>· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή- ποτε ἡ <παρά> πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ <παρουφά>· ἡ ἐν τῷ χιτῶνι πορφύρα <παροχετεύει>· παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα- φέρει. παρορμᾷ [<.παρυστρίδες>· αἱ τὸ ἔλαιον χέουσαι] <πάροχοι>· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι <πάροχος>· παράνυμφος <παροχῶν>· δωρημάτων, χαρισμάτων <παροψίς>· ὀξυβάφιον, ἢ ἐμβάφιον <πάρπαγος>· ὁ ἄνω τῆς θύρας μάνδαλος <Πάρπαρος>· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο <παρπεπιθόντες>· παραπείσαντες, παραλογισάμενοι <πὰρ πυλεῶνα>· παρὰ πυλεῶνα <πὰρ πυμάτην>· παρὰ τὴν ἐσχάτην <Παῤῥασίη>· πόλις Ἀρκαδίας <Παῤῥάσιον>· ὄρος Ἀρκαδίας <παῤῥέκτης>· πάντα πράττων ἐπὶ κακῷ <παῤῥησία>· ἐξουσία. ἄδεια <παρσουλακίρ>· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος <παρτάδες>· ἄμπελοι <πάρταξον>· ὕγρανον. Λάκωνες <παρτέλλεται>· παραινεῖται <παρτετύμβει>· παραφρονεῖ. ἡμάρτηκεν <πάρ τοι>· πάρεστί σοι <παρτομίς>· μικρὸν τῷ μήκει βιβλίδιον <παρυφή>· ὕφασμα <παρυφίς>· Μένανδρος ἐν Ὑμνίδι <παρφάμεν>· παραβῆναι ἅπαντα <παρφάμενος>· παραπείσας. εἰπών. παρηγορήσας <πάρφασις>· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη <παρφυσίδες>· βάτραχοι <παρῶ>· παραλείπω. ἢ συνῶ <παρωάς>· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί <παρῳδοῦντες>· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες <παρωθοῦντες>· ἐκβάλλοντες <παρώκλασεν>· ἐγονάτισεν <παρωλένια>· τῶν χειρῶν τὰ ὄπισθεν <παρώλισθεν>· ὠλίσθησεν, ἐξέπεσεν <παρώλοφα>· τὰ ἀπὸ τῶν τενόντων μέρη <παρώμφημα>· παρωνυμίασμα <παρώνυμον>· ἐκ τοῦ συμβεβηκότος καλούμενον <πάρωος>· εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου [<παρώπαλα>· τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας [<παρόπανος>· ἐμβρόντητος] <παρώπια>· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες <ἀνθή- λια> λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς <παρῶπται>· παρεώραται <παρῶπτο>· παρεώρατο <πάρωρον>· παράκαιρον <παρωσάμενος>· ἀπωθήσας. ἀποβαλών <παρώσας>· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών <παρώσατο>· ὤσατο. καὶ ὤθησεν <παρωσμένων>· δεδιω(γ)μένων <παρώτρυναν>· παρώξυναν <παρῴχετο>· παρῆλθεν. ἐπορεύετο <παρωχετεύων>· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς ἄλλον ὑδρα(γω)γόν <παρῳχημένας>· παρελθούσας <πᾶς>· ὅλος. ἕκαστος <πᾶσαι>· ὅλαι <πας[ς]άμενος>· γευσάμενος. κτησάμενος <πασάμην>· ἐδεξάμην <πᾶσαν ἐπ' αἶαν>· πᾶσαν τὴν γῆν <πάς[ς]ανος>· ἀρτοπώλης, ἢ ἀρτόπτης <πάς[ς]ασθαι>· γεύσασθαι <πάσατο>· ἐγεύσατο. ἐκτήσατο <πασάτω>· ῥανάτω <πᾶσι δέ κεν>· περὶ πάντων δέ <πᾶσις>· κτῆσις <πάσκος>· πηλός <πάσμα>· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν ἐρίου <πάσορ>· πάθος. Λάκωνες <πασπάλη>· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα <Πασπάριος>· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς <πασσακίζουσα>· πασσαλεύουσα <πασσακίῳ>· πασσάλῳ <πάσσακον>· πάσσαλον <πάσσαλερ>· σφῆνας. (Λάκωνες) <πασσάλιον>· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον <πασσαλόφιν>· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος <πασσάριος>· σταυρός <πάσσε>· συνήθως ἡμῖν· πάσσε δ' ἁλὸς θείοιο κρατευτάων καὶ ἐνεποίκιλλε· πολέας δ' ἐνέπασσεν ἀέθλους ἔνθεν καὶ <παστὸς> τὸ γαμικὸν ποίκιλμα <πάσσεται>· ἐσθίει <Πάσσιρος>· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη καὶ Πελαγοῦ(ς)σα <πάσσονα>· παχύτερον, ἢ πλατύτερον. καὶ <πάσσους> εἶναι <πάσσοντος>· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος <πασσυδίᾳ>· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί <πασσυδίῃ>· ὁμοίως <πασσύριον>· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν- των γένος <πασσύρως>· ἄρδην. πανοικί <πάσσων>· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων <πάστα>· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα- ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον <παστάδες>· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι, ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάς[ς]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ- μένοι οἶκοι· <πάσαι> γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον <παστάξ>· πάσσαλος <παστάς>· στοά. προστάς. <παστάδας>· νυμφῶν(ας) <παστήρια>· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία <παστοφόριον>· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ ναὸς εὐανθής [<πασχαλκεύς>· πολύτεχνος] <πασχητιᾷ>· πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς ἡττᾶται <παταγεῖ>· ψοφεῖ. κτυπεῖ <πάταγος>· ψόφος, κτύπος <Πάταικοι>· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν <παττάλους>· πασσάλους <πάτανα>· τρύβλια <πατάνια>· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο- τήρια, ἃ <πέδαχνα> καλοῦσι. τινὲς δὲ διὰ τοῦ <β> <βατάνια> λέ- γουσιν <παταπῶ>· πάλαι ποτέ <Παταρ(η)ίς>· πόλις, καὶ ὄρος Λυκίας <πάτασσε>· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο <πατάσσει>· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα- τάξαι <πατάσσω>· ἠχῶ. δέρω, πλήσσω <πάταχνον>· σκεῦος λοπαδίῳ ἐμφερές <πατεῖσθε>· ἐσθίετε <πατεῖν>· πορεύ[ς]εσθαι <πατέοντο>· ἐγεύοντο <πατέουσι>· καταπατοῦσι [<πατεύσουσι>· καταφρονήσουσιν <πατερῆται>· ἐσθίουσι] <πατέρες>· πλούσιοι. ἢ πρόγονοι [<πατευτικόν>· θηρευτικόν] <πατηνόν>· πεπατημένον. κοινόν <πατήρ>· ὁ φύσας [<πατήρια>· ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά] <πατηταί>· οἱ τραπηταί [<πατίαι>· χώραι] *<πάτησαν>· κατεπάτησαν <πατνή>· καλὴ ὑπὸ Πάρθων <πατνώματα>· στεγάσματα οἴκου <πάτον>· ὁδὸν πεπατημένην <πάτος>· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ κόπρος <πατράδελφος>· θεῖος πρὸς πατρός *<Παῦλος>· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος <πατραλοίας>· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ <μητρα- λοίας> (οὕτω) συντίθεται *<Πάτραι>· πόλις τῆς Ἑλλάδος [<πατρέμβατοι>· ὑψηλοί] <πάτρην>· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα. <πάτρης>· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ- νεσιν <πατριαί>· φυλαί <πατρίδι>· πατρῴᾳ <πατρίδα γαῖαν>· πατρῴαν γῆν <πατρίδος αἴης>· πατρῴας γῆς [<πάτριον>· τὴν πομπήν <πατρίς>· φυλίς. πατρίδος] <πατριώτης>· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης <πατρόθεν πορδακίδαι>· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι <πατροκασιγνήτῳ>· τῷ τοῦ πατρὸς ἀδελφῷ <πατρόπολις>· ἡ πατρῴα οἰκία <πατρῴζουσαι>· τὰ τοῦ πατρὸς φρονοῦσαι <πατρώϊον>· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων <πατρώϊος>· πατρικός [<πατρωλοίας>· ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων] <πάτρωνες>· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι <πατρῷος Ζεύς>· ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία καὶ ἄλλοι πολλοί <πατώσας>· διατριβούσας <παύεται>· ἥσυχος γίνεται <παῦλα>· ἄνεσις, ἀνάπαυσις <παυνί>· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν <παῦνις>· ἀπόχρεως <παῦνον>· μέγα <παῦρα>· ὀλίγα, εὐ(α)ρίθμητα <παυράκις>· ὀλιγάκις, ἢ οὐδὲν ὅλως <παυρακίς>· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν <παῦροι>· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι <παυσιβάκτρων>· ἰσχυρῶν βακτηρίων χρωμένων *<παύσειεν>· καταπαύσειεν <παυσικάπη>· μηχάνημα τροχῷ ἐοικός, δι' οὗ τὸν τράχηλον εἶρον, ὡς μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα .... <Παυστήρια>· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή- ματα, ἢ φράγματα <παυσωλή>· ἀνάπαυσις. τελευτή. κατάληξις <Παφλαγόνες>· ἔθνος <παφλάζει>· βράζει, ἀναζεῖ <παφλάζοντα>· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα <παφών>· κτείνας <παχείᾳ δραχμῆ>· τὸ δίδραχμον. Ἀχαῖος <παχείῃ χειρί>· τῇ ἰσχυρᾷ <πάχετον>· παχύτ(ε)ρον <πάχητες>· πλούσιοι. παχεῖς <πάχνη>· ἡ ψυχρότης· ἀπὸ τοῦ <πήσσειν>. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό- σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους <παχνουμένης>· ἀνιωμένης <παχνοῦται>· θυμοῦται. πήσσεται· παρὰ τὴν <πάχνην>. φρίσσει. λυ- πεῖται, ἀνιᾶται *<παχήμερον>· τὸ Μενδήσιον λεγόμενον <παχυμερῶς>· ἁδρῶς, παχέως <παχύνοοι>· παχὺν νοῦν ἔχοντες, ἀνόητοι <παχύποδα>· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα <παχύτερον>· ἁδρότερον. οὐκ ἀκριβῶς <π[ρ]αῶται>· συγγενεῖς. οἰκεῖοι. Λάκωνες <πέαρ>· Γλαυκίας λιπάρον <πέδα>· μετά. ἢ γῆ <πεδάγρετον>· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον <πέδαι>· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη- δαλίοις καὶ τῷ ἱστῷ <πέδαλα>· ποικίλα <πεδαλευόμενος>· μεταμελόμενος. μεταδιωκόμενος <πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ>· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ βεβαίῳ <πεδανός>· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός <πεδάρς[ε]ιον>· μετέωρον. ὑψοῦ <πέδαχνα>· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια <πεδαχνοῦται>· ἐξυπτίωται. καὶ τρυφᾷ <πεδαοριστής>· ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής <πέδειλα>· ὑποδήματα <πέδελθε>· ἱκέτευσον. μέτελθε <πεδέλθῃ>· ἱκετεύῃ. μετέρχηται <πέδευρα>· ὕστερα. Λάκωνες <πέδευρον>· ὕστερον. πάλιν. ὀπίσω <πέδη>· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός <πέδησεν>· ὑποχείριον ἐποίησεν <πεδῆται>· πεπεδημένοι <πεδιάδα γῆν>· τὴν Φωκίδα <πεδιᾶλαι>· μεταπέμψασθαι. μεταβαλεῖν <πεδιακὰ πρόβατα>· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος <πεδιάτιδες πύλαι>· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς τινες <Ἐπιχηλὰς> καλοῦσι <πέδιλα>· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα <πεδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων <πεδοίκους>· μετοίκους <πεδοίκου χελιδόνος>· συνοίκου. Αἰσχύλος Τροφοῖς <πέδον>· γῆ, ἔδαφος [<πέδουρος>· μετέωρος] <πέδο(ρ)τα>· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή <Πεδώ>· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει <πέζα>· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη <πεζὰς μόσχους>· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς ὀργάνου <πεζεταίροις>· τοῖς περὶ τὸν βασιλέα δορυφόροις <πεζὴ λέξις>· κοινὴ λέξις <πεζήν>· τὴν συνήθη, ἢ κοινήν <πεζός>· κοινός. ταπεινός. <Πεζοῖς> δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν <πεζοφόροις ζώμασιν>· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. <Ζῶμα> δὲ τὸ ἔνδυμα <πεζῶν>· τῶν ὁδευόντων <πεζῷ γόῳ>· τῷ ψιλῷ. καὶ <πεζὰς ἑταίρας> ἔλεγον τὰς μισθαρνούσας χωρὶς ὀργάνου *<πιθανότης>· πιστότης <πειθαρχήσαντες>· πεισθέντες <πείθεο>· πείθου <πείθεσθε>· πείσθητε <πειθήνιοι>· ὑπήκοοι, πειθόμενοι [<πειθήσας>· πεισθείς] [<πειθή>· πεισμονή, πίστις] <πείθονται>· πειθήνιοί εἰσιν <πειθώ>· ἡ ὀγδοάς <πεικαμμαῖς>· ὀξείαις, καὶ λεπταῖς <πείκειν>· ξαίνειν <πεῖκος>· ἔριον. ξάμμα <πεικόν>· πικρόν, πευκεδανόν [<πειλός>· πᾶν τὸ πεπιλωμένον] <πεινέων>· πεινῶν <πειναρόν>· ῥυπαρόν <πεινῆν>· πεινᾶν [<πείρω>· πέρας] <πειράζων>· ἐνεδρεύων. λῃστεύων *<Πειραΐδαο>· Πειραίου παιδός *<πειδαίρουσα>· δέρουσα <πεῖραι>· πειρατ(ε)ῖαι. δόλοι <πειρᾶν>· πειράζειν ...... <πεῖραν ποιούμενος>· πειράζων <πείραντες>· ἐκκεντήσαντες <πείρατα>· πέρατα. τέλος <πειραταί>· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι <πειρᾶται>· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται <πειρατήριον>· τόπος λῃστῶν <πειρεᾶσθε>· πειράσθητε <πείρησαι>· πείρασον <πειρήθη[ξαι]>· πεῖραν λαμβάνει <πειρῆσθαι>· ἔσθ' ὅτε λῃστεῦσαι <πειρήσομαι>· πειράσομαι <πειρήσοντα[ι]>· διάπειραν ληψόμενον <πειρήτιζε>· πείραζε <πειρητίζειν>· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι <Πειριεῖς>· νῆσος. καὶ Ἀστερία <Πείρηθοι>· νύμφαι ἐν Κύπρῳ <πείρινθος>· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε- νον τῇ ἁμάξῃ τετράγωνον <πειρῶ>· σπεῦδε. πείραζε <πειρώμενος>· πειράζων <πειρῶν τὴν παῖδα>· πειράζων. διαφθείρων <πείσαντες>· ποτίσαντες, ὑγρά[ί]ναντες <πείς[ς]εα>· λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι <πείς[ς]εα[σ] ποιήεντα>· τοὺς διύγρους τόπους καὶ βοτανώδεις <πείσεν>· πείσει, ἔπεισεν <πείσεσθαι>· παθεῖν <πείσεται>· ὑπομενεῖ <πείσῃ>· πείσματι. καὶ χώρᾳ· τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε <πείσματα>· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια <πεισόμενον>· παθεῖν μέλλοντα <πείσονται>· πάθωσι <πείχισον>· δοκίμασον <πεκούλιον>· (βαλάντιον) <πεκτεῖ>· κτενίζει. τίλλει. κείρει. ξαίνει <πεκτοῦμαι>· τρίχομαι. τίλλομαι <πεκτούμενον>· τιλλόμενον. τίλλοντα. <Πεκτεῖν> γὰρ τὸ κείρειν <πελάγια>· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία <πελαγίζειν>· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα <πέλαγος>· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης <πελάζειν>· ἐγγίζειν, πλησιάζειν <πελαζόμενοι>· ἐγγιζόμενοι <πέλαιτον>· τὸ ἐφικτόν. μέγιστον <πέλαινα>· πόπανα, μειλίγματα <Πελάνα>· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω (ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα <πέλανοι>· πέμματα εἰς θυσίας ἐπιτήδεια <πέλανον>· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν- τῶδες <πέλανος>· πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα. οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν <πέλανορ>· τὸ τετράχαλκον. Λάκωνες <πελαργικοὶ νόμοι>· τὸ ἀντι[ς]τρέφειν τοὺς γονεῖς. <Πελαργικόν>· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι- κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά <πελαργός>· ἄγγος τι κεράμεον <πέλας>· γείτων, ἐγγύς, πλησίον <πελάσαι>· ἐγγίσαι, πλησιάσαι <πελάσαιμι>· προσεγγίσω <Πελασγοί>· οἱ Θεσσαλοί. καὶ <Πελασγικὸν Ἄργος> ἡ Θεσσαλία νῦν. καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό- μενον πολυπλάνητον <πέλασε>· προσήγγισεν <πέλασσεν>· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν [<πελαστικόν>· τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι- σάντων] <πελάται>· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς μίσθαρνοι· ἀπὸ τοῦ <πέλας>. ἢ θρέμματα <πελάχνιν>· τρύβλιον ἐκπέταλον <πελδασταί>· οἱ τὰ ἀσπιδίσκια ἔχοντες <πελεθοβάψ>· Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο. τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι <πελεθρίσματα>· δρομήμα(τα) <πέλεθρον>· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα- δίου[ς] ἕκ[α]τον <Πελεθρόνιον>· πολυφάρμακον <Πελεθρόνιος>· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ πολυφάρμακος <πέλει>· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται <πέλειαι>· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις <πελειοθρέμμονα νῆσον>· [Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς καὶ πελειάς <πελείους>· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ- τιδας ...... <πελεκάν>· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα <πελέκεα>· πέλεκυν δίστομον <πέλεκκος>· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό- μενον <πέλεκρα>· ἀξίνη <πέλεκυς>· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ [δω]δεκαμνιαῖον <πελεκύστερον>· τὸ στελεόν <πελεμίζειν>· σείειν, κραδαίνειν <πελεμίχθη>· διεσείσθη <πέλεν>· ἦν, ὑπῆρχεν <πελένα>· ζεῦγος βοῶν <Πελεός>· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ' Ὁμήρῳ Πτελεόν. δύ- ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν <Πελεστόθρην>· νῆσον τὴν Σαλαμινίαν <πελεσσύδραι>· συ[ν]στρέμματα ὑδάτων <πέλεται>· ὑπάρχει, γίνεται <πελήαρ>· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες *<πέληται>· γένηται <πέλη[τ]ος>· γέρων *<πελειάδες>· περιστεραί <πελιαί>· μέλαιναι. [περιστεραί. φάσσαι] [<πελιανόν>· μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν] <πελιγᾶνες>· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί <πελίγξαι>· ἐπιδραμεῖν <πελιδνόν>· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον <πελίκαν>· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη λεκάνη <πελιοί>· μέλανες, ὡς ὠχροί, ἢ χλωροί <Πελινναῖος>· ὁ Ζεὺς ἐν Χίῳ <πελιτνόν>· πελ[ε]ιόν <πέλλα>· λίθος <πέλλαι>· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται <Πελλαῖον>· [φαιόν. καὶ] Μακεδονικόν <πελλάνιος>· Ποσειδῶν ἐν Κυρήνῃ <πελλαντῆρα>· ἀμολγέα <πελλᾶς>· πέλ[λ]η[τ]ος. πρεσβύτης <πέλλας> καὶ <πέλλαι>· ποιμενικὰ ἀγγεῖα [<πελλασταί>· ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά, ἵνα μὴ ἔξω στρέφηται] *<πελλαιχρὸν ἢ πελλαιχνόν>· πυῤῥόν <πελλήν>· κούφην, καὶ φαιὰν τῷ χρώματι <Πελλήνη>· πόλις ἐν Ἄργει <Πελλ(ην)ικαὶ χλαῖναι>· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό- μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι <πέλληον>· στέψον <πελλη(τή)ρ>· πολυφάγος. ἀμολγός <πελλητῆρες>· ὁμοίως <πελλία>· σπέλεθοι <πέλλιξ>· κράνος <πελλίς [ἢ πελλάς>]· λεκάνη <πελλόν>· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ <πελλοπλαύραστον>· ὀξύθυμον. ἢ ἔκλιμον [<πελλύρον>· μετέωρον] <πέλλυτρα>· οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(ς)τραφῆναι [<πελλύτα> καὶ <πελλύτεμα>. δεσμός] <πέλμα>· τὸ κάτω τοῦ ποδός <Πελοπίδαι>· Ἀγαμέμνων <γέ><ν> <Πελοπόννησος>· πόλις τοῦ Ἄργους <πέλος>· μέγα. τεράστιον <πέλτη>· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα <πέλτη>· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον <πέλτης>· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου <πέλω>· εἰμί, δίδωμι, γίνομαι <πέλωρ>· μέγα. ὑπερφυές <πέλωρα>· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα <πελωρεύει>· φανερῶς ποιεῖ <πελώρης>· τινὲς εἱμαρμένης <πελώρια>· μεγάλα, τεράστια <πελώριος>· μέγας δεινός <πελώρου>· θηρίου <πέμμα>· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον <πέμματα>· ποικίλα ἐδέσματα πλακουντικά <πεμπά[υ]δος>· πεντάδος <πεμπαζόμενοι>· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες <πεμπάς>· τριακάς <πεμπάσασα>· ἐξαριθμήσασα <πε(μ)πάσσεται>· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς <πέμπε> λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει <πέμπε>· Αἰολεῖς πέντε <πέμπελον>· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον <πέμποι>· ἀναπέμποι <πέμπουσιν>· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν <πεμπωβόλους>· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι- νοειδῶς <πέμφελα>· δύσκολα. τραχέα. βαθέα <πεμφίδες>· πομφόλυγες. καὶ πτηνῶν ψυχαί <πεμφιδώδεις πυρετοί>· φλυκταινώδεις. πνευματίαι <πέμφιξ>· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες <πέμψις>· ἐνεχυρασμός <πενεῖν>· πενητεύειν *<πενία>· ἀχρημοσύνη, ἀπορία *<πένεται>· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει <πενέσται>· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι *<πενειαδεῖν>· κατεπιστατεῖν <πένης>· ὁ αὐτοδιάκονος <πένησσα>· πτωχή <πενθέριον>· τὴν προῖκα. Θάς[ς]ιοι <πενθερός>· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ <πενθερὰ> ἡ μήτηρ. τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ <πένθος>· συμφορά. θρῆνος, λύπη [<πέννα>· πτερά <πενόν>· μεμελανωμένον <πένοντο>· ἐνήργουν <πενταέτηρον>· πέντε ἐτῶν] <πεντάσχοινον>· στάδιον <πεντάχα>· ἡ χείρ. ἢ πέντε μέρη <πένταχος>· τὴν τάλαρον. Βοιωτοί <πεντεκτενῆ>· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα <πέντε κριταί>· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ ἐν Σικελίᾳ <Πεντέλεια>· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται [<πεντεστατήριον>· πενταετῆ] <πεντεσύριγγον ξύλον>· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον· τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι' ἧς ὁ τράχηλος <πεντετηρίς>· πενταετηρίς <πεντηκοντόγυον>· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε- θρον <πεντηκοντομέσοδμον>· πολύστεγον. αἱ γὰρ <μέσοδμαι> στέγαι <πεντηκοντόστολον>· ὅπου οἱ δραπέται ἀνάγονται <πέντοζος>· χείρ <πεντόροβον>· ἡ γλυκυσίδη <πέξαι>· κεῖραι, κτενίσαι <πεξαμένη>· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα <πέξις>· ψίλωσις, κουρά, ξύρησις <πεπάγουσα>· ἁπαλή <πεπαιδεῦσθαι>· πεπαιδοποιῆσθαι <πέπαικεν>· ἐπάταξεν <πεπαίνεται>· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται. πραΰνεται <πεπαλαγμένον>· μεμολυσμένον <αἵματι καὶ λύθρῳ>. ἢ λελευκα- μένον <πεπαληκέναι>· ἐκπεσεῖν <πεπαλημέναι>· βεβλα(μ)μέναι <πεπαλ(.)μένος>· βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς [<πεπαλόεντος>· τραχέος <πεπαλόεσσα>· τραχεῖα] <πεπαμένος>· κεκτημένος <πέπανα>· πλακούντια <πεπᾶναι>· πραῧναι <πεπανός>· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι <πεπαρεύσιμον>· εὔφραστον, σαφές <πεπαρεῖν>· ἐνδεῖξαι, σημῆναι <πεπάρθαι>· παρακεῖσθαι <πέπαρμαι>· δι' ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι <πεπαρμένον>· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ- νον. ἐμπεπηγός. διαπεπερονημένον <πεπαρῳνηκότων>· ἀτακτησάντων. ὑβρισάντων. <Παροινία> γὰρ ἡ ὕβρις <πεπᾶσθαι>· κεκτῆσθαι *<πεπάσωται>· πιότητος γέμει <πέπα[υ]στο[ι]>· ἐγέγευστο. ἐπεπλήρωτο <πέπαυται>· πεπράϋνται <πεπαχυμμέναις>· πεπυκνωμέναις <πεπεδημένος>· δεδεμένος <πεπ[ε]ίθοιμεν>· πείσοιμεν <πεπ[ε]ιθοῦσα>· πείθουσα <πέπειρα>· γραῖα <πεπειρῆσθαι>· γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι <πέπειρον>· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον <πεπείρους>· ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς <πέπεισμαι>· ἤλπισα. θαῤῥῶ <πεπεμμένην>· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην [<πεπένεται>· μαλάσσεται. καὶ τὰ ὅμοια] <πεπεραγκέναι>· ἠνεγκέναι <πεπερασμένος>· πεπληρωμένος <πεπερημένος>· ὁ πεπεραιωμένος <πέπευται>· πέπεικται <πεπιεσμένος>· τεθλιμμένος <πεπ(.)λαγμένον>· μεμολυσμένον <πεπλαδηκώς>· σεσηπώς. ὑγρανθείς <πεπλασμένον>· μὴ ἀληθές, ψεῦδος [<πέπλαται>· ἥπλωται] <πέπληγε>· πέπληκται <πεπλεγμένον>· (κε)κοσμημένον. ἐκτενισμένον <πέπληγον>· ἔτυπτον. ἐκρότουν <πεπληγυῖα>· πλήξασα <πεπληγώς>· πλήσσων <πέπλη[κ]ται>· κύει <πέπλον ἢ πέπλος>· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον [<πεπνοιῶν>· ἐνεργῶν, θεραπεύων] <πεπνυμένοι>· σώφρονες, συνετοί <πεπνυμένον στόμα>· σεσωφρονισμένον. σιγηλόν <πεπνυμένος>· φρόνιμος, συνετός <πέπνυσαι>· συνετὸς εἶ <πέπνυται>· συνετός ἐστι <πεποδήγημαι>· δεδίδαγμαι. ὡδήγημαι [<πεποιημένον>· ποιότητα ἔχον] <πεποίηται>· πέπρακται <πέποιθας>· θαῤῥεῖς <πεποίθασιν>· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν <πεποιθήσεις>· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις <πεποίθῃς>· θαῤῥήσῃς <πεποιθίαν(?)>· ἐλπίδα. προσδοκίαν <πεποιθότατε>· προσφιλέστατε. φίλε <πεποιθώς>· ἐλπίσας. πιστεύσας <πεποίωται>· ὅπου τις ῥέπει <πεποιωμένον>· ποιότητα ἔχον, ἢ περιδραξάμενον <πεπόλιστο>· ἔκτιστο <πέπομφα>· ἔπεμψα <πέπον>· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ <πέπονθα>· ἔπαθον <πεπορασμένος>· φανερός <πεπορεῖν>· δοῦναι <πεπορθῆσθαι>· ἀπολωλέναι. συν(τε)τελέσθαι <πεπορπημένη>· τῇ περόνῃ συνεχομένη [<πεπορωμένοι>· τετυφλωμένοι] <πέποσθε>· πεπόνθατε <πέποσμαι>· ἀκήκοα. [ἥπταμαι <πεποτήαται>· ἵπτανται <πεπραδῖλαι>· εἶδος ἰχθύων <πεπρημένος>· πεφυσημένος *<πεπράχαμεν>· ἐπράξαμεν *<πεπράτορα>· θαυμασία <πεπρίλος>· ἰχθῦς ποιός [<πεπρυμένοι>· συνετοί] *<πεπρωμένη>· εἱμαρμένη *<πεπρωμένον>· μεμοιραμένον *<πέπρωται>· τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει] <πεπρυτανευκώς>· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς <πέπτασθαι>· ἀνεῷχθαι. περιέχειν <πέπταται>· ἥπλωται <πέπτει>· πραΰνεται τὴν τροφήν <πεπτέον>· φυλακτέον. εὐρυτέον <πεπτήνας>· περιβλεψάμενος <πεπτηώς>· δι' ἀσθένειαν καὶ δειλίαν πεπτωκώς [<πεπ.γμένοι>· μαθόντες, ἢ εἰδότες] <πεπύθωνται>· ἀκούσωσιν. Ἀττικῶς <πεπυκασμένα>· ἐσκεπασμένα, περικεκαλυμμένα <πεπυρακτωμένα>· πεπυρωμένα <πέπυσμαι>· ἀκήκοα. ἔμαθον, (ε)ἶδον <πεπύσμεθα>· ἠκούσαμεν. καὶ τὰ ὅμοια <πεπυσμένος>· ἰδών. καὶ τὰ ὅμοια <πέπυστο>· ἠκηκόει <πεπωγμένον>· κεκλασμένον <πέπωκα>· ἔπια <πέπων>· ἔκλυτος. ἀσθενής <πεπωρωμένοι>· ἐσκληρωμένοι. τετυφλωμένοι <πέρα>· πλέον. ἐπέκεινα. ὑπεράνω *<περάαν>· διαπερᾶν *<Περαιβοί>· ἔθνος Θεσσαλικόν <περάγην>· διέῤῥωγα. Ῥίνθων <περαίνει>· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει <περαίνειν>· ἐξανύειν. ἀποπληροῦν <πέραινον>· οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς <περαίτατον>· ποῤῥώτατον <περαιτέρω>· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο <περαιωθῆναι>· τελειωθῆναι <πέρα λόγου>· ὑπὲρ λόγον <πέρας>· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας <περᾶσαι>· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας διελθεῖν *<πέρατα>· τὰ τέλη <πέρασας>· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας <περατεύει>· ὁρ[γ]ίζει. στέλλει. λέγει <περατουμένην>· ἐκπληρουμένην *<περγάμιον>· δήμιον *<Πέργαμα[ς]>· ἡ ἀκρόπολις τῆς Ἰλίου <Περγαία θεός>· ἡ Ἄρτεμις <περγοῦλον>· ὀρνιθάριον Ἀργειλέγω <πέργουν>· πρέσβεις. οἱ αὐτοί <Πέρδικος καπηλεῖον>· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν παροιμίαν φασὶ διαδοθῆναι *<περιδώμεθα>· συνθήκην παράσχωμεν [<περεούμενοι>· τελειούμενοι <περεοῦσθαι>· διαπερᾶν πλοίῳ ἐπιβάντα] <περέτισαν>· ἐτίμησαν <περ(ῆ)σαι>· διαπερᾶσαι *<περάτρια>· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις <πέρθαι>· πορθηθῆναι <πέρθετο>· ἐπορθεῖτο <πέρι>· περισσόν. περίεστι <περιαγ[κάμψ]αῖς>· καμπαῖς <περιαγγέλλειν>· τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ- τηκότων <περιάγει>· περιφέρει. ἢ κάμπτει <περιάγνυται>· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ <περιάγνυτο>· περιεκλᾶτο. καὶ τὰ ὅμοια <περιαγόραιος>· περίλογος. περιαγορευτής <περιαδεῖς>· περίῤῥυτοι. περίπνοοι <περιαθρεῖν>· περισκοπεῖν <περιαίνυτο>· περιελάμβανεν. περιεῖχεν <περίαλλος>· τὸ ἰσχίον [ὅταν εἰλεῖν <περιαμησάμενος>· θερίσας <περιαμμάτων>· περιάπτων <περιάοιδος>· ἡ ἐγκύκλιος ᾠδή <περίαπτα>· περιάμματα <περιαυθαδίζεται>· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ <περιαυτίζεσθαι>· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ <περιαυτίζεται>· μεγαλοφρονεῖ <περὶ αὐτόν>· πρὸς αὐτόν <περιβάλλειν>· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι <περιβάλλουσαν>· ὁμοίως <περιβάλλεσθαι>· ὑπερβάλλεσθαι <περίβαρα>· ὑποδήματα <περιβαρίδες>· ὑποδημάτων εἶδος γυναικεῖον <Περιβασώ>· ἡ Ἀφροδίτη <περιβεβυσμένος>· περιπεφραγμένος <περιβῆναι>· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι <περίβησαν>· ὑπερήσπισαν. καὶ τὰ ὅμοια <περιβλέπεται>· περισκοπεῖ <περίβλεπτος>· ἔξοχος. [περιβόητος <περιβόητος>· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων <περιβολή>· περίβοιος. περιδέρματος. ὑπέρτιμος <περίβολοι>· τείχη πόλεων, ἢ περίδρομοι <περιβομβεῖσθαι>· περιηχεῖσθαι <πέρι γάρ>· περισσῶς γὰρ <περιγηθής>· περιχαρής *<περίγειος>· πρὸς τὴν γῆν <περιγίνεται>· περιοικεῖ. περιττεύει <περιγλαγέας>· γεγαλακτωμένας <περιγλαγές>· περίπλεω(ν) γάλακτος <περιγράφει>· περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ συλλαμβάνεται <περιγραφήν>· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι <περίγραφον>· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι- έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν <περιγυρίδας>· περιφερείας <περὶ δ' ἄλλων>· ὑπὲρ τοὺς ἄλλους <περιδαρδάπτεσθαι>· κατεσθίεσθαι <περιδαρδάπτειν>· κατεσθίειν <περὶ δ' ἐδρύφθη>· περιεξέσθη <περιδεής>· περίφοβος <περιδείδιθι>· φοβοῦ <περιδεινεῖσθαι>· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι. περιέρχεσθαι <περιδεινηθήτην>· περιεστρέφοντο. ὅμοιον <περιδεινήσεως>· περιόδου. καὶ τὰ ὅμοια <περιδεινηταί>· περικινηταί. καὶ τὰ ὅμοια <περίδεινον>· πειρατήν <περιδεινός>· περιπαθής <περιδεινοῦσι>· περιστρέφουσιν <περιδεινοῦντα>· περιοδεύοντα <περίδειρον>· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου (<περιδείσασα>)· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα <περιδεῖσθαι>· συντείνεσθαι <περὶ (δὲ) κλισιὼν θέε πάντη>· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν <περιδέξιον>· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε- ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων <περὶ (δὲ) πνοή>· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ <περιδέραια>· περιτραχήλια. ἢ ἐνώτια <περὶ δ' ἐστέ>· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε <περιδευκές>· περισσῶς πεποικιλμένον <περιδεῶν>· ἐμφόβων <περίδηλον>· περιφανές. καλόν [<περιδῆσαι>· περιδύνασθαι] <περίδοσιν>· συνθήκην <περιδοῦ>· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης θέσιν <περὶ δουρί>· περὶ τῷ δόρατι <περίδρομοι>· τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς, στρογγύλοι <περιδρόμους τείχους>· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ <περιδρύφῃ>· περιξέῃ <περιδύεται>· περιβάλλεται. κρύπτεται. εἰσδύεται <περιδῦσαι>· περιδύνασαι <περίδυσε>· ἀπέδυσε <περιδύω>· ὅμοιον <περιδώμεθα>· συνθώμεθα *<περιβάλλων>· ἐκύκλωσαν <περιδώσομαι>· συνθηκοποιήσομαι <περι(έ)γραψε>· περιεγένετο <περιεδίνε(ι)>· περιεκύκλευεν <περιεδρύ(φ)θη>· περιεξέσθη <περιεζόμενον>· περιεχόμενον <περιέθει>· περιέτρεχεν <περιειλημμένως>· περιεκτικῶς <περιείληπτο>· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι <περιεῖναι>· περιττεύειν <περιεῖπεν>· ἐτημέλει <περιείργασμαι>· περιττὸν ἐποίησα[ν] <περιεκωκύετο>· περιηχεῖτο <περιεκτικόν>· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε- ριβάλλειν. [ἢ ὑπερέχον] <περιεκτικώταται>· ὁμοίως <περιεκτικώτερον>· γενικώτερον <περίελε>· κόψον. ἔπαρον. ἀφελοῦ <περιελόμενος>· ἐπάρας <περιελιχμήσατο>· τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν <περὶ ἐμέ>· πρός με <περιέπει>· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει <περιέπειραν>· ἔπηξαν <περιεπτισμένη>· περιεξεσμένη. περικεκαθαρμένη <περιέπων>· ἐνεργῶν <περιεργάς[ς]ει>· πράξει(ς) περισσά <περίεργον>· περιττόν. ἢ στρεβλόν [<περιερεία>· καθαρσία] <περιερέττων>· κωπηλατῶν <περίς[ς]ομαι>· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ- λοντες περιγενέσθαι <περιεσπάσθη>· ἐσείσθη. περιδέδεται *<περιεσκεμμένος>· (ἠκριβωμένος) [<περιε(..)σσων>· κωπηλατῶν] <περιέσται>· περιγενή(σε)ται. νικήσει <περιεστήξει>· περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει <περιεστοιχισμένοι>· οἱ περιέχοντες. καὶ περιεχόμενοι <περιετέμοντο>· περιήλασαν <περιετίθουν>· ἐκρέμων <περιέτυχον>· συνέτυχον [<περιευτίζεσθαι>· ἀποδοῦναι αὐτῷ] <περιέφραξαν>· ἐσκέπασαν. ἐφύλαξαν <περιέχομαί σου>· ἀντιποιοῦμαί σου *<περίζωμα>· περιβόλαιον <περιέχοντες>· περιλαβόντες. καὶ τὰ ὅμοια <περίζυξ>· ὁμόζυγος, σύζυγος <περιηγές>· κυκλοτερές, περιφερές *<περιήγει>· ἐζωγράφει <περιήγητος>· ὁ περιπόρφυρος χιτών <περιηγμένα>· περιφερόμενα <περιῄεσαν>· περιήρχοντο <περιήθελεν>· ἠγάπα [<περιήθλουν>· ἀγα] <περιηθέλησεν>· ἠγάπησεν <περιήκασε>· περιώρυξεν. περιέγραψεν <περιήκοντα>· [περιέγραψαν. ὤρυξαν <περιήλυσις>· περίοδος <περιημεκτεῖ>· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει <περιῆν>· ὑπῆρχεν. ἐπλεόναζεν <περιῃρημένον>· κεκομμένον <περιῆῤῥον>· περιῄεσαν [<περιήσω>· περιδώσω] <περιηχήθη>· περιεψιθυρίσθη [<περιθείης>· <μα><θ> πειραθείς] <περιθείς>· κύκλῳ θείς, περισσότερον [λαβεῖς <περὶ θεόν>· πρὸς θεόν <περιθειῶσαι>· περικαθᾶραι, κυρίως θείῳ <περιθέσθαι>· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι <Περιθοῖδαι>· δῆμος φυλῆς τῆς Οἰνηΐδος <περιθραυσθέντα>· περιπεσόντα. ῥαγέντα <περιθρεκτέον>· περιδραμητέον <περιθυρεῖν>· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι <περιΐδμεναι>· περισσῶς εἰδέναι <περιϊόντας>· περιερχομένους <περιϊππεύοντας>· περιτρέχοντας [<περι.ίσσεται ὥρα[ς]>· περιέρχεται [τὰς] ὥρα[ς] <περιϊστάμενος>· κυκλεύσας <περιΐστασο>· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε *<περιστοιχείωσαι>· περίελθε <περιϊών>· περιερχόμενος <περικάθαρμα>· <περικαθαίρων>· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον <περικαλλές>· λίαν καλόν <περικαλλέος>· περισσῶς καλοῦ <περικάμπτεται>· περικιρεῖται <περὶ καπνῷ>· περὶ τὸν καπνόν <περικάρδιος ὑμήν>· ὁ ἐπὶ τῇ καρδίᾳ <περικάρπιον>· τὸ λέπυρον, σκέπασμα <περικεφαλαία>· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς νεώς. ἢ κάς(ς)ις <περικέχυται>· περιείληφεν <περικήδεο>· φείδου φροντίζων <περίκηλα>· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα <περὶ κῆρι>· κατὰ ψυχήν *<περικλυτῷ>· σφόδρα ἐνδόξῳ <περικλῃζόμενος>· δοξαζόμενος λίαν <περικλύμ(εν)ος>· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος <περικλυτός>· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην <περικνημίς>· σκεπαστήριον τῆς κνήμης <περικόπται>· κλῶπες. λῃσταί <περίκουροι>· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις <περικτίονες>· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες <περικτιόνες(ς)ι>· περιοίκοις <περίκυκλον>· ἵνα ὑπερεφῆ *<περὶ κῶμα>· κοίμημα <περικωδωνίσαι>· περιβομβῆσαι <περικωνῆσαι>· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά- κωνες <περιλαβεῖν>· περιβαλεῖν. καὶ τὰ ὅμοια <περιλέγειν>· τὰ περισσὰ φράζειν <περιλεγνές>· περιποίκιλον <περιλεσχήνευτος>· περιβόητος. περιλάλητος <περιληπτικόν>· ἐφαπτόμενον <περιλῆσαι>· περι(ς)τρέψαι <περιλιχμήσασα>· περιλείξασα <περιλυγίζεσθαι>· περιστ(ρ)έφεσθαι <περιμάχητον>· ὑψηλόν, μέγα, ἰσχυρόν <περὶ μέν>· περισσῶς μέν <πέρι μὲν φάσθαι>· διαφερόντως λέγειν <περίμετρον>· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον <περιμήκεος>· μακροτάτου <περίμηκες>· ὑπερμέγεθες <περιμήκετος>· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν· εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον <περιμήκεϊ ῥάβδῳ>· ἁλιευτικῷ καλάμῳ <περίνα>· περίναιον. τὸ αἰδοῖον. ἀφ' οὗ καὶ τὸ <περαίνεσθαι> [<περ[ι]νάμενα>· πιπρασκόμενα] *<περίνης[σαι]α>· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται <περίνεως>· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη <περίνησον>· ἱμάτιον ἔχον πορφύραν κύκλῳ <περινοεῖ>· περισσῶς νοεῖ <περίνοια>· μηχανή. τέχνη <περινομαί[α]>· περιφορα(ί) <περίνος>· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα, ἤγουν ὁ ταῦρος <περινοστεῖ>· περιέρχεται <περινοστήσαντες>· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες <περινοστοῦντι>· περιστρεφομένῳ <πέριξ>· κύκλῳ <περίοδος>· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος. ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ- νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με- τάλλων <περιόδων>· χρόνων. κύκλων <περιόδῳ>· κυκλώσει <περιοίκιον>· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί- βολον <περιοίσει>· ἀνοίσει ἐκ τῆς νόσου <περιοκωχή>· (περιοχή) *<περιωπή>· ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός <περίοπτον>· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον <περιορᾶν>· ὑπερορᾶν <περιόρια>· ἑορτὴ ἐν Κύπρῳ <περιοργῶς>· ὑπεροργόντως. καὶ παρωρμημένως <περιοριζόμενοι>· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες <περιορίσαι>· περινοῆσαι <περιορισθῆναι>· γνωρισθῆναι. ἐξορισθῆναι <περιοριστόν>· περιγραπτόν <περιουσία>· πορισμός. πλῆθος <περιουσιασμοῦ>· πλήθους <περιούσιον>· πολύ, περισσόν. περιποιητόν <περιούσιος>· πλούσιος. πολύς <περιοχή>· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν- των] πολιορκία <περιοχῆς>· τετειχισμένης <περιόψεται>· καταφρονήσει <περιπαθῶς>· συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς <περιπαλαχθῆναι>· περιπλακῆναι <περὶ πάντων>· ὑπὲρ πάντας τοὺς ἄλλους <περίπατοι>· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων <περὶ πέζαν>· τὰ περὶ τοὺς πόδας <περιπεζία>· ταπείνωσις <περιπείρῃ>· περικεντήσῃ <περιπέπληκα>· περιπεπόληκα. περιπέπληγμαι (*)<περιπετάσας>· περιβαλών <περιπεπλιγμένα>· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ βῆμα <πλίγμα> λέγουσιν <περίπε[μ]πτον>· τὸ περιπεπεμμένον <περι[πετάσθαι] πετάσας>· περι(α)πλώσας (*)<περιπεπλίχθαι>· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως <περιπέτεια>· ὑπόθεσις. σύμπτωσις. σύμβασις <περιπετεῖς>· περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες <περιπετρίζεσθαι>· περικρούεσθαι [<περίπετρον>· πανταχόθεν ἐξέχον] <περιπευκὲς [ἢ περίπευκος>]· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι· πικρὰ γὰρ ἡ πεύκη <περιπῆγις>· πόρνος. μάχλος <περιπηγής>· περιπαγείς, ἐμπαγείς [<περιπλη..] περιπλίγδην>· περιβάδην <περιπλίξ>· περιειληφώς *<περιπλέες>· λίαν, πλεονάκις <περιπλομένων>· περιπολουμένων, ἤγουν περιερχομένων <περίπλους>· περιόδους <περὶ πόδα>· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ- μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς <περὶ ποδός>· ἀντὶ τοῦ ἁρμόζον. καὶ <περὶ πόδα>· τὸ ἡρμοσμένον, ἀπὸ τῶν ὑποδημάτων <περιποιεῖται>· προξενεῖ. ζωοποιεῖ <περιποίησις>· πλεονασμός, κτῆσις <περιποιητικός>· διοικητής <περιπολεῖ>· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι- πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια <περίπολος>· φρουρός, ἔφορος <περὶ πολλοῦ ποιοῦ>· τίμα, θεράπευε <περιπόνηρος Ἀρτέμων>· παρὰ τὴν παροιμίαν τὴν <περιφόρητος> <Ἀρτέμων>. εἰσὶ δὲ Ἀρτέμωνες δύο *<περι[ι]ππεύει>· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει <περιπρωκτιῶσα>· τρυφερευομένη ἐπὶ τῇ πυγῇ <περιπτύσσομαι>· καταφιλῶ *<περίπτερα>· οἱ ἀποσπινθηρισμοί *<περίπτερον>· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν [<περιπτεύσαντες>· περιδραμόντες] <περιπτυχαί>· περίβολοι *<περιπτύσσει>· καταφιλεῖ <περίπυστα>· διαβόητα <περιραίνεσθαι>· περιραντίζεσθαι. ῥαντίζεσθαι <περιρέζειν>· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν *<περιρεμβαῦσαι>· περιφθαρῆναι *<περὶ ῥίον>· περὶ τὸ ἀκρωτήριον <περὶ ῥέθεσι>· περὶ ταῖς παρειαῖς <περιῤῥηδής>· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος. ἢ ὑπτιασμένος <περισαίνοντες>· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν (οὐρὰν) κινούντων <περὶ σέ>· περὶ σοῦ, ἐγγύς σου, <γνησίως διάκειμαι> <περὶ σεῖο>· περὶ σοῦ. καὶ <περιέσσιον>· περὶ σοῦ <περισείρια>· τὰ πλάγια τῆς γλώττης <περίσημον>· διαβόητον [<περισιγᾶν>· ἀφέλκειν τοῦ προκειμένου] <περισκαίρουσι>· περισκαρίζουσι <περισκελές>· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν <περισκέπτῳ>· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε ἀπ' αὐτοῦ περισκέψασθαι <περίσκεψις>· βάσανος <περισκήπτειν>· περιθλίβειν <περισοβεῖν>· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν *<περισσομένη>· πορθουμένη [<περίσονται>· περιποιήσονται] *<περισσοεπήσει>· περισσολογήσει <περισπάσασθαι>· περιποιήσασθαι <περισπέ.του βοῆς>· ὑπερεπειγούσης <περισπερχής>· περιώδυνος *<περισκέλια>· βρακκία, φεμινάλια <περὶ σπονδῶν>· περὶ εἰρήνης <περισταδόν>· περιστάντες *<Περιστενός>· οὕτω δράκων καλεῖται <περισταλείς>· κοσμηθείς. ἤτοι ταφείς <περισταλαδόν>· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ [<περιστατήρια>· σπλάγχνα] <περιστατόν>· τὸ ἀνάστατον <περίστασις>· θλῖψις, ἀνάγκη, μέριμνα <περιστεγανόν>· περισσῶς στεγανόν <περιστένειν>· ἔκθυμον εἶναι <περιστείληται>· περικαλύψηται <περίστειλον>· συγκάλυψον. συνάγαγε <περιστέλλει>· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι- βάλλει <περιστελοῦμεν>· τὰ αὐτά <περιστένεται>· πάνυ στενοχωρεῖ <περιστήθιον>· ἱερατικὸν ἔνδυμα <περιστέρια>· κοσμάρια ποιά <περιστίαρχος>· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν *<περιστ(.)ῖξαι>· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στ(ε)ίχειν <περίστιον>· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα- θάρσιον ποιήσωσιν <περιστλεγγίσαι>· περιξύσαι· <στλεγγὶς> γὰρ ἡ ξύστρα <περιστοιχίσαντες>· περιλαβόντες <περιστολή>· περιβολή. ἔνδυμα <περιστόμιον>· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ [<περιστόων>· περιστύλων] <περίστροφος>· ὁ τῆς ὑποσφραγίδος τόπος <περίστῳον>· περίστυλον <περισύρει>· σύρει <περίσφατα>· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω- νήσεως ἄξια <περισφάτως>· περιωδύνως. περιβοήτως <περισχαδόν>· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί- μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας <περισχελές>· δυσχερές <περίσχεο>· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ ὑπερμάχησαι <περισχέσθαι>· ἀγαπῆσαι <περίσχετο>· ἠγάπησεν. ἐφείσατο <περισχιδεῖς>· εἶδος ὑποδήματος εὐτελές <περισχόμεθα>· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα <περισχών>· περιτείνας. ἢ ἐπισχών <περιτάμνεσθαι>· περιορίσαι τι διὰ τῆς αὔλακος <περιταμνόμενον>· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων <περί τ' ἀμφί>· κύκλῳ, πέριξ <πε[ρι]ρίτ' εἰμί>· ὑπερέχω. ὑπερφρονῶ <περιτελλομένων>· πληρουμένων. περιερχομένων <περὶ τέρμα βαλούσας>· περιελ(ας)άσας τὸν καμπτῆρα <περιτετάσθαι>· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη <περιτεύξεται>· συντύχῃ. ἢ περιπεσεῖται <περιτευξοίμεθα>· περιτύχοιμεν <περιτευξόμενος>· περιτυχεῖν μέλλων <περιτεύοντες>· συλ[λ]ῶντες <περὶ τὴν λέξιν>· ἐν αὐτῇ τῇ λέξει <περί[πε]τ[ε]ια> καὶ <περιῆτες>· περιῆτες μὲν οἱ φύλακες, περί[πε]- τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή <περιτίθεται>· περιβάλλεται <περιτομίς>· μέρος τι τῆς νεώς <περιτόναιον>· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον <περιτρέπεται>· ε(ἰ)λιγγιᾷ <περιτρέφετο>· περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον <περιτριβομένων>· παρεσομένων <περίτριμμα> .....· τετριμμένον <περιτροπέων>· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος <περιτρόπου>· ἴλιγγος <περὶ τρόπιος>· ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς. <περιτροπόωντες>· περιχωροῦντες <περίτροχον>· στρογγύλον <περιττοί>· περισσοί, περίεργοι <περιφαλλία>· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν <περιφάνεια>· λαμπρότης, δόξα <περιφανέστερον>· ἐμφανέστερον <περιφέρεια>· διαστροφή. κύκλος <περιφερές>· στρογγύλον <περιφέρεται>· πλανᾶται <περιφερόμενα>· λαλούμενα <περίφημος>· ὀνομαστός <Περιφήτης>· ὁ κορυνήτης <περιφθείρεται>· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται <περιφοιτῶντα>· περιερχόμενον. περιγινόμενον <περιφορά>· ἡ κατὰ κύκλον κίνησις <περιφοραί>· ὁμοίως <περιφορᾶς>· περισπασμοῦ. πλάνης <περιφραδέως>· περιπεφρασμένως. ἐμπείρως <περιφραστικῶς>· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα <περιφρονεῖς>· περισσοφρονεῖς, ὑπερφρονεῖς <περίφρων>· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος <περιφ[ρ]ῦναι>· περιλαβεῖν, περιπλακῆν(αι) <περιχαρής>· χαιρόμενος (sic). γελωτοποιός <περιχάσκειν>· ἀνοῖξαι τὸ στόμα <περιχεύας χρυσόν>· περιπάσας χρυσίῳ <περιχ[ε]ιλοῦντες>· ἀντὶ τοῦ ἄδην κορεσθέντες <περιχλ(ι)ανίζεται>· περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ- γεύεται] <περιχόραι>· περιχορεῖαι <περιχορίζειν>· ἐνόπλως, συντόνως ὀρχεῖσθαι <περὶ χροΐ>· περὶ τῷ σώματι <περὶ χροῒ ἕσσατο>· περιεβάλλετο <περιχωρεῖ>· συμμίσγεται <περιχώρησον>· μέτρησον. περίστησον <περίψημα>· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη πάντων] <περίψυκτος>· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος <περιώγανα>· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς ἁμάξαις <περιώκαλα>· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά <περιωπή>· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ- ρεια <περιωπῆς>· προσόψεως <περιώσας>· ὠθήσας. ζώσας <περιῶσιν>· ζῶσιν. ὑπάρχωσιν <περιώς[ς]ιον>· περιως[ς]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ <περκάζει>· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται <περκαίνειν>· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια <πέρκανα>· τὰ ἱστοῦ περιπλέγματα <περκνόν>· μελανόν. ποικίλον <περκνός>· γλαυκός. μέλας. καὶ τὰ ὅμοια <περκώματα>· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα <Περκώς(ι)ος> καὶ <Περκώτη>· πόλις <Περμησός>· ποταμός <πέρναται>· πωλεῖται <περνάμενα>· πωλούμενα <περνᾷς>· πωλεῖς <πέρναξ>· θρίδαξ <Πέρνη>· ἔνιοι μετὰ τοῦ <τ> Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί- νης οὕτω προσαγορευόμενον <περνῆν>· ἐμπωλεῖν <πέρνησον>· πώλησον <περομνύναι>· ἐλέγχεσθαι <περόναι>· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ <περόνη>· ῥαφίς <περονήσατο>· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο <περόσχια>· τὰ ῥάκη <πέρπερα>· προπετῆ <περπερεύεται>· κατεπαίρεται <πέρπερος>· μετὰ βλακίας ἐπαιρόμενος *<περὶ πολλοῦ ποιεῖται>· τιμᾷ, θεραπεύεται <Πέῤῤαμος>· βασιλεύς <πεῤῤεθήκατο>· περιεθήκατο <Πεῤῥεύς>· ἥρως Ἀθήνησι τιμᾶται <πεῤῤέχειν>· ὑπερέχειν <πεῤῥησιππίαν>· τὴν ἀνατρέπουσαν ἵππον <Πεῤῥίδαι>· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις <πέρ σε>· πρός σε *<πέρσαντες>· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες *<πέρσας>· τὰ αὐτά. [καὶ τὸ ἔθνος <Πέρσης>· κυβευτικοῦ βόλου ὄνομα <Περσίδα>· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα <περσιθέα>· ἡ Ἀφροδίτη <περσικά>· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι. καὶ ὄρχησις Περσική <περσικὸς ὄρνις>· ὁ ἀλεκτρυών <πέρσος>· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος <περ(υ)σινόν>· ἔφηβον. τὸν ἐξ ἐφήβων <πέρυσι>· ὁ παρεληλυθὼς χρόνος <Πέρφερες>· θεωροί <Περφίλα>· Σωσίβιος. κύριον ὄνομα <περώσιον>· μέγα <πεσέεσθαι>· πεσεῖσθαι <πέσημα>· πτῶμα <πεσκέων>· δερμάτων <πέσκον>· πικρόν. ἢ κώδιον, ἢ δέρμα <πέσμα>· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται *<πεσέονται>· πεσοῦσιν <πέσσαι>· πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ <πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς>· Σοφοκλῆς Ναυ- πλίῳ Πυρκαεῖ. παρ' ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι <πέσσει>· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει <πες(ς)έμεν>· πές(ς)ειν <πέσσεται>· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει <πεσσεύων μετατίθεσο>· τὴν γνώμην πρὸς τὸ κρεῖσσον <πες[ς]ήματα>· πτώσεις <πες[ς]ήματος>· πτώσεως, πτώματος <πεσσοῖς>· πεττοῖς. βολίοις, κύβοις <πές(ς)ον>· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές <πεσσός>· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν κόρην μέλαν τοῦ ὀφθαλμοῦ *<πεσσοῖσι>· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς *<πέσσω>· ὀπτήσω ἄρτον <πεσσύγγιον>· σκυτ(ε)ῖον <πεσσύπτη>· σκυτεύρια <πέσσυρα>· πίσυρα. τέσσαρα <πέσσυρες>· τέσσαρες. Αἰολεῖς <πεσών>· πάσχων <πέτα>· πτῶσις. στάχυα <πετάζει>· ἁπλοῖ. σκεπάζει <πεταιτά>· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες <πετάλα>· ὀνόματα θήλεια. καὶ βοῦς <πέταλ[λ]α>, οὐδετέρως· τὰ φύλλα <πεταλίζειν>· βλαστεῖν. φυλλολογεῖν <πετ[τ]αλισμός>· ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος <πέταλ[λ]ον>· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα <πεταλωτόν>· ἀκμαιότατον. εὐειδέστατον <πεταλίδων ὑ[ι]ῶν μεταίη>· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ- γονται [<πεταλοῦνται>· ἐξυπτιῶνται. τρυφῶσιν <πέτακνον>· ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον] <πετάσας>· ἁπλώσας. τανύσας *<πετᾶσθαι γαμβραί>· κεκτῆσθαι <πετάσειεν>· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω <πέτασος>· τὸ τῶν ἐφήβων φόρημα <πέταυρα>· τίγνα <πέταυρον>· εἶδος παγίδος <πετελκές>· καμπύλον *<πετεηνῶν>· πετεινῶν *<πετέσθην>· ἐπέτοντο. δυϊκῶς <πέτευρον>· σανίς, ἐφ' ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. <Πέτευρον> λέγεται, ἢ καὶ <πέντευρον> <Πετε[υ]ών>· πόλις <πετήλας>· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας <πετηλίς>· ἀκρίς <πετηνίς>· κόρις <πέτραι ἠλίβατοι>· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι [<πετρέμβατοι>· ὑψηλοὶ κρημνοί] [<πετραδεῖλαι>· οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων <πετρεφράμη>· θρασεῖα. θερμή <πέτρη τ' Ὠλενίη>· πόλις <πέτρον>· λίθον *<πετειᾷ>· παίζει <πεττεία>· διὰ κύβων παιδιά <πεττείαις>· κύβοις, τάβλαις, παιδι[λ]αῖς <πεττεύει>· διαπαίζει. μεταστρέφει. κυβᾷ *<Πέτρος>· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεὼν ἐλέγετο <πεττοί>· βόλια, ἐν οἷς ταυλίζουσι <πεττεύουσι>· κυβεύουσιν <πέττουσιν>· ἑψοῦσιν <πευδρία>· ἀρτοθήκη <πεύθεται>· πυνθάνεται. ἀκούει <πεύθετο>· ἤκουεν. ἐπυνθάνετο <πεύθη>· πεῦσις. ἐρώτησις <πευθῆνες>· πιστοί. περίεργοι <πευθείς>· ἑψηθείς <πευΐδας>· λαμπάδας <πευκαλεῖται>· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας <πευκαλέον>· ξηρόν. ἀγγεῖον <πευκαλίμαις>· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς <πευκαλίμη>· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα <πευκαλίμῃσι>· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια <πευκάνα>· [πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι] <πευκεδανόν>· πευκές. πικρόν <Πευκέτιοι>· οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες <πεύκινο(ν) δάκρυ[ν]>· πίσσαν <πεύκλα>· ἁματροχιαί <πεῦσις>· ἐρώτησις. ἀπόκρισις <πεύσομαι>· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω <πευστός>· ὑπήκοος <πέφανται>· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν <πεφάσθαι>· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ <φάσγανον> <πεφασμένον>· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον [<πεφάσσουσα>· ἐνθουσιωδῶς ὁρμῶσα] <πέφαται>· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται <πεφαύλικεν>· ἤμβλυκεν <πεφαυλισμένον>· ἀποδεδοκιμασμένον <πεφένακ(ικ)εν>· ἠπάτησεν <πεφενακισμένος>· ἐξηπατημένος <πέφη>· ἐφάνη ἢ πεφύκασι [<πεφήμωσο>· παῦσον. φιμώθητι] [<πεφήνακεν>· ἠπάτησεν] <πέφηνεν>· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν <πεφηνώς>· ἕτοιμος. φανερός <πεφήσεαι>· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ <πεφήσεται>· φανεροποιήσεται <πεφιδέσθαι>· φείσασθαι <πεφλάζει>· βράζει <πεφλοιδώς>· τὸν φλοιὸν ἀποβαλών <πεφλοιδέναι>· φλυκταινοῦσθαι <πέφνειν>· κτείνειν <πέφνεν>· ἀνεῖλεν, ἐφόνευσεν <πεφοβημένοι>· εἰς φυγὴν τετραμμένοι <πεφοβῆσθαι>· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι <πεφοινιγμένη>· ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος <πεφοιτηκότες>· παραγενόμενοι <πεφορημένα>· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα <πεφορύνθαι>· μεμιάνθαι, μεμολύνθαι <πέφραδεν>· εἶπεν. ἐσήμηνεν <πεφράδοι>· διασημήνειε. εἴποι <πεφρασμένος>· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων δύναμιν <πεφρίκασι>· δεδοίκασι <πεφρικέναι>· δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι] <πεφρυγμένον>· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα] <πεφυγμένος>· πεφευγώς <πεφυζότες>· μετὰ δέους φεύγοντες <πεφύκαμεν>· ἐσμέν, ὑπάρχομεν <πέφυκεν>· ὑπάρχει. ἐγένετο <πεφυκώς>· ὑπάρχων <πεφυραμένους>· μεμιγμένους <πεφυρμένοι>· μεμιασμένοι <πέφυρται>· μεμία(ν)ται <πεφυσιγγωμένοι>· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις <φυσίγγων>, ὅπερ ἐστὶν ἐντεριών(ων) <πεφυσιωμένους>· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους <πεφωρημένα>· ἐληλεγμένα, κατειλημμένα. <Φωρᾶσαι> γὰ τὸ θεά- σασθαι <πέχαρι>· ἔλαφος. Ἀμερίας <πέψαι>· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι <πέψις>· ἀρτοποιία <πῇ>· ποῖ, πῶς, εἰς τίνα τόπον <πηγάδα>· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη- ρὰν καὶ πεπηγυῖαν <πηγάζει>· ἀναβλύζει <πηγαί>· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί <πηγαῖον>· τὸ ὄστρακον, ὃ καὶ <ἀρδάνιον> ὁμοίως λέγεται <πηγαῖον ὕδωρ>· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ- νων, ὅτε ἐξεκόμιζον <πηγεσιμάλλῳ>· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· <πηγὸν> γὰρ τὸ εὐτραφές. τινὲς δὲ λευκὸν <τὸ πηγόν>· οἱ δὲ μέλαν <πηγόν>· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα <πηγυλίς>· ψυχρά, παγετώδης <Πήδαιον>· πόλις. καὶ ὄνομα κύριον <πηδάλια>· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες <πηδαλίοις>· οἴαξιν <πηδαλιο(υ)χούμενοι>· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν αὐχήν <Πήδασος>· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ ἵππου <πῇ δὴ ἄρα>· πῶ(ς), ποῖ δή <πῆδον>· πηδάλιον <πῆδος>· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ <παίειν>. οἱ δὲ <πήδινον> εἶναι <ξύλον> εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ· μέγα δ' ἔβραχε πήδινος [τε] καὶ ἡ ἀγρία ἄμπελος [<πηδύειν>· νάειν. βλύζειν. βρύειν <πηδύειν>· πηγάζειν. ὀμβροῦν. ἱδροῦν <πηδυλίς>· πέτρα, ἐξ ἧς ὕδωρ ῥέει] <πηδῷ>· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου [<πήθων>· πίθηκος] <πῆι>· πόκα <πηκτὰ δάκρυα>· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα <πηκταὶ θύραι> καὶ <εὔπηκτοι [εὔ]θύραι> <πηκτίδες> καὶ <σύριγγες>· ὄργανα μουσικά <πηκτίδος>· πανδουρίου <πηκτίς>· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον <πηκτόν>· ἐκ πολλῶν ξύλων πεπηγμένον <πηκτὸν ἄροτρον>· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα <πηκτὸς θάνατος>· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ ξίφει ἐπιπεσὼν ἀπέθανεν <Πηλαγόνες>· γέροντες, παλαιοί, γηγενεῖς <πῆλαι>· κραδᾶ[ί]ναι, σεῖσαι <πηλαμύς>· διὰ τοῦ <υ> ἰχθῦς ἐν Πόντῳ <πῆλεν>· ἔπαλ(λ)εν <Πηλέως μάχαιρα>· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά- φει οὕτω· <μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ>. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι ..... <Πηλ(η)ιάδεω>· τοῦ Πηλέως παιδός [<πηληκίσματα>· φενακίσματα] <Πήληξ>· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος <Πηλιάδα (μελιήν>)· τὸ δόρυ <Πηλιάς>· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν <πηλιδνόν>· πελιδνόν <πηλίκον>· οἷον, ὁποῖον, ποταπόν. διάφορον <πηλίκοις>· διαφόροις. καὶ τὰ ὅμοια <πηλίναις>· χοϊκαῖς <πήλινος>· ἐκ πηλοῦ, χοϊκός <Πήλιον>· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον <πηλός>· οἶνος. Ἴωνες, ἔνθεν καὶ <κάπηλος> ὁ τὸν οἶνον πωλῶν <πηλὸς ἀϊδνός>· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα ὠκεανόν <πήλυξ>· ῥαγάς <πῆμα>· βλάβη. ἀναπημονή <πημαίνει>· βλάπτει, κακοποιεῖ <πημαινούσης>· κακούσης. καὶ τὰ ὅμοια <πήμασι>· κακοῖς. [πήμασι] βλάβαις <πῇ μέματον>· ποῦ προθυμεῖσθε <πῆμος>· πηνίκα <πῆν· πῆ καὶ πῆν> ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν <πήνα>· ἀπήνη <Πηνειός>· ποταμὸς ἐν Θεσσαλίᾳ <Πηνελόπη>· ὄνομα κύριον <πηνέλοψ>· ὄρνις ποιός <πηνηκίζειν>· ἀπατᾶν <πηνηκισμάτων>· φενακισμάτων <πήνην>· [τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία <πηνία>· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ καὶ προσόμοια τοῖς πηνίοις ὄντως <πηνίκα>· πότε. [ἢ τότε] <πηνίκα δέ>· [ὅτε δὲ] ἢ πότε δέ <πηνίκη>· θρίξ. ἐμπλοκή <πηνίον>· [πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη [<Πηνιός>· ποταμός] <πῆνος>· ὕφασμα <πηνώμενον>· πηνιζόμενον. τριβόμενον <πῆξαι>· κατασκευάσαι. στῆσαι <πήξας>· στήσας. βαλών. κατασκευάσας <πῆξε θυμόν>· ἔπληξε τὴν ψυχήν <πηοί>· συγγενεῖς, οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι <πήραξον>· ἀφόδευσον <Πηρεφόνεια>· Περσεφόνεια. Λάκωνες <πηρία>· Ἀ(ς)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ <Πηρίη>· πόλις ἐν Θεσσαλίᾳ <πῆριξ>· πέρδιξ. Κρῆτες <πηρίς>· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία <πηροῖς>· βλάπτοις <πηρόν>· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ- νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω- μένως δὲ τὸν τυφλόν <πηρόν>· τὸν παντάπασι μὴ ὁρῶντα <πήρωσις>· βλάβη. λύπη. τύφλωσις <πήσασθαι>· μέμψασθαι <πήτεα>· πίτυρα <πητ[ε]ῖται>· πιτύρινοι ἄρτοι. Λάκωνες <πήχεων>· πηχῶν <πῆχυς>· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. <κιθάρας> δὲ <πῆχυς> ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς <πηῶν>· φίλων. συγγενῶν <πιαζόμενος>· θλιβόμενος <πιαίνει>· σιτεύει. λιπαίνει *<πιανάτω>· λιπανάτω <πιαινέτω>· λιπαινέτω <πιαλέον>· λιπαρόν [<πιανεῖ στυγνῷ>· τῷ θρηνητικῷ ὕμνῳ] <πίαλον>· παράλευκον <πῖαρ>· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν <πιάτοις>· τὸ ἄσημον ἀργύριον <πίγγαλος>· σαῦρος ὁ καλούμενος χαλκίς <πίγγαν>· νεόσσιον. Ἀμερίας. γλαυκόν <πίδακες>· σταγόνες. πήγξ <πιδακοέσσης>· καθύγρου <πῖδαξ>· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος <πίδαξι>· πηγαῖς <πιδηέσσης>· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς <πιδᾶν> λέγομεν τὸ ἀναβάλλειν ὑγρόν [<πίδναται>· προσπελάζει] <Πιδώ>· δῆμος [ἐν τῇ θάκῃ <πιέειν>· πιεῖν <πιέζειν>· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν <πιερά>· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ <πιείρῃ <Πιερία>· ὄρος. [ἢ λιπαρά] <Πιερίδες>· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ <Πιέρι..>· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους <πιέσαι>· πιάσαι <πιεσθείς>· δαμασθείς <πιῆναι>· ὠφελῆσαι. αὐξῆσαι <πιθάκναι> καὶ <πιθάκνια>· οἱ μικροὶ πίθοι. καὶ σιπύαι <πιθανάς>· εὐπίστους <πιθανολογία>· διάλεξις ἀληθής <πιθανόν>· ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές [<Πιθήνης> πόλις] <πιθήσας>· πιστεύσας. πισθείς. πιστωθείς [*<πιθάρχει>· πίσθητι] [<πιθοῖ>· πισμονή, πίστις] <πιθοίγια>· ἑορτὴ Ἀθήνησι [<πιθραύσκεται>· φανεροῦται] <πιθών>· π(ε)ίσας <πικα(ῖ)σι>· πικραῖς [<πικέλα>· πίσσα, Ῥωμαῖοι] <πίκειν>· ξαίνειν <πίκεται>· κτενίζεται <πικόν>· πικρόν. Χαλδαῖοι <πικρόν>· χαλεπόν. ἀργαλέον <πικρῶς>· κατακόρως. ἀκρατῶς <πίλημα>· ζώνη. μίτρα <πιλιπαγμός>· ποιά τις φωνή <πίλνα>· προσήγγιζε <πίλναι>· προσεγγίσαι <πίλναται>· προσπελάζει <πιλνάμενον>· ἐμπελαζόμενον, πηγνύμενον <(π)ίλνασθαι>· ἐγγίζειν, πλησιάζειν, προσάγειν <πίλνατο>· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια <πιλνόν>· φαιόν. Κύπριοι <πίλοις>· πιλωτοῖς <πιλός>· κοχλιός <πῖλος χαλκοῦς>· εἶδος περικεφαλαίας <πιμελή>· στέαρ, πιότης, λίπος <πιμελής>· εὐτραφής. λιπαρός [<πιμέντα>· φάρμακα <πιμεντάριος>· φαρμακὸς καὶ μυρεψός] <πίμπλαμαι>· πληροῦμαι <πίμπλαντο>· ἐπληροῦντο <πίμπλαται>· πληροῦται <πιμπρᾶν>· ἐμπυρίζειν φυσᾶν. καίειν <πίμπρασθαι>· ...... <πίμπραται>· ....... *<πεμφθοί>· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι <πῖνα>· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον <πίνακας>· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων <πίνακες>· ἀναγραφαί. εἰκόνες <πινακίδο[ῦ]ς>· ὄρχησις ποιά <πινάκιον>· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν <πίνακι πτυκτῷ>· δέλτῳ <πινακίρ>· πινακίσκος <πίνακος κουρά>· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων <πινακοπώλης>· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες <πίναξ>· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή <πιναρά>· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά <πιναρός>· ῥυπαρός. εὐτελής, ἐλάχιστος *<πίνος>· ῥύπος. καὶ τὰ ὅμοια <πινόεν>· ῥυπαρόν. πιναρόν <πινοτήρης>· πινοφύλαξ λεγόμενος. <Πῖνα> δὲ εἶδος ὀστρέου <πινυμένην>· συνετήν <πίνυσις>· σύνεσις <πινυτή>· σύνεσις, φρόνησις <πινυτήν>· σωφροσύνην <πινυτός>· σώφρων, συνετός <πινυτόφρων>· σωφρονέστατος. συνετώτατος <πινυτῶς>· οὕτως φρονῶν <πινῶδες>· ῥυπαρόν. ξηρόν <πινωδία>· ἀκαθαρσία <πιόμενα>· ποτιζόμενα <πίονα>· λιπαρά. πλούσια <πίονα ἔργα>· νῦν τὰ γεωργικά, κατ' ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα *<πίος>· εὐσεβής <πίονες>· στεατῖται πλακοῦντες <πίονος>· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου <πιότατον>· λιπαρώτατον <πιπαλίς>· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα <'πιπάλ(λ)ων>· κραδαίνων, πάλλων [<πίπαν>· τὸν ἀκριβῆ τοξότην] <πιπίζειν>· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς. λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν <Πίπλ(ε)ιαι>· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι- πλείας <πιπλῶν>· πληρῶν <πίπον>· ἄκρον <πιπράσκει>· πωλεῖ <πίπτωσι>· φονεύωνται <πιπώ>· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ [<πῖραρ ἐπαλλάξαντες>· ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος εἰς πέρας <πιπνύοντα>· σχολεύοντα <πίρινθα>· βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον] <πιρίσσας>· ἐλέφας <Πῖσα[ι]>· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται <πῖσαι>· ποτίσαι <πισάκιον>· περιστόμιον <πισάκνα>· πιθάκνη <πίσεα>· κάθυγρος καὶ ποώδης γῆ <πίσεα π(ο)ιήεντα>· διύγρους τόπους [<πίσῃ>· π(ε)ίσματι] <πίσιρα>· πίτυρα. Ἀχαιοί <πισιρῖται>· πιτύρινοι ἄρτοι [<πίσιρα>]· [ἀγγεῖα [<πίσματα>· τὰ ἀγκύραια σχοινία] <πισμός>· πιστήρ. ποτίστρα. ληνός. <πισόμενον>· γενησόμενον. παθησόμενον <πίσορ>· πίθος. Λάκωνες <πισσᾶται>· οἱ τὴν λευκὴν ἔχοντες λέπραν <πισσοκωνίας>· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ χρίεσθαι <πισσοκωνήτῳ πυρί>· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. <Κω- νῆσαι> δέ ἐστι τὸ περιενεγκεῖν <πιστά>· βέβαια <Πίστα>· Πίστειρα πόλις. οὕτως εἶπεν <πιστὴν γνώμην>· βεβαίαν [<πιστήρ>· ληνός] <πίστις>· ἀπόδειξις <πιστήριον>· ποτιστήριον. <πῖσαι> γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο- τίστραι <πιστός>· εὐπειθής <πιστούμεος>· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν <πισύγγιον>· σκυτ(ε)ῖον <πισύγγων>· σκυτέων <πίσυνοι>· πεποιθότες, πεπιστευκότες <πίσυνος>· πεποιθώς, πιστεύων, θαῤῥῶν <πίσυρας>· τέσσαρας <πισύρων>· τὸ αὐτό [<πίσω>· πράξω] *<πιστώσαντο [στῶ]>· πίστεις ἀλλήλοις ἔδοσαν <Πιτανάτης στρατός>· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι- τάνη φυλή <Πιτανάτης>· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη- θείαις. <Πιτανάτῃ> δὲ <ἀγῶ(νι)> γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ <'πιτίμια>· τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν <πιτνάς>· ἐκτείνων. [τίμιά φασι] <πίτνει>· πίπτει. [ἐκτείνει] <πίττῃ>· πίσσῃ <πιτυδάνη>· ἀσκὸς μικρός <Πιτύ(ε)ια>· πόλις Θρᾴκης <πιτύλοιν>· ταῖς καταφοραῖς τῶν τειχέων <πιτύλοιν>· [ψόφοις ὑδάτων] <πιτύλοις>· ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις τῶν ὑδάτων <πίτυλος>· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι- κρῶς ἐπιφέρηται <πιτύλους>· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι [<πιτύνη>· κνῆκας, ὁ τὸν τυρὸν πογρίων] <πίτυρα>· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά <πίτυς>· δένδρον, ἐμφερὲς πεύκῃ <πιφαλλίς>· πίφιγξ <πιφαύσκεο>· φαῖνε λέγων <πιφαύσκεται>· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ <πιφαυσκόμενος>· σημαίνων, λέγων <πιφαύσκω>· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω <πιφαύσκων>· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια <πίφιγξ>· κορυδαλός *[<πιφραύσκων>]· πιφαύσκων. λέγων, ἐμφανίζων <'πίχειρον>· ἀνταπόδοσις [<πίχυς>· βραχεῖον μέτρον] <πίων>· λιπαρῶν <πλαγάν>· πληγήν [<Πλάγας>· τὰς Συμπληγάδας πέτρας] <πλαγγόνιον>· μύρον τι παρὰ Ἀθηναίοις <πλαγγών>· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ <πλαγγό- νες> κεκρύφαλοι <πλαγιάσαι>· παραλογίσασθαι. πλανῆσαι <πλάγιοι>· δόλιοι <πλαγίως>· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς <πλαγκτά>· καμπτά. [πλαγκτά] <Πλαγκταί>· οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ- τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν <πλαγκτέ>· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν <πλαγκ(τ)όν>· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον <πλαγχθέντες>· πληγέντες. πλανηθέντες <πλάγχθη>· ἐστράφη. καὶ τὰ ὅμοια <πλαδαρόν>· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν <πλαδαρώτερος>· ἐκλυτώτερος. καὶ τὰ ὅμοια <πλα(δ)διῇ>· ματαΐζει. σοβαρεύεται <πλαδῶσαν>· ὑγράν <πλαδῶσιν>· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι <πλάζεσθαι>· πλανᾶσθαι, ἀποσφάλλεσθαι <πλαζόμενος>· ἐγγίσας. ἢ πλανώμενος <πλάζουσι>· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι <πλάζον>· πλανῶν <πλάθανον>· κύκλον, ἐφ' οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας <πλα[ς]θείς>· προσπελασθείς. δοθείς <πλαθεῖσα>· τὰ αὐτά <πλάθεται>· παραγίνεται, προσπελάζει <πλάθους>· πλήθους <πλαῖσι>· κλῆσι <πλαίσια>· πλινθία <πλαίσιον>· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα <πλαίτερ>· πέτραι. οἱ δὲ <πάτερ> <πλάκα ἡλιακήν>· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. <Πλάκα> καὶ τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν <πλάκας>· δέλτους [<πλακάτην>· ἐριουργικὸν ἐργαλεῖον] <Πλακία>· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη- ναῖοι [<πλακίησιν>· ἁμαρτίαις] <πλακίς>· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα- θηναίων <Πλάκος>· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν <πλακοῦς>· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας μαλάχης <πλακτήρ>· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον <πλᾶκτρον>· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον [<πλάκτος>· παράφρων. πεπλανημένος] *<πλανίς>· τὸ τῆς νύμφης χρυσοῦν διάδημα <πλάνα>· τριακάς <πλάνη>· ἀπάτη <πλανῆται>· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι <πλάνος>· πλανήτης, ἀπατεών [<πλάντων>· ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα] <πλανύττων>· πλανῶν <πλάξ>· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν. καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ <πλαριᾶν>· μίγνυσθαι <πλάσμα>· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα <πλασταρεύοντες>· πλάσσοντες <π[λ]αστηρία>· (ς)πλάγχνια <πλάστιγγι>· [ἰσχία <πλάστιγξ>· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον <λίτρα>. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα <πλαστουργήσαντα>· πλάσαντα, ποιήσαντα <πλάστρα>· ἐνώτια. καὶ θεῶν τύποι <πλα[ς]τά>· προσπελαστά <πλαταγώνιον>· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον <πλαταγωνίσας>· ἀποληκυθίσας, καὶ ψοφήσας *<πλαταγεῖν>· κροτεῖν <πλάται>· τῶν σπαθῶν τὰ πλατέα <πλαταΐσαι>· τὸ ὠμοθετῆσαι <πλαταμών>· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία. οἱ δὲ ὀλισθηρὰ πέτρα <πλάταν>· [πληγήν. ἢ] πλοῖον <πλατάνιστον>· πλάτανον <πλάτανος>· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι ἐξετίθεσαν <πλατέα>· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα <πλατεάζειν>· ἀλαζονεύεσθαι. φενακίζειν <πλατεῖα>· κόσμος τις [<πλατειάδδοντες>· οἱ γυμναζόμενοι τοῖς ἐφήβοις] <πλατεῖαι>· καρποὶ τῶν χειρῶν <πλατείαις>· ῥύμαις, ἀγοραῖς [<πλατῆορ>]· τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι <πλάτιγξ>· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ <πλάτη>· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασς(ί)α <πλᾶτιν>· γυναῖκα. ἢ τὴν ἄθροισιν <πλατίς>· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα <πλατίστακος>· (γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός <πλατορόα>· θυσία. Λίνδιοι <πλατυγίζειν>· καταλαζονεύεσθαι. ἀπὸ τῶν <πλατῶν> τῶν ἐν ταῖς κώπαις καὶ τῆς θαλάσσης <πλατύνειν>· μηρύειν *<πλατύ>· μέγα. εὐρύ. ἁλμυρόν <πλατὺν Ἑλλήσποντον>· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν- του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων [<πλατύ>· μέγα, εὐρύ. ἁλμυρόν] <πλατὺ ὕδωρ>· τὸ ἁλμυρόν <πλάτων>· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπής- (ς)ωσιν [<πλάχθη>· ἐπλανήθη] <πλέα>· πλείη *<πλατύρ>· δοῦλος. ἢ δῆμος *<πλάτυς>· ἡ τῶν λοχώντων ἄθροισις <πλέαι>· πλεῖαι, πλήρεις <πλεγματεύεσθαι>· ἐμπλέκεσθαι <πλέθρα>· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους *<πλεῖαι>· [ἢ πλείη.] πλήρεις *<πλείην>· τὴν ἔγκυον *<πλεῖν>· πλέειν <πλέθρισμα>· δρόμημα <πλεῖ[ο]ν>· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν <πλεῖον>· πλῆρες <πλείονες>· οἱ τετελευτηκότες *<πλειόνει>· σπείρει <πλειοτέρῃ σὺν χειρί>· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι χρήμασι <πλείου>· πλήρους· ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσάμενοι καί· ἀνδρῶν δυσμενέων πλεῖος δόμος <πλεῖς τὴν θάλασσαν>· ...... <πλειστηριαζόμενος>· ὑπερβαλλόμενος. καὶ (<πλειστηριάζειν>) τὸ ὑπερτιμᾶσθαι ὤνιον <πλειστηριάσαντες>· πλείονος πωλήσαντες οὗ ὠνήσαντο <πλειστηριασμός>· ὑπερθεματισμός <πλειστοβολίν(δα)>· παίζειν ἀστραγάλοις <Πλεῖστος>· ποταμὸς ἐν Δελφοῖς <πλειών>· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη- ροῦσθαι *<πλέθρον>· πο<δ> ρ..... πῆχυς <ξῶ> καὶ πόδα ἕνα <πλέκει>· μηχανᾶται <πλέκεται>· μαστιγοῦται. συκοφαντεῖται <πλέκος>· πλέγμα <πλεκτή>· σειρά, ἡ ἐξ ἱμάντων <πλένναι>· μύξαι <πλέμνιον>· ἀρχαῖον. πλῆρες <πλεονασμός>· ἐπίδοσις <πλεονέκτα>· βίαιε <πλεονεξία>· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν <πλευμονία>· νόσος ἡ ἐρωτική <πλευρῖτις>· νόσος ὀλεθρία <Πλευρών>· πόλις τῆς Αἰτωλίας <πλεφίδερ>· ἡ πεφρυγμένη σησαμίς <πλεφίς>· σησαμίς <πλέω>· πλήρης. καὶ <πλέω>· τὸ κολυμβῶ <πλέω νὺξ τῶν δύο μοιράων>· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο μοῖραι. ὁ τρόπος ἀναστροφῆς <πλέως>· πλήρης <πλήγανον>· βακτηρία <πληγάς>· δρέπανον <πληγεῖον>· παλαιόν <πληγενεῖς>· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί <πλήγη>· ἐξεπλάγη <πλήθει>· πελάζει. ἢ κρείττονι ἀριθμῷ <πλήθει πρόσθε βαλόντες>· τῷ πλήθει τῶν θεωμένων συνεργηθέν- τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ- μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες <πλῆθος>· ἀθροισμός, ὄχλος <πλήθουσα>· πλεονάζουσα, πλήρης <πλήθουσαν>· πλήρη <πλῆθρον>· κλῆθρον. ἢ εἶδος μέτρου <πληθύς>· ὄχλος, δῆμος <πληϊάδες>· πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο- μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης <πλήκτης>· μάχιμος, ὑβριστής <πληκτίζεσθαι>· μάχεσθαι, ὑβρίζειν *<πληγεῖτε>· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα- νισμῷ <πληκτικώτερον>· ὑβριστικώτερον <πλῆκτρα>· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί <πλῆκτρον>· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε- λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο- τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν <πλῆμα>· πλήρωμα <πλημαθῆναι>· πλησθῆναι <πλημαινόν>· παλαιόν <πλημμελεῖ[ς]>· ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει <πλημ(μ)ελής>· ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια <πλημμύρα>· ῥεῦσις ὕδατος, πλῆθος *<πλήμνη>· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ- σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον *<πλῆμνος>· ἀφρός *<πλῆμναι δέ>· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες *<πλήμνῳ>· παλαιῷ <πλημμύρει>· πέπληθεν <πλημ(μ)υρίς>· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ <πλή- μνη· "πλημμυρὶς ἐκ πόντοι(ο)"> <πλημμῦρον>· μεστόν, πεπληρωμένον <πλημοχόη>· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς καλοῦσι <πλημοχόας> <πλήν>· ἐκτός, ὅμως <πληνοδίᾳ>· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ, τουτέστιν ἀδίκῳ <πλῆντο>· προσεπέλασαν. καὶ ἐπλήσθησαν <.πληνώδους>· ἀσθενοῦς <πλῆξαι>· πατάξαι ἐκ χειρός <πλήξαντα> καὶ πληγέντα>· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον τῆς Ἰκάρου ταφῆς ..... <πλῆξάρα>· περιγνάθιον <πλήξας>· τύψας. θαυμάσας <πλήξιππος>· ἱππότης, ἱππικός <πληξίππῳ>· τῷ πλήσσοντι τοὺς ἵππους· δι' οὗ τὸν ἱππότην δηλοῖ *<πλήρωμα>· πλῆθος, ἀναπλήρωμα <πλήρωμα>· ναῦς τραγική <πληρωτής>· ἐράνου συναγωγός *<πληροφορία>· βεβαιότης <πληρώσας>· πλήσας <πλησιαίτερον>· <πλησίον>· ἐγγύς <πλησιφαής>· ἡ πληροσέληνος ἡμέρα <πλησμοναῖς>· ὑπερβολαῖς. ἢ πεπληρωμέναις *<πλησίστιον>· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον <πλῆσον>· πλήρωσον <πλήσσων>· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων [<πλήσσοντο>· διέβαινον] <πλητήσαντα>· δηλοῦντα <πλήτης>· πλησιαστής <πλητίνες>· δέλτοι <πλῆτο>· ἐπλήσθη. ἤγγισεν <πλήτομον>· παλαιόν. Ἀκαρνᾶνες [<πληάδα>· πλῆθος ἄστρων ἐν οὐρανῷ] <πλίγμα>· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν- τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν <πλινθεύεται>· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων <πλινθίδες>· δοκίδες <πλίνθος>· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς [<πλίξ>· τὸ βῆμα. καὶ <πλίγματα>· τὰ πηδήματα. ἔλεγον δὲ <πλίξ> καὶ τὸ ἀπὸ τῆς χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo]. <πλίξαντα>· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα <πλίσσοντο>· διέβαινον *<πλειστάκις>· πλεονάκις, πολλάκις <Πλοάδες τῶν ἐν Ὀρχομενῷ>· (νῆσοί) τινες οὕτω καλοῦνται <πλοιάρια>· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά <πλόϊμα[τα]>· τὰ πλῷ πεμπόμενα <πλόκαμα>· τὰ περιόστεα νεῦρα <πλόκαμοι>· κόνδυλοι τριχῶν πεπλεγμένοι <πλοκαμώδεα>· τὸν οὖλον <βόστρυχον> *<πλόκος>· πλόκαμος <πλόκιον>· εἶδος περιδεραίου <πλοκίων>· πεπλεγμένων <πλόμενον>· φανέν. γεννώμενον. [δολίων <πλουᾶται>· πλουθήσεται [<πλοῦγε καὶ δεῖ>· οὐδ' ὅλως] <πλοῦς>· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν <πλοῦν> ἔλεγον <πλουσιόδωρος>· πλουσίως χαριζόμενος <πλούσιον>· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ <Πλουτεύς>· Ἅιδης <πλούσιος>· χρημάτων καὶ περιουσίας κύριος <πλοῦτος>· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία <Πλούτων>· ὁ καταχθόνιος δαίμων <πλοχμοί>· πλόκαμοι, ἐμπλοκαί <πλύνει>· καθαίρει <πλύνεται>· βλασφημεῖται, λοιδορεῖται <πλυνοί>· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι <πλυνὸν καταπλυντήριζε> καὶ <πλυνθήσομαι>· Ἀττικοὶ ἐπὶ τῶν λοιδοριῶν λέγουσι <πλυντήρια>· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ- γατρὸς τιμῇ ἄγουσιν <πλυσμός>· πλυτήρ *<πλῶον>· ἔπλεον <πλώει>· <πλῶεν>· ἔπλεον <πλώσσειν>· φθείρεσθαι <πλῶτες>· ἰχθύες τινές <πλωτή>· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου τίθησιν <πλωτῆρες>· ναῦται <πλωτόν>· πλεόμενον <πνεῖ>· πνέει. πνείηται, πνείει <πνεῦμα οὔριον>· [ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί- μων.] [λέγονται <πνεύμονες> καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα <πνεύμων>· ὁ πνεύματος αἴτιος ....... <πνεύσας>· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων <πνιγεύς>· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ κλίβανος <πνῖγος>· θάλπος. καῦμα <πνίξαντες>· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως <πνικτόν> <πνοή>· ἀνάψυξις <πνοήπουν>· ταχύ <πνόος>· φθόγγος. πνοή <Πνύξ>· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι, νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν <πνύτο>· ἔπνευσεν. ἐνόησεν. [καὶ <πόα> καὶ ἡ τῆς γῆς αὐτομάτως βλα- στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο- λοῦν φυτόν <πνυτός>· ἔμφρων, σώφρων <πόα>· βοτάνη ἑκάστη <ποαλίς>· εἶδος πικρίδος <ποάστριαι>· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα- λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ' ἀγροὺς μισθοῦ ἐργαζό- μεναι <ποδάγρα>· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη [<ποδαγκώνιδας>· συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ πράττοντας] <ποδάνεμοι>· ταχεῖς <ποδαπόν>· ποταπόν, ὁποῖον <ποδάργης>· λευκόπους. ταχύς <ποδάρκεϊ μόσχῳ>· ..... <ποδάρκης>· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος <πόδας ὠκύς>· τοῖς ποσὶ ταχύς <ποδαύρου>· ἐῤῥωμένου τοὺς πόδας <ποδεῖα>· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας <πόδες Ἴδης>· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα <ποδηγῶν>· ὁδηγῶν, παιδαγωγῶν <ποδηνεκέα[ν]>· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν <ποδηνεκές>· μέχρι τῶν ποδῶν <ποδήνεμος>· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα <ποδήρης στολή>· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ...... <ποδήρης>· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ- πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια <ποδιάζειν>· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν <πόδικε>· πρόσριψον <ποδίκρα>· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες [<ποδίνεμος>· ταχύπους καὶ ἀελλόπους] <ποδοκάκη>· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή>· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου (<κι>) ἢ κατὰ συγκοπὴν ποδο- κατοχή [<ποδοκέας>· ταχεῖς τοῖς ποσίν <ποδοκείῃ>· τῇ τῶν ποδῶν ταχυτῆτι] <ποδὸς ῥυτίς>· τὸ τῶν ποδῶν ἕλκεσθαι <ποδοστράβαι>· παγίδες, στραγγαλιαί <ποδοστράβη>· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην <ποδοτρόχαλος>· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν <ποδώκης>· ὠκύς, ταχὺς τοῖς ποσί <ποδώνυχος>· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου <ποεῖν>· ποιεῖν <ποηφαγία>· βοτανοφαγία <ποθεινή>· ἀγαπητή <ποθέεσκεν>· ἐπόθει. ἐπεζήτει <ποθέν>· ἀπό τινος μέρους. ἢ μεθ' ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι <ποθέοντες>· ποθοῦντες. ζητοῦντες <ποθεῖ>· ζητεῖ. ἐπιποθεῖ <πόθημα>· ἀγάπη. καὶ ζήτησις <ποθήνυτο>· προσήσθη <πόθι>· ποῦ, ὅπου <ποθί>· πού. πόθος <ποθολκίς>· ἡ ἡνία τῶν ὑποζυγίων <πόθος>· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι <ποῖ>· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ <ποῖ γῆς>· εἰς ποῖον γῆς τόπον <ποία>· [ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς <Ποιάντιον>· Ποίαντος παῖδα <ποιεῖσθαι>· προσποιεῖσθαι <ποίη>· πόα (<πόα> δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ- τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία <ποιεύμην>· ἐποιούμην. [ἐπιθεύμην] <ποιήεντα>· ποίαν ἔχοντα, σιτοφόρον <ποιήεντι>· εὐβοτάνῳ, ἑλώδει <ποιήες(ς)αν>· βοτάνας ἔχουσαν <ποίην>· πόαν. βοτάνην <ποῖ κῆχος>· οἷον ποῦ γῆς. εἰς τίνα τόπον [<ποικάζουσαι>· σκεπάζουσαι] <ποικίλα>· πεποικιλμένα, (κε)καλλωπισμένα <ποικιλεύς>· ποικιλτής <ποικιλομήτης>· ποικίλα βουλευόμενος, συνετά <ποικίλον ἱμάτιον>· ζωγραφητόν <ποικιλόστερνος>· ποικιλόβουλος (*)<ποικιλίς>· ὄρνις ποιός <ποικιλτικὴν (ἐπιστήμην>)· πολυμιταρικὴν τέχνην <ποικίλον>· ἀπα(τη)λόν. πυκνόν. συνετόν <ποικίλως>· πολυτρόπως <ποιμαντική>· ἡ τῶν ποιμένων <ποιμάνωρ>· ποιμήν. ἢ βασιλεύς <Ποιμενίδαι>· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς *<ποιμένα λαῶν>· βασιλεὺς τῶν ὄχλων <ποιμήν>· βασιλεύς. καὶ ὁ τῶν προβάτων <ποινά>· ποιά. Λάκωνες <ποιναῖς>· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις <ποινᾶσθαι>· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ καὶ <ῥυσιάζεσθαι> <ποινάτορας>· τιμωρούς <ποινή>· ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι- δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις <ποινηλατήσας>· ἐλάσας *<ποινήν>· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου <ποινήματα>· τιμωρήματα <ποιοί>· ποταποί, ἢ οἱ ποῖοι <ποιότης>· χρῶμα. ἡδονή. νό(ς)τος <ποίου>· τίνος <ποιπνυός>· θεράπων <ποιπν[ε]ύει>· ὑπουργεῖ, διακονεῖ <ποιπνύοντα>· ἐνεργοῦντα, θεραπεύοντα <ποιπνύτροισι>· σπουδαίοις <ποιπνύων>· ἐνεργῶν, θεραπεύων [<ποίσει>· φθερεῖ] <ποίφυγμα>· σχῆμα ὀρχηστικόν <ποιφύξαι>· ἐκφοβῆσαι <ποιφύξεις>· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύς- σειν <ποιφύσσει>· φοβεῖ <ποιῶδες>· βοτανῶδες <ποκάδες>· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος <πόκος>· τὸ ἔριον προβάτου *<πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος <πολέας>· πολλούς· ἀπ' εὐθείας τῆς <πολύς>, ὡς ταχύς. ἀπὸ δὲ τῆς <πολλός> πίπτει πολ(λο)ύς. ἀπὸ τῆς <πολλόν> πολλάκις <πολεῖν>· νέμειν. βόσκειν *<πόλ(ε)ι ἄκρ(η)ι>· ἀκροπόλει <πολ[λ]εῖς>· πολλούς <πόλεις παίζειν>· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν <χώραις>, τότε δὲ <πό- λεσι> <πολέμαρχος>· ἄρχων πολέμων <πολεμίζων>· πολεμῶν, μαχόμενος *<πολεμίων>· πολεμικῶν <πολεμικόν>· μέλος τι τῶν πολεμικῶν τεταραγμένον <πολέμιος>· ἐχθρός <πολεμιστήρια>· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος <πολε- μιστής> <πολέμ(ο)ιο γεφύρας>· τὰς συμβο[υ]λὰς καὶ συζεύξεις <πολέμοιο τέρας>· σημεῖον πολέμου <πόλεμος>· ὁ πάντα διοικῶν λόγος *<πολέες>· πολεῖς <πολέμου στόμα>· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου <πολεύειν>· (ς)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν <πολέος>· πολλοῦ <πολέος πεδίοιο>· διὰ τοῦ μεγίστου πεδίου <πόληος>· πόλεως <πολιά>· γῆρας *<πολυβοῦται>· πολλὰς ἔχοντες βόας [<πολίετον>· ἀκρόπολιν] <πολιῆς>· λευκῆς <πολιῆται>· πολῖται, ἀστοί <πολιήτας>· πολίτας, ἀστικούς <πόλιν>· τὴν χώραν <πόλιν Μύνητος>· Λυρνησσόν <πολιοῖο>· λευκοῦ <πολιόν>· λευκόν <πολιόν τε σίδηρον>· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον <πολιορκία>· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως <πολιός>· γέρων <πολιοῦχοι>· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς <πόλις>· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον <πολίσσαμεν>· τὴν πόλιν ἐτειχίσαμεν <Πολιτεία>· ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ ἡ πρᾶξις <πολιτεύεται>· πράττει. ἀναστρέφεται <πολιτεύμασι>· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι <πολίτης>· ὁ συμπολιτευόμενός τινι καὶ συνών <πολιτικός>· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος <πολιτογραφεῖ>· πολιτικὰ γράφει <πολίχνια>· πολύδρ[ε]ια. πόλις <πολίων>· πολλῶν. καὶ τῶν πόλεων <πολλά>· πολλαχῆ πολλὰ δέ οἱ κραδίη πόρφυρε <πολλὰ δέ>· πυκνῶς, συνεχῶς δέ <πολλαπ(λ)οῦν>· πολλαπλασίονα <πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος <πολλαχρόν>· καλόν <πολλέων>· πολλῶν <πολ[λ]έων>· πολυκίνητος <Πόλλιος οἶνος>· λευκός <πολλὴ φαρέτρα>· πολλοὶ τοξόται <πολλόγειος>· ἡ ψιθ[ε]ία σταφυλή *<πολλῷ μᾶλλον>· πολλῷ πλέον <πολλοστόν>· πολύν. ἢ τυχόν <πολλοῦγε καὶ δεῖ>· πολλὰ χρή. οὐδαμῶς [<πολυκρανίη>· πολυαρχία] <πολλὸν ἄριστος>· κατὰ πολὺ κράτιστος <πόλος>· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν. κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων <πολοῦνται>· περὶ τὸ αὐτὸ ἀναστρέφονται <πόλτος>· τὸ πυανεψίων ἕψημα <πολύ>· ἀντὶ τοῦ μέγα <πολυάϊκος>· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων <πολύαινε>· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε <πολυάϊξ>· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας <πολυάνδριον>· τάφος πολυχώρητος, μνῆμα <πολυάρ[ρ]ητος>· πολύευκτος <πολυαρκῶς>· τελείως ἀρκῶν <πολύαρνι>· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης <πολυβέλεμνοι>· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν <πολυβενθέος>· πολὺ βάθος ἔχοντος <Πολύβοια>· θεός τις ὑπ' ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη <πολυβότειρα>· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα <πολύβουλος>· συνετή *<πολύδοτος>· κοχλιοειδής <πολυβοῦται>· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες <πολυβούτης>· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος <Πολύβῳ τροφεῖ>· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα [<πολυγάστονα>· πολυστένακτα] <πολυγηθές>· πολυχαρές <πολυγηθέες ὧραι>· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι <πολυγηθέος>· πολλαχῶς χαίροντος <Πολυγνώτου> τοῦ ζωγράφου <ὄνος> ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε- στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ <πολυδαίδαλον>· πολύκοσμον, πολυποίκιλον <πολύδακρυ>· πολύθρηνον <πολυδάκρυτον>· πολλῶν δακρύων αἴτιον <πολυδάμνων>· πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων <πολυδειράδος>· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ λόφους. <Δειρὰ> δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ- ρεται <πολυδέσμου>· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι <πολυδευκέα φωνήν>· πολλοῖς ἐοικυῖαν <πολυδήνεα>· πολύβουλον <πολυδίψιον>· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· <ἶψαι> γὰρ τὸ βλάψαι καὶ διαφθεῖραι. ἢ πολυπόθητον <πολύδωρος>· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος <πολυειδής>· ποικίλος <πολυέλικτον>· πολύκυκλον <ἁδον(άν)> <πολύευκτον>· τίμιον. πολυπόθητον <πολυζύγῳ>· πολυκαθέδρῳ <πολυήρατος>· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς <πολύηρος>· πολυάρουρος. πλούσιος <πολυηχέα φωνήν>· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην <πολύθεστος>· πολυαγάπητος. πολύσεπτος <πολύθροον>· πολύηχον <πολυθρύλλητα>· πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα <πολυθύσανε>· "<Ἄρτεμι πολυθύσανε κούρα>" διὰ τὸ θυσάνοις καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο- λυθώϋκτος. ἢ πολυθυσίαστος [<πολυΐακος>· πολυόρμητος] <πολύϊδρις>· ἐμπειρότατος <πολυκαγκέος>· πολυξήρου *<πολυκαγκέα>· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον <πολυκερδέα>· πανοῦργον <πολὺ κέρδιον>· πολὺ βέλτιον <πολύκεστος>· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ *<πολυκηδές>· πολλῶν κακῶν αἴτιον (*)<πολυκηδέος>· πολυφροντίστου <πολυκέφαλος>· τῶν κιθαρῳδικῶν τι μέλος <πολυκληῖσι>· πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας <πολύκλητοι>· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί <πολύκμητον>· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον <πολύκνημον>· δύσβατον, ὀρεινόν [τραχὺς τόπος <πολύκοινον>· πᾶσι κοινόν <πολυκοιρανίη>· πολυαρχία <πολύκρημνος>· δύσβατος, ὀρεινός ..... <πολυκτόνον>· πολλοὺς κτεῖνον *<πολυκτήμων>· πολλὰ κτήματα ἔχων <πολυκυλίνδητος>· πολλαχοῦ κυλιόμενος [<πολυλάϊιστον>· πολυλιτάνευτον, πολύευκτον] [<πολύλευκτον>· πολυπλάνητον, πανταχοῦ περιφερές] <πολυλήϊον>· πλούσιον <πολυλήϊος>· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων <πολύλιστον>· πολυλιτάνευτον <πολυμερές>· εἰς πολλὰ μεριζόμενον <πολυμέρμερον>· πολυμέριμνον <πολυμερῶς>· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων <πολύμηλον>· πολυπρόβατον [<πολυμῆναι>· πολύβουλε] <Πολυμήστωρ>· ὄνομα κύριον <πολυμήτης>· πολύβουλος, πολύφρων <πολυμήχανε>· συνετέ, πολύτεχνε <Πολυμνήστ(ε)ιον ᾄδειν>· εἶδός τι μελο[ς]ποιΐας τὸ Πολυμνήστ(ε)ιον. ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ <πολυμνήστην>· ἀγαθήν, σώφρονα <Πολυμνία>· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον <πολύμυθος>· φλύαρος. περίεργος <πόλυντρα>· ἄλφιτα <Πολύξενος>· εἷς τῶν (ρ#) ἡρώων <πολύξεινος>· ἡ γῆ <πολύοπτος>· πολυθέατος [<πολυορκῆσαι ἢ] πολιορκῆσαι>· κυκλεῦσαι πόλιν στρατῷ <Πολυπαίδης>· παρῴδηται ἐκ τῶν Θεόγνιδος· "<βολβὸν ἐπαινή- σω> ......." <πολυπαί(πα)λος αἰθήρ>· πεποικιλμένος. οὐχ ὁμαλός <πολυπάμ[μ]ονος>· πολλὴν κτῆσιν ἔχοντος <πολυπάμ[μ]ων>· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. <Πάμ- [μ]ατα> γὰρ τὰ χρήματα <πολυπενθέος>· πολυπαθοῦς <πολυπίδακα>· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς <πολυπιδάκου Ἴδης>· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων ἐκβολάς, ἢ πολλὰς πηγάς <πολυπήμονα>· πολυβλαβῆ <πολύπιστος>· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην <πολυπλάγκτοις>· εἰς πολλὰ μέρη πλανωμένοις <πολυπλάγκτου>· πολυπλανήτου, πανταχοῦ περιφερομένου <πολύπλοκος>· πολύτροπος <πολύποδες>· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν <πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών> <πολυπράγμων>· περίεργος <πολυπτύχου>· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα <πολύῤῥην>· ἢ πολυπρόβατος, ἢ πολύαρνος <πολύῤῥην>· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα <πολύῤῥητος>· πολύφραστος *<πολυῤῥήτοισι>· πολυπόνοις <πολυσκάρθμοιο>· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ- που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου <πλουσμαράγοιο>· πολυήχου, ἠχητικοῦ <πολύσπειρον>· πολυέλικτον <πολυσπερέων>· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν <πολύστιπτος>· πολυπόρευτος <πολύστονα>· πολλῶν στεναγμῶν αἴτια <πολυσφέλμου>· πολυφλοίου <πολυσχιδῆ>· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον *<πολυσχιδές>· πολυμερές <πολυτελῆ>· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια <πολυτιμητίζειν>· [πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι] <πολύτλας>· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα- λαίπωρος <πολυτρήρωνα>· πολλὰς περιστερὰς ἔχουσαν <πολυτλήμων>· ὑπομονητικός <πολύτροπος>· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά- νοιαν ὑφ' ἕνα καιρόν <πολυτρόπως>· διαφόρως, ποικίλως <πολυφασίας>· πολυλογίας <πολύτορον δέρμα ἐχίνου>· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου- σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν <Πολύφημον>· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος <πολυφλοίσβοιο>· πολυταράχου, πολυκινήτου <πολυφόρβου>· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης <πολυφραδέος>· πολυκερδοῦς. ἢ λίαν συνετοῦ <πολυφραδέστερον>· συνετώτερον. λογιώτερον. πολυκερδέστερον <πολύφρονα>· σώφρονα, συνετόν, φρόνιμον <πολύχαλκον>· ἰσχυρόν, στερεόν <πολυχανδέα>· πολλὰ χωροῦσαν <πολυχε(ι)ρία>· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων <πολύχουν>· πολυειδές <πολύχους>· πολυφόρος <Πολυώνυμον>· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος <πολυωπόν>· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον *<πολυωρήσεις>· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις <πολυωρεῖ>· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ <ὀλιγω- ρεῖν> ὀλίγον φροντίζειν. διὸ καὶ τὸν <ὀλίγωρον> ἀμελῆ λέγουσιν <πολφοί>· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα *<πόμφυκα>· τὸν κόγχον <πόμα>· πόσις [<πόμαλα>· τρόπον τινά] <πομάτεσι>· πόμας(ς)ι <πομμοῦσαν>· ὁμιλεῖν <πομπεῖα>· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ- πῆς ἀποτίθεται <πομπεῖ>· πομπευτῇ <πομπεύει>· κατασχολάζει <πομπεύων>· περιάγων. καὶ τὰ ὅμοια <πομπή>· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή <πομπῆες>· προπομποί, οἱ προπέμποντες, ὁδηγοί <πομπηγορῶσι>· προπέμπουσι <πομπίλος>· ποιὸς ἰχθῦς <πομπός>· ὁδηγός, προπέμπων <πομποστολεῖ>· ἐκπέμπει τὸν πλοῦν <πομποῦ>· ὁδηγοῦ [<πομπυσμάτων>· συρισμάτων] [<πομποβόλῳ>· πέντε ὀβελίσκους .....] <πομπῶν>· ὁδηγῶν <πομφαγωγεῖ>· τὴν πομπὴν ἄγει <πομφαγεῖται>· φυσοῦται. ἀναβράζει <πομφόλυγες>· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις <πομφόλυξ>· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί <πονεῖν>· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν <πονέεσθαι>· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια <πονέοντο>· ἐνήργουν <πονεύμεναι>· ἐπειγόμεναι *<πομφυίζεσθαι>· αἰσχύνεσθαι <πονήματα>· κόποι <πονηρία>· ἐπιπονία <πόνηρον>· ἐπίπονον. κακοπαθῆ <πόνηρος>· τὰ αὐτά <πονηρός>· κακός, δεινός, κακοῦργος <πονήσατο>· κατειργάσατο <πονίωμεν>· πονῶμεν <πόννα>· τὸ γράφος. ἢ μάγος <πόννος>· μάγος <πόνος>· ἄλγος, ἐνέργημα ὀδύνης <πόντια ῥάκ[κ]η>· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα <ποντινοί>· σπόγγοι <ποντοβρόχους>· ὑπὸ θαλάσσης βρεχομένους <ποντόθεν>· ἐκ πελάγους <πόντος>· θάλασσα, πέλαγος <ποντοπόροιο>· θαλασσοπλόου <ποντοπόροις>· θαλασσοπλόοις <ποντοπόροισι>· πλωταῖς <ποντοπόρος>· πέλαγος διαπορευομένη, πελαγοδρόμος <πόντου Ἰκαρίοιο>· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά- ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος <πόντῳ κεκλιμένοι>· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης <πόνῳ πονηρός>· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ <πόπανα>· πλακούντια ἀπὸ ἄρτου <πόπαρ>· πατήρ. καὶ πατρὸς πατήρ <πόποι>· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο- νές εἰσι <πόποι>· καὶ ἔστιν· ὦ δαίμονες <ποπ(π)ύσματα>· κολακεύματα <πόρ>· ποῦς. Λάκωνες <πόρδαλις>· ὁ ἄρσην, ἡ δὲ θήλεια <πάρδαλις>. ὁ μὲν ἀπὸ τοῦ προα- λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι <Πορδοσελήνη>· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος <πόρε>· παρέσχε <πορεῖν>· δοῦναι *<πόρε>· περιεποίησε, παρέσχε *<πόρεν οἱ ἐπιεικές>· παρέσχεν αὐτῷ τὸ πρέπον <πορεύου>· ἄπιθι, ὕπαγε <πορεύς>· πορθμεύς <πορεῦσαι>· πέμψαι, ἀγαγεῖν <πορεύσατε>· ἄγετε <πορθεῖν>· προνομεύειν, ὀλλύειν <πορθεῖται>· [ἀναλίσκειν <πόρθησις>· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή <πορθμεύς>· κωπηλάτης <πορθμεύ[ς]εσθαι>· διαβαίνειν. πλέειν <πορθμῆες>· πορθμεῖς καὶ <πορθμῆς>· πορθμεῖς. καὶ ὄνειροι οἱ δια- πορεύοντες <πορθμεῖον>· σκαφίδιον διαπερ(αι)οῦν μισθῷ <πορθμός>· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα <πορθμῷ>· διαπεράματι <Πορθόμιν>· γένος ἐπιφανές <πόρθος>· πτόρθος, κλάδος, βλαστός <πορθυγγίς>· σπατίλη. τρίβολον <Ποριεῖς>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς <πορίζει>· κερδαίνει *<πορεία>· ὁδοιπορία <πόριμον>· εὐπόριστον. πορευτόν <πορισμός>· μηχάνημα <πόριπα>· πόρτις. ποριστής <πορίσονται>· περιποιήσονται <πορίσω>· κατασκευάσω <πόρκας>· ἐλάφους. ἢ ταχύ <πόρκης>· δακτύλιος <πόρκος>· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν <πορνάμεν>· πωλεῖν <πορνάμεναι>· κεντούμεναι. πωλούμεναι <πορν[ι]οκόπος>· ἑταιροτρόφος. πόρνος <πόρνῳ>· παιδὶ ὡραί(ῳ) <πόροι>· ποταμοί <πόροις>· χαρίσαιο <πόροις>· ὁδοῖς <πόρος>· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή <πόρπαμα>· χλαμύς <πόρπαξ>· ἡ λαβὴ τοῦ ὅπλου <πόρπη>· [ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ τῆς χλανίδος ἡ περόνη <πόῤῥω>· πόῤῥωθεν, μακρόθεν <'ποῤῥώξ>· ἀπόῤῥοια <πόῤῥω τέχνης>· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι <πορσαίνει>· κοσμεῖ. θεραπεύει. κατασκευάζει *<πορσανέουσα>· ἑτοιμάσουσα. ἐπιμελησομένη <πορσαίνεσκον>· διήγειρον. παρεσκεύαζον <πορσανέων>· εὐτρεπίζων *<πορσανέουσα>· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα <πορσῦναι>· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι <πόρσυνε>· διήγειρε. παρεσκεύασεν <πορσύνεται>· ὁδεύεται <πορσύνουσα>· ἐρεθίζουσα <πορσύνων>· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων <πορσώτατα>· τὰ πόῤῥω καὶ μακράν <πόρσω>· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι <πορτάζει>· δαμαλίζεται [<πόρτα>· πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου] <πορτάκι[ν]ον>· μοσχίον *<πόρτακι>· μόσχῳ. ἢ δαμάλ(ε)ι <πόρτακος>· ὦμος <πόρταξ>· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον [<πορτικός>· στοά] <πόρτις>· δάμαλις, ἢ νέα βοῦς <πορτιφόροι>· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων *<πορτμίς>· κατὰ τὴν ὀμφαλόν <πορύνωμεν μᾶζαν>· τῇ χειρὶ προσπιέζωμεν <πορύναν>· μαγίδα <πορφίτῳ>· περόνῃ <πορφύρει>· ταράττεται. φροντίζει. μελανίζει <πόρφυρεν κραδίη>· ἐμερίμνα ἡ καρδία <πορφύρεον>· πόρφυρον. μέλαν <πορφύρεος θάνατος>· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης <πορφύρεται>· διαλογίζεται *<πορφύρει>· μελανίζει. ταράττει. πορφυρίζει <πορφυρίων>· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός <πορφύροντες>· κακοτεχνοῦντες <πορφυρώματα>· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα <πόρωσι>· χαρίσονται. δώσουσιν <ποσαπλῶς>· πολλαχῶς. ἀναριθμήτως <ποσαχῶς>· κατὰ πόσους τρόπους, πολλαχῶς [<ποσάως>, μερικῶς] <πόσε>· ποῖ. ποῦ <πόσθη>· τοῦ αἰδοίου τὸ δέρμα <πόσθιον>· αἰσχρόν. ἀνδρεῖον <πόσθων· πόσθην> τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. <πόσθωνας> δὲ παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις *<πος(.)ί>· τοῖς ποσί *<πόσιας>· τοὺς ἄνδρας *<ποσὶ δατεῦντο>· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν <Ποσειδάων>· Ποσειδῶν <Ποσείδεα>· ἑορτὴ Ποσειδῶνι τελουμένη *<Πος[ε]ιδήϊον>· τὸ τοῦ Ποσειδῶνος <πόσιν>· ἄνδρα <πόσιος>· πότου <πόσιος>· ἀνδρός <πόσις>· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος <ποσότης>· ἀριθμός. μέτρον <ποστημόριον>· ὀλίγον μέρος <πόστον>· πόσον <πόστος>· ποῖος <ποσῶς> καὶ <πή>· μερικῶς <ποταμηδόν>· δίκην ποταμοῦ <ποτανόν>· πτηνόν, πετεινόν <ποτάγχυμεν>· προσορμίζομεν <ποταίνιον>· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς <ποταμός>· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ τοῦ ἥπατος σημεῖον <ποταμόχωστος>· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος <πόταρος>· γνώριμος <ποτᾶται>· πέταται <ποτεκλεπτόμαν>· προσεπορευόμην <ποτεκχετήρια>· τορνευτήρια <πότερον>· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο <πότερον>· ἓν ἐκ δύο, ἕν <πότερος>· ἕτερος <ποτή>· ποτηνή. πτηνή <πότημα>· ποτήριον. ἢ ὁ πότος αὐτός <ποτήν>· ἰδέαν. οἱ δὲ πτῆσιν <ποτήρ>· μέτρον ποιόν <ποτητύν>· τὸ πίνειν <ποτί>· πρὸς τί <ποτὶ γαίῃ>· πρὸς τῇ γῇ *<ποτὶ δέ>· πότε δέ <Ποτίδαια>· ὄνομα πόλεως <ποτιδέγμεναι>· προσδεχόμεναι <ποτιδέγμενοι>·] οἴνῳ δαμασθέντες <ποτιδέγμενος>· προσδεχόμενος <ποτιδέρκεται>· προσβλέπεται <πότιδε>· φάναι, ἐκφάναι <ποτιδόρπια>· προσσίτια <ποτὶ ἑσπέρᾳ>· πρὸς τῇ ἑσπέρᾳ <ποτίκρανον>· π(ρ)ό(ς)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον ὑπηρές[ς]ιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες <ποτιόσσεται>· προσδοκᾷ [<ποτὶ πλάδεσσιν>· ἐπὶ ταῖς θαλασσίαις (πέτραις)] <ποτιρόμενος>· ἐρωτῶν. ἢ μαινόμενος <ποτὶ φῦλα>· πρὸς τὰ ἔθνη <ποτὶ χόρτον>· πρὸς ᾠκοδομημένον τοῖχον <πότμον>· μόρον, θάνατον <πότμος>· μόρος. ἢ κατασκευή <πότμῳ>· μόρῳ κατασκευαστῷ <πότνα>· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με- σήτρια <ποτνιᾷ>· ἱκετεύει, παρακαλεῖ <πότνια γῆ>· καλὴ γῆ <ποτνιάδες>· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας αἴτιαι <ποτνιάζου>· εὔχου, παρακάλει [<ποτνιάζειν>· τὸ παιδικοῖς χρῆσθαι. <πότνιον> γὰρ τὸν δακτύλ(ι)ον λέγουσι] <ποτνιᾶται>· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ <ποτνιῶμαι>· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ' οἰμω- γῆς ἱκετεύω <ποτοῖο>· ποτοῦ <ποτόμφει>· προσόζει <πότος>· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν <ποτωμένας>· διατριβούσας <ποτῶνται>· πέτονται <ποῦ>· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ <πούανοι>· κύαμοι ἑφθοί, ὄσπριον <ποῦ κῆχος>· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι <πο(υ)λυβότειρα>· πολλοὺς βόσκουσα καὶ τρέφουσα <πο(υ)λὺν ἐφ' ὑγρήν>· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης <πο(υ)λύπους>· τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων <πο(υ)λύποδος δίκαν>· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει <ποῦμμα>· ἡ τῆς χειρὸς πυγμή <πουνιάζειν>· παιδικοῖς χρῆσθαι· <πούνιον> γὰρ ὁ δακτύλιος *<ποῦ νύ τοι>· ποῦ δή σοι <πούρδαιν>· μαγειρεῖον. Λάκωνες <πουρέακος>· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ- πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. <Πουστάκους>. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν *<ποῦ τοι τόξον>· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία <ποῦ(τ)ριν>· σαπρόν <πουφορούζεται>· σικχαίνει [<πρ.άγει>· ὑπερέχει. ὑπερβάλλει. διαφέρει] <πράγματα>· δυσχέρειαι <πραγματεία>· σύγγραμμα βίβλου ἢ λόγων <πραγμάτοιν>· πράγματα δυϊκῶς <πραγορίτης>· οἶνός τις <πραθεῖν>· πορθῆσαι. ἐξελεῖν <πραθενεύεσθαι>· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις [<πραιέναι>· ἐλθεῖν] <πραίκων>· κήρυξ <πραῖνοι>· πρηνίζειν. καταστρέφειν <πράκες>· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν διαβεβλημένων ἐπὶ μοχθηρίᾳ <πράκνον>· μέλανα <πρακτικόν>· ἀνυστικόν <Πράκτιον>· πόλις Τροίας <πράκτορες>· ἀπαιτηταί [<πράληξ>· ὁ λίαν ἀγροῖκος] <πράμνη>· δίκελλα. ἄμπελος <Πράμνιος οἶνος>· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον οἴνου. καὶ σκληρὸς οἶνος <πρανές>· κατάβασις. καὶ <πρανής> <πρανῆ>· κοῖλα <πρανιχθέντα>· πεσόντα ἐπὶ στόμα <πρανόν>· τὸ κατωφερές, πρανές <πρανώ>· ἀκρίδος εἶδος *<πρᾷος>· συνετός. ἥσυχος <Πραξιεργίδαι>· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες <πράξεις>· βίοι. ἢ διαθῆκαι <Πραξιδίκη>· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως <πράξ[ε]ιν λάβοι> ........ <πρᾶξις>· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος <πραπίδες>· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι <πραπίδεσσι>· φρεσί, διανοίαις <πραπίδων>· φρενῶν, διανοιῶν <πραπίς>· φρήν, διάνοια <πράσα>· τὰ βρύα καὶ τὰ φυκία <πρασιαί>· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ τὸ ἐπὶ πέρασι τῶν κήπων <πρᾶσις>· ἀγορασία <πρασοκουρίς>· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα <πρασόργην>· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν <Πράστιλλος>· πόλις Θρᾳκίας <πρατάνιον>· μαλλόν <πρατασία>· κατευχὴ ἀρχομένης ἀροτριώσεως <πρατήνιον>· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ- νου συνουσίας <πρατίας>· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων <πράττει>· μέλλει. ἐργάζεται <πρατά>· ἡ νουμηνία <πραϋμενῶς>· προθύμως. πράῳ τῷ μένει χρώμενος <πραΰνει>· κατασιγαίνει. κατακοιμίζει <πραΰνεται>· μαλάσσεται <πραϋπάθειαν>· πραΰτητα <πρᾴως>· ἡμέρως <πρεκνόν>· ποικιλόχροον <ἔλαφ[ρ]ον> <πρέμνα>· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων <πρέμνια>· τὰ πάχος ἔχοντα ξύλα <πρεμνιάσαι>· ἐκριζῶσαι <πρέμνον>· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ <τὸ> τῆς ἀμπέλου πρὸς τῇ γῇ <πρέμνον> <πρέμνον ἑστίας>· τῆς οἰκίας θεμέλιος <Πρεμνουσία>· κρήνη ἐν τῇ Ἀττικῇ <πρέπις>· ὡμοίωσαι <πρέπον>· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον <πρέπον>· τέρας. Κύπριοι <πρεπτά>· φαντάσματα, εἰκόνες <πρέσβα>· ἔντιμος, πρεσβυτάτη, σεμνή <πρεσβεῖα>· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά <πρεσβείη>· τιμὴ μείζων <πρέσβειρα>· προτιμητή. ἀρχηγέτις <πρέσβεις>· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ <πρε- σβευταὶ> μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης <πρεσβεύειν>· προτιμᾶν, ἄρχειν. μεγαλύνειν <πρεσβεύοντες>· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες <πρεσβήϊον>· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ <πρεσβῦται> ἔντιμοι <πρεσβυγένεια>· παλαιοτέρα γένεσις <πρέσβυς>· γέρων. καὶ ὄρνις ὁ τρόχιλος <πρεσβυτάτη>· ἐντιμοτάτη <πρεσβύτερος>· μείζων. φρονιμώτερος <πρεσβύτερος Κόδρου>· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν <πρεσβύτης>· γέρων. ἡλικία τις .......· πρέσβυς. [αἰοράνομος *<πραιτώριον>· τόπος, ἔνθα συνάγεται ὁ λαός <πρευμενές>· ἵλαον, εὔνουν, πρόθυμον <πρευμενοῦς> ........· πρᾶον <πρέψας>· εἰκασμένος, εἰκασθείς <πρηγορεών>· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ σιτία <πρηγορεύων>· προαγορευτής, ἢ δημοκόπος <πρῆθμα>· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη <πρήϊον>· πρότερον <πρηκτῆρα[ι]>· δραστῆρα. ποτὲ δὲ ἔμπορον· πρηκτῆρά τε ἔργων· ἃ δεῖ πράττειν δηλοῦντα <πρημάδες> καὶ <πρῆμναι>· εἶδος θυννώδους ἰχθύος [<πρήν>· ταῦρος] <πρηνέα[ς]>· ἐπὶ πρόσωπον <πρηνής>· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ- ναι, νέον δὲ ἤδη <πρήνιξε>· κατέβαλεν <πρηνιχθέντα>· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα <πρῆξαι>· πρᾶξαι <πρῆξαι δ' ἔμπης>· πρᾶξαι δ' ὅμως <πρῆξις>· ἄνυσις <πρηροσία>· θυσία Ἀθήνησι <πρῆσαι>· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι· πυρὸς δηΐοιο θύρετρα καί· δάκρυ' ἀναπρήσας ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους <πεπρη- μένους> φαμέν <πρῆσεν>· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε <πρηστήρ>· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου τοῦ τραχήλου ἡμῶν φλέβας <πρηστῆράς> φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ- ρανοῦ <πρητῆνας>· τοὺς ἐνιαυσίους ἄρνας <πρηών>· τὸ ὑπερέχον <πριάμενος>· ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον] <πριαμωθήσομαι>· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρός- ωπον ξυρίας ἐστίν <πρίατο>· [ἀγοράσειεν <πρίεται>· φυς(ι)οῦται <Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως>· Ἑλλησποντιακῆς. τὸν Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι [<πριμικήριος>· ὁ πρῶτος τῆς τυχούσης τάξεως <πριμιλιγίων>· τιμίων] <πρίν>· πρότερον <πρὶν ἐγκύρσαι (δύᾳ)>· πρὶν πλησιάσαι τῆς κακοπαθείας <πρίν μιν>· πρὶν αὐτόν, ἢ αὐτήν [<πρινής>· ἐπὶ πρόσωπον πεσών] <πρινοκόπος>· κοπῶν <πρίονας>· χερῶν τοὺς δεσμούς <πρίοπες>· τὰ ὑγιῆ ἔχοντα [<πριούατον>· τόπος ἐργαστηρίου] <πρισμοῖς>· ταῖς βιαίοις κατοχαῖς <πρίστης>· ῥίνη. πρίων <πρίω>· ἀγόρασον <πρίων>· ἀγοράζων <πριώμασι>· πρίσμασι <πρό>· τό τε σύνηθες· καρπαλίμως πρὸ νεῶν ἐχέμεν καὶ ἀντὶ τοῦ ἀπό· ὄψου (τ') ἄσαιμι προταμών <προάγεσθαι>· ἐπεξεργάζεσθαι <προαγαγών>· ..... <προαγεύων>· προξενῶν <προάγομαι>· προέρχομαι <προάγομεν>· προφέρομεν, προτρέπομεν <προαγορεύσας>· προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ' αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας <προαγόρευσις>· προφητεία <προάγων>· ἀρχόμενος <προαγωγός>· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής <προαθύροντες>· προσπαίζοντες <προαιρεῖται>· προκέκληται. προτιμᾶται <προαίρεσις>· ἐπιλογὴ καλοῦ ἢ κακοῦ <προακτικόν>· προβαῖνον <προαλεῖ>· καταφερεῖ, καταβατῷ <προαλεστάτην>· προπετεστάτην, προχειροτάτην <προαλής>· προπετής, πρόχειρος <προαμείψασθαι>· προαλλάξασθαι. παρελθεῖν <προαμεῦσαι>· ὁμοίως <προαμευτής>· ἐργάτης προηγούμενος <προαναθρήσας>· προσιδών <προαναθρούσης>· προαναβλεπούσης <προαναθρώσκειν>· προπηδᾶν <προανακρούεται>· ἀναχαιτίζει <προανάσχοι>· προανεκτείνει(ε) <προαπίδων>· φρενῶν, διανοιῶν <προαρτᾷ>· προαρμόζει, προτείνει <προασπιστής>· πρόμαχος, βοηθός [<προάστεων> καὶ] <προάστειον>· πρὸ τῆς πόλεως <(π)ροαύλια>· τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ <προάμβουλα> τὰ προκιθαρίσματα <προβαλ[λ]εῖ>· ἐρωτήσει <προβαλ[λ]εῖν ἄρνα>· πόλεμον ἐπαγγεῖλαι <προβαλοῦ>· ἐρώτησον *<προβαλλομένοις>· ἐρωτῶσιν *<προβαλοίμην>· ὑπερβαλοίμην <προβαλ(λ)ός>· ἀσπίς <προβάς>· ὑπερβάς <πρόβασι>· βοσκήμασι <πρόβασις>· ἡ τῶν βοσκημάτων κτῆσις <πρόβατα>· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια <πρόβατα πεδι(α)κά>· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα <προβατήματα>· πρόβατα <προβατοπώλης>· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας Ἀσπασίαν τὴν πόρνην <προβέβηκας>· ἀριστεύεις. προκόπτεις <προβέβουλα>· προκέκρικα, προέκρινα <προβιβάζεται>· προκόπτει <προβιβάς>· προβαίνων <προβιβάσαντα>· προάξαντα <προβιβασθείς>· προαχθείς. [πραχθείς] <προβιβάσθων>· προβαίνων *<προβιβάσις>· πρ[ο]άξεις <πρόβλημα>· πρόλογος *<προβλῆ[μα]τι>· ἐξέχοντι <προβλῆτας>· τὰς ἔξω προβεβλημένας τοῦ τείχους στήλας τε προβλῆτας ἐμόχλε[υ]ον <προβλώσκειν>· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι <προβόλιον>· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς <πρόβολοι>· λίθοι <πρόβολος>· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί- θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος <προβόλων>· λίθων *<προβολή>· ἐξοχή <πρόβονεν>· ἐπέρανεν <προβοσκίς>· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ- φαντος <πρόβουλος>· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος <προβοῶντες>· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες <πρὸ γὰρ ἧκε>· προέπεμψε γάρ <προγέν(ε)ος>· εὐγέν(ε)ος <προγενέσθην>· παραγενέσθην <προγενέστερος>· πρεσβύτερος <προγενής>· ὁ προγεννώμενος <προ[ε]γένοντο>· παρεγένοντο <προγονεῦσαι>· προελθεῖν <προγωνίαν>· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον, ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ <πρόγονοι>· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ' αὐτοὺς <μέτας(ς)αι, ἕρ- σαι> ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι· ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτας(ς)αι, χωρὶς δ' αὖθ' ἕρσαι <πρόγονος>· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ <προγόνων>· πατέρων <προγράμματα>· ἐκθέματα <προδανίς>· πρότερον <προδέδαεν>· προμεμάθηκεν <πρὸ δέ μ' ἧκε>· προέπεμψε δέ (με) <προδέξαντες>· προδείξαντες <πρόδηλος>· προφανής <προδιαλαβεῖν>· ...... <προδιασύρας>· παραβὰς τὰς συνθήκας <προδικεῖν>· ἐπιτροπεύειν <πρόδικος>· συνήγορος <προδοκάζων>· παρατηρῶν, ἐνεδρεύων <προδοκῇσι>· προενέδραις, προόδοις <πρόδομος>· προστάς, πρόστωον <προδόμῳ>· προστάδι, προστόῳ <πρόδοσιν>· προδομάτιον <πρόδρομα>· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα <προδωμάτιον>· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον <προεγκεῖσθαι>· προϋπάρχειν <προεδρία>· προκάθισις. προτίμησις <πρόεδρος>· ἀρχη(γὸς) πολιτείας *<προέδωκεν>· προεχώρησεν *<προέηκε>· προέπεμψεν <πρὸ ἕθεν>· πρὸ αὑτοῦ <προέθεσαν>· προεθυμήθησαν <προεθέσπισαν>· προεφήτευσαν <προεθυμήθησαν>· μετὰ προαιρέσεως προσήνεγκαν <προ[ε]ιάψαι>· προπέμψαι <προ[ε]ιδόμενοι>· προγνόντες <προείλατο>· ἐπελέξατο, ἠθέλησεν <προείλετο>· οὐ προείλατο <προείληπται>· πρόληψιν ἔχει, ὑπονενόηται <προειλόμην>· προέκρινα <προείλου>· οὐ προείλω [<πρόειμε>· πλησίον γείτων <προείου>· καταντίου] <προεισπεπ[τ]αικότες>· προεισελθόντες <πρόειται>· παραδέδοται <προε[κ]τικός>· χαριστικός <προέλευσις>· τὸ προελθεῖν <προέλοιτο>· προτιμήσειε *(<προελόμενος>·) προθέμενος <προελόμενοι>· ὁμοίως <προελόμενος>· ἐπιλεξάμενος <προέμβολος>· μέρος τι τῆς νεώς <πρόεμε>· προέπεμψα <πρόεμεν>· προέπεμψεν <προέμενος>· προδώσας, προαφείς, ἐκδιδούς <προεννέπειν>· προαγορεύειν <προέντες>· προδόντες [<προενώπια>· ἔμπροσθεν] <προεξαναστῆσαι>· πρὸ τοῦ καθήκοντος ποιῆσαι <προεργῆσαι>· προέσται <προέρες(ς)αν>· προήλασαν <προέρυσσεν>· καθείλκυσεν <προερύσαι>· προελκύσαι <προέρυς(ς)αν>· προε(ί)λ(κ)υσαν <προερχόμενος>· ἐξερχόμενος, προβαίνων <πρόες>· πρόπεμψον <προέσθαι>· προδοῦναι (<προέσθαι>· παραγίνεται) <προεστηκός>· ...... <προετικός>· χαριστικός <προετύπου>· προεδήλου <προέτυψαν>· προεχώρησαν <προέφηνε>· προέδειξε <προέχει>· ὑπερέχει <προεχεῖς>· [σπουδαῖοι,] κραταιοί <προεχόμεθα>· προβαλλόμεθα .......· πλέον κρατοῦνται [<προεψιᾷ>· προσαγορεύει] <πρόῃ>· προβαλῇ <προηγεῖται>· προοδηγεῖ, προπέμπει <προηγητής>· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ <προηγμένον>· προαχθέντα <προηγόρησαν>· προεῖπον *<προΐει>· προέπεμπε. προήρχετο *<προῆκε>· προέπεμψεν <προήκαμεν>· ἀφήκαμεν, παρελείπομεν <προήκατο>· ἀπέλυσε. προέδωκε. [προσηνέγκατο] <προήκεα>· κατὰ τὸ ἔμπροσθεν προηκονημένα <προήκει>· ἐξέχει. προβαίνει <προήκων>· προβεβηκώς <προῆκεν>· ἐξῆλθε, προῆλθεν <προῄρημαι>· θέλω <προῃρημένοι>· προθυμηθέντες [<προῃρήσαντες>· θελήσαντες] <προηρόσια>· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ προαρκτούρια καλεῖ <προήρτηται>· κρέμαται <προήσει>· προδώσει <προήσομαι>· προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω] <πρόηται>· προδώσει <προήχθη>· προετιμήθη. προετράπη <προθέει>· προτρέχει <προθέλυμνον>· αὐτόῤ(ῥ)ιζον <προθελύμνους>· προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ' ἄλλαις· προθελύμνους ἕλκετο χαίτας καὶ <σάκος τετραθέλυμνον> τὸ θέσεις τέσσαρας ἔχον, τετρά- πτυχον [<προθεμενισάμενος>· περιπτυξάμενος] <προθέντα>· προβαλλόμενον. ἐπαγγειλάμενον <προθεώμενος>· προορῶν <πρόθεσις>· προαίρεσις. προάπλωσις <προθεσμία>· καιρός, ὅρισις, διορία, ὅρισμα <προθεσπίζοντα>· προστάττοντα. ἢ προμαντευόμενον <προθεσπίζων>· προφητεύων <προθέων>· προτρέχων [<προθήβαι>· ἄρτιοι, ἀκμάζοντες] <πρόθημα>· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη <προθορών>· προπηδήσας <προθυμία>· χαρά <προθύμως>· ἱλαρῶς [<πρόϊαι>· ἄπιοι, αἱ πρῶται γινόμεναι] <προϊάλλειν>· προπέμπειν. προτιθέναι <προΐαλλεν>· προέπεμψεν <προΐαψεν>· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν *<προῖκται>· προδίδωσι <προϊείς>· προπέμπων <προΐεμαι>· προδίδομαι <προϊεμένη>· προβαλλομένη <προϊέμενοι>· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες <προϊ(ε)μένου>· προδόντος <προϊέναι>· προπέμπειν <προΐενται>· προάγονται [<προΐε[ς]ται>· προσποιεῖται. προσέρχεται] [<πρόϊζα>· πρῴην] <προϊζήσαντες>· προσκομίσαντες <προΐηλε>· [προετιμήθη. καὶ] ἐπεξέτεινεν <προΐθες>· προφανῶς. προβεβηκώς <προῖκα>· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον <προίξ> <προικός>· πονηρός. οἱ δὲ μωρός. [πτωχός] <προϊκέσθαι>· ἐφικέσθαι <προΐκτης>· πτωχός, προσαιτητής [<πρόϊ με>· προδώσεις με <πρόϊμον>· σῦκον προακμάζον <προΐομαι>· παρέρχομαι <προϊόντες>· προδόντες <προίρης>· πρώρας <προϊσμένη>· προβαλλομένη <προΐσταται>· ἐπιπολάζει] <προΐστορες>· μαρτυροῦντες <προΐσχεται>· προβάλλεται <προϊσχόμενος>· προβαλλόμενος <προϊσχομένου>· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος <προΐσχονται>· προβάλλονται <προΐσχοντο>· ἔδοξαν <Προιτίδες>· χάριτες <προϊχνεύει>· θεραπεύει <προϊών>· παρών <πρόκα>· εὐθύς, ἐξαίφνης. [δρόσος] [<προκαδέστερον>· προυργιαίτερον] <προκαλεῖσθαι>· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου <προκαλεῖται>· καλεῖ, προτρέπει [<προ[κ]αλέστερον>· ἑτοιμότερον] <πρόκας>· ἐλάφους <προκαταβολή>· ἐνθήκη <προκαταθήγεσθαι>· προακονᾶσθαι <προκαταθήσεσθαι δεῖ>· προκομίσασθαι δεῖ [<πρόκαυτα>· προειρημένα, προηκουσμένα] <προκείμενα>· παρακείμενα <πρόκειται>· παράκειται <προκελήδης>· προκελεῦσαι <προκέοιτο>· προκείμενος εἴη <προκεχηνότες>· πρὸς τὰ ἄνω βλέποντες <προκεχειρισμένον>· προβεβλημένον. ἡτ(ο)ιμασμένον <προκιθώνιον>· τὸ πρόρινον [<πρόκλησις>· κλῆσις ἐπὶ δίκης] <πρόκλητος>· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι <Προκλόνιον>· τόπος Θεσσαλίας <πρόκλυτα>· τὰ προειρημένα, προηκουσμένα <πρόκνις>· εἶδος ἰσχάδων <προκόλπιον>· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ <προκομίδην>· προκομίζει [<προκομίων>· προλειμάτων] <πρόκον>· ἠλίθιον <προκόνδυλα>· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί <Προκόν(ν)ησος>· πόλις, καὶ νῆσος παρὰ Κύζικον <πρόκοος>· [πόλις. ἢ] πονηρός <προκοπῆς>· αὐξήσεως <προκοττίς>· ἡ χαίτη <πρόκοττα>· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· <κοττὶς> γὰρ ἡ κεφαλή. καὶ οἱ ἀλεκτρυόνες <κοττοὶ> διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον <πρόκρισις>· προτίμησις <πρόκριτον>· ἐκλεκτόν, ἐκλελεγμένον <Πρόκρις>· θυγάτηρ Ἐρεχθέως <πρόκροσσαι>· ἐπάλληλοι, ἄλλαι ἐπ' ἄλλας. καὶ ναῦς αἱ κατ' ἀλλήλων νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι <προκρόσσας>· ἄλλας ἐπ' ἄλλαις, κλιμακηδόν <πρόκροσσον>· οὐ καθαροῦν, κλιμακωτόν <προκυκλίς>· ἡ π<ε>μνήστρια <προκυλινδούμενος>· προκυλιόμενος <πρόκυμον>· πρόθυμον <προκυνεῖν>· τὸ ἐγχωρεῖν <πρόκωνα>· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα <πρόληψις>· πρόγνωσις <προλόβιον>· τὸ προέχον τοῦ λοβοῦ <προλογίζει>· προλέγει <προλόγια>· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων [<πρόλογος>· ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ- γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών] *<πρόμαχοι>· βασιλεῖς. καὶ τὰ τείχη. <προμαχῶνες> δὲ οἱ ἐπὶ τῶν τειχῶν πρόβολοι <προμάδδας>· μάζας προμεμαγμένας <πρόμαλος>· μυρίκη. ἢ ἄγνος <προμαλχατεύειν>· μετατροπεύειν <προμαχεών>· πύργος <πρόμαχος>· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη <προμέν>, λέγοντες προαγωγοί <προμένε(ι)οι>· ῥοιαί τινες <προμήθεια>· πρόνοια, ἐπιμέλεια <προμηθέστεροι>· προνοητικώτεροι <Προμηθεύς>· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα <προμηθής>· σώφρων <προμηθούμενος>· προνοούμενος, προβλέπων <προμήτωρ>· πατὴρ μητρός <προμνηστῖνα(ι)>· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη- μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς <προμνηστ[ι]ῖναι>· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν <προμνήστρια>· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας <προμνώμενοι>· προμνηστευόμενοι <πρόμοις>· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις <πρόμολε>· πρόελθε <προμόλη>· ὁδός. προσδόκησις <προμόνη>· πρόμαχος. ἀντίδικος [<προμόνης>· προπετὴς καὶ προ[ς]πεσών. οἱ δὲ πρόθυμος. προ[ς]νενευ- κώς] [<πρόμου> ..· πρόβουλος] <πρόμοχθοι>· τὰ προβεβλημένα τῶν τοίχων <προμυλαία>· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι <προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν>· ἀντὶ τοῦ πρός(ω) χωρεῖ[ου] <Πρόνεως>· Ποσειδῶν <Προναίας>· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς <προνοεῖ>· ἐπιμελεῖται <πρόνοια>· προενθύμησις, ἐπιμέλεια, φροντίς <προνομαία>· προβοσκ[ης]ίς <προνομεύει>· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει <προνομία>· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία. ἢ διαρπαγή <προνομ(ι)ῶν>· προλημμάτων <προνοοῦ>· ἐνθυμοῦ, ἐπιμελοῦ <προνωπής>· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό- χειρος <προνώπια>· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ <ἐνώπια> τὰ ἔνδον, ὅπου αἱ εἰκόνες τίθενται <προνώπιον>· τὸ προκείμενον, οἷον πρόθυρον <προξενεῖ>· μαρτυρεῖ <πρόξενοι>· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους ὑποδεχόμενοι <πρόξενος>· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος <προοικίαι>· παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ <προοίμιον>· πρόλογος, ἀρχὴ παντὸς λόγου <πρόοιντο>· παραδώσουσι, δώσουσιν <προολεῖ>· καταλειπεῖ <πρόοπτον>· προφανές <πρὸ ὃ τοῦ>· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου <πρόουρον>· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ [<προπαδίζων>· προβαίνων πρὸ τῆς ἀσπίδος] <προπαιδεύματα>· προμαθήματα <προπαίσω>· προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις <προπαλῶς>· δαψιλῶς <προπάροιθεν>· ἔσθ' ὅτε ἐπὶ χρόνου· εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν <πρόπας>· ἅπας <προπάστεον>· τὸν πρὸ τῆς παστάδος τόπον <προπάτωρ>· πατρὸς πατήρ <προπεπηλάκισται>· καθύβρισται <προπέποται>· προδέδοται [<προπεριζόμενος>· ἀγκαλιζόμενος] <προπέτηλον>· πεποίηται ἀπὸ τοῦ <προπίπτειν> <προπετής>· προπίπτων πρὸ τοῦ λογισμοῦ <προπέφανται>· φανερόν ἐστι <προπεῶντες>· προεστῶτες <προπηλακίζει>· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ <προπηλακισμός>· ἐρεθισμός ἐξουδένωμα ......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος [<προπηνές>· ἔμπροσθεν κατωφερές] <προπίονι>· εὐθεῖ <προπίωμεν>· διὰ τοῦ οἴνου τιμήσωμεν <πρόποδες ὄρους>· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας τῆς Αἰγύπτου νήσους <προποδίζων>· προβαίνων <προποδών>· ἔμπροσθεν <πρόπολοι>· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται <προπρηνές>· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές <(προ)προκυλινδό[ύ]μενος>· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος. οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος <προπτόρθια>· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται <Προπυλαί(α)>· ἡ Ἑκάτη <προπύλαιον>· πρόθυρον <πρόπωνα>· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα <πρόρινον>· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος <πρόῤῥιζον>· σὺν ταῖς ῥίζαις ἀνασπώμενον <πρόῤῥησιν>· πρόλεξιν, προφητείαν <πρόῤῥησις>· λόγος. καὶ τὰ ὅμοια <πρός>· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί <πρὸς ἀγαθόν>· ἐπ' ἀγαθῷ, ἐπὶ καλῷ <προσαγγελία>· προσαγωγή <προσάγει>· προσέρχεται. προσφέρει <προσαγηόχασι>· προσήγαγον <προσαγόμενον>· ἀγαπήσαντα. προ(ς)κτησάμενον <προσαγορεύει>· ἀσπάζεται <προσαγορεύσας>· προσειπών. καὶ τὰ ὅμοια <προσαγορεύουσι>· καλοῦσι <προσαγωγή>· προσέλευσις <προσαγώγιον>· διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον <προσαθύροντα>· προσπαίζοντα <προσαιθ[ε]ρίζουσα πόμπιμον φλόγα>· πρὸς τὸν αἰθέρα ποιοῦ- σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα <προς.αίνων>· προσελκόμενος, προσαγόμενος <προσαίταις>· πτωχοῖς <προσακές>· ἐγγύς <πρὸς ἀκεσμόν>· πρὸς ὑγείαν <προσάκτριδες>· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες <προσαμύνομεν>· βοηθοῦμεν [<προσανεύουσαν>· εὐτρεπίζουσαν, στρωννύουσαν] <προσαν[τ]έχειν>· προσκεῖσθαι <προσάντης>· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής <προσαντίον>· ἐναντίον, ἀντίπαλον *<προσανέχων>· προσμένων. κουφίζων <προσάνων>· προσαύξων. <Ἄνειν> γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ- ξησιν [<προσαπῆλαι>· τιμῆσαι <προσαπειλή>· τιμή] <προσάπτει>· προσπλέκει, συνάπτει <προσαρασσόμενον>· προσρησσόμενον <πρὸς ἄρκτον>· [πρὸς μεσημβρίαν] <προσαύξω>· προ[ς]άγω <προσαυρίζουσα[ι] χερσαίᾳ τροχῇ>· ὑπὸ τῆς αὔρας ἡ <νοτὶς> προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· <ἐπαυ- ρεῖν> γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν <πρὸς αὔριον>· εἰς αὔριον <προσαυρών>· προστυχών [<προσαυσιάτω>· προσφωνείτω] <πρὸς αὐτήν>· περὶ αὐτήν <πρὸς αὐτοῦ>· παρ' αὐτοῦ <πρὸς ἀφοσίωσιν>· πρὸς τιμήν <προσάψας>· συνάψας <προσβαίνει>· ἐγγίζει <προσβάλλοιντο>· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως <προσβαλών>· προσελθών *<πρόσβαλον>· προσκατακλίθητι <προσβλητόν>· κολλητόν <προσβολή>· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή <προσβ(ωμ)ολοχεῖ>· πρὸς χάριν λέγει <πρόσγειος>· ταπεινός <προσγίνεται>· [προσδέ <προσγράφει>· προσκρίνει <προσδεῖται>· προσδέεται <προσδέδορκας>· προσεῖδες <πρὸς δέ με>· πρὸς δὲ τούτοις ἐμέ <προσδέχεται>· προσποιεῖται <πρὸς Διός>· παρὰ τοῦ Διός <προσεβήσατο>· προ(ς)έβη <προσδιατρῖψαι>· χρονίσαι <προσεγκεῖσθαι>· ἐγκεῖσθαι, ἐπικεῖσθαι <προσεδρεύει>· σχολάζει *<προνομή>· ἁρπαγή <πρόσεδρος>· ὁ παρακαθήμενος. σχολάζων [<προσέθω>· προσθήσω] <προσειζήσαντες>· προσκομίσαντες <προσεῖναι>· ἐνυπάρχειν <πρόσειπε>· ἄσπασαι, προσαγόρευσον. προσκύνησον <προσείσας>· προ[ς]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι- αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν <πρόσεισι>· προσέρχεται [<προσεικάμενοι>· προσλαβόμενοι] <προσεκτέα>· σπουδαστέα <προσεκτέον>· τὸ προσέχειν, κελευστικῶς <προσεκτικώτεροι>· νηφαλιώτεροι [<προσέλει>· προπηλακίζει] <Προσελήνιδες>· αἱ Ἀρκαδικαὶ νύμφαι <προσελιάσθη>· λίαν προσήγγισε <πρὸς ἑλιφερές>· πρὸς τὸ κεκλεισμένον *<προσελθών>· προσβαλών <προσεμάξατο>· κατεμάξατο <πρὸς ἐμαυτόν>· ἐν ἐμοί. εἰς ἑαυτόν .....· προσεπλ(ά)κη. ἐπλησίασεν <πρὸς ἐμοῦ>· πρὸς ἐμέ. <π>. <προσεμπεδοῦντες>· ἐπιβεβαιοῦντες <προσεμπρῆσαι>· καῦσαι <προσεννέπει>· προσαγορεύει [<προσενοῦσί με>· προσβάλλουσι, προσέρχονται] *<πρὸς ἐνώπια>· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς <προσενηνόχασι>· προσαγηόχασι <προσεπέλασε>· προσήγγισεν <προσεπεμβαίνει>· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ <προσέπηξαν>· προσήλωσαν <πρὸς ἐπίβασιν>· πρὸς βάδισιν <προσεποι[ή]σω>· προσεπάξω <προσεποιήσω>· ἐσχηματίσω <προσερεύγεται>· ἐρεύγεται <προσερήσομαι>· ἐπερωτήσω *<προσεράχατοι>· τεταγμένοι ἦσαν <προσερπύσῃ>· προσέλθῃ [<προσέσθαι>· ἐκδοῦναι] *<προσέτι>· πρὸς τούτοις <προσέσχε>· προσῆλθε. προσέπλευσε, προσώρμησεν <πρὸς εὐθεῖαν>· πρὸς ὀρθότητα (*)<προσερ(ρ)ύη>· προ(ς)ῆλθεν <προσέφυ>· προσεγένετο <προσέφη>· προσεῖπεν <προσεχές>· ἐγγύς. νῆφον, νουνεχές <προσεχεῖ>· ὁμοίως <προσεχής>· γείτων. σπουδαῖος <προσεχῶς>· σπουδαίως <προσεψιά>· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία <πρὸς ἕω>· πρὸς ἀνατολήν <πρὸς ζόφον>· πρὸς δύσιν <προσηγορία>· ὀνομασία <προσήγορος>· προσκυνητής <προσήϊκται>· προσέοικε <προσηκάμενοι>· προσλαβόμενοι <προσήκατο>· προσηνέγκατο <προσήκει>· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει <προσήκοντες>· συγγενεῖς <προσηκόντως>· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως <προσήλια>· πρὸς ἀνατολήν <προσήλωσαν>· προσέπηξαν. ἐσταύρωσαν <προσήλωται>· ἀνεσταύρωται <προσήλυτος>· πάροικος. ἀλλοεθνής <πρὸς ἡμῶν>· ὑπὲρ ἡμῶν [<προσήναντες>· βλάψαντες] <προσηνές>· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν <προσηνής>· προσφιλής <προσηνῶς>· ἡδέως. καὶ τὰ ὅμοια [<προσήνεον>· ὑψηλόν. τίμιον] <προσήρενε>· προσέθιγεν <προσηρτημένοι>· .... κεκολλημένοι <πρό(ς)ηται>· προσεγγίζει <προσηύδα>· προσεῖπε, προσελάλει <προσηύρετο>· προσέτυχε. προσηγάγετο <πρὸς ἠῶ>· πρὸς ἀνατολήν <προσθεῖναι>· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν <κῦρσαί> φασι <προσθείς>· προσθήκην λαβών <προσθέματα>· τὰ πυγιαῖα <πρόσθεν>· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν [<προσθέοντα>· ἔμπροσθεν τρέχοντα] <πρὸς θεοῦ>· τὸ τυχόν. Ἀττικοὶ δὲ <χάριτι θεοῦ> φασιν εἶναι <προσθέσεις>· δευτερώσεις <πρὸς θεόν>· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν <πρόσθη>· πρόσθεσις <προσθιάξειν>· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας <πρόσθ' ἵσταμαι>· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ *<προΐσταται>· ἐπιπολάζει. προσκόπτει <προσίασι>· προσέρχονται, προσφέρουσι <προσίει>· ἐγγίζει [<προσίεμεν>· προσερχόμεθα] <προσίενται>· προσάγονται <προσίεσθαι>· ἐφέλκεσθαι. προσφέρεσθαι <προσίεται>· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει <προσιζῆσαι>· προσκαθεσθῆναι <προσιζήσαντες>· προσκομίσαντες <προσιζήσας>· προσκαθίσας <πρόσιθι>· πρόσελθε <προσίκτορος>· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας <πρόσιμεν>· προσερχόμεθα. πρεσβεύομεν <προσίναντες>· βλάψαντες <προσιοῦσα>· παρερχομένη <προς(.)ίρων>· προσάπτων <προσίπταται>· προπέτεται <προσίσχεται>· προσβάλλεται <προσιτόν>· ᾧ δύναταί τις προσελθεῖν <προσιών>· προσελθών, προσερχόμενος <προ[ς]καταγνούς>· πρὶν καταπτύσας <πρόσκειται>· ἐκ προσθήκης κεῖται <πρὸς κέντρα λακτίζῃ>· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ- γειν ἢ πράττειν <προσκηδεῖς>· κατ' ἐπιγαμίαν οἰκεῖοι <πρόσκηπτε>· προσήμαινε, πρόλεγε, προμήνυε <προσκλήδην>· προσκαλεσάμενος <πρόσκλησις>· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης <προσκομίσατο>· προσηνέγκατο <προσκομιστέον>· προσενεκτέον <προσκομιδή>· ἀναφορά <πρόσκομμα>· ζημία. βλάβη <προσκόπτειν>· ἁμαρτάνειν. προβλέπειν <προσκοπήν>· σκάνδαλον <προσκορῆ>· ἀνηδῆ, ἀχαρῆ *<προεικρόσσας>· ἄλλας ἐπ' ἄλλας κλιμακηδόν <προσκροῦσαι>· παροργίσαι. προσηλῶσαι <προσκρούνιον>· πρόφραγμα <προσκυνεῖ>· προσπίπτει <προσκυρεῖ>· προσεγγίζει <προσκυροῖ>· βεβαιοῖ <προσλαζόμενα>· προσλαμβανόμενα <προσλαζύμεναι>· προσλαμβανόμεναι <πρό[ς]ληψις>· γνῶσις <προσλιπαρῆσαι>· παρακαλέσαι <προσμελοῦ>· ἐπιμελοῦ <προσμίξας>· προσελθών. συνάψας *<προμνήστρια>· προξενοῦσα νυμφίους ἢ νύμφας <προσόδιον>· ᾠδή, θεοῦ ὕμνον περιέχουσα <πρόσοδος>· ἔντευξις. ἢ κέρδους προσθήκη <προσοικίσαντες>· προσκαθίσαντες <πρόσοικος>· οἰκεῖος, ὁ πλησίον οἰκῶν <πρὸς οἷμον>· πρὸς τὴν ὁδόν <προσοίσεσθε>· προσδέξησθε <προσοκ(ε)ῖλαι>· προσορμίσαι εἰς τὴν γῆν <πρὸς ὄλεθρον>· πρὸς θάνατον <προσόν>· ἐνυπάρχον <πρόσον>· ὤθησον <προσορμίσαντες>· προσοκείλαντες <πρὸς οὔριον>· πρὸς εὐθές, ἐπιτήδειον <πρὸς οὐρίου>· τὰ αὐτά <προσοχή>· κατανόησις. νῆψις *<προσοχθισμός>· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ- πάθεια <πρόσπαιον>· πρόσφατον, νέον <προσπαλαίει>· ...... <προσπελάζει>· προσεγγίζει <προσπέζω>, προσπελάζεται <προσπεριβάλλεται>· προσπεριλαμβάνεται <προσπέφυκεν>· ἐκ φύσεως συνῆν <προσπήγματα>· μέρος τι τῆς νεῶς [<προσπήξομαι>· προσκυνήσω] <προσπίπτω>· λιπαρῶ. ἱκετεύω <προσπλάζει>· προσπελάζει <προσπλήξω>· τύψω <πρόσπολοι>· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι *<προσποιεῖται>· σχηματίζεται <προσπορισθέν>· ἐπινοηθέν <προσπταίει>· σκανδαλίζει <πρόσπταισμα>· πρόσκομμα <προσπταίοντες>· προσκρούοντες, προσκόπτοντες <προσπτύξομαι> <προσπτύξομαι>· ὑποβαλῶ. παραμυθήσομαι <προσπτύσσεται>· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται <προσραίνουσι>· προσβάλλουσι (<προσρέουσι>)· προσέρχονται <πρόσρησις>· προσηγορία, ἀσπασμός <προσριπτούμενον>· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον <προσρυέντων>· προσελθόντων <προσήει>· προσεπεῖχεν. προσθέει [<πρόσημον>· ἐπὶ θανάτου προσαγομένου] [<προσήναντες>· βλάψαντες] <πρός(ς)ω>· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν <προσώτερον>· ἐξώτερον <προσταθείη>· ..... <πρὸς τάνδ[ε]' αὐλάν>· πρὸς ταύτην τὴν αὐλήν *<πρὸς τάν>· πρὸς ταύτην *<πρὸς τάνδε>· ὁμοίως <προστασία>· κυβέρνησις <προστατήριος>· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ- ρῶν αὐτὸν ἀφιδρύοντο *προστα<τ>τ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο *<πρόσταμα>· κοιτών *<προστάς>· πρόστωον <προστάτου>· ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα- σίου δίκην ὤφειλον <προ(ς)τερ[α]νισάμενος>· προσπτυξάμενος <πρὸς τέρμασι>· πρὸς τὰ τέλη <προστήσας>· προαγαγών <προστιβάζεται>· μερίζεται. προσπορεύεται <προστιμᾶται>· κατακρίνεται <πρόστιμον>· ζημία. παραγραφή <πρόστομον>· ἐπὶ ξίφους κεῖται [<πρὸς τοῦ>· πρὸς τοῦ ἑτέρου] <πρὸς τοὐμφανές>· εἰς τὸ φανερόν <προστρεπόμενοι>· σέβοντες, τιμῶντες, προσκυνοῦντες <προστρίβεται>· προσπήσσεται <προστρόπαιος>· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα τρεπόμενος δεήσει καθάρσεως <προστροπαίω>· ἱκετεύω <προστροπαίων>· ἱκετευσίμων, καὶ ἱκετῶν *[<προστραπέσθαι>· ἀποτραπῆναι. προθυμηθῆναι] <προστροπῇ>· ἱκετείᾳ <προσπρόσοδος>· τιμή <πρόστροπον>· πρόσαντες <πρόστροχον>· στρογγύλον <προστυχών>· ἀπαντήσας <προστώῳ>· κοιτῶνι <πρὸς ὑποτύπωσιν>· πρὸς σημεῖον <προσυπουργεῖσθαι>· ὑπηρετεῖσθαι <προσφανῆ>· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς <προσφάσθαι>· προσειπεῖν <προσφάτης>· πλάγιος πεσών <πρόσφατον>· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν <προσφερεῖς κόρας>· ὁμοίας ἀλλήλων κόρας <προσφθέγγεται>· ἀσπάζεται <προσφιλεστάτοις>· ἀγαπητοῖς <πρόσφορα>· τὰ ἐπιτηδείως προσφερόμενα <πρόσφορον>· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον <προσφοῦσα>· ἐνδακοῦσα <πρόσφυγα>· καταφυγόντα <προσφυείς>· προσπλακείς <προσφυές>· προσῳκειωμένον <προσφυεστέροις>· προσοικειωθεῖσιν <προσφυῆ>· προσεοικότα. ἁρμόζοντα <προσφύς>· προσπλακείς, περιπλακείς <προσφῦσα>· ἐνδακοῦσα <προσφωνεῖ>· προσαγορεύει <πρὸς χάριν>· πρὸς τέρψιν <πρόσχες>· ἐπίβλεψον <πρόσχημα>· πρόφασις. ὑπόκρισις. προκάλυμμα <προσχίσματα>· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν <προσχόμενον>· προτείναντα <προσχωρεῖ>· συμμίσγεται <πρόσχορος>· ὁ παρὰ τῷ χορῷ γινόμενος <πρόσω>· ἔμπροσθεν, πρὸ τούτου <προσῳδία>· μετ' ὀργάνου ᾠδή <προσωθεῖται>· προστρίβεται <πρός.ω καὶ ὀπίσω>· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα <προσώκειλε>· προσώρμισε εἰς γῆν <προσών>· ἐνυπάρχων *<πρῶσον>· ὤθησον [<προσωπαιδοῦντες>· ἐπιβεβαιοῦντες] <προσωπεῖον>· ἡ νῦν καλουμένη τῶν γυναικῶν <προσωπίς> <προσωπεῖον>· σχηματισμός *<πρόσωπον>· ἐστὶ συνδρομὴ ἰδιοτήτων *<πρόσωπον>· τὸ πρόσωπον. Ὅμηρος [<προσώπη>· πρόσοψις] <Προσωπῖτις>· νῆσος ἐν Αἰγύπτῳ <προσωποποιΐα>· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι <πρόσω πορεία>· προκοπὴ ὁδοῦ <προσωποῦττα>· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον <προσώτατα>· ἐσώτατα <προσωτέρω>· ἐγγυτέρω πρὸς γένος <πρ[ος]ῶσιν>· προ[ς]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς <προσώχθισα>· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα <προταίνιον>· πρὸ μικροῦ <προταίνιον>· παλαιόν <προταμεῖν>· τεμεῖν <προτάξω>· προκρίνω <προτάξεως>· φανερᾶς μάχης <πρότασις μετ' ἐπιτάσεως>· ἢ ἐρώτησις <προτεθειμένον>· ἡπλωμένον <προτείνεται>· δίδει. ὑπισχνεῖται <προτέλεια>· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. <τέλος> γὰρ ὁ γά- μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν <προτελειωσαμένη>· προμυησαμένη <προτεμενίσματα>· προπύλαια ναῶν <προτένθαι>· λίχνοι προαρπάζοντες [<προτενίσματα>· προπύλαια] <πρό τ' ἐόντα>· προγεγονότα <προτερεῖ>· προὔχει, τὰ πρωτεῖα λαμβάνει <προτέρημα>· πρόκριμα, προτίμησις <πρότεροι>· προγενέστεροι <προτέρω>· εἰς τοὔμπροσθεν οὐδ' ἄρα μοι προτέρω ν(ῆ)ες κίον <προτετύχθαι>· προγεγονέναι [<προτεύοντα>· προγεγενημένα] <προτιάπτω>· προπέμπω <προτὶ ἄστυ>· εἰς τὴν πόλιν <προτιβάλλεαι>· προ(ς)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι- κοὶ λέγουσι· <προ(ς)βάλλομαι τοῦτον>. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προ(ς)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ· ταύτην δ' οὔτ' ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ <προτίδεγμαι>· προσδέχομαι <προτιδέγμεναι>· προσδεχόμεναι <προτιδέγμενοι>· προσδεχόμενοι <προτιειλεῖν>· ἐγκλίνειν <προτιμᾶν>· προκρῖναι, ἐκλέξασθαι <προτὶ ὅν>· πρὸς τὸ(ν) ἴδιον <προτιόσσεται>· προορᾶται. προσδέχεται. προσαγορεύει <προτιόσσετο>· προσεδόκα <προτιπτυσσοίμεθα>· ἀσπαζοίμεθα. παρακαλοῖμεν <πρότμησιν>· κατὰ τὸν ὀμφαλόν <πρότμησις>· ὁ περὶ τὸν ὀμφαλὸν τόπος <προτμητόν>· τὸν ὀμφαλόν <προτμῆτις>· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος [<προτολεῖον>· ὑπάρχον] <προτομαί>· εἰκόνες βασιλέων <προτομή>· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος <προτόνιον>· ὕφασμα <πρότονοι>· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ- ραν καὶ πρύμναν ἔμπροσθεν <προτόνοισι>· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ- ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ *<πρωτορύμῳ>· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται <προτραπέσθαι>· ἀποτραπῆναι. ὑποεῖξαι· ἔθελον δ' ἄχεϊ προτραπέσθαι· παρ' οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι <προτρέπειν>· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν *<προτροπεσθάριοι>· ἐπιτροπὴν ἔχοντες <προτρέπου>· παρακάλει <προτριβεῖς>· δριμεῖς καὶ ὀξεῖς <πρότριτα>· πρὸ πολλοῦ <πρότροπα>· θυσίας εἶδος <προτροπάδην>· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων ὡς ἐν μάχῃ <προτροπή>· παράκλησις. καὶ τὰ ὅμοια *<προτύπως>· ἀκολούθως <προτροπίς>· σπυρίς <πρότροπος>· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα <προτρύγαια>· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος [<προτυχών] προστυχών>· παρατυχών *<πρωτόγονος>· νέος <προῦ>· προσέρχου <προύβα>· τὸ λευκόν <προὔβη>· προέβη [<προυγελεῖν>· προπηλακίζειν, ὑβρίζειν] [<προυγιετέρω>· προτιμοτέρω] <προυεσμένη>· ἀναβαλλομένη. προϊοῦσα <προὔθηκα>· προέθηκα <προύκας>· δορκάδας <προυλέσι>· πεζοῖς ὁπλίταις <προῦμορ>· εἶδος σικύου <προυνικοί>· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες <παι- δαρίωνας> καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί <προύνους>· βουνούς <προὐξένεις>· ἐξένιζες <προὔπεμψε>· προέπεμψεν <προὖπτον>· πρόδηλον, φανερόν <προύρα>· πλεύμων, ἢ πνεύμων <προυργιαίτατα>· προνοητικώτατα <προυργιαίτερον>· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό- τερον. ὠφελιμώτερον <προὔργου>· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου <προύσελα>· προύτελα, προτελεῖ <προὔστημεν>· προέστημεν <προὔστησας>· προέστησας. εὐτρέπισας <προὔστησε>· προέστησε. εὐτρέπισεν [<προυτροπάδην>· κατὰ τροπήν] <προὔτυψαν>· προένευσαν. προῆλθον, προεχώρησαν <προὔτυψαν>· προήρξαντο. καὶ τὰ ὅμοια <προὔχει>· προέχει. πρωτεύει, κρεῖττόν ἐστι <προὔχοιο>· προφασίζοιο <προὔχων>· προέχων <προὔχονται>· ἐνέχονται <προὔχοντες>· προάγοντες. μέγιστοι [<προὐχός>· ξέστης] [<προὔχνου>· παντελοῦς] <προφαίνων>· προλέγων. προδηλῶν <προφανεῖς>· προφανέστεροι <προφανέντες>· προελθόντες <προφανῶς>· προθύμως <πρόφαντα>· προφητικά <πρόφαντον>· λόγιον, θεοπρόπιον, προδεδηλωμένον <πρόφασις>· αἰτία, ἀφορμή [<πρόφασσα>· πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα] <πρόφερε>· ὀνείδιζε. πρόαγε, προκόμιζε <προφέρει>· ὅμοιον <προφερεῖς>· οἱ <νέοι> μὲν <ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι> <προφορεῖσθαι>· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι *<προφερέστεροι>· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες *<προφορά>· εὐλαλία. ἑτοιμολογία [<προφοῶ>· προεξήγαγεν αὐτόν] <πρὸ φόως>· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν- νηθέντα <προφράγματα>· τὰ προσκήνια <πρόφρασσα>· πρόθυμος. εὐνοοῦσα. διανοουμένη <προφρονέως>· προθύμως <πρόφρων>· πρόθυμος. εὔνους. φρόνιμος <προφύσια>· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις αὐλῶν τιθέμενα <προχάζοις>· προβαίνοις. ἀναποδίζοις <προχάνη>· σκῆψις. πρόφασις. καὶ καλύπτρα <Προχαρισία>· ἡ Θέτις οὕτω που τιμᾶται <πρόχασον>· πρόελθε [<προχέα>· πρόφασις] <προχέει>· ἐκπέμπει <προχειρίζεται>· προφέρει. προχέει. ἐκλέγεται <προχειρίσαι>· ἐπιλέξαι <προχείρως>· ἑτοίμως, ταχέως, ὀξέως *<πρόχειρος>· ἕτοιμος, εὐχερής *<προχειρότατον>· ἕτοιμον <προχέοντο>· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[ς]ήρχοντο [<πρόχθης>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν <προχθήσεσι>· ταῖς εἰς τὴν θάλασσαν προχύσεσι] <πρόχνυ>· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος· πρόχνυ καθεζομένη καὶ παντελῶς· πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως <προχοαί>· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι <προχοῇς>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ προστόμιον <προχοή> <προχοΐδας>· τὰς ἀμίδας <πρόχοι>· πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι· ἀμφικύβωται προχοί. ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος <προχοΐδια>· αἱ καταχύσεις <προχοΐδιον>· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον, ἤγουν κατάχυσιν [<πρόχοιο>· προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ' ὃ καὶ τὰς ἀσπίδας <προβαλοὺς> ἔλεγον] <πρόχοος>· ξέστης, μέτρον <προχόῳ>· τῇ καταχύσει <προχύτας>· ὀλάς, ἀπαρχάς <προχύτης>· ποτήριόν τι *<πρόχυσις>· τὸ μεταξὺ χῶμα <προψάτης>· πανώλεθρος <προώδων>· ἐξέχων τοὺς ὀδόντας <πρόωμαι>· ἐάσω, προχωρήσω <προώμεθα>· ἐάσωμεν, παραχωρήσωμεν <προώρας>· τὰ πρῶτα κλήματα <πρόωρον>· πρὸ καιροῦ <πρόωφος>· πρόσκοπος <προωχὴς ἵππος>· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι καὶ τῇ ἱππασίᾳ <πρύανος>· νέος <πρυλεῖς>· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας ἀθρόους <πρυλέες>· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ- μενοι <πρύλιν>· πυῤῥίχην, ἢ ὁπλίτην <πρυλέεσσ' ἀραρυῖα>· πεζοῖς ἡρμοσμένη <πρυλεύσεις>· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ <πρύμνα>· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου <πρύμναι>· αἱ ἄκραι <πρύμναδε>· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν <πρύμνον> λέ- γεται *<πρυμνήσια>· ἀπόγεια σχοινία <πρύμνηθεν οὖρον>· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον *<πρύμνη>· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου <πρυμνόν>· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ <πρυμνήν> τὴν ἐσχάτην. [καὶ πᾶν ἔσχατον], ἐκ ῥιζῶν <πρυμνός>· κάτωθεν βαρύς. ἢ πλοῦτος <πρυμνώρ(ε)ια>· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος <πρυτανεῖα>· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος <πρυτανεῖον>· τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ- τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι <πρυτανεύει>· διοικεῖ <πρύτανις>· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής <πρῴ>· ἀντὶ τοῦ πρωΐ <πρωθήβας>· ἀκμαίους <πρωθῆβαι>· ἄρτι ἀκμάζοντες [<πρώηβες>· ἄρτι ἀκμάζοντες] <πρωθήβην>· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν <πρωί>· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς <ὀψέ> ἐπὶ τοῦ καθυ- στεροῦντος τῆς προσηκούσης ὥρας <πρωΐα>· ταχέα <πρωϊζά>· πρῶτα. πρωί <πρωΐη>· ὀρθρινή [<πρωϊνής>· ἐπ' ὄψιν, ἐπὶ πρόσωπον] <πρώϊον>· κατ' ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ τοῦ πρώην [<πρώκεα>· δῶρα] <πρῶκες>· σταγόνες, ψεκάδες, σταλαγμοί <πρωκτὸς λουτροῦ περιγίνῃ>· παροιμία, ὅταν τις μὴ δύνηται ἀπο- νίψασθαι, ἀλλ' ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω- φελῶν καὶ εἰκῆ πραττομένων <πρωλυθίαι>· παρειμένοι, παραλελυμένοι <πρωλύθιον>· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα <πρών[ίας>]· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν <πρώονας>· ὀρῶν ἐξοχάς <πρώονες>· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη <πρῷρα>· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω- πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα <πρῳράσαντες>· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς εἰρεσίας <πρωραχθῆ>· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι- κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. <Πρῷρα> δὲ τὸ πρός- ωπον <πρωρεῖ>· κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται <πρ[ώς]ῶσι(ν)>· προ[ς]ώθησιν <πρῶτα>· ἅπαξ πρότερον *<προτέλειαι>· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα- λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή *<πρώτῃσι θύρῃσιν>· ἐπ' ἄκρου τοῦ οὐδοῦ. ἐπ' ἄκραις ταῖς θύ- ραις <πρωτερική>· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται <πρώτιστον>· πρότερον <πρωτόαλος>· πρωτόπλους <πρωτόβαθρον>· τὸν προεδρ[ε]ίας ἀξιωθέντα <πρωτογόνων>· πρώτων φανέντων <πρωτόγονος>· νέος <πρωτογυναῖκες>· οἱ μίαν ἠγμένοι γυναῖκα <πρωτόλεια>· ἀπάργματα <πρωτόλειον>· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν <πρωτώλη>· πρώτη. ἢ πτερόν <πρωτολήδεσθαι>· τὸ πρῶτον ἀποπειρᾶσθαι <πρωτόμφαλον>· τὸ τῆς ἀσπίδος μέσον <πρῶτον ὑπηνήτην>· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος <πρωτοπαγεῖς>· οἱ πρῶτον πεπηγμένοι <δίφροι>, καινοί <πρωτοπραξία>· τὸ πρῶτον εἰσπραττόμενον <πρωτοστάτης>· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος <πρωτοτόκος>· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς <πρωτοτύπως>· ὁ ἀκολούθως. πρωτουργός <πρώτῳ ῥυμῷ>· τῷ ἄκρῳ τοῦ ῥυμοῦ <πταίει>· πίπτει, ἁμαρτάνει. σφάλλει *<πταῖτο>· ἔπτη. ἔδραμεν <πτάκες ἢ πτάκιδες>· δειλοί, ἐπτηχότες. καὶ <πτακισμός> <πτακωρεῖν>· πτήσσειν, δεδοικέναι [<πταλόν>· ἐφ' ᾧ ἡ σταφυλὴ πατεῖται] <πταμένη>· πετασθεῖσα. διελθοῦσα <πτάξ>· πτάκις. πτώξ. δειλός <πτάτο>· ἔπτη. ἔδραμεν <πταώτην>· κατεπτηχότα <πτελέα>· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου <πτελεάδες>· πτελεῶδες <πτελεόν>· τὸ συλλέγεσθαι <Πτελεός>· πόλις <πτερά>· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων [<πτέρθοις>· τείχεσι. διαστήμασιν] <Πτερίδες>· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας <πτέρνα>· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν <πτέρνεται> *<πτέρνης>· τῆς πορείας τοῦ βίου *<πτερνιεῖ>· παγιδεύ(ς)ει *<πτερνίζει>· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει <πτερνίς>· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ- ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος *<πτερνισμόν>· ἐπιβουλήν <πτερνοβάτης>· τῶν ἰατρικῶν τις ἐπιδέσμων <πτερ[ν]όεντα>· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα <πτερόεντα>· ὁμοίως <πτεροῖ>· ἐξαίρει <πτερόν>· σκηνή <πτερονόμος>· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ <νέ- μειν> ἐπιστροφὴν ἄγειν <πτεροφόροι>· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές <πτέρυγες>· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη <πτέρυγες>· σκέπαις <πτερύγια[ι]>· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων <πτερυγίζειν>· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας <πτερυ- γίζειν> λέγεται <πτερύγιον>· ἀκρωτήριον, πτέρυξ <πτερυξαμένη>· διασείσασα <πτερύσσεται>· τὰ πτερὰ τινάσσει, πέτεται <πτερ[ε]υγοτύραννος>· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς <πτέρων>· ἀλλ' ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας εἶδος ὀρνέου <πτερῶν ταρσοῦ>· τῶν πτερῶν <πτερωτοῖς>· πετεινοῖς <πτερωτός>· ἀναπτερωθείς. <πτηνός>· ὁ ἱπτάμενος <πτῆξαι>· δειλιᾶσαι <πτήξαντα>· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα. <πτῆξεν>· εἰς φόβον ἤγαγεν <πτῆναι>· ταχέως ἐνεχθῆναι <πτήσσων>· ὑποπίπτων. κρυβόμενος <πτῆται>· ταχέως πέτεται <πτίλα>· πτερὰ ἁπαλά <πτίλος>· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς <πτίσαι>· κόψαι *<πτίσει>· κόψει <πτισάνη>· κυκεών <πτίσατε>· ἀποδερματίσατε <πτόησις>· δειλία <πτοία>· πτυρμός. φόβος <πτοίαν ἢ πτοῖον>· [θόρυβος, ἢ ταραχή <πτοιώμενον>· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο- δίσια <πτολέμοιο>· πολέμου <πτολίεθρον>· πόλιν καὶ πόλις <πτόλις>· ναῦγος. ἢ πόλις *<πτολεμίξομεν>· πολεμίσωμεν *<πτολίεσσι>· πόλεσι *<πτόρθος>· κλάδος, βλαστός <πτολίπορθος>· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν <πτόρθος>· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός [<πτόριμον>· ταχύ. φρόνιμον <πτορισμός>· φροντισμός] <πτύγμα>· κόλπωμα. δίπλωμα <πτύελον>· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα <πτυκτίον>· [πτυκτίον] βιβλίον <πτυκτόν>· πτυσσόμενον. ἢ καμπτόμενον <πτύξ>· ἡ πτυχή, ἡ πλέξ(ις) <πτύξις>· δίπλωσις. κάμψις <πτύον>· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ ἀχύρου <πτυόφιν>· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον [<πτύοχλον>· ὑπόδημα ἀνδρεῖον] <πτύρεται>· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει <πτυρμός>· φρίκη. καὶ τὰ ὅμοια <πτύσσει>· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ <πτυσσοίμεθα>· κολακεύοιμεν <πτυχαί>· στο(λ)αί. περιβολαί <πτύχες>· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες <πτῳΐδες>· Νύμφαι <πτωκὰς κύπειρος>· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι <πτῶκες>· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί <πτώματα>· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις <πτώξ>· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν <πτώς(ς)ει>· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε *<πτωσκαζέμεν[αι]>· κρύπτεσθαι. περικάμπτειν <πτώσσοντες>· δειλιῶντες <πτωτόν>· τὸ πίπτον <πτωχεύειν>· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει- νοῦσθαι <πύαλος>· ἡ ἀσάμινθος. ἢ λάρναξ <πυάνιον>· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ- νην ἐν γλυκεῖ <πύανοι>· κύαμοι. καὶ πᾶν ὄσπριον <πυανόψια>· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν- ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα <πῦαρ>· πυτία <πυγαῖα>· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν [<Πυγανίῃσι>· πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν ἀνθρώπων] <πύγαργος>· εἶδος ἀετοῦ <πυγή>· τὸ κάθισμα <Πυγμαῖοι>· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν, οἷον πηχυαῖον <Πυγμαίων>· ὁ Ἄδωνις παρὰ Κυπρίοις <πύ[γ]ματος>· ἔσχατος, ὕστατος <πυγμή>· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους <πυγόνος>· τοῦ πήχεος. ἔστι δὲ ἡ <πυγὼ(ν)> ἀπὸ ὠλεκράνου ἄχρι τοῦ μικροῦ δακτύλου <πυγόριζαι>· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν <πυγός>· ὁ πῆχυς <πυγοσκελίς>· ζῶόν τι. καὶ ὁ βραχύς <πυγούσιον>· πηχυαῖον <πυγών>· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή <πυδαρίζειν>· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ' ἀποπηδᾶν. χαλεπαίνειν <πυέλιον>· πύελος χαλκῆ <πυελίς>· σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ- φος ἐν δακτυλίῳ <πύελος>· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή <πυήρ>· ἀναπεπλησμένον <Πύθ[ε]ια>· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική *<πυθέσθαι>· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι *<πύθεται>· σήπεται. φθίνει. βρέχεται <Πύθιον>· [τὸ ὕδωρ.] Θουκυδίδης <Πυθίων ἀνακτόρων>· ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ- λωνος <πυθμέν[α] ἐλαίης>· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν <πυθμένες>· βάσεις αἱ κατὰ τῶν δένδρων <πυθμήν>· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή, ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω- μετρικοῖς <Πυθοῖ>· ἐν Πυθῶνι <πύθοιτο>· σαπείη <πυθόληπτος>· ὑπὸ τοῦ Πυθικοῦ .... <πύθομαι>· ἀκούω <πυθόμενος>· ἀκούσας. ἐρωτήσας. μαθών <πυθομένων>· σηπομένων. τὸ γὰρ <πύος> αἷμά ἐστι κατὰ μεταβολήν <πύθου>· ἐρώτησον <πύθοντο>· ἤκουον. ἔμαθον <πυθοῦ Χελιδόνος>· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο- λόγου ἢ τερατοσκόπου <Πυθώ>· πόλις Φωκίδος <Πυθώδ' ὁδός>· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων <Πύθων>· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος <πύθων>· δαιμόνιον μαντικόν <πύϊον>· τὸ γάλα <πύκα>· ἐπιμελῶς· πύκα δ' ἔτρεφε καί· πύκα ποητοῖο τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί· πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι <πύκαζε>· κάλυπτε. στεφάνου. πύκνου <πυκάζουσι>· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάς- σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι <πύκα ποιητοῖο>· ἐπιμελῶς κατεσκευασμένου <πυκασάντων>· καλυψάντων <πυκασμός>· δασύτης γεννήματος <πύκ' ἐβάλλετο>· πυκνῶς ἐβάλλετο <πυκιμήδεος>· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι <πυκ(ι)νήν>· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ <πυκινοῖσι>· συνεχέσι. καὶ τὰ ὅμοια *<πυκινὸν δ[ὲ]' ἄχ[θ]ος>· πυκνὴ λύπη <πυκινόν>· συνετόν. συνεχῆ. (<πυκινὸν) λέχος>· διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι <πυκινόφρων>· πολύφρων, σώφρων <πυκνά>· συχνά. συνετά. πολλά <πυκνὰ[ι] πτερά>· ...... .......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων <πυκναίοις>· πολλοῖς <πυκνὰ ῥωγαλέην>· πυκνὰς ῥαγάδας ἔχουσαν <πυκνῶς>· συνεχῶς, συχνῶς <πύκτας>· γρόνθους. ἀγωνιστάς <πύκτης>· πολέμιος. ἀνένδοτος <πύλα>· πύλαι <πυλαγόροι>· οἱ προεστῶτες τῆς πυλαίας. <πυλαία> δέ ἐστι ἡ εἰς Πύ- λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων <πύλαι>· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς <πύλας> λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε <πύλην> ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει· θυράων ὑψηλάων <πυλαιαστάς>· τοὺς ψεύστας. Ῥόδιοι <πυλαιΐδεες>· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι <πυλαίμα[ρ]χος>· πολέμαρχος. [καὶ ὄνομα κύριον *<πύλαι οὐρανοῦ>· τὰ νέφη <πύλαρα>· τὰ στελέχη <πυλάρταο>· τῇ πύλῃ προσηρτημένου <πυλάρταο κρατεροῖο>· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ- μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ <πυλάτιδες ἀγοραί>· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο- μένην Πυλαίαν ἐν τῇ πανηγύρει <πυλαυρός>· πυλωρός <πυλαωρούς>· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας *<Πύλος>· πόλις *<πύλη>· θύρα <πυλεῶν(α)>· στέφανον *<πυλευρόν>· πυλωρόν <πυληγόροι>· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί <Πυλήνη>· πόλις Αἰτωλίας <πύλιγγες>· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι <πυλλεῖ>· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ <πύλῳ>· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου <πυλωλάκτας>· κακῶν μεστούς <πυλών>· στέφανος <πυλωρός>· ὁ πυθμὴν τῆς κοιλίας <πυμάτοις>· ἐσχάτοις <πύματον>· ἔσχατον, τελευταῖον <πύνδαξ>· πυθμήν <πυνθάνομαι>· ἀκούω <πυνθανόμην>· ἤκουον <πυν[ν]ιάζειν>· περαίνειν [ὡς ἀῤῥαίνειν] *<πυνικούς>· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς <Πύννα>· ἡ Ἥρα <πυ[ν]νός>· ὁ πρωκτός *<πύννους>· κυάμους ἑφθούς <πύξ>· πυγμή. γρόνθος <πυξί[δ]α>· δίπτυχα <πύξινον>· χρῶμά τι ἱματίου *<πύξ>· ἱμαντωμένην κλίνην <πυόν>· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον <πυππάζουσι>· φωνῇ ποιᾷ χρῶνται <πύππαξ>· τὸ νῦν βόμβαξ λεγόμενον <πύππαξ> ἔλεγον, ὡς Λυκόφρων ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ <βόμβαξ> τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ <πύππαξ> οὐχί <πῦρ>· πυρετός <πυράγρα>· καρκίνος <πυράγρη ἢ πυράγρα>· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος <πυραί>· πυρκαϊαί [<πύραινος>· (ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ φέρεται καὶ τὸ πῦρ, οὕτω] *<πυῤῥάκης>· ξανθός <πυρακτῶν>· ἐμπυρεύων <πυραμίδες>· πυρ(αμ)οειδεῖς λαμπάδες (*)<πυραμοῦντα>· τὴν πυραμίδα <πυραμίδες>· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα <Πύραμος>· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι <πυραμοῦς>· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα- δεδευμένων <πυρὰ μυῖα>· ἡ μέλισσα <Πύρασος>· πόλις <πύραυνον>· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν τι. οἱ δὲ τὴν θέρμαυστριν <πυργηδόν>· κατὰ τάξιν τείχους *<πυράγηρα>· τὰ θωράκια <πυργήρης>· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· <πυργείαν> <(ς)κοπήν> <πυργηρούμεθα>· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι. γράφεται δὲ <πυργιούμεθα> <πυργηροῦμεν>· φυλάττομεν τὰ τείχη <πυργηρούμενον>· τὰ τείχη φυλάττον <πυργίον>· μέρος τριήρους <Πυργῖται>· οἱ Κρῆτες <πυργῖτις>· βοτάνη *<πυργοβάρεις>· οἱ προμαχῶνες <πύργος>· προμαχεών. τεῖχος· ἀλλ' ἐπὶ πύργον ἔβη καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν· ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών καὶ πολεμιστήριον ὄργανον <πυργοῦται>· ὑψοῦται <πυργοῦχος>· μέρος τι τῆς νεώς <πύργων ἔρυον>· ἐπὶ τοὺς πύργους εἷλκον <πύργωσις>· μέρος τι τῆς νεώς <πύρδαλον>· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ- λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ <πύρδανον> <πύρδανα>· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός <πυρέας>· πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς <πυρεύς> εὐθείας <πυρεῖον>· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν <πυρένεσι>· ἅρμασι <πῦρ ἐπὶ πῦρ>· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ <κακὸν> ἐπὶ κακῷ> <πυρετός>· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει <πυρῆνες>· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ <πυριατόν>· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος <πυριαττός>· συνετός *<πυρινίζειν> <πυριβρεμέτας· ὁ χαλινός>· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ διὰ πυρὸς βρέμοντος γεγονώς <πυρίεφθα>· τὸ πρῶτον γάλα[τος] <πυριηκέα>· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ ἄκρον ἔχον(τα) [ἔχουσαν] <πυρίκαυστος>· πεπυρωμένος <πυρὶ κηλέῳ>· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ <πυρικρόταφος>· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος <πυρίμαχος>· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος <πυ- ρίμαχος> [<πυρίον>· τὸ σα(θ)ρόν. ἢ θυμιατήριον] <πυρισμαράγοις>· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν <πυρῖτις>· λίθος, ἀφ' οὗ πῦρ τίκτεται <Πυριφλεγέθων>· ποταμὸς ἐν ᾅδου <πυρκαϊά>· ἐμπυρισμός <πυρκόοι>· ὑπὸ Δελφῶν ἱερεῖς δι' ἐμπύρων μαντευόμενοι <πύρνα>· τρύφη. κλάσματα. σιτία *<πυρίη>· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ- βάνουσαι <πύρνηται>· ἐσθίηται <πύρνοι>· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος, ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα· ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι <πύρνος>· ψωμός <πυροδαύσιον>· μαγειρεῖον <πυρόεντι>· θερμῷ <πυροί>· πύρινοι κεκινημένοι *<πυρὸς αὐγή>· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ πυρός *<πυρὸς δηΐοιο>· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ *<πυρός>· σῖτος *<πυρὸς μειλισσέμεν>· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι θάπτειν *<πυρὸς μένος>· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις *<πυρὸς ἄνθος>· τὸ λαμπρότατον *<πυρὸς δέμας>· ὀξέως καὶ ἰσχυρῶς <πυρολαμπίς>· ζῶον πτηνόν, ἐν σκότει λάμπον <πυροφόροιο>· σιτοφόρου <πυρπαλάμης· πυρπαλάμους> ἔλεγον τοὺς διὰ τάχους τι μηχα- νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος <πυρπολεῖ>· ἅπτει, καίει, πυρσεύει <πυρπολέοντας>· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο- μένους <πυρπολούμενος>· ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ πῦρ <πυρπερέγχει>· Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος, ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει <Πυῤῥαία>· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα- λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων <Πυῤῥαίη>· Θέτιδος ἐπώνυμον <πυῤῥαλίς>· ὄρνις ποιός <Πύῤῥακος>· ἥρως κατ' Ἐρυσίχθον(α) γεγονώς <Πυῤῥιάδαι>· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ Ἠπειρώτου <πυῤῥίας>· τῶν ὄφεών τις ἀπὸ χρώματος <πυῤῥίχα>· χλαμύς, ἢ πελτάριον <πυῤῥίχας>· τὰς ἐνόπλους ὀρχήσεις <πυῤῥιχίζειν>· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον <πυῤῥίχην> ἔλε- γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ- ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ <πυῤῥίχιος ποὺς> ὠνομάσθη <Πύῤῥων[ος]>· κύριον ὄνομα, ἢ κυνός <πυρσαῖς γένυσι(ν)>· ταῖς ξανθαῖς θριξί <Πυρσανίδες>· οὕτω Νύμφαι καλοῦνται <πυρσεύει>· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ <πυρσοί>· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία <πυρσοκόρσου λέοντος>· πυῤῥοκεφάλου, ξανθοτρίχου <πυρσολεῖφοι ἢ πυρσόλειφθοι>· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ πεφλ..σμένοι <πυρσός>· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα <πυρσοφόρος>· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα. ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ- των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον <πυρσῷ>· πυρί <πυρφόρος>· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ <πυρώλοφοι>· ἱμάντες οἱ παρ' ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι <πύρωσις>· δοκιμασία <πυσάνια>· πανσπερμία ἑφθή <πύσει>· σήψει <πύσμα>· ἐρώτησις. πεῦσις <πύσσαχος>· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε- νον (ὃ) κωλύει θηλάζειν <πύστις>· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ <πυτά>· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια <πυτία>· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται *<πίτυλος>· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν <πυτίνη πλεκτή, λάγυνος>· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ- κος ὁ τὸν τυρὸν πηγνύων <πῶ>· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς <πώγων>· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς <φλογός> <πώεα>· βοσκήματα, ποίμνια. πληθυντικῶς <πωλεῖται>· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ' ἡμᾶς πωλεῖσθαι <περνᾶσθαι> λέγουσι <πωλέσκετο>· ἀνεστρέφετο. εὑρίσκετο <πωλεύειν>· παιδεύειν πώλους <πωλεύμενοι>· συνιόντες <πωλής[ς]εαι>· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις <πωληταί>· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις <πωλία>· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ- πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν <πωλικοῖς διώγμασι>· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι <πωλοδαμ(ν)εῖν>· πῶλον δαμάζειν <πωλοδάμνης>· πώλους δαμάζων <πῶλος>· ἑταίρα. <πώλους> γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. <πώλους> τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους <πωλούμενοι>· συνερχόμενοι [<πωλοεῖσθε>· ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν] <πῶμα>· ἔκπωμα <πώμαλα>· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά- λιν οὐδαμῶς <πῶ μοι>· ποῦ μοι. οἷον ποῦ γάρ <πῶννα>· γραφίον. [λύπη] <πῶπαι>· φοραί. Δωριεῖς [<πωπολία>· ἡ ἀναφορὰ τοῦ <πυρός>] <πωρεῖν>· κηδεύειν, πενθεῖν <πωρῆσαι>· λυπῆσαι. καὶ τὰ ὅμοια <πωρητύς>· ταλαιπωρία, πένθος <πώρινον>· λίθινον. ὁ δὲ <πῶ(ρο)ς> οὐ πᾶς λίθος <πῶρος>· ὁ ταλαίπωρος <πώρωσις>· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν πώρως καὶ ἀναισθησία <πῶς>· πός. ὑπὸ Δωριέων [<πωσαχῶς>· ποσαπλῶς] *<πῶς τ' ἄρ'>· πῶς δέ *<πῶς τ' ἄρτοι>· πῶς δή σοι *<πῶς κεν ἔοι>· πῶς ἂν γένοιτο [<πωτᾶσθαι>· πέτασθαι] [<πωτώμεναι>· διατρίβουσαι. διακινοῦσαι] *<πωτῶνται>· πέτωνται *<πῶϋ>· ποίμνιον, ἢ ποίμνη <πῶϋξ>· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων <Ῥά>· δή. σύνδεσμος· ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες καὶ παρὰ ἰατροῖς ῥιζίον τι <ῥάας>· ῥεύματα <ῥαβάττειν>· ἄνω καὶ κάτω βαδίζειν. τινὲς δὲ τύπτειν, καὶ ψόφον ποιεῖν [καὶ φράσειν] τοῖς ποσί, καὶ ῥάσσειν *<ῥάβδιδα>· τὰ διδασκαλεῖα <ῥάβδοι>· καὶ τὸ σύνηθες καὶ ἡ διάφυσις τῆς γῆς, ὡσεὶ φλέβες. καὶ ὀβελοὶ δὲ οἱ παρατιθέμενοι τοῖς Ὁμήρου στίχοις. καὶ οἱ τῶν φοινί- κων κλῶνες. [καὶ ὁ βραβευτής, ῥαβδονόμος <ῥαβδοφόροι>· ῥαβδοῦχοι <ῥάγα>· ἀκμή. βία, ὁρμή. καὶ ἣν ἡμεῖς ῥῶγα θηλυκῶς, Ἀττικοὶ <ῥᾶγα> *<ῥάβδος>· βέλος <ῥάγανον>· ῥᾴδιον. Θούριοι <ῥαγάς>· πήλυξ, ἢ σταφυλίς, ῥωγάς [<ῥάγαται>· ῥάναται] <ῥαγδαῖον>· τὸ ὀξύ, ὁρμῆς μεστόν, ἢ ἄθρουν, σφοδρόν, ἰσχυρόν, φο- βερόν, σκληρόν <ῥαδαλόν>· ἁπαλόν. εὐδιάσειστον <Ῥαδαμάνθυος ὅρκος>· τὸν ἐπὶ χηνὶ καὶ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον <ῥαδαμεῖ>· βλαστάνει <ῥάδαμνος>· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα <ῥάδαμον>· καυλόν, βλαστόν <ῥαδανᾶται>· πλανᾶται <ῥαδάνη>· κρόκη. ὁμοίως <ῥοδάνη> <ῥαδανίζεται>· τινάσσεται <ῥαδανόν>· ῥαδινόν, ἀπὸ τοῦ ῥᾳδίως δονεῖσθαι <ῥαδανῶροι>· οἱ τῶν λαχάνων κηπουροί. Ταραντῖνοι [<ῥαδές>· τὸ ἀμφοτέρως ἐγκεκλιμένον] <ῥᾴδια>· εὔκολα, εὐχερῆ <ῥᾴδια[ι]>· ὑπόδημα ποιόν· οἱ δὲ σανδάλιον <ῥαδινήν>· λεπτήν <ῥαδινόν>· λεπτόν, ἰσχνόν. εὐκίνητον. ἁπαλόν. εὐδιάσειστον <ῥᾳδιουργεῖ>· ῥᾳδίως ποιεῖ. κακοποιεῖ, δεινοποιεῖ <ῥᾳδιουργός>· πλαστογράφος, ἢ ταχυγράφος, πονηρός, μηχανουργός, πολυμήχανος <ῥᾳδίως>· εὐκόλως, εὐχερῶς *<.ρα δμωῇσι>· θεραπαίναι(ς) *<ῥαΐσας>· ὑγιάνας <ῥάζειν>· τρώγειν. κυρίως ἐπὶ τῶν κυνῶν· μιμητικῶς ἐπὶ τοῦ ἤχου <ῥάθαγος>· τάραχος, ἦχος, θόρυβος, ψόφος <ῥαθάμη>· ῥᾳστώνη, ῥᾳθυμία <ῥαθαίνεται>· ῥαίνεται, βρέχεται <ῥαθάμιγγες>· ῥανίδες, σταγόνες. καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός. ἄλλοι ῥαθάμιγγες λέγουσι <ῥαθαπυγίζειν>· ὅ τινες <(ς)κομβρίζειν>. τὸ τῷ σκέλους πλάτει παίειν κατὰ τῶν ἰσχίων, τὸ εἰς τὸν γλουτὸν σιμῷ ποδὶ τύπτειν <ῥαθασσόμενοι>· ῥαινόμενοι. πληττόμενοι <ῥαθμίζεσθαι>· ῥαίνεσθαι <ῥᾳθυμία>· ἀμέλεια, κατήφεια. ἀνοχή <ῥᾴθυμος>· ὁ μὴ πονητικὸς [ἀλλὰ ἔκλυτος. ἄλλοι ἐπὶ τοῦ μεγάλου θυμοῦ κέ- χρηνται τῇ λέξει. m. sec. in marg.] *<ῥακ[κ]ά>· κενός *<ῥαμά>· ὑψηλή [<ῥαθώδημα>· ψεῦσμα] <ῥᾴ>· ῥᾷστον, ῥᾳδίως <ῥαιβίας>· ἀζήμιος δῆμος <ῥαιβόν>· ἐπικαμπές, τὸ μὴ <ὀρθόν>, καμπύλον, στρεβλόν, σκαμβόν [<ῥαιδῆλες>· ἐμφανές] <ῥάιδια>· σανδάλια. οἱ δὲ ὑποδήματα γυναικεῖα *<ῥαιδεῖται>· σκώπτει *<ῥαΐαν>· ὑγείαν <ῥαίει>· πορθεῖ, φθείρει <ῥαίεται>· πλανᾶται. φθίνει <ῥαΐζεται>· ὑγιαίνει <ῥαικακερεῖς>· στρεβλοκέρατοι <ῥαίκερος>· χαλεπός <Ῥαικός>· Ἕλλην. Ῥωμαῖοι δὲ τὸ Γ προσθέντες, <Γραικόν> φασι <ῥαίνει>· μιλτοῖ <ῥαίνοντο>· ἐβάλλοντο. κατεπάσσοντο <ῥαϊξία>· τόπος ἴδιος ἰατροῦ ἐν Ταραντίνοις <ῥαίοιτο>· φθείροιτο. πλανῷτο <ῥαιομένου>· φθειρομένου <ῥᾷον>· συγκριτικόν, ἢ ἕτερον <ῥαίουσι>· φθείρουσιν <ῥαΐσαι>· τρισυλλάβως Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν <ῥαΐσας>· ὑγιάνας, ἀνασφήλας <ῥᾷστα>· ῥᾳδίως, εὐκόλως <ῥαιστάζει>· πονεῖ. ὠθεῖ <ῥαῖσαι>· φθεῖραι <ῥαιστήρ>· σφῦρα σιδηρᾶ μονοκέφαλος. τινὲς δὲ σιαγόνα <ῥαιστῆρα>· ὁμοίως <ῥᾷστον>· ὑπερθετικόν <ῥαίστωρ>· κρατήρ <ῥαΐσω>· βελτίον σχῶ <ῥαιφάσσει>· ἁγνεύει <ῥαίω>· φθείρω <ῥᾴων>· εὐθυμότερος <ῥάκε' ἄζει>· ἱμάτια ξηραίνει <ῥάκελος>· σκληρός <ῥάκη>· ἀπο[σκο]ρακίσματα. καὶ ἀποσπάσματα. ἱμάτια <ῥακῖδες>· ὀρόδαμνοι, κλάδοι [<ῥακκίζειν>· τὸ διαιρεῖν τὰ μέλη τῆς ῥάχεως, ἢ παίειν <ῥακκίζει>· ὁ διακόπτων] <ῥακλεός>· σκληρός <ῥάκ[κ]ος>· διεῤῥωγὸς ἱμάτιον <ῥακτήριον>· ὄρχησίς τις <ῥακτηρίοις κέντροισιν>· ἀντὶ τοῦ ταῖς κώπαις· διὰ τὸ [ἀ]ῥάτ- τεσθαι. καὶ ἐν Φιλοκτήτῃ τῷ ἐν Τροίᾳ· μέλη βοῶν ἄναυλα καὶ ῥακτήρια ἀντὶ τοῦ ψοφώδη καὶ θορυβώδη [<ῥακτήρια[ι]>· ψοφώδη καὶ θορυβώδη] <ῥακτήρια>· τύμπανα <ῥακτοί>· φάραγγες. πέτραι. χαράδραι <ῥακτὸς λόφος>· ..... <ῥάκτρια(ι)>· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν <ῥακωλέον>· ῥάκος <ῥάματα>· βο[ς]τρύδια. σταφυλίς. Μακεδόνες [<ῥαμάς>· ὁ ὕψιστος θεός] <ῥαμβάς>· ὁ δήμιος <ῥάμνος>· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δέν- δρον ἀκανθῶδες <Ῥαμνουσίας ἀκτάς>· δῆμος ἐν τῇ Ἀττικῇ, ὅπου Νέμεσις τιμᾶται <Ῥαμνουσία[ν]>· Νέμεσις. ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυτο ἄγαλμα δε- κάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχον ἐν τῇ χειρὶ μηλέας κλάδον <ῥαμοσαίτης>· κατάρατος <ῥαμφαδέκται>· τὸ πυκτεύειν <ῥαμφάξει>· ῥύγχει ὠθήσει *<ῥομφαία>· μάχαιρα. καὶ ἡ πυγμὴ τῆς χειρός <ῥαμφή>· κοπίς. μάχαιρα. ἢ τὰ τῶν ὀρνέων ῥύγχη <ῥαμφησταί>· <ἰχθῦς> ποιοί <ῥαμφίς>· νεὼς εἶδος <ῥάμφος>· ῥύγχος τὸ ἐπὶ τῷ στόματι τῶν μεγάλων πετεινῶν <ῥαμψὰ γόνατα>· βλαισὰ γόνατα. τὸ δὲ αὐτὸ καὶ <ῥαιβά> <ῥαμψόν>· καμπύλον, βλαισόν <ῥᾶνα>· ἄρνα. Ῥωμαῖοι δὲ βάτραχον <ῥανίς>· σταλαγμός <ῥανᾶται>· πλανᾶται. σπείρεται <ῥαντίζει>· σκώπτει <ῥαντόν>· ποικίλον <ῥάξ>· [ῥάγα] ἡ τῆς σταφυλῆς [ἣν ἡμεῖς <ῥῶγα> καλοῦμεν] <ῥᾷον>· εὐχερές. κοῦφον. εὔκολον <ῥαπατήν>· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους <ῥαπίδες>· ὑποδήματα. περόναι <ῥαπιδοποιόν>· τὸν ποιητήν, Δωριεῖς· ἢ ποικιλτήν. ἢ τὰς κρηπῖδας ποιοῦντα <ῥαπίζει>· σκώπτει. ἀλοᾷ. παίζει. μαστιγοῖ, τύπτει <ῥαπίς>· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λα[μ]ψάνην <ῥαπίσαι>· ῥάβδῳ πλῆξαι, ἢ ἀλοῆσαι <ῥάπται>· φάραγγες, χαράδραι, γέφυραι <ῥάπτειν>· μηχανᾶσθαι, κατασκευάζειν <Ράριον πεδίον> ..... <Ρᾶρος>· ἰσχυρός. καὶ ὄνομα τοῦ Τριπτολέμου πατρός <ῥάσσα(τε)>· ῥάνατε <ῥᾷστα>· εὐχερῆ, εὔκολα <ῥαστάζει>· πονεῖ. ὠθεῖ. ταράττεται <ῥᾷστον>· εὐχερές, εὔκολον <ῥᾳστωνεύεται>· ῥᾳθυμεῖ, ἀμελεῖ, καταφρονεῖ <ῥᾳστώνη>· ῥᾳθυμία. καὶ τὰ ὅμοια <ῥᾳστώνης>· τρυφῆς, τέρψεως. ἀναπαύσεως <ῥάστωρ>· κρατήρ <ῥατάναν>· τορύναν <ῥατίζει>· πρεσβεύει <ῥατιχεύειν>· καταρᾶσθαι <ῥατῶνα>· ῥεκτῆρα. σφαγέα <ῥαυλόν>· ἄγραυλον. ἄγροικον <ῥαφάνη>· κράμβη <ῥαφανιδωθῆναι>· τοὺς μοιχοὺς ταῖς ῥαφανίσιν ἤλαυνον κατὰ τῆς ἕδρας τίς γὰρ ἀντὶ τῆς ῥαφανῖδος ὁρῶν ὀξυθυμίαν ἔλθοι πρὸς ἡμᾶς <ῥαφανίς> (καὶ) <ῥάφανος> διαφέρει παρὰ τοῖς Ἀττικοῖς· <ῥάφανος> μὲν γὰρ ἡ κράμβη, <ῥαφανὶς> δὲ ἡ παρ' ἡμῖν ῥάφαν(ος). Τρύφων δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς <ῥαφανῖδας> λέγεσθαι, τὰς δὲ μέγαλας <ῥάφας> <ῥάφανος>· κράμβη <ῥαφανουροί>· κηπουροί <ῥαφάσσει>· πλανᾶται <ῥαφίς>· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λα[μ]ψανῶδες. καὶ ἡ ῥάβδος <ῥάφοι>· ὄρνεις τινές <ῥαχάδην>· ἐπὶ τῆς ῥάχεως <ῥαχάς>· χωρίον σύνδενδρον καὶ μετέωρον, διὰ τὸ ψόφον ἀποτελεῖν καταπνεόμενον <ῥάχετρον>· ῥαχίς· ὡς πλευρὸν καὶ πλευρά. οἱ δὲ τὴν ῥάχιν τοῦ ἱερείου <ῥαχθέντος>· σπαραχθέντος (*)<ῥαχίζειν>· παίειν τὸ ἱερεῖον *<ῥάχη>· ἀποραχίσματα καὶ ἀποσπάσματα <ῥαχία>· πᾶς πετρώδης αἰγιαλός <ῥαχίζειν>· τὸ εἰκαίως καὶ ῥᾳδίως ψεύδεσθαι <ῥαχίζων>· διακόπτων, διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι <ῥάχι>· τὸ στέμφυλον <ῥάχις>· ἄκρα. ὀσφῦς. ἢ ἄκανθα τοῦ νώτου <ῥαχιστήρ>· ψεύστης. ἀλαζών. μεγαλουργός, μεγάλα κακουργῶν, μεγάλα ψευδόμενος <ῥᾶχοι>· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς [ς]φακέλους τῶν ξύλων· ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφ' οὗ τὸ περίφραγμα <Ῥᾶχος>· Ἕλλην. δηλοῖ δὲ παρὰ τοῖς βαρβάροις τὸν ἐλεύθερον. καὶ ὁ φραγμὸς τῶν τειχῶν <ῥάψαι>· συνθεῖναι <ῥαψῳδία>· ἡ σύνταξις τῶν λόγων, ἢ λόγων συῤῥαφή. ἢ μέρος ποιή- ματος <ῥαψῳδοί>· ὑποκριταὶ ἐπῶν *<ῥαψῴδημα>· ψεῦσμα. φλυαρία <ῥαψῳδός>· Σοφοκλῆς Οἰδίποδι οὕτως ἔφη τὴν Σφίγγα. [καὶ οἱ τὰ Ὁμήρου ᾄδοντες ποιοὶ ῥαψῳδοὶ καλοῦνται <ῥέα>· ῥᾳδίως, εὐχερῶς <Ῥέας πόντος>· παρὰ τὸν Ἀδριακὸν κόλπον, ἔνθα τιμᾶται (ἡ Ῥέα. καὶ) ὁ Βόσπορος <ῥεγεονάριος>· γειτονίαρχος <ῥέγματα>· τὰ βάμματα <ῥέγος>· ῥάμμα. βάμμα. ῥάκ(κ)ος *<ῥεγισταί>· οἱ βαφεῖς <ῥέγχειν>· ἐπὶ τῶν κοιμωμένων <ῥέδ(δ)ει>· πράττει, θύει [<ῥεδείη>· τράχηλος. ἢ <ῥεδέρη>] <ῥεδίων>· ἁρμάτων <ῥέε>· ῥέεν. ἔῤῥει, ἔρεεν <ῥέε δ' αἵματι γαῖα>· κατεῤῥεῖτο ἡ γῆ ἀπὸ τοῦ αἵματος <ῥέεθρα>· ῥεῖθρα, ῥεύματα <ῥεέθρων>· ῥευμάτων, ῥείθρων <ῥέζει>· πράττει. θύει, ἱερεύει. παρασκευάζει <ῥέζεσκον>· ἔθυον. ἔπραττον <ῥέζουσι>· πράττουσι. θύουσι. καὶ τὰ ὅμοια <ῥεθέων>· σπλάγχνων, μελῶν, σωμάτων <ῥέθη>· μέλη τοῦ σώματος. σῶμα. πρόσωπον. [θηρίον <ῥέθος>· πρόσωπον. παρειά <ῥεῖ>· ῥέει, χεῖται <ῥεῖα>· ῥᾳδίως, εὐχερῶς, μωλωπωνι, ἰσχυρῶς <ῥεῖα ζώοντες>· ἀπόνως καὶ ἀμόχθως ζῶντες <ῥεῖά κεν>· εὐχερῶς ἤνεγκεν <ῥ[ε]ιγεδανοῖς>· φοβεροῖς <ῥ[ε]ιγηλά>· φοβερά <ῥ[ε]ίγησε βοήν>· ἐφοβήθη[ς] ....... <ῥ[ε]ίγησεν>· ἐφοβήθη [<ῥειγῆνος>· ἀπειράγαθος] <ῥείζω>· ὠθήσω <Ῥείης>· τῆς Ῥέας <ῥεῖθρον>· ῥεῦμα. λέγεται δὲ καὶ <ῥέεθρον> <ῥ[ε]ινοτόρος>· τὰς ἀσπίδας τορῶν, ἢ τιτρώσκων <ῥεῖρος>· ταλαίπωρος <Ῥειτοί>· ἐν τῇ Ἀττικῇ δύο εἰσὶν οἱ πρὸς τῇ Ἐλευσῖνι Ῥειτοὶ ῥωγμοί. καὶ ὁ μὲν πρὸς τῇ θαλάττῃ τῆς πρεσβυτέρας θεοῦ νομίζεται, ὁ δὲ πρὸς τὸ ἄστυ τῆς νεωτέρας, ὅθεν τοὺς λουτροὺς ἁγνίζεσθαι τοὺς θιάσους <ῥέκος>· ζῶμα. ζώνη <ῥεκτός>· ἀνδρεῖος. ἢ χιτών <ῥεκτῶν>· ἀπομακτρῶν. ἢ ἱματίων <ῥέμβεται>· πλανᾶται, γυρεύει <ῥεμβέσθω>· τὰ ὅμοια <ῥεμβονᾶν>· σφενδόνας <ῥεμεῖ>· ὀδυνᾷ. σήπει <ῥεμφθῆναι>· ῥέμβεσθαι <ῥέμφος>· τὸ στόμα. ἢ ῥίς <ῥέξαι>· ποιῆσαι. θῦσαι <ῥέξει>· πράξει. θύσει, ἱερεύσει. παρασκευάσει, ἑτοιμάσει, ξέσει <ῥέξομεν>· ποιήσομεν. καὶ τὰ ὅμοια [<ῥέοιτο>· φθείροιτο] <ῥέοντα>· ῥυτά. ἐκπώματα <ῥέοντι>· ῥεῖ <ῥεόντων>· παρερχομένων <ῥέος>· ῥεῦμα. [ῥεῦμα] θηρίον <ῥέπει>· κλίνει, βαρεῖ, καθέλκει <ῥέπεν>· ἐβαρεῖτο <ῥέπεις>· ῥέψις. ῥέπου [<ῥερπίδα>· ᾧ τὸ πῦρ ἐκκαίουσι] <ῥεῦεν>· ἐδίωκεν <ῥεῦμιν>· βρέφος νεογνὸν <ῥεύσαντα>· ἐγκλίναντα <ῥευσταλέον>· ῥέον <ῥευστόν>· χυτόν [<ῥεφέα>· ἐστεγασμένα] [<ῥεφούγια>· ῥεμπτά] <ῥεχθέν>· πραχθέν, συντελεσθέν <ῥέψας>· κλίνας. στεγάσας <ῥέωνος>· εὔωνος. ἀνδρός <ῥήγεα>· παλλία βαπτά, ἀπὸ Ῥωμαίων. βεβαμμένα ἱμάτια. <Ῥηγεῖς> γὰρ οἱ βαφεῖς <ῥηγεύς>· βαφεύς <Ῥηγῖνος>· τοὺς δειλοὺς <Ῥηγίνους> ἔλεγον [<ῥήγησεν>· ἐφοβήθη, ἐδειλίασεν <ῥῆγλαι>· σίδηρα ὡς ῥάβδοι] <ῥῆγμα>· τάσις ἀνέμου. κατὰ μῆκος τραύματος οὐλή. στάλαγμα <ῥήγματα>· σχίσματα <ῥηγμίν>· αἰγιαλός, περὶ ὅνπερ ῥήγνυται τὸ κῦμα <ῥηγμῖνος>· τὰ ἀπορπύματα τῆς πέτρας <ῥηγμίς>· αἰγιαλός. διὰ (τὸ) ῥήσσειν τὰ κύματα ἐκεῖ <ῥήγνυσκε>· [τάσις ἀνέμου. ἢ τραύματος οὐλή] <ῥήγνυται>· διαιρεῖται, κατακόπτεται <ῥῆγος>· ῥάκος. περίστρωμα. σπάραγμα. προσκεφάλαια [<ῥηγῶν>· βοηθῶν] <ῥηδίων>· καρούχων. ῥαιδίων <ῥῃδίως>· εὐκόλως, εὐχερῶς <ῥήϊα καὶ ῥηΐδια>· ὁμοίως· εὐχερῶς μάλα, ῥᾳδίως <ῥηΐτεροι>· εὐκαταγωνιστότεροι. εὐχερέστεροι, εὐκοπώτεροι <ῥήνεα>· πρόβατα, οἷα <ῥῆνες>· ἄρνες, πρόβατα <ῥήνικες>· ἀρνακίδες <Ῥήνη>· ποιμήν. καὶ πόλις <Ῥῆνος>· ὄνομα ποταμοῦ <ῥῆξαι>· διελεῖν. καταβαλεῖν. ἀπολῦσαι. κρᾶξαι <ῥῆξαί με καὶ φράσαι ἀεὶ λόγον>· ἀντὶ τοῦ ἐκρῆξαι <φωνήν> <ῥηξάτω>· κραξάτω <ῥῆξε>· διέῤῥηξε. κατέβαλεν. ἔκραξεν. ἀπέλυσεν. διέκοψεν <ῥηξ[ε]ίφλοια>· ῥήξαντα. τὸν φλοῦν <ῥηξήνορα>· πολεμιστὴν πρακτικόν, ἢ ἀνδρεῖον πολεμιστήν <ῥηξήνορες>· ὁμοίως <ῥηξίφρονα>· καταβαλόντα τὴν φρένα *<ῥησίδιον>· λεξίδιον <ῥησάμενος>· διομολογησάμενος <ῥήσαντο>· ἐψηφίσαντο. οἱ δὲ ἐτύπτοντο <ῥήσεις>· νόμοι, δόγματα. λόγοι, λέξεις. ψηφίσματα <ῥησκομένων>· λεγομένων <Ῥῆσος>· ποταμὸς Τρωάδος *<ῥήσοντας>· τοῖς ποσὶ κροτοῦντας <Ῥησόσαρχος, ὃς ῥέει τὰ θέσφατα>· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρη- κεν· ἢ ὡς Ἀσκληπιάδης ἐν ς# τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέ- ναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος *<ῥήσιος>· ὁμιλίας <ῥήσσει>· τέμνει, σχίζει. τύπτει, κροτεῖ <ῥητήν>· τὴν ὡρισμένην ἡμέραν τοῖς θεοῖς εἰς θυσίαν σημαίνει <ῥητῆρα>· διδάσκαλον <ῥητοί>· οἱ ἔνδοξοι. [ταξάμενοι] <ῥητόν>· τὸ τεταγμένον, ὃ ἄν τις τάξηται. καὶ <ῥησάμενοι>· ταξά- μενοι <ῥητόν>· τὸ τεταγμένον *<ῥήτωρ>· ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτήν <ῥήτορες>· λέκται. οὐχ οἱ συνήγοροι μόνοι <ῥῆτραι>· συνθῆκαι διὰ λόγων. ἢ δίκαι. ἢ ὁμιλίαι <ῥήτρας>· συνθήκας <ῥήτρης>· ῥητορικῆς <ῥητῷ>· ὡμολογημένῳ. ἑσταμένῳ <ῥητῶν>· φανερῶν *<ῥητῶς>· φανερῶς <ῥήτωρ>· συνήγορος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ἢ κριτής <ῥήχη>· στάσις. ἐξουσία <ῥηχθέντα>· καταβληθέντα. χωρισθέντα <ῥηχιάδαι>· οἱ τοὺς καταδίκους εἰς ῥαχίας βάλλοντες <ῥηχίς>· ἄκρα <ῥῆχος>· φραγμός <ῥία>· ἀκρωτήρια ὄρθια. καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. [ἢ μάλα] <ῥίαινα>· πηγή, λιβάς [<ῥία μάλα>· εὐχερῶς πάνυ <ῥία φέροι>· ῥᾳδίως φέροι] <ῥίγα>· σιώπα <ῥιγεδανῆς>· φρικώδους. χαλεπῆς, κακίστης, φοβερᾶς <ῥιγεδανόν>· φρικῶδες, ὅμοιον <ῥίγ[ε]ιστα>· φρικωδέστατα <ῥιγηλόν>· φοβερόν *<ῥιγηδανῆς>· φρικτῆς <ῥίγησεν>· ἔφριξεν. ἐφοβήθη *<ῥηγῖνος>· ἀπειράγαθος <ῥίγιον>· φοβερώτερον. χαλεπώτερον. φρικτόν <ῥίγιστα>· φοβερώτατα. ἀτυχέστατα <Ῥιγίστη>· κρήνη τῆς Σινωπίδος <ῥῖγμα>· σταλαγμός [<ῥιγνόν>· ῥιγεδανόν, φρικῶδες] [<ῥιδαεῖ>· σκυβαλίζει] <ῥίζαι>· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν <ῥίζειν>· τρώγειν. καίειν. μυστιλᾶσθαι. θηλάζειν <ῥιζοῦχος>· σπερμογόνος <ῥιζῶν>· νεάζων. Ἐρετριεῖς *<ῥεῖθρον>· ῥεῦμα <ῥικνὴν ὄψιν>· φρικτήν <ῥικνοί>· ἰσχνοὶ σαρξίν. ἐπικεκαμμένοι, σκαμβοί, σκολιοί <ῥικνοῦσθαι>· διέλκεσθαι, καὶ παντοδαπῶς διαφέρεσθαι κατ' εἶδος <ῥικνοῦται>· λεπτύνεται. ἐπὶ τῶν ὀστέων τῶν γερόντων <ῥικνοτέρους>· ἀσθενεστέρους <ῥικνοφυεῖς>· τὰς στρεβλάς, καὶ πεπιεσμένας <ῥικνώσεαι>· ῥυσωθήσῃ <ῥίμβαι>· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι <ῥίμβησις>· ἀγκύλη τοῦ ὤμου. οἱ δὲ βραχίονα τοῦ ἱερείου <ῥίμφα>· ῥᾳδίως, εὐχερῶς. συνεχῶς. ἢ ταχέως <ῥίμφια>· ῥᾳδίως <ἔῤῥιψαν> <ῥινᾶν>· ἐπὶ τοῦ ἐξαπατᾶν. καὶ βουκολοῦντας <ῥίνεαι>· αἱ μέλαιναι ἰσχάδες <ῥίνη>· ἰχθύος δορά <ῥινηλάτην ὄνον>· τὸν καθικνούμενον τῇ ὀσμῇ <ῥινόβα[ς]τος>· ἰχθῦς ποιός <ῥινοβόλους ἀνέμους>· ἢ τὰς διὰ τῆς ἐνέδρας φύσας <ῥινοδέψου>· βυρσοδέψου <ῥινόκερως>· τὸ τετράπουν θηρίον. καὶ ποιὸς ὄρνις ἐν Αἰθιοπίᾳ *<ῥινός>· δέρμα <ῥινόν>· τὴν βύρσαν. τὸ δέρμα <ῥινοπύλη>· μικρὰ πύλη [<ῥινότερος>· τὸ ὅπλον ....] <ῥινοτόρος>· ῥινοὺς διατορῶν, τουτέστιν ὅπλα καὶ φάλαγγας διακό- πτων. ἢ βυρσοτόμος <ῥινούς>· βύρσας. δέρματα. ἀσπίδας <ῥινοχόος>· χώνη <ῥινφαρήτρας>· συνθήκας <ῥινῷ>· δέρματι. βύρσῃ <ῥινωτηρία>· μέρος τι τῆς νεώς <ῥιξικάζεται>· ῥικάζεται. στροβεῖται <ῥίον>· ἀκρωτήριον ὄρους <ῥίον Οἰ[νή]ναῖον>· Οἰνώη τῆς Ἀργείας ὄρος χαλεπόν [<ῥίος>· ἄκρα, κορυφή, ὄρος χαλεπόν, κρημνός] <ῥίου>· ἀκρωτηρίου <Ῥῖπαι>· ὄρη Σκυθικά· ὅθεν βοῤῥᾶς ὁ ἄνεμος πνεῖ <ῥίπες(ς)ι>· ψιάθοις. πλέγμασιν ἐκ καλάμων <ῥιπή>· ὁρμή. βολή. ῥοπή <ῥιπῆς>· ὁρμῆς. βο[υ]λῆς. ῥοπῆς <ῥίπη ταναοῖο>· ὁρμὴ τοῦ ἄγαν ἐκτεταμένου <ῥιπίδιον>· μέρος τῆς νεώς <ῥιπίζει>· φυσᾷ, πνεῖ, πνοὴν πέμπει. ἀνακαίει <ῥιπίζεται>· ἀνακινεῖται <ῥιπίζων>· κινῶν <ῥιπίρ>· ῥιπίς, τὸ πλέγμα, ἢ ἐκ σχοίνων πέτασος. Ἀττικοὶ δὲ <ῥιπίδα>. ᾧ τὸ πῦρ καίουσι· καὶ τραπέζας οὕτω λέγουσι <ῥιπίς>· τοῦ σκέλους τὸ ἀκροκώλιον <ῥιπιστά>· διαπνεόμενα [<ῥίπον>· μικρόν] *<ῥιπτάζων>· ῥίπτων <ῥῖπος>· ἔδαφος πρὸς κοίτην <ῥίς>· ῥίν. ῥώθων <ῥίσαντες>· φιλονεικήσαντες <ῥίσκοι>· εἶδός τι μυῶν <ῥίσσουσα>· λυπουμένη <ῥίστρον>· πτύον <ῥίψανεν>· ἐῤῥίψανεν <ῥιχνοῦσθαι>· κινεῖσθαι ἀσχημόνως <ῥίψασπις>· ὁ ἐν τῷ πολέμῳ τὰ ὅπλα ῥίψας ἐκ φόβου, δειλός <ῥιψοκίνδυνος>· παράβολος, τολμηρός, ἐπικίνδυνος [<ῥόα>· ῥεύματα] <ῥοαί>· ῥεύματα, ῥεῖθρα, πηγαί. ἱππόδρομος (<ῥοάς>·) τοὺς καλαμῶνας. πηγάς, χεύματα <ῥοάων>· ῥευμάτων <ῥοβδεῖ>· ἀναῤῥιπτεῖ μετ' ἤχου[ς] <ῥοβλεῖ>· ῥοφεῖ. πνεῖ <ῥόβιλλος>· βασιλίσκος ὄρνις <ῥόγαν>· τὸν φονέα, τὸν αὐτόχειρα <ῥόγαν>· ῥῶγα[ν] <ῥογεῖ>· ὀργᾷ. ἀκμάζει. δαμάζει <ῥογεύς>· βαφεύς <ῥογία>· ἀκέστρια <ῥογκιῆν>· ῥέγκειν. Ἐπίχαρμος <ῥογοί>· ὄροι σιτικοί, σιτοβολῶνες <ῥόδαμνοι>· κλῶνες, βλαστοί <ῥοδανόν>· τρυφερόν <Ῥοδανός>· ποταμοῦ ὄνομα <ῥόδεα>· ἐρυθρά <ῥόδεον>· εὔχρουν. εὐῶδες. εὐειδές <ῥοδῆ>· αὐτὸ τὸ δένδρον <ῥόδια>· ὑπόδημα ἀνδρεῖον. καὶ ἀμπέλου εἶδος <ῥοδιακόν>· ποτηρίου καὶ ἐκπώματος εἶδος <ῥοδιάς>· ποτηρίου εἶδος <Ῥόδιοι τὴν θυσίαν>· ...... <ῥόδιον>· μύρον <Ῥοδίος>· ποταμός, ὁ νῦν Δάρδανος <ῥοδόεντα>· πυῤῥά *<ῥοδοδάκτυλον>· ῥοδόχρουν. ἀπὸ μέρους· καλόν <ῥόδον>· Μιτυληναῖοι τὸ τῆς γυναικός. καὶ τὸ σύνηθες <ῥοδωνιά>· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ <ἰωνιἀ>, ὅπου τὰ ἴα φύεται· καὶ <κρινωνιά>, ἔνθα τὰ κρίνα. δηλοῖ δὲ καὶ τὸ ἀναιδές <Ῥοδῶπις>· αὕτη γένει μὲν ἦν ...... <ῥοήν>· ῥύσιν <ῥοθεῖ>· ὁρμᾷ <ῥοθεῖν>· ὁρμᾶν. τρέχειν. λέγειν. διώκειν <ῥοθιάζειν>· ἐλαύνειν, ἀπὸ τοῦ ψόφου τῆς εἰρεσίας. οἱ δὲ τὴν ἀνακο- πὴν τοῦ ὕδατος <ῥόθον> φασίν <ῥόθ[ε]ιον>· ῥεῦμα, <κῦμα>, τὸ μετὰ ψόφου γινόμενον *<ῥόθεον>· τὰ αὐτά <ῥόθιον>· ταχύ, ὁρμητικόν <ῥόθον>· τὸν ἀπὸ τῶν κυμάτων ψόφον <ῥόθῳ>· ὁρμῇ μετὰ ψόφου <ῥοία>· κυλίστρα τῶν ἵππων παρὰ τῷ ποταμῷ καὶ ψάμμῳ <ῥοίαγξ>· φάραγξ <ῥοιβδεῖ>· ῥοιζεῖ. διώκει. ῥοφεῖ ..... <ῥοῖβδος>· ῥόγχος. ψόφος ποιός <ῥοιβδώδει>· [μετὰ ἤχου ἀείδει, ὡς οἱ ποιμένες <..ιδαμός>· ὁ ἀσπάραγος <ῥοιδμός>· ποιὸς ψόφος <ῥοίδνας>· δάκνας <ῥοιζεῖ>· διώκει. ὁρμᾷ. τρέχει <ῥοιζηδόν>· σφοδρῶς ἠχητικόν <ῥοιζῆσαι>· ποιὸν ἦχον ἀποτελέσαι. συρίσαι <ῥοῖζος>· ψόφος, ἦχος. ῥεῦμα σφοδρόν <ῥοιζοῦντος>· ἠχοῦντος <ῥοίζωσον>· ἤχησον σφοδρῶς <ῥοικόν>· σκολιόν, καμπύλον, σκαμβόν. ῥυσόν. ῥικνόν <Ῥοίκου κριθοπομπία>· Ἐρατοσθένης ἐν τῷ ἐννάτῳ τῶν Ἀμαθου- σίων, βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα πρὸς ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὰς ἐκπέμψαι φησίν <ῥοιλιαῖς>· δάκναις <ῥοϊσμός>· ὁ τῶν ἵππων [ῥισμός <ῥόμβος>· ψόφος. στρόφος. ἦχος. δῖνος. κῶνος. ξυλήριον, οὗ ἐξῆπται σχοινίον, καὶ ἐν ταῖς τελεταῖς δινεῖται, [<Ῥομελίας>· μετέωρος περιτο- μῆς] ἵνα ῥοιζῇ. τοῦτο αὐτῷ ....... καὶ ἰχθῦς τις τῶν πλατέων. καὶ ὁ ἐν τοῖς δεσμοῖς γόμφος <ῥόμβῳ>· περιφορᾷ, κινήσει <ῥομβωτόν>· ἐπίμηκες <ῥόμιξα>· εἶδος ἀκοντίου <ῥόμος>· σκώληξ ἐν ξύλοις <ῥομφαία>· Θρᾴκιον ἀμυντήριον, μάχαιρα, ξίφος, ἢ ἀκόντιον μακρόν <ῥομφάζει>· βαστάζει (ὡς ῥομφαίαν) <ῥομφεῖς>· ἱμάντες, οἷς ῥάπτεται τὰ ὑποδήματα <ῥόνειν>· κρίνεσθαι <ῥόος>· ῥοῦς. ῥύμη, ῥεῦμα <ῥοπαῖς>· κλίσεσι <ῥοπαλίζει>· στρέφει, κινεῖ ὡς ῥόπαλον <ῥόπαλον>· βακτηρία, ῥάβδος <ῥοπή>· κλίσις, νεῦμα. [ῥάβδος] δύναμις, βοήθεια [<ῥοπήϊα>· σύμφυτος τόπος. καὶ ῥοπήρια ὁμοίως] <ῥοπτίον>· κλειδίον <ῥόπτρον>· ῥόπαλον. ἢ τὸ ἐπικαταπίπτον τῆς παγίδος καὶ συλλαμβά- νον. καὶ τὸ ἐπίσπαστρον τῆς θύρας· ἔνιοι κρίκον. καὶ τὸ αἰδοῖον. καὶ τὸ καμπύλον ξύλον <ῥοταρία>· τορύνιον <ῥουβοτός>· ῥόφημα <ῥουγός>· πρόσωπον <ῥουδόν>· ῥευστικῶς <ῥουμάζεται>· φρίττει <ῥοῦτο>· τοῦτο. Μακεδόνες <ῥοφεῖ>· καταπίνει. ἀναλαμβάνει *<ῥοῦν>· ῥεῦμα <ῥόφιον>· κύκα *<ῥόφια>· κύματα. ἢ <ῥόθια> <ῥόχανον>· σκυταλίδα, (ἀ)πορακτήριον, ᾗ ἀποριγλιῶσι τὸ μέτρον <ῥοχθεῖ>· ἠχεῖ, ψοφεῖ. κλύζει <ῥοῶδες>· [ῥεῦμα ὑδρηγόν <ῥύαξ>· περικεφαλαία. πύργος <ῥυάχετον>· θόρυβον. ἢ τὸν ῥέοντα ὀχετόν <ῥύβδην>· [δαψιλῶς.] ἢ ταχύτητι. ἢ μετ' ἤχου σφοδροῦ <ῥυγχιάζειν>· διαστρέφειν. ῥογχάζειν <ῥυδεῖ>· περιπλέκεται <ῥύδην>· εὐκόλως, ἢ ἀθρόως <ἐπιτρέχοντες> *<ῥυδωμένην>· ῥοφωμένην <ῥύδια>· ῥοά, ἢ ῥοιά <ῥυδὸν ἢ ῥύδην>· χύδην, δαψιλῶς, ῥευστικῶς, σφοδρῶς <ῥύεινα>· ἄρνα. Κύπριοι <ῥύεται>· σώζει. εἴργει. σκέπει. φυλάττει. κωλύει <ῥύζα>· βία. ἡ τοῦ τόξου τάσις <ῥύζειν>· ὑλακτεῖν <ῥύζουσι>· διαμωκῶνται. μισοῦσι. γογγύζουσιν <ῥυζῶν>· πενθῶν· διὰ τὸ τοὺς πενθοῦντας ἄναυδόν τινα ἦχον προ- φέρειν <ῥυῆαν>· κατόχον πιπάζεσθαι. καὶ <ῥυὰ> ὁ ἵππος <ῥυήσονται>· φθαρήσονται. ῥεύσουσιν <ῥυηφενής>· πλούσιος <ῥυθῆναι>· ἐρεχθῆναι, ὃ δηλοῖ ἐξαιρεθῆναι. ἢ ξυσθῆναι <ῥυθμίζει>· κανονίζει <ῥυθμοποιός>· ὁ μέλη καὶ ῥυθμοὺς ποιῶν <ῥυθμός>· κανών. μέτρον. τρόπος. μέλος εὔφωνον. ἀκολουθία. τάξις. σύγκρισις <ῥυκάνη>· ἀλθητήριον. χειρομήριον. ἀμυντήριον. τεκτονικὸν ἐργαλεῖον <ῥῦμα>· τὸ ἐλαφρόν. καὶ πυκνόν. ὁλκός. ῥύμη. φυλακή, ἀπὸ τοῦ ῥύ- εσθαι <ῥυμβονᾶν>· διασκορπίζειν <ῥύμβος>· δῖνος <ῥύμη>· ὁρμή *<ῥυμβάδας>· λάϊγγας τὰς διεσχισμένας *<ῥύμη>· τάξις ἔρημος <ῥύμιγξ>· χείμαῤῥος <ῥύμμα>· σμῆμα. καὶ ἡ σμηματοδοκίς, ς(μη)ματοθήκη <ῥύμματα>· τρίμματα. σμήγματα <ῥυμός>· τοῦ ἅρματος τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ μέσον ἀπὸ τοῦ ἄξονος, ὅ τινες <στήμονα> καὶ σταθμίον κα- λοῦσιν [<ῥυμός>· τάξις. ἢ ἐμμέλεια] <ῥυ(μο)τομεῖται>· εἰς ὀρθὸν κόπτεται <ῥυνδάκη>· ὀρνίθιον ἡλίκον, περιστερά <ῥύονται>· σώζουσιν <ῥύπα[ν]· ῥύπον, πίνον <ῥυπαίνει>· σμήχει. καθαρίζει. πλύνει <ῥυπαρόν>· αἰσχρόν <ῥυπαρός>· περίψηφος. αἰσχροκερδής <Ῥύπας>· τοὺς ἐν τῇ Ἀρκαδίᾳ Ἀχαιούς <ῥυπόεν>· αἰσχρόν. αἰσχροκερδές <ῥύπος· ῥύπον> Ἀττικοὶ τὸν εἰς τὰς σφραγῖδας κηρὸν λέγουσι <ῥυποκονδύλους>· ἀεὶ ῥυπῶντας καὶ ῥυπαρούς <ῥυππαπαί>· ναυτικὸν ἐπιφώνημα <ῥύπτει>· σμήχει. πλύνει *<ῥύπται>· οἱ ἀναῤῥοφοῦντες <ῥυπτικόν>· σμηκτικόν. καθαρτικόν <ῥῦσαι>· φύλαξαι. ῥυτίδας ἔχουσαι <ῥύσατο>· ἠλευθέρωσεν, ἐλυτρώσατο <ῥύσε>· λυτρωσαμένω <ῥύσια>· ἐνεχυράσματα, σωτήρια, λύτρα, λεηλασία <ῥυσιάζει>· ἀντενεχυράζει <ῥυσίαν βολάν>· τὴν τῶν τόξων τάσιν· ἀπὸ τοῦ ἐρύσαι, ἢ τοῦ ῥύσιον <ῥυσίλλας>· τὰς ῥυτίδας <ῥυσίοις ἐνταφαῖς>· ἑλκυσταῖς, ὑπὸ τῶν λοιπῶν γινομέναις <ῥύσιον>· ἑλκυστόν. λύτρον, τίμημα, ἢ τὸ ἕνεκα ἐνεχύρου κατεχόμενον. παρὰ τὸ ῥύεσθαι τὸν κατεχόμενον <ῥύσις>· [φιάλη χρυσῆ.] καὶ ξύλινόν τι σταθμίον. ἡ ἀπόῤῥοια <ῥυσοῖσι>· ῥερυσηκόσι, γεραιοῖς <ῥυσμοῦσθαι>· συγκρίνεσθαι <ῥυσοῦται>· γηράσκει, γεγήρακε <ῥυστάζοντες>· [<ῥυσιάζοντες>· ἐνεχυριάζοντες]. ἕλκοντες, μεθ' ὕβρεως σπαράσσοντες <ῥύστης>· σωτήρ, λυτρωτής <ῥυστόν>· δόρυ. Κρῆτες <ῥυτά>· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. ἢ πόπανα. ἢ εἶδος φιαλῶν <ῥυτά>· ἱερά, τὰ ἡπατοσκόπα. ἢ τὰ ἑλκυστά <ῥυτήρ>· ἡνίον, λῶρος, ἱμάς, ἑλκυστήρ <ῥυτῆρες>· ἡνίαι, ἱμάντες τῶν ἵππων, οἷον ἑλκυστῆρες <ῥυτῆρι κρούων>· ὁ Κύκνος λέγει· καὶ μὴ ὑβρίζων αὐτίκ' ἐκ βάθρων ὅλῳ ῥυτῆρι κρούων (γλουτὸν) ὑπτίου ποδός ἔνιοι δὲ οὐκ ἐπὶ τοῦ Κύκνου, ἀλλ' ἐπὶ τῶν πολεμίων, ὥστε εἶναι τὸν λόγον· φεύγοντας αὐτοὺς τῷ ὑπτίῳ ποδὶ τοὺς ἰδίους γλουτοὺς ποιήσω τύπτειν <ῥυτῆρος>· ὁ λόγος· καθάπερ ἁρματεύει ἵππος. ἐκ μέρους γὰρ τῶν πο- δῶν τοῦτο βούλεται δηλοῦν. <Ῥυτῆρας> δὲ ἔλεγον τὰς ἡνίας, ἤτοι χαλινούς <ῥυτῆρσι>· λώροις, ἱμᾶσι <ῥυτίδα>· σπίλον <Ῥύτιον>· πόλις <ῥῦτο>· ἐρύσατο, ἔσωσεν <ῥυτοί>· ἑλκυστοί. λίθοι μεγάλοι, διὰ τὸ μέγεθος οὐ δυνάμενοι βα- σταχθῆναι <ῥυτόν>· ποταμηδόν. πολύ, μέγα. ἑλκυστόν <ῥύτορας>· τοὺς θαλλοὺς τοὺς καθαρτηρίους <ῥῦτρα>· λυτήρια, σωτήρια, σῶστρα <ῥύτρυς>· χύτας <ῥύτωρ>· σωτήρ. βοηθός. ὁλκεύς <ῥύψαι>· σμῆσαι, σμῆξαι. πλῦναι. λοιδορῆσαι. ῥοφῆσαι. καθᾶραι <ῥύψις>· κάθαρσις, καθαρισμός <ῥυψόμεθα>· καθαρισόμεθα. ῥοφησόμεθα <ῥωγάδες>· κρημνοὶ διεσχισμένοι <ῥωγαί>· ῥήξεις. καὶ ἀποῤῥωγαί, ἀπο(ρ)ρήξεις <ῥωγαλέα>· διεσχισμένα. κατεῤῥηγμένα <ῥωγαλέον>· διεῤῥωγότα. κατατετρυμμένον. ῥακώδη <ῥῶγας>· οἱ μὲν τὴν ὀρσοθύραν· οἱ δὲ τὴν ἐκτομάδα. οἱ δὲ τὰς θυρί- <δας>· ἄλλοι τὰς κλίμακας, καὶ αὐτοὺς τοὺς βαθμοὺς τῶν κλιμάκων. ῥωγάδας· ἀνὰ ῥῶγας μεγάροιο <ῥωγμός>· ὄγκος. κοῖλος τόπος. ῥῆξις <ῥώδιγγες>· πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπες <ῥῳδιόν>· τὸν ἐρῳδιόν <ῥώεσθαι>· σπεύδειν. ὁρμᾶν <ῥώεται>· σπουδάζει <ῥώθυνες>· μυκτῆρες <ῥώκομαι>· ὀργίζομαι. λυποῦμαι. Λάκωνες <ῥωκῶσα>· πρίουσα τοὺς ὀδόντας <ῥῶμα>· ῥώμην, ἰσχύν. ὅρμημα. ὡς <γνῶμα> γνώμην <ῥωμαλέος>· ἰσχυρός, ἀνδρεῖος. ὑγιής. γενναῖος. θρασύς. [ῥωώδης] <ῥώμη>· δύναμις, ἰσχύς. ὄγκος. ὑγεία. ἀνδρεία [<ῥώνια>· φρύγανα] <ῥώνιξις>· ποταμίας νεὼς εἶδος <ῥώνιος>· ἄξιος. πλούσιος <ῥώννυσιν>· ὑγείαν παρέχει <ῥώξ>· κόκκος. ἢ εἶδος [ς]φαλαγγίου <ῥώοντο>· ὥρμων, ἐῤῥωμένως ἐκινοῦντο, ὁρμὴν ἐλάμβανον <ῥωπάς>· εἶδος φυτοῦ ἱμαντώδους <ῥῶπες>· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου <ῥωπήϊα>· τόπος, ἐν ᾧ οἱ ῥῶπες φύονται. ἢ οἱ σύμφυτοι τόποι <ῥωπεύειν>· ῥωποπωλεῖν. ἤδη δὲ καὶ ἐπὶ τοῦ μεταβάλλεσθαι [<ῥωπητήριον>· παρορμητήριον] <ῥωπικόν>· τὸ ἐπίκτητον καὶ ὡραϊ(σμέν)ον <ῥωπικά>· τὰ παρεμπορεύματα <Ῥωπῖτις>· τῶν τριττυῶν τις καὶ πατριῶν οὕτω καλεῖται <ῥωποπῶλαι>· μυροπῶλαι <ῥωποπώλης>· ὁ ῥῶπον πωλῶν. <Ῥῶπον> δὲ ἔλεγον τὸν λεπτὸν καὶ ποικίλον φόρτον <ῥῶπος>· ῥωπικόν. ἀντὶ τοῦ οὐδενὸς ἄξιον. ὁ γὰρ λεπτὸς ῥῶπος, ἤγουν ὁ φόρτος, μίγματα, χρώματα, ὅσα ζωγράφοις, βαφεῦσι, μυρεψοῖς χρη- σιμεύει <ῥωρός>· σφοδρός, καὶ τὰ κάρτα .... <ῥωσαμένω>· ῥωσάμενοι. δυϊκῶς <ῥώσασθαι>· ἐπιθέσθαι, ὁρμῆσαι, ἐπείγεσθαι <ῥῶσθαι>· σπουδάζειν <ῥωσθείς>· ἰσχύσας, ὑγιάνας τὴν διάνοιαν <ῥῶσις>· ὑγεία <ῥωστήρ>· σφῦρα <ῥωστήριον· φρενῶν> κίνημα, καὶ παρορμητικόν. <Ῥῶσαι> γὰρ τὸ εἰς ἀλκὴν παρορμῆσαι <ῥωστικόν>· ὁρμη[ς]τικόν <ῥῶστρον>· ἔμβολον <ῥῶται>· ἵσταται <ῥώτιγγες>· πληγαὶ ὕφαιμοι διακεκομμέναι <ῥώχειν>· βρύχειν τοῖς ὀδοῦσι .....· ῥωγάδας. ῥαγάδας γῆς <ῥωχμοῖς>· ῥήξεσιν, [ἢ βάθος γῆς] ἢ ῥηγμοῖς <ῥώψ>· βοτάνη ἁπαλή <Σᾶ>· σῶα, ὑγιῆ, ἀκέραια. καὶ ἀντωνυμία δευτέρου προσώπου <σαβάζειν>· εὐάζειν, βακχεύειν *<σαβά>· αἰχμαλωσία *<σαβέκ· "ἐν φυτῷ σαβέκ">. βάτος <Σαβάζιος>· ἐπώνυμον Διονύσου. οἱ δὲ υἱὸν Διονύσου· καὶ <Σάβον> ἐνίοτε καλοῦσιν αὐτόν. Φρὺξ δὲ ὁ Σαβάζιος <σαβακός>· ὁ σαθρός. Χῖοι <σαβακτίδες>· ὀστράκινα ζῴδια <σαβακῶς>· αὐστηρῶς, ξηρῶς, τραχέως <σαβάξας>· διασκεδάσας, διασαλεύσας <σαβαρίχην>· τὸ ..... <σάβειρος>· σάβειρος, σάβειος, κόραξ <σαβῆρον>· τὸ δακτύλιον <σάβηττοι>· κώνωπες <σάβος>· βακχεία <σάβυττος>· εἶδος ξυρής(εως) εἰς καλλωπισμόν· πότερον δὲ τοῦ πώγω- νος, ἢ τῆς κεφαλῆς, ἄδηλον. τινὲς δὲ τὸ γυναικεῖον <σάγαρις>· πελέκιον μονόστομον. [φαρέτρα. ἄροτρον] [<σάγανα>· σκεπάσματα. περιβόλαια] *<Σαγ[γ]άριος>· ποταμὸς Λυδίας καὶ Φρυγίας *<σαράβαρ[ι]α>· βρακία *<σαδδαεί>· ἱκανοῦ *<σαβαώθ>· στρατιῶν *<σαβαώθ>· παντοκράτωρ <σα(γ)γάδην>· [τὸν θύλακον>· ἄλλοι δὲ <σάκταν> λέγουσιν ὁδοιπορικὸν θύλακον <σάγδας>· εἶδος μύρου. ἢ <ψάγδας> <σάγη>· ἡ ὅλη πανοπλία. ἢ περιβόλαιον, σκέπασμα <σαγηνεύειν>· θηρεύειν. αἰχμαλωτίζειν. ἢ ἁλιεύειν <σαγηνεύσαντες>· τοὺς πολιορκηθέντας δικτύοις ἔθος. οἷς καὶ σαγη- νεύειν τοῦτο Ἕλληνες <σαγήνη>· πλέγμα τι ἐκ καλάμων εἰς θήραν ἰχθύων. [Λάκωνες <σαγείρετον>· μετακλέπτην <σαγίς>· πήρα <σαγλῶδες>· πλαδαρὸν σῶμα <σάγμα>· τὸ ἔλυτρον τῆς ἀσπίδος <σάγος>· μέρος τι τῆς πανοπλίας <σάγουρον>· γυργάθιον <Σάγραι>· ἔθνος Αἰθιόπων [<σαγροῖς>· κοπίς. ἢ πέλεκυς] <σαγύριον>· ἄρτου κλάσμα <σάθα>· μόρια <ς(.)αθεύει>· θάλπει <σαθαρυγά>· ταραχή [<σάθεα>· τὰ ἀσθενῆ] <σάθη>· τὰ ἀνδρεῖα ἀναγκαῖα <σαθρά>· ἀσθενῆ. κεκλασμένα <σάθραξ>· φθείρ <σάθων>· ὑποκόρισμα ἐπὶ παιδίων ἀῤῥένων, ἐπὶ τοῦ αἰδοίου [<σαί>· τὸ κινηθῆναι ἁπλῶς· <σαικίς>· δειλός [<σαΐκτας>· θύλακας, μαρσίππους. ἔνιοι αὐλοθήκας] [<σαίκουλουμ>· χρόνος, σάκκος. Ῥωμαῖοι] <σαικωνῆσαι>· διασαικώνη [..... <σαίνει>· κολακεύει, προσηνεύεται. τινάσσει. ἀσπάζεται. θωπεύει <σαίνεται>· κινεῖται, σαλεύεται, ταράττεται <σαινικρίζει>· ἐκτρέφει <σαίνουροι> καὶ <σαινουρίδες>· οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι καὶ κύνες <Σάϊοι>· πολέμιοι. νεκροί. καὶ ἔθνος, οἱ πρότερον Κίκονες *<σεπτὸς ἢ σεπτή>· ἐλαία θλαστή <σαίρει>· κοσμεῖ, φιλοκαλεῖ, καλλύνει <σαίρειν>· σαροῦν, κοσμεῖν <σαιρός>· σαρός <σαῖς>· κοῦρος, κάρος <Σαισαρία>· ἡ Ἐλευσὶν πρότερον <σαιστός>· ἐλαία θλαστή <Σακάδ(ε)ιον>· εἶδος μουσικοῦ ὀργάνου <Σάκαι[οί]>· οἱ Σκύθαι <σάκαια>· ἡ Σκυθικὴ ἑορτή <σάκαν>· τὸ τῆς γυναικός <Σάκας>· ἡμεῖς γάρ, ὦ 'νδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σά(κᾳ) οὕτω δὲ προσαγορεύει διὰ τὸ ξένος εἶναι· οἱ γὰρ <Σάκες> Θρᾷκες <Σάκας[ασ] ἀφικνεῖ[α]>· ...... [<σακέλα>· ὅπου τὸ χρυσίον τίθεται <σακέλιον>· ὁμοίως] <σακέσπαλος>· πολεμιστής <σάκε' ὤμοισι κλίναντες>· κεραμιδώσαντες <σακκίζειν>· ἐπὶ τοῦ ἐκκενῶσαι διὰ κλοπὴν τοὺς σάκκους· ὁποῖόν φασι τοῖς ἐργάταις. [ὡσεὶ ἔλεγε χαλκοδερμιστής. τὰ γὰρ σάκ[κ]η ἐπίχαλκα λέγει [<σάκκινον>· λεπτόν, ἀσθενές] <σακκινόσυκοι>· δασύπρωκτοι <σα[κ]κοδερμιστής>· ὄφιν σάκος ἔχοντα. οἱ δὲ σκώληκα, παρ' ὅσον δερμιστὴς οὗτος. βέλτιον δὲ τὸ(ν) χαλκοῦν ἔχοντα δέρμα νοεῖν ....... <σάκοιτοι>· οἱ ἱστῶντες τὸν κέραμον <σάκος>· ἀσπίς. ἀφ' οὗ καὶ οἱ νεώτεροι <σάγην> τὴν πανοπλίαν φασί <σάκος αἴγειος>· ἀντὶ τοῦ τεῦχος αἴγειον. θέλει δὲ εἰπεῖν τὴν πήραν, κατὰ μετάληψιν [<σακοφόροι>· ὁπλοφόροι] <σάκταρον>· τοῦτο ἐμφερές ἐστι κόμ(μ)ει, γεν(ν)ώμενον ἐν τῇ Ἰνδικῇ, διαλυτικόν <σάκτας>· ὁ θύλακος <σακτῆρος>· θυλάκου. ἔλεγον δὲ καὶ <σάκταν> <σακτός>· ὁ τεθησαυρισμένος. ὁ πολυχρόνιος, καὶ ἤδη ἀποκείμενος. καὶ χιτῶνος εἶδος. καὶ θύλακος <σακυνδάκη>· ἔνδυμα Σκυθικόν <σάκωσε>· κατέκλεισεν <σάλα>· φροντίς. βλάβη <Σαλαβακχώ>· πόρνης ὄνομα. ἀπὸ δὲ ταύτης καὶ τὰς κατωφερεῖς εἰς τὰ Ἀφροδίσια οὕτως ἔλεγον Ἀττικοί <σαλαβάρ>· μάγειρος. Λάκωνες <σαλάβη>· [καὶ] θύρας ὀπή. [φροντίς] <σαλάβους>· θυρῶν ὀπάς <σαλαγεῖ>· ταράσσει. ἡ γὰρ φροντὶς <σάλα> λέγεται <σαλαγή>· βοή <σάλαγξ>· ἰχθῦς ἀγαθός. καὶ μεταλλικὸν σκεῦος (......) ὡσεὶ ἔλεγε σιδηροπλά(ς)της <σαλαΐζειν>· κόπτεσθαι <σαλαις(μός)>· κωκυτός <σαλακύρων>· εὐήθων <σαλάκων>· ὁ πτωχὸς ἀλαζών <σαλακωνία>· ἡ ἐν πενίᾳ ἀλαζονεία <σαλακωνίσαι>· σαλακωνεῦσαι. ἔλεγον τοὺς διαθρυπτομένους <σαλά- κωνας>· ἀπὸ τοῦ ἁβρῶς καὶ μετὰ θρύψεως βαδίζειν. ὁ δὲ Θεόφρα- στος <σαλάκωνά> φησι(ν) εἶναι τὸν δαπανῶντα, ὅπου μὴ δεῖ <σαλάμβῃ>· ἡ ὀπή, δι' ἧς τὸ σέλας βαίνει. ἢ πύλη. καπνοδόχη. θυρίς. ἢ τροφός <Σαλαμβώ>· ἡ Ἀφροδίτη παρὰ Βαβυλωνίοις <Σαλαμίν>· νῆσος <Σαλαμίνιος>· [μία τῶν ἱερῶν νεῶν <σαλάννη>· φαρέτρα <σαλαχθέν>· σεισθέν <σαλάξαι>· κατακλύσαι. κινῆσαι <σαλέη>· σάλη. βλάβη <σαλεύειν>· ῥιπτάζεσθαι <σαλητόν>· Σοφοκλῆς Ἀνδρομέδᾳ. Ἀντίπατρος [ἢ] βαρβαρικὸν χιτῶνα. οἱ δὲ καὶ μεσόλευκον αὐτὸν εἶναί φασι <σαλία>· πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λά- καιναι. οἱ δὲ <θολία> <σαλιβάσσα>· τῇ θαλάσσῃ ἀπελθούσῃ [<σάλιξ>· ἰτέα. Ῥωμαῖοι] *<σαλιᾷ>· ἀρκεῖ [<σάλμα>· σησάμη] <σάλλα>· δρυσοφύουσα <σάλλινον>· φρόντισμα <Σάλμοξις>· ὁ Κρόνος. καὶ ὄρχησις. καὶ ᾠδή <Σαλμυδης(ός)>· αἰγιαλὸς περὶ τὸν Εὔξεινον πόντον <σάλος>· φροντίς, ταραχή. κλύδων, καὶ ἡ τῆς θαλάσσης κλύδωνος κί- νησις <σαλοῦσα>· φροντίζουσα <σάλπη>· ἰχθῦς ποιός, ὃν καὶ <βοῦν> καλοῦσιν <σαλπιγκτής>· ὁ τῆς σάλπιγγος φωνοβόλος <σάλπιγξ>· σιγηνοσάλπιγξ. ἀντὶ τοῦ κήρυξ. τινὲς δὲ ὄρνιν ποιόν. καὶ ὄργανον πολεμικόν. καὶ θαλασσίαν σάλπιγγα. παρὰ Ἀρχιλόχῳ δὲ τὸν στρόμβον. ἐκδέχονται δὲ καὶ <Σάλπιγγος Ἀθηνᾶς> ἱερὸν παρὰ Ἀργείοις <σαλπι(ς)τής>· ὄρνεόν τι <σαλύγα>· ἡ συνεχὴς κίνησις <σαλύγην>· τὴν γινομένην κίνησιν ἐκ τῆς καταφορᾶς τοῦ ἀτράκτου οὕτω καλεῖσθαί φασι <σάλω>· ἀρκεῖ. παρὰ Ῥίνθωνι <σαλῶος>· ὁ πεφροντισμένος. ἡ γὰρ φροντίς <σάλα> <σᾶμα>· μνῆμα, Δωριεῖς δὲ στοιχεῖον <σάμαινα>· εἶδος νεώς, ὑὸς ἔχουσα προτομήν <σαμαίνεται>· σφραγίζεται. παρὰ Ἐπιχάρμῳ <σαμάκια>· κοσμαρίου εἶδος <σάμαξ>· ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους (σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά- μακα. καὶ τοξικὸς κάλαμος. ἀφ' οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια ποιοῦσιν <σαμβά>· ὀσφῦς. ὀφρῦς [<σάμβαι>· θύραι.] [σάμβαλα] <σάμβαλα>· σάνδαλα <σαμβύκη>· οὐ μόνον τὸ μουσικὸν ὄργανον, οὗ μέμνηται Ἰόβας· ἀλλὰ καὶ πολιορκητ(ικ)όν, οὗ Βίτων <σάμεα>· τὰ ἐν ταῖς ὤαις τῶν ἱματίων παράσημα. Λάκωνες <σαμένορα>· τὸν βραβευτὴν τῶν σφαιριζόντων <σάμερα>· σάμερος. σήμερον <σάμερον>· σήμερον, νῦν. Ταραντῖνοι <Σάμη>· πόλις Κεφαλ(λ)ηνίας <Σαμία>· εἶδός τι ἀμπέλου <Σαμία γῆ>· ἰατρικὸν μῖγμα, ὅμοιον τῇ ἱερᾷ τριαδικῇ <Σαμιακὸς τρόπος>· δύο δηλοῖ ἡ λέξις· ἓν μὲν τὸ ἐπὶ διαβολῆ τῶν Σαμίων θρυλλουμένων ὡς κατεαγότων· ἕτερον δέ, ὅτι αἱ λεγόμεναι Σάμαιναι ναῦς κατέστρωντο δι' ὅλου. Δίδυμος δὲ τὰς Σαμαίνας ἰδιαιτέραν παρὰ τὰς ἄλλας ναῦς τὴν κατασκευὴν ἔχειν· εὐρύτεραι μὲν γάρ εἰσι τὰς γαστέρας. τοὺς δὲ ἐμβόλους σεσίμωνται, ὡς δοκεῖν ῥύγχεσιν ὑῶν ὁμοίως κατεσκευάσθαι, οἷον ὑοπρώρους εἶναι. διὸ καὶ ἐπὶ τ(οι)αύτης λέγεται· ναῦς δέ τις ὠκυπόρος Σαμία ὑὸς εἶδος ἔχουσα <σαμίθη>· ῥόφημά τι, ὡς Γλαυκίας ὁ ἰατρός <σαμινά>· θαμινά. συνεχῶς. Λάκωνες <Σαμίων ὁ δῆμος>· φησί τι(ς) παρὰ τῷ Ἀριστοφάνει, τοὺς ἐκ τοῦ μυ- λῶνος ἰδὼν Βαβυλωνίους· Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος· καταπληττόμενος τὴν ὄψιν αὐτῶν, καὶ ἐπαπορῶν. ἔστι δὲ καὶ ἑτέρα ἱστορία, δι' ἣν <πολυγράμματον> ἔφη <δῆμον>· ἐπειδὴ Ἑλλήνων Σάμιοι πολυγράμματοι ἐλέγοντο πρῶτοι καὶ χρησάμενοι καὶ δι(α)δόντες εἰς τοὺς ἄλλους Ἕλληνας τὴν διὰ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων χρῆσιν <σάμμα>· ὄργανον μουσικὸν παρὰ Ἰνδοῖς <Σάμου ὑληέσσης Θρηϊκίης>· τῆς Σαμοθρᾴκης. ἄλλοι τῆς πρὸς Θρᾴκῃ Σάμου, ᾗ ὁμωνύμως λέγεται καὶ τὸ ἐν αὐτῇ ὄρος. οὐ μνημο- νεύει, ἀλλὰ πάντοτε αὐτὴν Σά[λα]μον καλεῖ, καὶ οὐδέποτε Σαμοθρᾴ- κην κατὰ σύνθετον <Σαμονία>· οἱ δὲ <Σαμορινία>. ἡ Ἔφεσος <σαμυλίς>· ἡ πρόπολις ὑπὸ τῶν μελισσουργῶν <σαμφόρας>· σαμφόραι ἵπποι λέγονται, οἷς ἐπικεχάρακται τὸ C στοι- χεῖον. τοῦτο γὰρ <σὰν> ἔλεγον <σαμψοῦχος>· πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦ- σιν αὐτήν <σαμώσῃ>· κεραυνώσῃ <σάναπτιν>· τὴν οἰνιώτην. Σκύθαι <σανδα[λα]ράχη>· χρώματος εἶδος <σανδαία>· τροπὴ ἀπὸ γῆς. ἔνιοι δὲ τὸν λίβα ἄνεμον <σανδάλια>· σάνδαλα· γυναικεῖα ὑποδήματα, ἃ καὶ βλαυτία. καὶ ἰατρι- κὸς ἐπίδεσμος <σανδάλιον> <Σανδαλιῶτις>· ἡ Σαρδὼ πάλαι <σανδαράκη>· τροφή τις τῶν μελισσῶν. ὡς Ἀριστοτέλης <Σανδαροφάγος>· ὑπὸ Ἀλεξάνδρου ποταμὸς μετωνομάσθη, καὶ ἐκλήθη Ἀκεσίνης. [καὶ εἶδός τι μεταλλικόν <σάνδυξ>· δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει, ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός [<σανθείς>· αἰσθόμενος, γνούς] <σανίδες>· θύραι <(Σ)ανίκετις>· θεοφιλής <σανίς>· θύρα. λεύκωμα, ἐν ᾧ αἱ γραφαὶ Ἀθήνησιν ἐγράφοντο πρὸς τοὺς κακούργους. τίθεται δὲ καὶ ἐπὶ τοῦ (ς)ταυροῦ <σάνιτρα>· τροφός, τιθήνη <σαννάδας>· τὰς ἀγρίας αἶγας <σάννιον>· τὸ αἰδοῖον, ἀντὶ τοῦ κέρκιον· [παρὰ τὸ τῇ κέρκῳ σαίνειν.] τὸ γὰρ αἰδοῖον ἐσθ' ὅτε οὐρὰν ἔλεγον, ὡς Εὔπολις <σαν(ν)ιόπληκτος>· αἰδοιόπληκτος <σαννίς>· δρυοσάνδραξ. Θούριοι <σάννορος>· μωρός, παρὰ Ῥίνθωνι. Ταραντῖνοι [<σάνουροι>· τὰς οὐρὰς σαίνοντες] ........ <σάξαι> καὶ <σάττειν>· νάξαι. ν(ά)σσειν <σάξασθαι>· ὁπλίσασθαι. [πλήσασθαι] <σαοῖ>· βοηθεῖ, καὶ σώζει <σαοσίμβροτος>· ὁ σώζων ἀνθρώπους <σαόφρων>· σώφρων <Σάπαι>· ἔθνος Θρᾴκιον <σαπέρδης>· ὄνομα ἰχθύος. οἱ δὲ ταρίχου εἶδος. ἄλλοι ὑπὸ Ποντικῶν τὸν κορακῖνον ἰχθύν <σάπιθος>· θυσία. Πάφιοι <σαπρία>· σῆψις, σάθρωμα. τυδράκιν <σαπριοῦσι>· σήπουσι <σαπρόν>· παλαιόν. αἰσχρόν, ἀκάθαρτον <σαπύλλειν>· σαίνειν. Ῥίνθων (*)<σάμφαρος>· μωρολόγος <σαράβαρα>· τὰ περὶ τὰς κνημῖδας ἐνδύματα <σάραβος>· τὸ γυναικεῖον αἰδοῖον <σάραγος>· ὑπηρέτης ὁ σαρῶν τὰς δημοσίας στοάς <Σάραπις>· Περσικὸς χιτὼν μεσόλευκος, ὡς Κτησίας· "καὶ διαῤῥηξα- μένη τὸν σάραπιν καὶ τὰς τρίχας καθειμένη ἐτίλλετό τε καὶ βοὴν ἐποίει>." καλεῖται δὲ καὶ ὁ Πλούτων οὕτως <σαραπίους>· τὰς μαινίδας. Περγαῖοι [<σαραφίν>· γνώσεως πληθυσμός, ἢ σοφίας χύσις] <σαραχηρώ>· παρὰ Βηρώσῳ ἡ κοσμήτρια τῆς Ἥρας <σαργάναι>· δεσμοί, καὶ πλέγματα γυργαθώδη σχοινίων ἀγχυράγωγα <σάργανος>· ὁ ἀγροῖκος <σαρδαναπαλᾶ>· ἀλλοιᾶ <Σαρδανάπαλ(λ)ος>· πάντες σχεδὸν ἁπάσης ἀκολασίας καὶ τρυφῆς δοῦλον τοῦτον ἀναγράφουσι γεγονέναι. καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ ἐν τῇ Ἀσσυρίᾳ ἐν Νίνῳ φασὶν ἐπιγεγράφθαι Ἀσσυρίοις γράμμασι· <Σαρ- δανάπαλ(λ)ος> ........ γεγόνασι δὲ δύο Σαρδανάπαλ(λ)οι <σαρδανάφαλλος>· γελωτοποιός <σάρδιον>· βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα- λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν- τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ <Σαρ- δόνιος γέλως> <σαρδόνες>· ἐν κυνηγετικῷ μέρη τινὰ δικτύων δηλοῦνται <Σαρδόνιος γέλως>· ὁ καθ' ὑπόκρισιν ἢ ἐπὶ κατάρᾳ ἐῤῥιμμένος γέ- λως. ἢ ὑποκοριστικῶς <Σαρδόνιος γέλως>. οἱ τὴν Σαρδόν(α) κατοι- κοῦντες τῷ Κρόνῳ ἔθυον γελῶντα(ς) καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν· τὸν οὖν προσποιητὸν γέ- λωτα κληθῆναι Σαρδόνιον. τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλω- τος ἀποθνήσκουσιν. ἄλλοι τὸν καθ' ὑπόκρισιν γινόμενον γέλωτα <Σαρ- δόνιον> καλεῖν εἰώθασιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσιν <σάρδοντα>· διαπίπτοντα <σαρδώ>· ἐν Πασιφάῃ τὸ σαρδόνιον ἡ σφραγὶς εἴρηται <Σαρδώ[ν]>· νῆσος μεγάλη, πλησίον Ἀφρικῆς, ἡ καὶ Σαρδών[η] <σάρητον>· ὁ σάραπις. [καὶ] εἶδος χιτῶνος *<σαρκῶν>· σπερμολόγος <σάρι[ν>· σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ' Αἴγυπτον ἕλεσιν <σαρίν>· ὀρνέου εἶδος, ὅμοιον ψάρῳ <σαρίρ>· κλάδος φοίνικος Λάκωνες <σάρις[ς]α>· δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική. Μακεδόνες <σαρκάζει>· μειδιᾷ, εἰρωνεύεται, καταγελᾷ. ἀπὸ τοῦ σεσηρέναι <σαρκάζων>· μετὰ πικρίας γελῶν <σαρκάσας>· μετὰ πικρίας ἢ ἠρέμα τὰ τῶν χειλέων σάρκας διανοίξας, γελάσας <σαρκήρη στάχυν>· τὸν ἐκ σαρκῶν συνηρμοσμένον, καὶ οὐκ ἐκ κριθῶν συνεστῶτα, οἷον ἄνθρωπον <σαρκοβόρα>· σαρκοφάγον <σαρκοκόλ(λ)α>· φυτοῦ δάκρυον <σαρκῶν>· σεσηρώς <σάρματα>· καλλύσματα. καὶ κόπρια παρὰ Ῥίνθωνι <σάρμοι>· θερμοί. Καρύστιοι <σαρμός>· σωρὸς γῆς. καὶ κάλλυσμα. ἄλλοι ψάμμον, ἄλλοι χόρτον <σάρον>· Ἴων Ἀργείοις· ὡς παλαιὸν ἀκίσσαρον. βαρυτονητέον, ὡς παρὰ Σώφρονι. θέλει δὲ λέγειν, ὅτι ἄχρηστοί εἰσι διὰ τὸ γῆρας <σάρον>· κάλ(λ)υντρον. Βυζάντιοι <σαρός>· ἀριθμός τις παρὰ Βαβυλωνίοις. [ἢ κάλυντρον] <Σαρπηδόνιον>· τὸ μέγα. καὶ ἡ ἐν Θρα[ισή]κῃ καὶ Κιλικίᾳ πέτρα ὑψηλοτάτη <Σαρπήδοντος>· Σαρπηδόνος. ἅλις δὲ ταύτῃ χρῆται τῇ γενικῇ Σαρ- πήδοντος. ἔστι δὲ Αἰολικὴ ἀπὸ εὐθείας τῆς <Σαρπηδών> <Σαρπηδών>· κόσμος τῶν θεῶν, ἀπὸ μέρους. ἔστι δὲ ἀπὸ λίθου σαρ- πηδονίου καλουμένου. καὶ ὄνομα κύριον <Σαρπηδὼν ἀκτή>· ἀντὶ τοῦ Σαρπηδονία. τόπος δὲ οὗτος Θρᾴκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος <σάρπους>· κιβωτούς. Βιθυνοὶ δὲ ξυλίνους οἰκίας <σαῤῥυφθεῖν>· μωραίνειν <σάρσαι>· ἅμαξαι <σαρσίτει>· χορὸς πρὸς μύλον ποιούμενος τὴν χορείαν. Λάκωνες <σαρῶ>· κοσμήσω <σάρων>· λάγνος. τινὲς δὲ τὸ γυναικεῖον <σαρῶνες>· τὰ τῶν θηρατῶν λινά <Σαρωνία Ἄρτεμις>· Ἀχαιὸς Θησεῖ. ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνι- κοῦ κόλπου *<σασαλαγεῖ>· θρηνεῖ <σαρωνίδες>· πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες *<σάτρα>· σηπία <σάσαι>· καθίσαι. Πάφιοι *<σάτον>· σιτικὸν μέτρον <σαταρίδες>· σαταρνίδες. κόσμος κεφαλῆς γυναικεῖος <σᾶτε[ῖ]ς>· τὸ ἐπ' ἔτος. Δωριεῖς <σάτιλλα>· π[η]λειὰς τὸ ἄστρον <σατίναι>· αἱ ἅμαξαι <Σατνιόεις>· ποταμὸς ἐν Λελεγείᾳ. οἱ δὲ Λέλεγες Καρῶν γένος, πλη- σιόχωροι αὐτοῖς ὄντες. ἔστι δὲ καὶ Κιλικίας ποταμός <σατός>· ἐπ' ἔτος <σατράπαι>· ἀρχηγοί, στρατηλάται. Περσικὴ δὲ ἡ λέξις <Σατριάς>· ἔθνος Αἰθιόπων <σάττα>· κάλυμμα κεφαλῆς γυναικείας <σατήοραι>· σκάφαι βοτρύων, παρὰ Λάκωσιν *<σαττίν>· ὄνομα τόπου <σατύραν>· καταφερῆ <σατύριον>· πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. καὶ ζῶον τετράπουν, ἢ λιμναῖον <σάτυροι>· μορφαὶ ἀπρεπεῖς <σάτυρος>· ἡ ἔντασις. ἢ χορευτής <σαυᾶδαι>· σαῦδοι. Ἀμερίας τοὺς σειλείνους οὕτω καλεῖσθαί φησιν ὑπὸ Μακεδόνων (*)<σάνη>· ὁ κόσμος Βαβυλώνιος <σαυκόν>· ξηρόν. Συρακούσιοι <σαυκρόν>· ἁβρόν. ἐλαφρόν. ἄκρον. [*<σάτων>· μόδιος γέμων, ἤγουν ἓν ἥμισυ μόδιον Ἰταλικόν <σαυαρόν>· ἁβρόν. ἐλαφρόν. ἄκραν.] τρυφερόν. σεμνόν. σοβαρόν <σαυκρόποδες>· ἁβρόποδες <σαῦλα>· κοῦφα. ἥσυχα. τρυφερά <σαῦλον>· ἁβρόν. κοῦφον. ἄκρον. τρυφερόν. Ἀττικοί <σαυλοῦσθαι>· τρυφᾶν, θρύπτεσθαι, ἐναβρύνεσθαι <σαυλοῦ>· θρύπτου <σαύλωμα>· θρύμμα [<σαυλάτηρ>· δορατοθήκη] <σαυνά>· ἁπαλά <σαυνίον>· ἀκόντιον βαρβαρικόν. καὶ σαθρὸν, χαῦνον, ἀσθενές, παρὰ Κρατίνῳ <σαύρα>· τὸ ἑρπετὸν ζῶον. καὶ ἰχθῦς μέγιστος, σαῦρος <Σαῦραι>· ἔθνος Θρᾴκιον <σαυρῖται>· εἶδός τι ὄφεων <σαυρίγγη>· πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα <σαυροβριθὲς ἔγχος>· ἐκ τοῦ σαυρωτῆρος βαρύ. καὶ Αἰσχύλος <ὀπι- σθοβριθὲς ἔγχος> ἔφη <σαυρωτή>· ποικίλη <σαυρωτήρ>· τὸ ἔσχατον σιδήριον τοῦ δόρατος. δηλοῖ δὲ καὶ στάθμην κεστόν <σαυρωτῆρες>· τοῖς (ς)τύραξιν τῶν ὀπίσω τῶν δοράτων, ἤτοι σιδήρου τοῦ δόρατος <σαυρωτῆρος> τοῦ σιδηρίου <σαυρωτοῖς δόρασι>· τοῖς σαυρωτῆρας ἔχουσι κατὰ τῆς ἐπιδορατίδος <σαύσακας>· τυροὺς ἁπαλοὺς εὐτρόφους. καὶ δοκοῦσι δὲ οὗτοι ἐπιφό- ρους ποιεῖν πρὸς συνουσίαν <σαυσαρόν>· ψιθυρόν <σαυσιαλεῖ>· μαστιγᾶται. Ἠλεῖοι <σαυτορία>· σωτηρία. Ἀμερία(ς) <σαυχμόν>· σαχνόν, χαῦνον, σαθρόν, ἀσθενές <σάφα>· σαφῶς, φανερῶς, λαμπρῶς <σαφές>· τὰ αὐτά <σαφηνιεῖ>· ἑρμηνεύ(ς)ει <σαφήνισον>· ἑρμήνευσον <σαφήτωρ>· μάντις ἀληθὴς, μηνυτής, ἑρμηνεύς *<σάγματα>· φορτία *<σαγμίς>· ἡτοιμασμένος <σαχνόν>· ἀσθενές, χαῦνον <σαψίς>· ὁ ἀγαθὸς δαίμων, παρὰ Ἀράβοις <σάω>· σῶζε, σῶσον <σαώζει>· σώζει <Σαωκίς>· ἡ Σαμοθράκη οὕτως ἐκαλεῖτο τὸ πρότερον <σαωμένα>· θεωροῦσα <σαώς>· ἥλιος. Βαβυλώνιοι <σαώσεις>· σώσεις <σαώ(σο)μεν>· σώσωμεν <σαώτερος>· ὑγιέστερος. σῶος. ὑγιής. ἢ σωτηριώτερος. ἀπὸ πρωτοτύπου <σάος> Αἰολικοῦ <σαωτηρία>· σωτηρία *<σαόφρονα>· σώφρονα <σβέννυται>· κατασβέννυται <σβέσαι>· παῦσαι, κατασβέσαι <σεαυτόν>· τοῦ σοί [<σέβαμα>· ἐπιστροφὴ πονηρά] <σέβας>· τιμή. θαῦμα. θάμβος, ἔκπληξις. αἰδώς <σεβάσμιον>· τιμητόν, προσκυνητόν <σεβάσσατο>· σεβαστὸν ἡγήσατο, ἐτίμησεν, ἐνετράπη <σεβαστός>· προσκυνητός, τιμητός <σεβέννιον>· τὸ ἐπ' ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον <σέβερος>· εὐσεβής, δίκαιος <σέβεσθαι>· αἰδεῖσθαι, ἐντρέπεσθαι. προσκυνεῖν. αἰσχύνεσθαι <σέβηται>· λατρεύηται. ἢ αἴδηται <σεβιστόν>· τιμητόν <σέβις>· πυξίς <σεγάνιον>· γυργαθῶδες πλέγμα παρὰ Ῥοδίοις <σέδας>· καθέδρας <σε(.)έλλισαι>· Φρύνιχος ἐν Κρόν[ί]ῳ· ἄγαμαι Διονῦ σοῦ στόματος, ὡς σε(.)έλλισαι κεκόμπακας πολλάκις. Αἰσχίνης τις ὑπῆρχε, Σέλλου καλούμενος, ἀλα- ζὼν καὶ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν, πε- νόμενος καθ' ὑπερβολήν, ὡς τοὺς παραπλησίους τούτῳ καλεῖσθαι ..... *<(Σ)εδέκ>· πόλις Μωαβιτῶν. ἑρμηνεύεται δὲ μελέτησις <σέθεν>· σοῦ. ἰσοδυναμεῖ δὲ αὐτῷ καὶ τὸ <σεῦ> καὶ τὸ <σέο> καὶ <σεῖο>· τὸ δὲ καθ' Ὅμηρον τοῦ σοῦ σύναρθρον· μνῆσαι πατρὸς σεῖο καὶ σοῖο ἢ ἐκ σοῦ <σεῖα>· ἐδίωξα. Βοιωτοί <σεῖν>· θεῖν. Λάκωνες <σεῖναι>· θεῖναι. Κρῆτες <σείεις>· ἐξαπατᾷς. Ἀττικοί <Σ[ε]ιθωνίη>]· ἡ Θεσσαλία *<σεῖο>· σοῦ ἢ τοῦ σοῦ <σειομένους>· καθαλλομένους *<ς[ε]ίνεται>· κακοποιεῖ *<σεῖο φονῆος>· τοῦ σοῦ φονέως *<σεῖον ζυγόν>· ἀπὸ τοῦ παρακολουθοῦντος, συνεχῶς καὶ ἐπιτετα- μένως ἔτρεχον <σειραί>· πλέγματα, ἡνίαι, ἢ πλεκτοὶ ἱμάντες [<σειραχθῆσαι>· χρεῶν ἀποκοπαί] <σειραφόρον>· ἡγεμονικόν. μετῆκται δὲ ἀπὸ τῶν δεξιοσείρων ἵππων <σειρή(ν)>· ἡ ἀναδέσμη. καὶ μέλιττα, ἢ μελίττης οἶκος. καὶ ὀρνιθά- ριόν τι ποιόν. καὶ ἱμάτιον ἀσπάθητον λεπτόν *<σειρή>· ἅλυσις, δεσμός <σειρῆνες>· οἱ λεπτοὶ καὶ διαφανεῖς χιτῶνες <σειριᾷ>· φλεγμαίνει, καροῦται <σειρίδας>· τὰς σειράς <σείριος>· ὁ ἥλιος. καὶ ὁ τοῦ κυνὸς ἀστήρ <Σειρίου κυνὸς δίκην>· Σοφοκλῆς τὸν ἀστρῷον κύνα. ὁ δὲ Ἀρχί- λοχος τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα [<σειροί ἐπαύλεις>] [<σειρῆνες>· οἱ μὲν ἔξω γυναῖκάς φασι μελῳδούσας, ὁ δὲ Ἀκύλας στρουθοκάμηλον] <σειρομάστης>· εἶδος ἀκοντίου <σειρομαστῶν>· δορυφόρων. καὶ εἶδος λόγχης <σειρόν>· τὸ ἀνδρεῖον, θέριστρον. Σικυώνιοι <σειροφόρος>· οἰωνὸς ἡγεμονικός <σεῖσαι>· συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων <σείσατο>· ἐσείσθη <σεισάχθεια>· Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομο- θέτησεν, ἥνπερ σεισάχθειαν ἐκάλεσε, παρὰ τὸ ἀποσείσασθαι τὰ βάρη τῶν δανείων <σεισμός>· τρόμος <σεισόφελος>· τὸ τῶν τροχίλων εἶδος <σείσων>· ἄγγος κεραμεικόν, ἐν ᾧ τοὺς κυάμους φρύγουσιν <σεῖφα>· σκοτία. Κρῆτες <σεκάνες>· πόῤῥωθεν <σεκούα[να>]· σικύα <σεκουάνη>· ἐλαίας εἶδος. Λάκωνες [<σέκρετον>· συνέδριον] <σελαγίζει>· αἴθεται, φλέγεται. ἀπὸ τοῦ σέλας <σελαγεῖται>· τὰ αὐτά <σέλαιναι>· λαμπάδες <σελάοντες>· λάμποντες <σέλας>· φῶς, αὐγή. πῦρ, φλόξ, φέγγος τοῦ πυρός, λαμπρότης. [ἢ κα- θέδρα(ς)] [<σελάσει>· φλέγει, λαμπαδίζει] <Σελ(.)ασία>· Ἄρτεμις <Σελ(.)ασία>· τόπος τῆς Λακωνικῆς, ὅθεν εἰκὸς κληθῆναι τὴν Ἄρ- τεμιν <σέλας>· φῶς <πυρός>, ἢ λαμπρότης τοῦ πυρός, περιφραστικῶς· ἔνθεν καὶ σελήνη, παρὰ τὴν λαμπρότητα τὴν περὶ αὐτὴν γινομένην τοῦ ἡλίου· εἵατο πεντήκοντα (σέλᾳ) πυρὸς αἰθομένοιο <σελασφόρος>· λαμπροφόρος <σελάτης>· κοχλίας <σελάχιον>· κόμμα ἰχθύος. ἢ τὰ σελάχια λεγόμενα. τινὲς δέ φασι· σελάχη λέγεται, ὅσα ἄποδα ζωοτοκεῖ. Σέλαχος δὲ λέγεται τὸ ἐκ τοῦ σελαχίου ψαρίου <σελάχη>· εἴδη θαλασσίων θηρίων <σελαχίας>· εἶδος ἰχθύων (οὐ) μεγάλων <σελευκίς>· εἶδος ἐκπώματος, ἀπὸ τοῦ βασιλέως κληθέν. καὶ ὑπόδημα γυναικεῖον. καὶ ὄρνεον ἀκριδοφάγον <σελήνας>· πόπανα, τῷ ἄστρῳ ὅμοια πέμματα <σεληνίς>· φυλακτήριον, ὅπερ (δέρης) ἐκκρέμαται τοῖς παιδίοις <Σεληπιάδαο>· Σεληπίου υἱοῦ <σελίαρ>· φοίνιξ <σελίδες>· τὰ μεταξὺ διαφράγματα τῶν διαστημάτων τῆς νεώς. καθά- περ καὶ ἐν τοῖς βιβλίοις, τὰ μεταξὺ τῶν παραγραφῶν <σέλινον>· τὸ γυναικεῖον <σελινουσία>· κράμβης εἶδος <σελίνου στέφανος>· πένθει προσήκων. διὰ τοῦτο καὶ ἐν τῷ Ἰσθμικῷ ἀγῶνι στεφάνῳ ἐχρήσαντο αὐτῷ <σελίς>· πτυχίον, καταβατὸν βιβλίου. ἢ [ἔνδοξον <Σελλάδαι>· γένος ἰθαγενῶν <σελληγορεῖ>· εὐχερείας ἀναφώνημα <Σελλήεις>· ποταμὸς Θεσπρωτίας, ἀφ' οὗ καὶ τὸ ἔθνος Σελλοί, καὶ ἄλλο(ς) τῆς Τρωάδος. οἱ δὲ ἀναγινώσκοντες κατὰ συναλοιφὴν ἀμφὶ δέ σ' Ἑλλοί οὐχ ὑγιῶς ἀκούουσι τὸ ἔθνος <Σελληϊάδεω>· Σελ(λ)έως υἱὸς ὁ μάντις, Βατουσιάδης τὸ ὄνομα <σελλίζεσθαι>· ψελλίζεσθαι. τινὲς δὲ <σελλίζει>· ἀλαζονεύει <σέλματα>· τὰ ζυγὰ τῆς νεώς· ἢ τὰ ἀπὸ τοῦ ζυγοῦ εἰς τὸν ζυγὸν δια- στήματα. ἢ αἱ καθέδραι τῶν ἐρετῶν, καὶ συναρμογαὶ τῶν σανίδων <σέλμενοι>· γενόμενοι <σελμίς>· ὁρμιὰ τριχίνη. καὶ τὰ ἰκρία <σελμῶν>· σανίδων. ἀνταπόδοσις [<Σελοί>· ἔθνος ἐν Δωδώνῃ. ἢ πτωχοί] <σέλπιδες>· σχεδίαι <σέλπον>· σίλφιον <Σελχροί>· Πέρσαι <σεμαλία>· ῥάκ[κ]η. Ἀργεῖοι <σεμέλη>· τράπεζα. παρὰ δὲ Φρυνίχῳ ἑορτή <σεμελοιρίδαι>· οἱ ἄνευ κελύφους· οὓς ἔνιοι λίψακας <σέμελος>· κοχλίας <σεμίαρ>· χιτών. ἢ πλὰξ ἀντὶ στέγης ἐπικείμενος, ὡς Λάκωνες <Σεμίραμις>· περιστερὰ ὄρειος Ἑλληνιστί <σεμνὰ τῆς σῆς παρθένου μυστήρια>· Σοφοκλῆς. τὰ ἄῤῥητα, καὶ ἀνεξήγητα μυστήρια <σεμναὶ θεαί>· τὰς Εὐμενίδας οὕτως ἔλεγον, καὶ Ἐριν[ν]ύας ἐπὶ εὐ- φημισμῷ <σεμνή>· τιμία. σώφρων *<σεμνεῖον>· οἶκος ἱερός <σεμνολόγημα>· ...... <σεμνόν>· κατάστυγνον, καὶ ἥσυχον. δηλοῖ δὲ καὶ ἔνδοξον, καὶ θαυ- μαστόν, καὶ ἄξιον ἐντροπῆς, καὶ μέγα, καὶ ἕξιν ἔχον <σεμνύνεσθαι>· κομπάζεσθαι, μέγα φρονεῖν. λαμπρύνεσθαι <σεμνυνόμενος>· κομπάζων, μέγα φρονῶν. λαμπρυνόμενος <σέμπαδα>· ὑποδήματα <Σέξ[ε]στος>· ὄνομα κύριον <σεπτά>· θαυμαστά, σεβάσμια <σεπτεύειν>· σέβειν <σεπτευομένης>· εὐχομένης, σεβομένης [<σεπτοί>· μεταβαλλόμενοι] <σεπτόν>· ἔντιμον, ἅγιον, σεβάσμιον, σεβαστόν <σεπ[τ]υΐς>· πυξίς <σεργοί>· ἔλαφοι <σερήτιον>· ἡ σερίς [<σερί>· ζωστήρ] *<σειρομάστης>· εἶδος (ἀ)κονταρίου <σερίδες>· σειραί <σερίζω>· στηρίζω. στηρίζομαι <Σέριφος>· Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα σέριφος λεγομένη <σέρκος>· ἀλεκτρυών. καὶ ἀλεκτορίδες <σέλκες> <σερμοί>· θερμοί <σερός>· χθές. Ἠλεῖοι <σέρτης>· γέρανος. Πολυῤῥήνιοι <σέρφοι>· οἱ πτερωτοὶ μύρμηκες <σές>· ἔλαθες. Πάφιοι <σέσακται>· ἔσταλται. καθὸ καὶ ἡμεῖς τὴν στολὴν <σάγην> λέγομεν <σεσαλαγμένον>· σεσαγμένον, διατεταγμένον <σεσάχθαι>· ἐσκευάσθαι, καθοπλίζεσθαι. <Σάγη> γὰρ ἡ καθόπλισις <σεσελίσθαι>· ἀλαζονεύεσθαι καὶ σκώπτειν, ἀπὸ Αἰσχίνου τοῦ Σελλοῦ <σέσελι>· πόα τις <σεσήκασμαι>· πεπλάνημαι <σέσηλοι>· κοχλίαι. Λάκωνες <σεσημασμένον>· ἐσφραγισμένον [<σεσηνομένον>· διασεσυρημένον] <σεσηπυῖα>· διεῤῥωγυῖα <σέσηρε>· γελᾷ δολίως. ψύχει τοὺς ὀδόντας (γελῶσα) <σεσηρέναι>· γελᾶν προσποιητῶς [γελῶσα] <σεσηρυῖαι>· γελῶσαι κατὰ θυμοῦ, ἢ ἐν ὑποκρίσει, ἢ προσποιητῶς <σεσηρώς>· κεχηνώς. διηνοιγμένον, ἀνοικτὸν ἔχων στόμα <σεσιμωμένος>· ....... <σεσοβημένος>· τεθορυβημένος, ἄτακτος τῇ κινήσει, τεταραγμένος <σέσοψ>· ποιὸς ἰχθῦς <σεσύανται>· ὡρμήκασιν <σέσυφος>· πανοῦργος <σεσωρευμένα>· βεβαρημένα <σεσωσμένος>· γυναικὶ συγγεγονώς <σεπτηρία>· καθαρμός. ἔκθυσις <σεῦ>· σοῦ <σεῦα>· ἐδίωξα <σεῦαι>· (ἀ)πελάσαι. ἐλάσαι. διῶξαι. ἢ ὁρμὴν ἐμβαλεῖν <σευάμενος>· ὁρμήσας, καὶ τὰ ὅμοια <σεύ[άς]ας>· παρορμήσας. διώξας· σεύας ἐκ πεδίοιο <σεῦε>· δίωκε <σεύει>· διώκει *<σεῦ>· σεῖο, σοῦ <σεύεσθαι>· ὁρμᾶσθαι, διώκειν *<σεύοντο>· ἐπορεύοντο <σευομένη>· πορευομένη, ὁρμῶσα <σεύονται>· ἀποδιώκουσιν <σεχές>· τοῦ Ἑρμοῦ ἀστήρ. Βαβυλώνιοι <σέψασθαι>· σεφθῆναι. θαυμάσαι <σέων>· σητῶν <σῆ>· τρέχε[ι] <σηγᾷ>· σιωπᾷ <σηδόν>· γλαυκὸν ἔλαιον <σηδρακεῖ>· κτυπεῖ <σῆκα>· οὕτως ἐπιφθέγγονται οἱ ποιμένες εἰς τὸ συγκλεῖσαι τὰ ποίμνια <Σηκάνη>· πόλις Σικελίας <σηκανατὰ> καὶ χλουρὰ ῥαβδία <σηκάσθησαν>· συνεκλείσθησαν <σηκίς>· οἰκογενὴς δοῦλος, ἢ δούλη. οἷον ἐκ τοῦ σηκοῦ <σηκοί>· αἱ μάνδραι, αἱ ἐπαύλεις. ἀπὸ τοῦ τὰ εἰσαγόμενα σῶα μένειν <σηκοῖς>· ὁμοίως <σηκολόαι>· λῃσταί <σηκοκόρος>· ὁ τὴν ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, [ὅθεν καὶ <νεωκόρος>. [<Κορεῖν> γὰρ τὸ σαίρειν καὶ <σηκοί> οἱ ναοὶ καὶ αἱ μάνδραι· τὸ δὲ <κορεῖν> ἀπὸ τοῦ καλλύνειν τὸ ἔδαφος· <κόρη> γὰρ καὶ <κόρος> εἰσὶ τὸ καθα- ρὸν καὶ καλόν, ἀφ' οὗ καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς διαυγῆ <κόραι> λέγονται. καὶ ὁ τὰς μάνδρας κοσμῶν καὶ καλλύνων <σηκοκόρος>, καὶ <μυληκόρον> τὸ τὸν μύλον κοροῦν] <σηκός>· οἶκος. τάφος. ναός. μάνδρα. ἐνδότερος τόπος τοῦ ἱεροῦ <σηκύλλαι>· αἱ ταμίαι παιδίσκαι <σηκῷ>· οἴκῳ, ἐν ᾧ ἔφηβοι γυμνάζονται. ἢ βαθεῖ τόπῳ <σηκωτήρ>· ὁ ἀναφορεὺς τοῦ ζυγοῦ <σήλατο>· ἔσεισεν, ἐτίναξεν, κατέβαλεν, ἔῤῥηξε *<σήλεκτος>· χαμοδικαστής <σήλια>· τὰ μικρὰ πιθάρια. καὶ σκεῦος ἀρτοποιητικόν <σῆμα>· τάφος. μνῆμα. ἢ ναοῦ εἶδος. [σημαία, σημεῖον] <σημαία>· σημεῖον. σίγνον <σήμαινε>· πρόστασσε <σημαίνειν>· προστάττειν, ἄρχειν. δεικνύειν. δικάζειν. βουλεύεσθαι. σαλπίζειν <σημάντορες>· ἐπιτάκτορες, βασιλεῖς, ἡγεμόνες· ἀπὸ τοῦ σημαίνειν, ὅ ἐστι προστάσσειν. ἡνίοχοι. ἐπιστάται <σήμαντρα>· σφραγῖδες <σημασία>· φανέρωσις ...... <σήματα>· τέρατα, σημεῖα. Ἀττικοὶ δὲ μνήματα <σηματίζονται πέδον>· ὅσοι σημειοῦνται, ὅσοι Τρῶες λέγονται εἶναι <Σημαχίδαι>· δῆμος τῆς Ἀντιοχίδος φυλῆς <σημεῖον>· τέρας. ἢ σφραγίς <σήμερον>· αὐτίκα, ταχύ [<σημαιναῖον>· σημαίνει] <σημήνασθαι>· σφραγίσασθαι [<σῆμνον>· μέγα] [<σημόκοινος>· ἡ ἀνατολή] <σῆνα>· θυσία. Λάκωνες <σήνασα>· προσγελάσασα, προσπαίξασα <σηνιατήριον>· τὸ κόσκινον <σηνίκη>· ἄτροχος ἅμαξα. καὶ τὸ τετράπουν ζῶον, σαύρᾳ παραπλήσιον. καὶ ζῶον πολύπουν, ὅμοιον τοῖς κατοικιδίοις ὄνοις <σηπεδών>· σῆψις *<σηνοῦροι>· ταῖς οὐραῖς σαίνοντες <σῆπες>· ζῶα ἑρπετά, ὄφεις <σηπετοῦ>· σηπεδόνος [<σηπόωντο>· ὁρμὴν ἐλάμβανον] <σηποιαλίς>· εἶδος ἀμπέλου <σηρά>· σκῦλα. ἢ δεσμὸς πλεκτός <σήραγγες>· κοιλώδεις τόποι. ἢ κισηρώδεις. ἢ πόροι γῆς λεπ(τ)οφόροι. ἢ πέτραι <Σηράγγ(ε)ιον>· βαλανεῖον <σήραγγος ἢ σήραγξ>. ἐπιθυμία <σηράγκων>· σπηλαίων. ἐπιθυμιῶν <σήραγξ>· σπήλαιον, κοιλότης, ὕφαλος πέτρα ῥήγματα ἔχουσα <σήραμβος>· εἶδος κανθάρου <Σῆρες>· ζῶα νήθοντα μέταξαν. ἢ ὄνομα ἔθνους, ὅθεν ἔρχεται καὶ τὸ ὁλοσήρικον <σηρίον>· θηρίον <σηρῶν>· σκωλήκων τῶν γεννώντων τὰ σηρικά· <σῆρες> γὰρ οἱ σκώληκες <σής>· σκώληξ ὁ ἐν τοῖς μελισς(ε)ίοις γινόμενος καὶ ὑφάσμασι <σησάμη>· σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης <σησαμίτης>· ἄρτου εἶδος <σησαμοειδής>· ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι <σησαμόεσσα>· ἐκ σησάμης κατεσκευασμένη μάζα <σησαμόεντ' ἄρτον>· οὗτος ἔκειτο ἆθλον τοῖς διαγρυπνήσασι, πυρα- μοῦς καὶ σησάμινος καὶ τοιαῦτά τινα <Σήσαμος>· πόλις Παφλαγονίας <σησαμοῦς>· πέμμα ἐκ μέλιτος καὶ σησάμης <σῇσιν>· ταῖς σαῖς <σῇσιν ἔχε φρεσίν>· ἐν ταῖς σαῖς φύλασσε διανοίαις, καὶ διὰ ψυχῆς ἔχε καὶ διαμνημόνευε <Σηστός>· πόλις Εὐρώπης <σῆστρα>· κόσκινα. ἢ κύμβαλα <σητάνιοι>· καθαροὶ πυροὶ οὕτω καλοῦνται <σητείους>· νέους <σητόβρωια>· ὑπὸ σκώληκος βεβρωμένα <σητοδόκιδες>· ψυχαί, ἢ πτηνὰ ζῷα <σθεναρά>· ἰσχυρά [ζῶα] <σθεναρόν>· ἰσχυρόν, ὑγιῆ, ἀσινῆ, ἐῤῥωμένον, δυνατόν <σθένει>· δύναται <σθέν(ε)ια>· ἀγών τις ἐν Ἄργει οὕτω προσηγόρευτο <σθενής>· ἰσχυρός, καρτερός <σθένος>· δύναμις, βία, ἰσχύς <σθενώσει>· ἐνισχύσει, δυναμώσει <σιάδες>· θυσία, παρὰ Λάκωσιν <σίαἱ>· πτύσαι. Πάφιοι <σιαλενδρίς>· ποιὸς ὄρνις παρὰ Καλλιμάχῳ <σιαλίδων διαλόγων> <σιαλίζειν>· ὅπερ ἴσον τῷ κατασπᾶν ἑτέρου ἐσθίοντος, ἢ καὶ περὶ δεῖ- πνον διαλεγομένου καταπίνειν τὸν σίαλον <σιαλίς>· βλέννος. Ἀχαιοί <σίαλοι>· εὐτραφεῖς, λιπαροί <σιαλοπάλλαγος>· ὁ παράληρος, καὶ ἀνόητος <σιαλόρ>· θαλίς. Λάκωνες <σίαλος>· σίελος. ἀφρός, πτύελος <σιαλοῦται>· τρέφεται <σιαλόχους>· τοὺς προσραίνοντας σίαλον ἐν τῷ προσδιαλέγεσθαι <σιάλωμα>· μέρος τι τοῦ ὅπλου τοῦ καλουμένου θυρεοῦ <σιαλῶσαι>· ποικῖλαι <σία(ὁ)ρ>· θίασος. Λάκωνες <σιβαία>· ἡ σίββα. πήρα <σίβδαι>· ῥοιαί <σιβδία>· σιδία <σίβληθρα>· πόπανα τὰ περικεκνισμένα <σί βόλε>· τί θέλεις. Κύπριοι <σιβυλλιᾶ[ν>· τὸ τοὺς κροσσοὺς ἀποσείεσθαι <σιβύνη>· ὅπλον δόρατι παραπλήσιον <σιγάζοντος>· Ξενοφῶν ἐν ἀναβάσει ἐπὶ τοῦ σιγᾶν λιπαροῦντα <σιγαλόεν>· ποικίλον τῇ γραφῇ, λαμπρόν. <Σιγάλωμα> γὰρ οἱ σκυτεῖς λέγουσιν, ἐν ᾧ τὰ δέρματα δασύνουσι <σιγαλόεντα>· λαμπρά, ποικίλα, καὶ τὰ ὅμοια <σιγαλ[φ]οί>· οἱ ἄφωνοι. καὶ οἱ ἄγριοι τέττιγες <σιγαλώματα>· τὰ περιαπτόμενα ταῖς ὤαις <σίγε>· θίγγανε. Λάκωνες <σιγέρπης>· λαθροδάκτης <σιγηλός>· ἄφωνος <σιγημονᾶς>· σιγᾷς <σιγηρῶς>· σιγηλῶς, ἡσύχως <σίγκηρες>· ὑπηρέται βάρβαροι <σίγλαι>· ἐνώτια <σίγλον>· νόμισμα Περσικὸν δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς. καὶ εἶ- δος ἐνωτίων. Ξενοφῶν ἐν ἕκτῃ ἀναβάσεως λέγει. δύναται δὲ ὁ σίγλος δύο δραγμὰς Ἀττικάς <σιγλοφόρων στάσις εὐνούχων>· τὰς κατακλεῖδας τῶν ἐνωτίων <σίγλας> φασίν. οἱ δὲ αὐτὰ τὰ ἐνώτια. ἔστι δὲ καὶ νόμισμα Σαρ- διανικόν, δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς <σίγραι>· τῶν ἀγρίων συῶν οἱ βραχεῖς καὶ σιμοί <σίγυνοι>· τὰ ξυστὰ δόρατα, ἢ τοὺς ὁλοσιδήρους ἄκοντας <Σιγώρ>· πόλις μικρὰ τῆς Παλαιστίνης <σίδαι>· ῥοιαί <σίδαιον>· ἑτεροκλινές <σιδάρεοι θεοί>· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ ἐπεὶ οἱ ἐν τῷ Βυζαντίῳ λεπτῷ νομισματίῳ σιδηρῷ καὶ ἐλαχίστῳ ἐχρῶντο <σιδάριος>· χαλκεύς <σίδη>· Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύ- εσθαι δὲ ἐν τῷ Νείλῳ <σιδήρ(ε)ιος δ' ὀρυμαγδός>· ὁ ἀπὸ τοῦ σιδήρου καὶ τῶν ὅπλων ψόφος <σιδηρῖτιν τέχνην>· τὴν πολεμικήν. ἄλλοι δὲ τὴν Ξανθίου φασίν, ἤγουν τὴν χαλκευτικήν <σιδηρῖτιν>· πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ' οὗ οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον ..... <σίδια>· τὰ τῶν ῥοιῶν λέπυρα· <σίδαι> γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ ἐπὶ πάντων χλωρῶν <σιδίῳ>· κόκκῳ ῥοᾶς <Σιδόνιοι>· Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν <Σιδουντιάς>· κώμη τῆς Κορινθίας <σίδριμνον>· εὔζωνον <σίζε>· ἤχει. κατὰ μίμησιν ἤχου <σίζει>· ῥεῖ. περιῤῥεῖ, τινές. ἄμεινον δὲ ἐπὶ τοῦ σίζειν ὀφθαλμόν <σιζεύς>· ἄγναφος <σιηγόνες>· γνάθοι <σίκα>· ὗς. Λάκωνες <Σικανία>· Σικελία πρότερον <Σικανίη>· χωρίον Σικελίας <Σικανοί· χοροί> τινες <Σικελία>· χώρα Θρᾴκης <σικελίζειν>· ἀτηρεύεσθαι. οἱ δὲ πονηρεύεσθαι <Σικελὸς στρατιώτης>· παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώ- ταις ὡς ἐπιπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐ- τῶν τὸν μισθόν, μηδενὸς ἀποδιδόντος <σίκεον>· ὡς Ἴστρος *<σίκερα>· οἶνος συμμιγεὶς ἡδύσμασιν, ἢ πᾶν πόμα ἐμποιοῦν μέθην, μὴ ἐξ ἀμπέλου δέ, σκευαστόν, σύνθετον *<σικύνδαροι>· τὰ προσκυνήματα *<Σίκημα>· ἡ νέα πόλις, ἡ ἀναβαίνουσα, ἤγουν ἡ ἐξ ἐθνῶν ἐκκλησία <σίκιννις>· ὄρχησίς τις στρατιωτικὴ Σατύρων σύντονος, ἀπὸ τοῦ σεί- εσθαι καὶ κινεῖσθαι. Ἦν δὲ καὶ <ἐμμέλεια> τραγικὴ καὶ κωμικὴ <κόρδαξ> <σίκκα>· κούφη <σίκλαι>· ἐνώτια <σικλός>· βάρβαρος σικός <σικύ(α)>· εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν <σικυὸς σπερματίας>· ὃν ἡμεῖς μηλοπέπονα <σικύς>· ὁ γναφεύς <Σικυών>· πόλις ..... <σικυωνία>· κολοκύντη <σικυώνια>· ὑποδήματα γυναικεῖα. καὶ ψέλια <σίκχαι>· κράσπεδα <σικχαζόμενος>· σκωπτόμενος <σικχός>· ὁ μικόρσιτος. ἢ ὁ ἀηδής [<σιλαίνει>· σκώπτει, ὑβρίζει] <σιλαπορδῆσαι>· ἁβρύνεσθαι, θρύπτεσθαι, χλιδᾶν <σίλβαι>· ῥοιαί <σίλβη>· εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος <σιλβία>· σιδία [<Σιλγῖνοι>· οἱ Σάτυροι] <σίλγης>· κολυμβητής <σιλήνει>· μυλ(λ)ίζει, σκώπτει, σιωπᾷ <Σιληνοί>· Σάτυροι <Σιληνίαι>· τῆς Σαλαμῖνος, πλησίον τοῦ λεγομένου Τροπαίου <σιληπορδεῖν>· σιληπορδῆσαι. στρηνιᾶν, ἁβρύνεσθαι, θρύπτεσθαι, χλι- δᾶν <σιλλαίνειν>· σιλλοῦν. τὸ διασύρειν, καὶ μωκᾶσθαι. ἀπὸ τοῦ τοῖς ἰλ- λοῖς, τουτέστι τοῖς ὀφθαλμοῖς, σίνεσθαι *<σίκλος>· τετράδραχμον Ἀττικόν <σίλλας>· ἔμμετρον σκῶμμα <σιλλέα>· τρίχωμα. ἢ λεῖον <σιλλεῖ>· ἀναξαίνει. λυπεῖ <σιλλοῖ>· μωκᾶται, ψέγει, κακολογεῖ <σιλλόν>· λευκαίας σχοινίον <σιλλός>· ἀναφάλ[λ]αντος. μῶμος, κακολογία, καὶ χλευασμός <σίλλυβα>· κροσσοί. οἱ δὲ τὰ ἀνθέμια. καὶ κοροκόσμια ..... <σίλλυβον>· ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι. [καὶ τῶν βιβλίων τὰ δέρματα] [<σίλμη>· Πλάτωνος] [<σιλός>· ἡ πρῖνος. οἱ δὲ τὸν σωρόν] <σίλφιον>· ξηρόν. οἱ δὲ νεκρόν <σιλφίου λειμών>· Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερού- σης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον <σίμαι>· τῆς κιθάρας τὰ ἄκρα. καὶ ἐν ταῖς ὀροφαῖς θέσεις τινές <Σιμαίθα>· ἑταίρας Μεγαρικῆς ὄνομα <σίμβλαι>· ὅπου αἱ μέλισσαι τὸ μέλι τιθέασι, κύβεθρα <σιμβλ(η)ίδες>· μέλισσαι <σίμβλοι>· τὰ σμήνη, τὰ ἀγγεῖα τὰ τῶν μελισσῶν, ἐν οἷς τὰ κηρία συνάγεται. Ἀττικοὶ καὶ τὸν θησαυρόν *<σίμβλαι>· τὰς θήκας τῶν μελισσῶν <σιμὴ χείρ>· σχῆμα τραγικόν <σιμικίνθια>· φακιόλια, ζωνάρια, ὠράρια τῶν ἱερέων <σίμιον>· αἰγιαλός <Σιμόεις>· ποταμὸς Τροίας <Σιμόεντι>· ποταμῷ Τρωάδος <σιμοῖ νῶτα>· ἀντὶ τοῦ μεταβάλλει τὰ νῶτα. <σιμὰς> δὲ ἔλεγον τὰς μετεώρους ἀναβάσεις <σιμόν>· τὸ πρόσαντες χωρίον <σιμός>· τυφλός <σιμοῦσι>· μέμφονται *<Σιλωάμ>· ἀπεσταλμένος <Σιμωνίδης>· υἱὸς Λεοπρεποῦς <σίμωρ>· παρὰ Πάρθοις καλεῖταί τι μυὸς ἀγρίου εἶδος, οὗ ταῖς δοραῖς χρῶνται πρὸς χιτῶνας <σίν>· τὴν σεμνήν. <β>βῶν <σινάμωρος>· κακόσχολος <σινάπυξ>· γογγυλίς <σιναρόν>· τὸ κεκακωμένον καὶ βεβλαμμένον πονηρόν. [οἱ δὲ σίντις περὶ τὸ δρᾶν <σινάς>· ἡ φθαρτική <Σινδίς>· ἡ Σκυθία. καὶ ἡ πόρνη <Σινδικὸν διάσφαγμα>· τὸ τῆς γυναικός <σίνδις>· γέρων <Σίνδοι>· ἔθνος Ἰνδικόν. ἔστι δὲ πόλις ἐκεῖ <Σινδικὸς λιμήν> λεγο- μένη <σινδοκύθορνοι>· ὑπόδημα ποιόν <σινδοῦς>· χιτῶνας, σινδόνας <σίνδρων>· [πονηρῶν, βλαπτικῶν. οἱ δὲ] ἀπελευθέρους ἢ δούλους ...... <σίνεσθαι>· κακουργεῖν, βλάπτειν, ἢ βλάπτεσθαι <σίνες>· σίνις. κλέπτης, κακοῦργος, λῃστής *<σινέσκοντο>· ἔβλαπτον *<σίνεται>· βλάπτεται <σινιᾶσαι>· σεῖσαι, κοσκινεῦσαι. καὶ τὸ κόσκινον δὲ σινιατήριον <σινιατήριον>· κόσκινον <σινίον>· κόσκινον <σινόδους>· θὴρ ὁ σινόμενος τοῖς ὀδοῦσιν <σινόμενοι>· βλαπτόμενοι <σίνος>· βλάβος. [οἱ δὲ ἡμίονος] <σινοῦται>· βλάπτεται <σίνται>· βλαπτικοί, κακοῦργοι <σίντην ἢ σίντης>· βλαπτικός, κακοῦργος, βλαβερός <Σίντιες>· Θρᾳκῶν τι γένος. οἱ δὲ τοὺς τὴν Λῆμνον οἰκοῦντας <σινωπίσαι>· τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην. ἐκωμῳδεῖτο γὰρ ἐπὶ τῷ ἀσχημονεῖν <σιόαν>· οὕτω καλοῦσι Χαλδαῖοι τὸν Πάνημον μῆνα <σιοκόρος>· νεωκόρος. θεοκόρος, θεραπευτὴς θεῶν <σιομαλίδαι>· [διαμάχαι. καὶ τὸ πηδᾶν <σίον>· λάχανον ἐμφερὲς σελίνῳ <σιόρ>· θεός. Λάκωνες <σιπαλόν>· ἀκάθαρτον. εἰδεχθέστατον <σιπαλή>· ἐπάργεμος. βλοσυρά. δεινή. τουτέστι λεύκας ἐπὶ τῶν ὀφθαλ- μῶν ἔχουσα <σιπαλός>· χαλεπός. καὶ τὰ ὅμοια <σίπτα>· σιώπα. Μεσάπιοι <σιπτῶναι>· ἀπεικάσαι <σιπύη>· σιτηρὸν ἀγγεῖον. ἀρτοθήκη. φησὶ δὲ πευδρία <Σίπυλον>· ὄρος Λυδίας καὶ Φρυγίας <Σίρα>· Πάρθοι [μεγάλα. [καὶ πλεκτὸν ἱμάντωμα ἐν ταῖς ναυσίν. οἱ δὲ τὰ ῥάκκη] [<σιραγγῶδες>· σαθρόν] {<σιραιοῖς>· {*<σιροῖς> [βραχέως <σίραιον>· τὸ ἀπὸ τῆς σταφίδος ἕψημα. οἱ δὲ τὸ γλυκύ, καὶ ἡψημένον οἶνον <σίραμφος>· τὸ ῥύγχος <Σιρβαίονον>· βρέφος ἀπὸ ξένης ἐνηνεγμένον καὶ πεπρα[γ]μένον <σίρβηνον>· πόπανόν τι, ὃ παρετίθετο τῇ Ἀφροδίτῃ <Σιρέων>· τῶν τὸν Σῖριν οἰκησάντων, τὴν νῦν Ἡράκλειαν <Σ.ιρήν[αί]ων λόγους>· ἀπατεώνων <σιρία>· ἀσφάλεια. Λάκωνες <σίρις>· ἀπαίδευτος <σιροῖς>· ὀρύγμασιν, ἐν οἷς κατετίθεντο τὰ σπέρματα <σιρομάστης>· λόγχη, δόρυ, ῥομφαία <σιρός>· [ἡμίονος]. πίθος. δεσμωτήριον <σιρούς>· τοὺς σιριεῖς. οἱ δὲ τάφρους ἐσκεπασμένους *<σιρομάστης>· σκεῦός τι σιδηροῦν, ὅπερ οἱ τελῶναι πρὸς ἔρευναν ἔχουσι, λαβὴν ξυλίνην ἔχον <σισαμίς>· τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον <σέσελι> <σίσανον>· τὸν ὀξίνην οἶνον <σισάριον>· κοσμάριον χρυσοῦν γυναικεῖον, ὡς ἁλυσείδιον [<σίσαχθοι>· χρεῶν ἀποκοπαί] <σισίλαρος>· πέρδιξ. Περγαῖοι [<σισίλαρος>· πέρδιξ] <σίσιλλος>· νόσημα, καθάπερ σκωληκίασις. καὶ ζῶόν τι <σισίνδιος>· γέρων <σισόην>· κάρμα Γουθικόν <σισόη>· κουρὰ ποιά. Φασηλ[ε]ῖται <σισογάρδοσις ἀγορᾶς>· σφήγξ [<σισορβάκος>· τράχουρος ὁ ἰχθῦς] <σισύμβ[ρ]ια>· ἄνθη <σισύμβριον>· Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον [<σίσυννον>· δόρυ] <σισύρα>· τὸ παχὺ ἱμάτιον ἀπὸ αἰγείων δερμάτων <σίσυρνον>· τὴν σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων ῥαπτό- μενον ἀμπεχόνιον καλοῦσι. τὸ αὐτὸ καὶ σισύραι <σισυρνώδη[ς] στολή(ν)>· τὸν ἐκ τῆς σισύρνης στολισμόν. διαφέρει δὲ καὶ σίσυρνα σισύρας. <Σίσυρνα> μὲν γὰρ χιτῶνος εἶδος, <σι- σύρα> δὲ διφθέρα[ς], εἰς ἀμπεχόνην καὶ στρωμνὴν ἐπιτηδείως ἔχουσα, καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί <σίσυρνος>· οὕτω καλεῖταί τις τῶν ἰατρικῶν ἐπιδέσμων <σίσυρος>· [γ]ράμματος εἶδος <σίσυς>· καὶ αὐτὴ βαίτη. οἱ δὲ εἶδός τι χλαίνης εὐτελές. ἄλλοι χιτῶνα αἰγεῖον χειριδωτόν <Σισυφ(ε)ίοις>· Κορινθίοις, <κακοῖς>· ἀπὸ Σισύφου βασιλέως <Σίσυφος>· ἀπατητικός, ὅτε ἐπὶ τῶν μεγάλα ἐχόντων, ἀπὸ Ἀττικοῦ Σισύφου <σῖτα>· ἄρτοι, βρώματα, τροφαί <σιταρχία>· τὸ εἰς ὀψώνιον διατεταγμένον δαπάνημα. ὁ δὲ τούτου ἐπι- μελούμενος <σίταρχος> <σιτέσκοντο>· ἐσιτοῦντο, ἤσθιον, ἠρίστουν <σιτηρέσιον>· ἐφόδιον <σιτήσας>· θρέψας <σιτία>· δαπάνημα, βρῶμα, σιτηρέσιον <σιτίζειν>· ψωμίζειν <σιτίζοντος>· σῖτον παρέχοντος <σιτνίδες>· θυσία τις Νύμφαις ἐπιτελουμένη <σιτοβολῶνες>· ὅρια <σιτοδ(ε)ία>· λιμός, ἔνδεια σίτου <σιτοκάπηλοι>· σιτοπῶλαι <σιτοκλονεῖσθαι>· ὑπὸ δίψους ἐνοχλεῖσθαι. οἱ δὲ ὑπὸ δίψους κλύε- σθαι. καὶ τὸ φαγεῖν <σιτόκουρος>· ὁ <ἄχρηστος> καὶ μάτην τρεφόμενος <σιτομνημονεῖν>· ἀντὶ τοῦ τὰ σῖτα μετρεῖν· παρόσον ἀπεγράφοντο οἱ λαμβάνοντες παρὰ τῶν δεσποτῶν τὰ τεταγμένα μέτρα <σιτοποιός>· ἀρτοκόπος. ἢ πέπτρια <σῖτος>· τροφή σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι καὶ τόκος. καὶ ὁ μισθός <σίτου ἐκβολή>· ἡ πρώτη ἔκφυσις τῆς χλόης <σιτούμενος>· ἐσθίων <σίττα>· ἐπιφώνημα αἰξίν <σίττας>· ὄρνις ποιός. ἔνιοι δὲ τὸν ψιττακὸν λέγουσιν <σίττη>· ὄρνις ποιός. οἱ δὲ δρυοκολάπτης <σίττον>· οἱ μὲν γλαῦκα· ἢ κίσσαν· ἢ ἱέρακα <σιττύβαι>· δερματίναι στολαί. τὰ μικρὰ ἱμαντάρια <σίφα>· χωρία <σιφλόν>· κακόν. ἐπίμωμον. πηρόν. αἰσχρόν. μωρόν. μωμητόν <σίφλος>· μῶμος <σιφλῶσαι>· ἀφανίσαι <σιφλοῦν>· μωμᾶσθαι. αἰσχύνειν. πηροῦν. βλάπτειν <σιφλώσειεν>· ἀφανίσειεν. μωμήσειεν <σίφνα>· ποιὸς ἰχθῦς <σιφνιάζειν>· καταδακτυλίζειν· διαβέβληνται γὰρ οἱ Σίφνιοι ὡς παι- δικοῖς χρώμενοι· <σιφνιάσαι> οὖν τὸ σκιμαλίσαι <Σίφνιοι>· ἀκάθαρτοι, ἀπὸ Σίφνου τῆς νήσου <σίφνον>· τὴν γῆν Ἀθηναῖοι, καὶ ἡ Δημητριακὴ σιπύα <Σίφνιος ἀῤῥαβών>· περὶ τῶν Σιφνίων ἄτοπα διεδίδοτο, ὡς τῷ δακτύλῳ σκιμαλιζόντων. δηλοῖ οὖν τὸν διὰ δακτυλίου διδόμενον, ἐπὶ τοῦ κακοσχόλου <σιφνός>· κενός <σιφνύει>· κενοῖ <σιφῶμαι>· τήκομαι <σίφων>· ῥυπαρὸς ἄνθρωπος, καὶ λίχνος. ἢ εἶδος θηρίου μυρμηκοειδές, καὶ ὄργανον σκόλοπι ὅμοιον, ἐν ᾧ τοὺς μαρσίππους ἐπισκοποῦσι. καὶ τῶν σταχύων καὶ τοῦ πυροῦ οἱ κα(υ)λίσκοι. καὶ οἷς οἱ κάπηλοι τὸν οἶνον ἀρύονται. καὶ ὄργανόν τι εἰς πρόεσιν ὑδάτων ἐν τοῖς ἐμπρησμοῖς <σιφώνιον>· τὰ αὐτά <σιχά>· χωρία [<σιχαβαττεῖν>· τὸ μετὰ σπουδῆς ἀπιέναι. οἱ δὲ τὸ κενεμβατεῖν] <σιχθαρίς>· Λιβυκαὶ ὀρχήσεις <σκάζει>· χωλεύει, χωλαίνει <σκαιῇ>· ἀριστερᾷ χειρί. παρὰ τὸ ἐσκιάσθαι αὐτὴν καὶ κρύπτεσθαι ὡς τὰ πολλά, παρ' ᾧ καὶ ἡ δεξιὰ περὶ τοῖς δεξιοῖς. ἢ ὅτι ἀσθενεστέρα ἐστὶ τῆς δεξιᾶς, καὶ οἷον σκάζει, ἢ σκιά ἐστιν. ἀριστερὰ δὲ καὶ εὐώ- νυμος κατ' εὐφημισμὸν λέγεται <Σκαιῇσι πύλῃσιν>· οὕτως ὀνομαστικῶς Σκαιαῖς ἐν Ἰλίῳ, διὰ τὸ ἐξ ἀριστερῶν κεῖσθαι· ἢ διὰ τὸ σκαιὰς μάχας ἐν αὐταῖς γεγενῆσθαι· ἢ διὰ τὸ σκολιὰς εἶναι κατὰ τὴν εἰσβολήν. τὰς αὐτὰς καὶ <Δαρδα- νίας> καλεῖ <Σκαιοί>· ἔθνος Θρᾴκιον. καὶ ἀμαθεῖς, καὶ ἀπαίδευτοι <σκαιὸν ῥίον>· χαλεπὸν ἀκρωτήριον. ἔστι γὰρ δύσβατον <σκαιός>· δύσκολος. πονηρός, κακός. μωρός, ἀπαίδευτος, ἀμαθής. ἀπάν- θρωπος, ἄδικος, τραχύς, σκληρός, ἐπαχθής, ταραχώδης. ἀριστερός <σκαιότης>· ἀναισθησία. μωρία. ταραχή *<σκαιωρούμενον>· ταραττόμενον <σκαίρει>· ἅλλεται, σκιρτᾷ, πηδᾷ, τρέχει, ὀρχεῖται <σκαιωρία>· ὄρχησις, χορεία, καιρία, παιδ[ε]ιά. καὶ τὰ ὅμοια <σκα(λα)θυρμάτ(ι)α>· σκαριφήματα. σκαλαύματα *<σκάλα>· κλῖμαξ, ἀνάβασμα <σκαλαθάρβα>· τύρβη, ἀπὸ τοῦ σκαλεύειν <σκαλαθαρβία>· ἀκηδία <σκαλαθύρει>· σκαλαύει. ἢ λάθρα πλησιάζει <σκαλαθύρων>· ἀκολασταίνων. ὁ σκαλαύων <σκαλαπάζει>· ῥέμβεται <σκάλατος>· ὁ σκαφιτός <σκαλεύει>· κινεῖ, ἀναστρέφει, ὀρύσσει <σκαληνιεῖς ὀχετοί>· ἔντερα <σκαληνόν>· σκολιόν, πολύγωνον. τοῦ γὰρ τριγώνου εἴδη τρία· ἰσό- πλευρον ἰσοσκελές σκαληνόν <σκαλίς>· σκαφ(ε)ῖον <σκαλλίον>· κυλίκιον μικρόν. οἱ δὲ σκαλλόν <σκάλμη>· μάχαιρα Θρᾳκία. καὶ σιδηρολάβον δὲ αὐτήν τινες λέγουσιν <σκάλλοντες>· σκάπτοντες <σκαλοβατεῖ>· κλίμακι βαίνει <σκάλοψ>· [σκαλόπετα]. ἀσπάλαξ, ζῶον γεωρύχον, τυφλόν <σκαλ[α]πάζειν>· ῥεμβωδῶς βαδίζειν <σκαλτωμίζειν>· λαμπυρίζειν <σκαλῶ>· σκαλαβῶ <σκαλώνια>· τὰ ἀσκωρώνια [καὶ ἀκμαῖα, ἃ σκαμβὰ καὶ καμπύλα <σκάμαια>· κύων <σκαμμάδες>· πόρναι *<σκάμματα>· ἀγῶνες, στάδια *<Σκάμανδρος>· ποταμός, ὃς καὶ Ξάνθος καλεῖται <σκαμβάλλει>· ἀκηδί.. <σκαμβάλυξ>· σκαμβός, στρεβλός <σκαμβηρίζοντες>· ὀλισθαίνοντες <σκαμβίς>· θερμοποτίς. λακ<ώ> ρ<η> <σκαμβός>· στρεβλός <σκάμβυκες>· σκόλοπες, χάρακες <Σκαμβωνίδαι>· δῆμος τῆς Λεοντίδος φυλῆς <σκαμφυσεῖ>· μεμψιμοιρεῖ, ἀγανακτεῖ <σκαμωνία>· εἶδος βοτάνης <σκάναμα>· τόπος πρὸς τὸ εὖ στιβάσασθαι <σκανα...ντα>· ἐπιχαλκ.. παρὰ Σωφρονἰωσκανὰς πορεύση ἐν τῇ ἀσπίδι. Καλλίας δὲ σκεῦος <σκανδάληθρ' ἱστάς> καὶ <σκάνδαλον>· τὸ ἐν ταῖς μυάγραις <σκάνδαλος>· ἐμποδισμός <Σκάνδ(ε)ια>· χωρίον ἢ πόλις. καὶ εἶδος περικεφαλαίας <σκάνδιξ>· λάχανον ἄγριον, παρὸ καὶ <σκανδικοπώλην> τὸν Εὐριπί- δην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι <σκάνδυκες>· σκόλοπες, χάρακες <σκανεύεσθαι>· ἐπαρι(ς)τερεύεσθαι <σκάνθαν>· κράββατον <σκάνιξ>· ἐπαρίστερα <σκάνος>· αἰτία. κώλυμα <σκαπανεύς>· σκαφεύς <σκαπάνη>· σκαφε(ῖ)ον. ὀρύγιον. δίκελ(λ)α <σκαπάνιον>· ἡ βακτηρία. ἄλλοι σκίπωνα <σκάπαρδος>· ὁ ταραχώδης. καὶ ἀνάγωγος <σκαπέρδα>· ἐν τοῖς Διονυσίοις ἀγομένη πηγνυμένης δοκοῦ ἀνδρομή- κους καὶ τετρημένης διεῖρται διὰ ...... σχοινίον· καὶ δύο οἱ ἀγωνιζό- μενοι ἀντίους ἀλλήλοι(ς) τοὺς νώτους ἔχοντες ..... καὶ πᾶν τὸ δυσχε- ρὲς <σκαπέρδα> λέγεται καὶ ὁ πάσχων <σκαπέρδης> <σκαπερδεῦσαι>· λοιδορῆσαι <σκάπετος>· τάφρος. ἄλλοι τάφος <σκᾶπος>· κλάδος. καὶ ἄνεμος ποιός <σκάπτει>· ὀρύττει <σκάραιβον>· αἱμοποιόν <σκαρδαμύττειν>· τὸ πυκνῶς καταμύειν καὶ ἀναβλέπειν τοῖς ὄμμασι <σκαρθμοί>· κινητοί, σκαρισμοί <σκαρθμοῖς>· κινήσεσι. δρόμοις. κρηπῖσι. λακτισμοῖς. καὶ υἱὸς Τεύκρου ἀναγράφεται <σκαρία>· παιδία <σκαρίδες>· εἶδος ἑλμίνθων <σκαρίζεται>· ταράττεται. βράζει <σκαριφᾶσθαι>· ξύειν. σκάπτειν. γράφειν. ὅθεν καὶ ὁ (ς)κάριφος <σκάριφος>· ξέσις. γραφή. μίμησις ἀκριβὴς τύπου <σκάρκη>· Θρᾳκιστὶ ἀργύρια <σκαρπαδεῦσαι>· κρῖναι <σκάρτας>· ταχύς. [οἱ δὲ <σκάτας>] <σκαρφᾶσθαι>· σκεδάννυσθαι <Σκάρφη>· πόλις Λοκρίδος <(ς)καρφνής>· ἰσχυρός <σκαρφῶν>· εἶδος καμίνου ἐν τῷ Μεταλλικῷ <σκάφαι>· ὀψοπλύνια <σκάφαλος>· ἀντλητήρ *<σκαφίδες>· ποιμενικὰ ἀγγεῖα <σκαφηφόροι>· οἱ μέτοικοι οὕτως ἐκαλοῦντο· σκάφας γὰρ ἔφερον ἐν τοῖς Παναθηναίοις, ἵνα ὡς εὖνοι ἀριθμῶνται μετέ[ρ]χοντες τῶν θυσιῶν <σκαφίον>· πτύον. καὶ εἶδος κουρᾶς τῆς κεφαλῆς, ὃ κείρεσθαί φασι τὰς ἑταιρευ[ν]ούσας· εἶναι δὲ περιτρόχαλον. καὶ ἰατρικὸν ἐπίδεσμον <σκάφος>· πλοιάριον <σκαφώρη>· ἡ ἀλώπηξ <σκεδάζει>· σκορπίζει. ἀθετεῖ. ταράττει. ἐγχέει. καταργεῖ <σκεθρόν>· ἀκριβές <σκ[ε]ίρα>· ἑορτὴ Ἀθήνησιν· ἀρείονος. ἢ χωρία ὕλην ἔχοντα εὐθετοῦ- σαν εἰς φρύγανα *<σκ[ε]ιραφ(ε)ῖον>· τὸ κυβευτήριον, ἴσως διὰ τὸ ἐν Σκίρῳ τὴν δια- τριβὴν ἔχειν <Σκ[ε]ιρὰς Ἀθηνᾶ>· Σκίρον φασὶ τὸν Ποσειδῶνος υἱόν, γήμαντα Σα- λαμῖνα τὴν Ἀσωποῦ *<Σκ[ε]ιρίτης>· λόχος οὕτω καλούμενος ὁ προκινδυνεύων. ἦν δὲ Ἀρ- καδικός *<σκειράξαι>· κρεωφαγῆσαι <σκ[ε]ίρατες>· οἱ προύνικοι. καὶ κυβευταί <σκ[ε]ιραφεῖν>· κακοπραγμονεῖν <Σκ[ε]ιρόμαντις>· ὁ ἐπὶ Σκ[ε]ίρῳ μαντευόμενος. τόπος δὲ ἦν οὗτος. ὅθεν τοὺς οἰωνοὺς ἔβλεπον <σκ[ε]ιρόν>· [λατύπην. ἢ] σκληρόν <σκ[ε]ῖρος>· ῥύπος καὶ ὁ δριμὺς τυρός. καὶ ἄλσος καὶ δρυμός. Φιλητᾶς δὲ τὴν ῥυπώδη γῆν <σκείρων>· ἀργέστης λέγεται. δοκεῖ δὲ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν καταπνεῖν <σκ[ε]ιρώσασθαι>· σκληροῦσθαι <σκέλεαι>· τὰ τῶν σκελῶν σκεπάσματα. Πάρθοι <σαράβαρα> <σκελέεσθαι>· ἄγαν σκληρῶς διακεῖσθαι <Σκελερδεία>· Ἄνθεια ἡ νῆσος <σκελετά>· σκίλλα <σκέλεται>· ξηραίνει, ἰσχναίνει <σκέλεφερ>· βόλου ὄνομα. Λύκωνες *<σκέλισμα>· τὸ ἀείμνημα <σκελήπερον>· νήπιον. Ἀρχίλοχος <σκελ[λ]ίδες>· τὰ περιμήκη τμήματα <σκέλ[λ]ισμα>· δρόμημα <σκελλόν>· διεστραμμένον *<σκελλόμενα>· σκελετευόμενα *<σκελίς>· τὸ ἀπὸ τῆς ῥάχεως ἕως τοῦ ὑπογαστρίου <σκελοῖν>· ποδῶν <σκέλος>· τάττεται ἐπὶ τοῦ φορτικοῦ. καὶ μέρος τι τῆς νεώς <σκελοῦνται>· σκελετισθήσονται <σκέμμα>· διάνοια <σκέπαρνον>· τὸν ἀμφίστομον πέλεκυν <σκέπαρνον>· ἐπιδέσμου ἰατρικοῦ ὄνομα <σκέπας>· σκέπη. ὑποδοχή <σκεπᾶσθαι>· θερμανθῆναι <σκέπη>· σκέπασμα <σκεπινός>· ἰχθῦς ποιός <σκεπόωσι>· σκέπωσι. παρέχωσιν <σκέπ(τ)ετο>· ἀπεκρούετο. ἐφυλάσσετο, παρετήρει, περιεβλέπετο <σκεραός>· οἰδός <σκέραφος>· λοιδορία. βλασφημία <σκέρβολον>· λοίδορον. ἀπατεῶνα <σκέρβολλε>· λοιδόρει <σκερβόλλει>· ἀπατᾷ <σκέρβολος>· λοίδ(ορ)ος. καὶ τὰ ὅμοια *<σκεῤῥὸν ὄντα>· σκιρτῶντα παῖδα <σκερός>· αἰδοιολείκτης <σκερολίγγες>· λαικασταί. ἢ ὠπισταί <σκεύακας>· εὐωνύμους <σκευή>· ὅπλισις, στολή <σκευοποιούς>· τοὺς τὰ πρόσωπα ποιοῦντας <σκεῦος>· ἀγγεῖον ἅπαν. καὶ τὸ <σκευοῦσθαι> ἑτοιμάζεσθαι <σκευώρημα>· πλάσμα. κακουργία. κατασκευή. τὸ γινόμενον κατα- σκεύασμα εἰς βλάβην <σκευωρία>· κατασκευή <σκεψάμενος>· ἀποβλέψας <σκέψομαι>· θεωρήσω <σκέψις>· θεωρία <σκηκός>· πόας εἶδος, καὶ ζώου <σκήλειεν>· σκελετεύσειεν. ξηραίνειεν. καύσειεν <σκῆλαι>· ξηρᾶναι <σκηνάς>· καταγωγάς, οἰκήματα <σκῆν>· ὅ τινες μὲν ψυχήν, τινὲς δὲ φάλαιναν <σκηνή>· ἡ ἀπὸ ξύλων ἢ περιβολαίων οἰκία <σκῆνος>· σῶμα. [ἢ σκῆλος.] ἢ πάθος ἐν μελίσσαις, ὅταν ἐν τῷ σμήνει γένηται σκώληξ <σκήνους>· οἰκητηρίου <σκήνωμα>· οἴκημα, οἶκος, τόπος <σκηνῶντες>· σύσκηνοι. λέγονται δὲ καὶ <σκηνωταί> <σκηνωταί>· συ[γ]σκηνοῦντες <σκηπάνιον>· βακτηρία. ἢ σκῆπτρον <σκηπανίῳ>· τὰ αὐτά <σκηπήϊον>· πτύον <σκηπήνιον>· βακτηρία. τρίαινα. βάκτρον. κηρύκ(ε)ιον. ῥάβδος <σκήπτεται>· προφασίζεται <σκήπτοιτο>· προφασίζοιτο <σκηπτός>· κεραυνὸς ἄνωθεν διάπυρος <σκηπτοῦχοι>· βασιλεῖς .......· σκηπτροφόρος <βασιλεύς> <σκῆπτρον>· κυρίως μὲν πᾶσα ῥάβδος· ἀπὸ τοῦ σκηρίπτεσθαι ἐπ' αὐτῇ, ὅ ἐστιν ἐπερείδεσθαι. καὶ τὸ βασιλικὸν δὲ σύμβολον <σκηρίπτεσθαι>· ἐπερείδεσθαι ῥάβδῳ, ἢ ἄλλῳ τινί <σκηριπτόμενος>· ἐπερειδόμενος, στηριζόμενος, ἐπαναπαυόμενος ῥάβδῳ. [τὸν ἐπερείδεσθαί τινι λόγῳ, σκήπτεσθαι προφασιζόμενον] [<σκηριπτούμενος>· τὰ αὐτά] <σκηρόν>· σκληρόν. τ(ρ)αχύ <σκῆψαι>· πεσεῖν <σκήψας>· προφασίσας <σκῆψις>· πρόφασις <σκιά>· σκίασις, ἐπιφάνεια τοῦ χρώματος ἀντίμορφος <σκιαγραφίαν>· τὴν σκηνογραφίαν οὕτω λέγουσιν. ἐλέγετο δέ τις καὶ Ἀπολλόδωρος ζωγράφος <σκιογράφος> ἀντὶ τοῦ σκηνογράφος. οὗτος δὲ καὶ πῖλον ἐφόρει ὀρθόν. καὶ ἐν τοῖς ἔργοις ἐπιγράφεται· <μωμή- σεταί τις μᾶλλον ἢ μιμήσεται> <σκιαγράφος>· ὁ Ἀπολλόδωρος <σκιαδεύς>, τινὲς δὲ <σκίαινα>· εἶδος ἰχθύος <σκιάδ(ε)ια>· σκηνοπήγια. ἔστι δὲ τόπος, ἐν ᾧ τὰ μειράκια ἐκαθέζετο <σκιάδ(ε)ιον>· σκηνή. καμελαύκιον <σκιάζει>· σκεπάζει <Σκίαθος>· νῆσος Κυκλάδων <Σκιάποδες>· οἱ ἐν Λιβύῃ πλατεῖς ἔχουσι τοὺς πόδας, καὶ ποιοῦσι σκιὰν αὐτοῖς ἐν καύματι <Σκιάπους>· ἔθνος περὶ τὴν Αἰθιοπίαν πλατύπουν <Σκιάρα>· ἡ Κεφαληνία <σκιάς>· ἡ ἀναδενδράς. καὶ σκηνὴ ὠροφωμένη. καὶ τὸ θολῶδες σκιά- δ(ε)ιον, ἐν ᾧ ὁ Διόνυσος κάθηται. καὶ τὸ πρυτανεῖον. καὶ κλάδοι εὐμεγέθεις <σκιάδες> λέγονται. καὶ ἡ τοῦ σώματος σκιά, ὅθεν καὶ τὰς ὥρας ἐτεκμαίροντο <σκιδαρόν>· ἀραιόν <σκίδναται>· διασκεδάννυται, σκορπίζεται, χωρίζεται <σκίδνανται>· διασκορπίζονται <σκιδναμένου>· διασκορπιζομένου <σκιερόν>· κατάσκιον. [ἀκρι(βές)] εὔσκιον, ἢ σκιὰν ἔχον <σκιθακός>· ἰχθῦς ὁ καὶ τράχουρος <σκίλλα>· σκαμμωνία, θανατηφόρος μυῶν [<σκιλλεῖον>· σκιάδιον] <σκίλλος>· ἰκτῖνος <σκίλλωνται>· ἐδάνυνται <σκιμαλίσαι>· καταδακτυλίσαι <σκιμβάζει>· χωλεύει <σκιμβασμός>· φιλήματος εἶδος <σκιμβάδες>· ὕλη εὔθετος εἰς τοίχων ἐπίθεσιν, σκέπης χάριν <σκιμβόλος>· ἠλίθιος <σκιμβός>· χωλός <σκίμποδα>· κράββατον <σκιμπόδιον>· εὐτελὲς κλινίδιον μονόκοιτ[ι]ον <σκιμπόδων>· κραββάτων <σκίμπους>· κράββατος <σκίμπτει>· σκίμπεται. χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει <σκίμπτεσθαι>· τὰ αὐτά <σκίμψαι>· ἐμπαγῆναι. [ἐκπλαγῆναι.] ἐμπελασθῆναι [<σκιμπτύει>· χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει <σκίμπτεσθαι>· τὰ αὐτά <σκίμψαι>· ἐμπαγῆναι. ἐκπλαγῆναι] <σκιμφθῇ>· ἐγγίσῃ. προσπελασθῇ <σκίμψαιτο>· ἐλάβοιτο <σκίμψασθαι>· ἐρείσασθαι. πλῆξαι. ἐκπλαγῆναι <σκίνακες>· ἐπὶ τῶν λαγωῶν <σκινδάλαμος>· σκόλοψ. τινὲς δὲ διὰ τοῦ χ <σχινδάλαμος>. ἄλλοι <σκινδαλμός> <σκινδαρεύεσθαι>· κακοσχολεύεσθαι, δακτυλίζεσθαι, σκιμαλίζεσθαι <σκινδαρίσαι>· τὰ αὐτά <σκινδάρ(ε)ιος>· ὄρχησις οὕτω καλουμένη <σκίνδαροι>· τὰ προσκυνήματα <σκίνδαρος>· ἡ ἐπανάστασις νυκτὸς ἀφροδισίων ἕνεκα <σκινθαρίζειν>, ἔνιοι <σκα(νθα)ρίζειν>· τὸ γὰρ τῷ μέσῳ δακτύλῳ τὴν μυκτῆρα παίειν δηλοῖ, ὡς Δίδυμος <σκινθίζεται>· λακτίζεται <σκιοειδέα>· σκιοειδῆ <σκιόεν>· σκιερόν, μέλαν. βαθύ <σκιόεντα>· σύσκια. σκοτεινά. ὑψηλά. ἢ τὰ μεγάλην σκιὰν ποιοῦντα <σκίουρος>· ζῶον, ὁ καὶ <καμψίουρος>. ἄλλοι <ἵππουρος> <σκίπει>· νύσσει <σκιπός>· σκνιφός. ὁ μικρολόγος <σκίπων>· βακτηρία, ῥάβδος *<σκίθαρκος>· ἰχθῦς ὁ καὶ <τράχουρος> <σκίπωνι χειρός>· βακτηρίᾳ χειρός <σκιρεῖται>· σκιρός ἐστιν ἡ λατύπη <σκιροφόρια>· ὄνομα ἑορτῆς <σκιρτᾷ>· ἅλλεται, κινεῖται, ὀρχεῖται, τρέχει, ἀναστρέφεται <σκίρτησις>· ἰσχύς, δύναμις. καὶ τὰ ὅμοια <σκιρ(ω)θῶσι>· σκληρυνθῶσιν <σκιρώσασθαι>· ἀπο(ς)κληροῦσθαι <σκίταλοι>· ἀπὸ τῶν ἀφροδισίων καὶ τῆς προυνικίας τῆς νυκτερινῆς θεούς τινας ἐσχημάτισεν. Θέων δέ φησι πεπλάσθαι τοὔνομα <σκιτυπίαι>· σκηναί <σκιφίας>· εἶδος ἰχθύος <σκιφίζει>· ξιφίζει. ἔστι δὲ σχῆμα μαχαιρικῆς ὀρχήσεως <σκιφίνιον>· πλέγμα ἐκ φοίνικος <σκίφος>· ξίφος. οἱ μὲν τὸ ἐγχειρίδιον, ἄλλοι ἐπὶ τοῦ αἰδοίου <σκιφύδρια>· εἶδος κογχυλίου <σκίψαι>· ὀκλάσαι. Ἀχαιοί <σκληραγωγία>· ἄσκησις. παρὰ τὸ σκληρῶς ἄγεσθαι <σκληρός>· νόσημά τι ἀραχνίδων ἐν τοῖς σμήνεσι, πρὸς τὸ <σήπε- σθαι τὰ κηρία> <σκληφροί>· οἱ ἰσχνοὶ καὶ λεπτοὶ τοῖς σώμασι <σκνιπόν>· μικρολόγον <σκνίπτειν>· νύσσειν. καινοτομεῖν <σκνιφ.>· ἄκρα ἡμέρας καὶ ἑσπέρας λεῖοι <σκνιφόν>· ἀμυδρὸν βλέπον. Ἀττικοὶ γὰρ καὶ τὸ σκότος <σκνίφος> λέγουσι <σκνίψ>· ζῶον χλωρόν τε καὶ τετράπτερον <σκοβαδές>· ἔδεσμά τι <σκογχούλας>· γογγυσμούς. τονθρυσμούς <σκοιά>· σκοτεινά. τινὲς κολόροβοι <σκοΐδιον>· σκιάδ(ε)ιον <σκοῖδος>· ἀρχή τις παρὰ Μακεδόσι τεταγμένη ἐπὶ τῶν δικαστηρίων. Ἡ λέξις κεῖται ἐν ταῖς ἐπιστολαῖς Ἀλεξάνδρου <ς[κ]οίθης>· διάβολος. Ἀττικοί. λάλος, στωμύλος <σκοιόν>· ἰσχυρόν. δασύ. μαλακόν. βαθύ. μέγα. χλωρόν. ποικίλον. σύσκιον <σκοῖπος>· ἡ ἐξοχὴ τῶν ξύλων, ἐφ' ὧν εἰσιν οἱ κέραμοι <σκοίψ>· ψώρα <σκόλεφραι>· κατακεκαυμέναι τὰς τρίχας <σκόλια>· τὴν παροίνιον ᾠδὴν οὕτως ἔλεγον, οὐ διὰ τὸν τῆς μελοποιΐας τρόπον, ὅτι σκολιὸς ἦν, ἀλλ' ὅτι οὐχ ἅπαντες ᾖδον αὐτά, ἀλλὰ μόνοι οἱ συνετοί <σκολιά>· σκαμβά, οὐκ ὀρθά. ἄδικα. δυσχερῆ. ἐπικαμπῆ. ἄνισα. δύσκολα <σκολλέ>· σκυμμόν <σκόλλυς>· κορυφὴ ἡ καταλελειμμένη τῶν τριχῶν. τινὲς δὲ μαλλόν, πλόκαμον <σκολοῖς>· δρεπάνοις <σκολόπαξ>· ὄρνις ποιός *<σκόλοπες>· ὀξέα ξύλα ὀρθά <σκολόπενδρα>· ζῶον καὶ ἐνάλιον καὶ χερσαῖον <σκολοπώνυμον>· τὸν στ(αυ)ρώσιμον, ἀπὸ τῶν <σκολόπων> *<σκόλοπες>· ὀρθ[έ]ὰ καὶ ὀξέα ξύλα, στ(αυ)ροί, χάρακες [<σκόλος>· ἀκάνθης εἶδος] <σκολοφρή>· κατακεκαυμένη <σκολόφρον>· θρανίον *<σκολοβρᾷ>· χαλεπαίνει <σκόλοψ>· ξύλον ὠξυμμένον <σκόλοψιν ὡς ὀπτῶσιν>· τὸ γὰρ παλαιὸν τοὺς κακουργοῦντας ἀνε- σκολόπιζον, ὀξύνοντες ξύλον διὰ τῆς ῥαχέως καὶ τοῦ νώτου, καθάπερ τοὺς ὀπτωμένους ἰχθῦς ἐπὶ ὀβελίσκων <σκόλυβος>· ὁ ἐσθιόμενος βολβός <σκολύβρα>· ἡ σκυθρωπή <σκολύθρια>· ταπεινὰ διφρία. ὑποπόδια <σκολύθρων>· ταπεινῶν. ἀπὸ σκολύθρων δίφρων <σκόλυμος>· λάχανον ἄγριον ἀκανθῶδες <σκολύπτειν>· ἐκτίλλειν. κολούειν <σκολύφρα>· σκυθρωπή. σκληρά. ἐργώδης. δυσχερής <σκολύψαι>· κολοῦσαι, κολοβῶσαι. [σπαράττειν, ἐκτίλλειν <σκομβρίδες>· ἰχθύες <σκομβρίσαι>· γογγύσαι. καὶ παιδιᾶς ἀσελγοῦς εἶδος <Σκόμβροι>· Θρᾴκιον ἔθνος <σκονδάμνα>· ῥάφανος <σκόνδρον>· δρυπτόν. ἢ δρύπτει <σκόνυζα>· ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον <σκοπεῖσθαι>· ὁρᾶσθαι <σκόπελος>· ὑψηλὸς τόπος, ἢ πέτρα, ἢ ἀκρώρεια, ἀφ' ἧς ἔστι σκοπεῖν τὰ κύκλῳ. καὶ ἐξέχουσα εἰς θάλασσαν πέτρα. οἱ δὲ ἀκρόπολις [<σκόπες>· ὀρνέου γένος] <σκοπεύει>· ἰχνεύει. ἐπιτηρεῖ <σκοπή>· ἄποψις <σκοπήσεις>· σκέψεις <σκοπιαζέμεν[αι]>· κατασκοπεῖν <σκοπιάζων>· ἀποσκοπῶν, σκεπτόμενος <σκοπιαί>· ἀκρώρειαι, ὑψηλοὶ τόποι <σκοπιή>· ὑψηλὸς τόπος, ἀφ' οὗ ἔστιν ἰδεῖν καὶ περισκέψασθαι <σκοπιωροῦνται>· "κατὰ ........" *<σκοπός>· σοὶ δ' ἐγὼ οὐχ ἅλ[λο]ιος (ς)κοπὸς ἔς(ς)ομαι *<σκοπός>· τύπος [<σκοπεῖ>· χλευάζει, διαπαίζει, καταπαίζει, μέμφεται] <σκοπῶν>· σκεπτόμενος, ἐνθυμούμενος <σκορακίζει>· εἰς ἔρημον πέμπει, καὶ ἀρᾶται. ἀπὸ τοῦ εἰς κόρακας πέμπειν, τὸ ἐκφαυλίζειν <σκορακισμός>· χλευασμός. ἀπάτη. ὕβρις, φαυλισμός, ἀποδοκιμασία <σκορδάζειν>· σπᾶσθαι *<σκαρδαμυκτεῖ>· πυκνὰ κλείει καὶ ἀνοίγει τοὺς ὀφθαλμούς <σκορδινᾶσθαι>· τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν καὶ στρέφεσθαι μετὰ χάσμης. γίνεται δὲ τοῦτο περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους ἔξω μελῶν γίνεται <σκόρδυλ..,> θαλάσσιος ἰχθῦς. ἔνιοι <κορδύλη> <σκορδύλη>· ζῶόν τι τῶν τελματιαίων, ἐμφερὲς καλαβώτῃ <σκόρθοι>· τόρνοι σκορωβροί <σκόρνος>· κόρνος, μυρσίνη τὸ φυτόν <σκορόβυλος>· κάνθαρος <σκόροδα>· τόπος ἐν ᾧ τὰ σκόροδα φύεται. [διὸ καὶ ὀξυτόνως] <σκοροδίσαι>· τὸ πρὸ τῆς μάχης σκορόδοις ἀνατρῖψαι τοὺς ἀλεκτρυόνας <σκοροδοῦν>· συνουσιάζειν <σκορπίος>· τὸ ἄστρον. καὶ τὸ χερσαῖον ἑρπετόν. καὶ θαλάσσιος ἰχθῦς. καὶ πόα, ἣν ἔνιοι <σκορπίουρον> <σκο(ρ)πίος ὀκτώπους>· παροιμία· <σκορπίον ὀκτώπουν ἐγείρεις> <σκορπιοῦται>· ἀγριαίνεται, ἐρεθίζεται <σκορπίως(αι>)· ὡς θηρίον τραχύνου, ὀργίζου <σκοταῖον>· ὅταν συσκοτάσῃ, ἡ σκοτία <σκοταρία>· ζόφος. Ἀχαιοί (*)<σκοτίας>· δραπέτης <σκοτεύει>· δραπετεύει *<σκότιον>· λαθριμαῖον <σκοτία>· μέρος τι παρὰ τοῖς ἀρχιτέκτοσι προσαγορευόμενον τριγλύφου. καὶ Ἀφροδίτης Σκοτιᾶς ἱερὸν κατ' Αἴγυπτον <σκότιος>· νόθος, ὁ λάθρα γεννηθεὶς τῶν γονέων τῆς κόρης. τοὺς γὰρ μὴ ἐκ φανερᾶς, λαθραίας δὲ μίξεως γεγονότας <σκοτίους> ἐκάλουν, ἔνιοι <παρθεν(ί)ους>, ἄλλοι <κοριναίους>· καθάπερ Μαρσύας ἐν τῇ α# <σκοτοδινιᾷ>· σκοτοῦται <σκοτοδινιάσας>· μετὰ σκότους ὀφθαλμῶν συστραφείς, ὅ ἐστιν ἰλιγ- γιάσας <σκοτοιβόρον>· συννεφές, σκοτεινόν <σκοτόμαινα>· Ἀττικὸν τὸ οὕτω λέγειν <σκοτομήνη>· βαθεῖα νύξ, ἢ ἀσέληνος <σκοτομηνία>· σκότος σελήνης <σκοτομήνιος>· ἀσέληνος νύξ <σκότος>· ὄλεθρος, θάνατος <σκότος ὄσσε κάλυψε>· θάνατος κατέσχεν <σκοῦλαι>· κνῆσαι <σκύβα>· λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα <σκύβαλα>· κόπρος <σκυβαλίζεται>· ἐξουθενεῖται, παρα(ρ)ρίπτεται, ἀποδοκιμάζεται <σκυβαλισμός>· ἐκφαύλισμα, καὶ τὸ ἀδόκιμον. ἐκ μεταφορᾶς τῶν σκυ- βάλων τῶν ἀχύρων <σκυδά>· σκιά. Εὖκλος <σκυδίζει>· λακτίζει <σκυδικαί>· Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· <ὑποδήματα δὲ φορεῖν τὴν ἐλευθέρην σκυδικὰς λευκὰς καὶ μασθλη- τίνας> *<σκυδμαίνειν>· σκυθρωπάζειν, νεμεσᾶν, ὀργίζεσθαι <σκύδμαινος>· σκυθρωπός <σκύδμαινε>· ὀργίζου <σκύζει>· λυπεῖ. ὀργίζεται <σκύζεσθαι>· χολοῦσθαι, θυμοῦσθαι, σκυθρωπάζειν <σκύζης>· παρὰ Φιλητᾷ· <παύσω σε τῆς σκύζης>. ἀντὶ τοῦ τῆς κά- πρας <σκυζομένη>· λυπουμένη, ὀργιζομένη <σκύζουσιν>· ἡσυχῆ ὑποφθέγγονται, ὥσπερ κύνες <Σκύθαι>· οὕτω τι τῶν γενεῶν ἐλέγετο <Σκύθης ὄνειον δαῖτα>· παροιμία ἐπὶ τῶν ἀκκιζομένων [τινὲς δὲ βδελυττομένων] τῷ λόγῳ, ἔργῳ δὲ ἐφιεμένων· ἰδὼν γάρ τις νεκρὸν ὄνον, ἔφη πρὸς Σκύθην παρόντα ....... <Σκυθιάς>· οὕτως ἐκαλεῖτο ἡ Δῆλος <Σκυθικά>· ὑποδήματα ποιά <Σκυθικὸν ξύλον>· τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν <Σκυθικός>· Κρατῖνος Σκυθικὸν ἔφη τὴν Ἱππόνικον, διὰ τὸ πυῤῥὸν εἶναι. καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια <σκυθιστὶ χειρόμακτρον>· οἱ Σκύθαι τῶν λαμβανομένων πόλων ὧν τὰς κεφαλὰς ἐκδέροντες [ἦσαν] ἀντὶ χειρομάκτρων ἐχρῶντο <σκυθράζει>· σκυθρωπάζει <σκύθραξ>· μεῖραξ, ἔφηβος <σκυθρός>· στυγνὸς τὰς ὄψεις, χαλεπός, ὠμός, σκυθρωπός <Σκυθῶν ἐρημία>· παροιμία, ἀπὸ τῶν φυγόντων ἐξ Ἐφέσου Σκυθῶν διαδοθεῖσα· φοβηθέντες γὰρ καὶ ταραχθέντες κατὰ γνώμην· τίθεται τοίνυν ἐπὶ τῶν ἐρημουμένων ὑπό τινων <σκῦλα>· αἰχμαλωσία. [πραίδα] <σκυλαίας>· τὰ σκῦλα, καὶ λάφυρα. οἱ δὲ τὰς πανοπλίας <σκύλαξ>· σχῆμα ἀφροδισιακόν, ὡς τὸ τῶν φοινικιζόντων <σκυλεύσας>· αἰχμαλωτεύσας <σκύλλειν>· τὸ τοῖς ὄνυξι σπᾶν <σκυλλανίς>· ἡ πολεμική. ἴσως ἀπὸ τοῦ σκυλεύειν <σκυλλίς>· κληματίς <σκύλλον>· τὴν κύνα λέγουσιν [<σκυλῆναι>· ξηρανθῆναι] <σκυλόδεψ[ι]ος>· ὁ τὰς βύρσας βυρσεύων <σκύλλου>· ἐνόχλει <σκύλος>· δέρμα, κώδιον. οἱ δὲ ῥάκος. καὶ τριβώνιον, ἢ δέρμα ἄρκου, τὸ τοῦ καστανίου κάλυμμα [<σκυλμανεῖς>· θυμωθήσῃ] <σκύλσις>· θυμός. σάλος, ταραχή <σκύμνος>· ὁ σκύλαξ τοῦ λέοντος <σκύμνους>· ἐκγόνους λεόντων, καὶ ἄλλων ζώων <σκυνίζει>· λακτίζει <σκυξιφόν>· σκύφον <σκύρβια>· κρόμμυα <σκυρθαλιάς>· Θεόφραστος τοὺς ἐφήβους οὕτω φησὶ καλεῖσθαι, Διο- νύσιος δὲ τοὺς μείρακας <σκυρθάλιος>· νεανίσκος <σκυρθάλια>· μειράκια, ἔφηβοι <Σκυρία δίκη>· Ἀρτεμίδωρος ἰδίως φησὶ ἡ Θησέως καλεῖται τελευτή. φυγόντα γὰρ αὐτὸν εἰς Σκῦρον ἐκεῖ κατακρημνισθῆναί φασιν <Σκῦρος>· πόλις. καὶ νῆσος. ἢ λατύπη <σκῦρος>· ἀργιλώδης. Λυσίμαχος τὴν λατύπην <σκυρωθῶσι>· λιθωθῶσιν <σκυρωτὴ ὁδός>· ἡ ἱππόκροτος <σκύτα>· τὸν τράχηλον. Σικελοί <σκυτάλαι>· βακτηρίαι. καὶ αἱ ἱππικαὶ ἶλαι. καὶ ὄφ[ρ](εων) εἶδος. φρα- γέλλια, λῶροι. πίνακες, ἐφ' οἷς ἡ Δίκη γράφει τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. ἢ θύλακες δερμάτινοι <σκυτάλη Λακωνική>· ἐπὶ τῶν ἀγγελιαφόρων τάσσεται. ἔθος γὰρ ἦν ἀρχαῖον τὸ χρήσασθαι ταῖς σκυτάλαις, (ἀντὶ) τῶν παρ' Ἕλλησι γραμ- ματείων καὶ βιβλίων <σκυτάλια>· αὐλίδια, περιστρώματα. καὶ τὸ ῥάβδωμα <σκυτα[υ]λίδα>· αὐλὸ(ν) ποιόν <σκυταλίδες>· εἶδος καρίδων <σκυταλουμένη>· ξύλῳ τυπτομένη <σκυτεύς>· σαγγάριος, καὶ καλιγάριος <σκύτη>· κεφαλή <σκυτίζει>· σπαράττει <σκυτίνη ἐπικουρία>· ....... Ἀττικοὶ ἐπὶ τῶν ἀσθενούντων βοηθη- μάτων <σκύτινον καθειμένον>· διεζωσμένοι εἰσῄεσαν οἱ κωμικοὶ ὑποκρι- ταί. οἱ δὲ αἰδοῖα δερμάτινα τοῦ γελοίου χάριν ἀνωτέρω τῶν ἰσχίων καὶ τῶν αἰδοίων περικείμενοι <σκυτοδέψης>· δερματομαλάκτης <σκῦτος>· πᾶν δέρμα <σκυτοτόμος>· λωροτόμος. σκυτεύς, σκηνοῤ(ῥ)άφος <σκυφοκώνακτος>· Ἐπίχαρμος ἐν τοῖς Μησὶ τοῖς σκύφοις περιφόρητος <σκύφος>· εἶδος ποτηρίου, ἢ ἔκπωμα <σκῶ>· πεδίσκη <σκῶλα>· ξύλα ὠξυμμένα <σκώληξ>· τὸ κυλιόμενον κῦμα. καὶ ἀπὸ τῆς ἅλω τὸ δινηθὲν καὶ συν- αχθὲν εἰς λικμητόν <σκωληκίζονται>· κινοῦνται ὡς οἱ σκώληκες <σκωλοβάτης>· ὄνομα θηρίου μικροῦ, (παρα)πλησίου ἐρισύβῃ[ς], τὸ γινόμενον ἐν τῇ ἅλῳ καὶ τῷ σίτῳ λυμαινόμενον <σκώλοισι>· δρεπάνοις· διὰ τὴν σκολιότητα <Σκῶλος>· ῥάβδος. σκάνδαλος. [ἡ σκώληξ.] οἱ δὲ σκόλοψ, ἢ ῥάβδος, ἤ ἀπωξυμμένος πάσσαλος ὥστε σκῶλος πυρίκαυστος ἢ ἀκάνθης εἶδος. παρὰ τὸ <σκέλλω>. τὸ ξηραίνω. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ [<σκώλοψ>· ξύλον ὀξυμ(μ)ένον. ἢ ἄκανθα] <σκώμ(μ)ατα>· λοιδορήματα γέλωτος χάριν <σκωρνυφίαν>· τὸ σκάνδαλον, ἐν Μησίν· ἐν δὲ Τριακάσιν τὰ ὁσιώδη χρέα <σκῶπες>· εἶδος ὀρνέων, οἱ δὲ κολοιούς. καὶ εἶδος ὀρχήσεως *<σκῶμμα>· εἶδος κουρᾶς, ἢ λοιδορίας <σκωπευμάτων>· σχῆμα τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης, ὥσπερ ἀποσκοπούντων <σκώπτει>· γελοιάζει, παίζει, ληρεῖ <σκωρίδες>· γρᾶες <σκωρία>· ἡ γαιώδης ἐν ὑποστάθμῃ <σκῶψαι>· μέμψ...αι <σμᾶν>· σμήχειν <σμαραγεῖ>· ἠχεῖ, ψοφεῖ <σμαραγήσει>· ἠχήσει, ψοφήσει <σμαράγνα>· μάστιγξ, ῥάβδος. καὶ χωρὶς τοῦ <σ> <σμάρδικον>· στρουθίον <σμαρδικοπῶλαι>· οἱ τοὺς στρουθοὺς πωλοῦντες <σμαρίδες>· γρᾶες. καὶ ἰχθύδια μικρὰ ἄριστα· οἱ δὲ τὰς μαινίδας <σμαρκόν>· καθαρόν. βρωτικόν. δριμύ <σμερδαλέον>· φοβερόν, καταπληκτικόν <σμερδνόν>· δεινόν, καταπληκτικόν, πολεμικόν, σκυθρωπόν <σμέρδ[ν]ος>· λῆμα, ῥώμη, δύναμις, ὅρμημα <σμέρδος>· ἰχθύος εἶδος <σμηκτικόν>· τήλης ἡ θέρμη <σμικρόν>· καθαρόν. δριμύ <σμῆλαι>· ῥίψαι <σμηλακεῖ>· φωνεῖ <σμῆναι>· τῶν μελισσῶν οἱ κηροδόχοι, ἤτοι αἱ θῆκαι <σμηνίων> ἡ πρόπολις· .... <σμηνοκόμος>· μελισσουργός <σμῆνος>· τὸ μελισσῶν καὶ σφηκῶν ἄθροισμα. τὰ δὲ ἀγγεῖα <σμήνη> <σμηρία>· κισσός. Χαλκιδεῖς <σμήριγγες>· πλεκταί, σειραί. βόστρυχοι. καὶ τῶν κυνῶν ἐν τοῖς μηροῖς καὶ τοῖς αὐχέσιν ὀρθαὶ τρίχες <σμῆρι(γ)ξ>· πόα. καὶ εἶδος ἀκάνθης <σμήρινθος>· ὄρνις ποιός <σμήρινθοι>· σπάρτα, σχοινία <σμῆσον>· τὸ τοῦ ὀμφαλοῦ μέρος <σμήχει>· τρίβει, καθαίρει <σμήχη>· τὸ σευτλίον <σμικρίζεσθαι>· διαττᾶσθαι <σμικρόν>· μικρόν. ἢ τοῦ ὀβολοῦ· τίμιον. [ἐλάτῃ ὅμοιον <σμιλακτεῖ>· φωνὴν ἀποτελεῖ <σμῖλαξ>· κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ <ὕψος>, καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται φυτῶν, ὡς καταπνίγεσθαι ὑπ' αὐτοῦ <σμιλεύματα>· διαγλύμ(μ)ατα <σμῖλος>· δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται <σμινδυρ(ίδ)εια>· εἶδος ὑποδημάτων γυναικείων <σμίνθα>· ὁ κατοικίδιος μῦς <Σμινθεύς>· ὁ ἐν τῇ Σμίνθῳ τιμώμενος. λέγεται δὲ καὶ ὁ Ἀπόλλων <σμίνθος>· μῦς. καὶ ὁ Ἀπόλλων δὲ Σμίνθ[ε]ιος διὰ τὸ ἐπὶ μυωπίας φασὶ βεβηκέναι <σμίνθουροι>· τὰ(ς) οὐρὰς οἱ σαίνοντες <σμίντα>· παλίουρος <σμινύη>· σκαφ[ε]ίδιον, δίκελλαν <σμινύης>· σμινύη <σμιρεύς>· μέτρον οἰνικὸν εἰς Πεντάπολιν Λιβύης. καὶ <σμηρεύς> <σμιρίς>· ἄμμου εἶδος, ᾗ σμήχονται οἱ σκληροὶ τῶν λίθων. καὶ δένδρον <σμίς>· μῦς <σμογερόν>· σκληρόν. ἐπίβουλον. μοχθηρόν <σμοιός>· χαλεπός, φοβερός, στυγνός <σμοιῷ προσώπῳ>· φοβερῷ, ἢ στυγνῷ, σκυθρωπῷ <σμοκορδοῦν>· τὸ σχηματίζεσθαι τὰς γυναῖκας <σμοκόρδους>· τοὺς τὰς ὀφρῦς ἐγκοίλους ἔχοντας <σμορδοῦν>· συνουσιάζειν <σμόρδωνες>· ὑποκοριστικῶς ἀπὸ τῶν μορίων· ὡς πόσθωνες <σμυγερόν>· ἐπίπονον. οἰκτρόν. μοχθηρόν. πονηρόν. ἐπίβουλον. ἀνια- ρόν. χαλεπόν <σμυγερῶς>· ἐπιπόνως <σμύδρος>· διάπυρος σίδηρος <σμυκτήρ>· ὁ μυκτήρ <σμυλίχη>· τοῦ ζυγοῦ τὸ τρῆμα, ἐν ᾧ ὁ ἱστοβοεὺς καθήρμοσται <σμύλλα>· σαύρα <σμυνδαρίδ(ε)ια>· ὑποδήματα, ἀπὸ σκυτέως τινὸς Σμυνδυρίδου. ἢ τὰ πολυτελῆ, ἀπὸ Σμυνδυρίδου <σμῦξαι>· φλέξαι, ἐμπρῆσαι. μαρᾶναι <σμυός>· σκυθρωπός <Σμυρναῖος>· ἀπὸ Σμύρνης <σμυρν(ε)ῖον>· τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη <σμῦρ[ν]ος>· ὁ ἄρσην ἰχθῦς. καὶ ἡ θήλεια <σμύραινα> <σμυρτή>· σμυρτός <σμῦς>· ὁ μῦς <σμύσσεται>· ἀπομύσσεται <σμυστία>· ἡ πρόπολις. Λυσικράτη(ς) <σμύχοιτο>· ἀφανίζοιτο. κατακαίοιτο. φθείροιτο. τρύχοιτο <σμύχει>· φθείρει. τρύχει <σμυχόμενον>· <σμύχων>· τὰ αὐτά <σμώγη>· ῥανίς. τὸ τυχόν. Ἀμερίας βο(ύ)γλωσσον <σμώδιγγες>· μώλωπες, τραύματα <σμῶδιγξ>· ὕφαιμος μώλωψ, ὁ τῆς πληγῆς τύπος <σμῶδιξ>· μώλωψ, τὸ ἀπὸ πληγῆς οἴδημα. φλέψ, φλυκτίς <σμώμενος>· σμηχόμενος <(ς)μωσή>· ἀνέμου πνοή <σμωνθίοντα>· τὰ ταρασσόμενα, ζέοντα, πομφόλυγας ποιοῦντα <σμώχειν>· ἐνεργεῖν μετὰ σπουδῆς <σοάνα>· ἀξίνη. Πάφιοι <σοβάδες>· ὑπερήφανοι. ἄστατοι. μαινόμεναι. [ἢ μιαινόμεναι] <σοβαρεύεσθαι>· ἐξιτήλως. ἔξω τοῦ δέοντος ..... <σοβαρεύεται>· ἐπαίρεται <σοβαρητικήν>· σφοδράν <σοβαρός>· ὑπερήφανος, αὐθάδης. σεμνός· ἀπὸ τοῦ σέβας. ἢ συβαρὸς καὶ πλούσιος, ἀπὸ Συβαριτῶν <σοβεῖν>· διώκειν. τρέχειν. ἀπολαύειν <σοβεῖται>· διώκεται <σοβῶν>· τῶν σοβῶν. ἀφ' οὗ καὶ τὸ <σοβεῖν> [<Σόδομα>· πήρωσις. τύφλωσις. ἢ στείρωσις. ἑστῶσα σιωπή. ὁμοίωμα. ἔκκλισις. καὶ θεμέλιος] <σόγχος>· λάχανον ἄγριον <σοιδηύδεις>· βάκχαι. διὰ τὸ σεσοῆσθαι ἐν τῷ βακχεύειν. <Σόος> γὰρ ἡ ὁρμὴ καὶ φορά <σοίθης>· ψίθυρος. ἀλαζών. διάβολος <σοίκιδες>· κώνωπες <σοῖο>· τοῦ σοῦ <σοῖσι>· τοῖς σοῖς <σοὶ πάντες μαχόμεσθα>· διὰ σὲ πάντες μαχόμεθα *<σόεις>· σώζεις <Σόλοι>· πόλις <σοκᾷ>· βροχίζει. ὀχλεύει <σολοικίζει>· βαρβαρίζει <σολοικισμός>· ὅτε τις ἀτέχνως διαλέγεται <σόλοικον>· τὸ ἀμαθές <σόλοικος>· ἐπισεσυρμένος. ἀδιάφορος <σολοιτύπος>· μυδρακτύπος. καὶ χαλκός τις ἐν Κύπρῳ <σόλον .......>· αὐτοχώνευτον δίσκον, ἢ σιδηροῦν, ἢ κεχωνευμένον <σόλον>· δίσκον <Σολουντίς>· ἄκρα τῆς Λιβύης <Σολύμοισιν>· ἔθνη Σκυθῶν <σομφόν>· χαῦνον <σομφώδεις>· αἱ χαυνότεραι τῶν αἰγιαλῶν <σοναρόν>· ῥωμαλέον <σόοι>· σωτήριοι, ὑγιεῖς, ὁλόκληροι, σωζόμενοι <σόος>· σῶος, καὶ τὰ ὅμοια. καὶ ὁρμὴ πρὸς αὔξησιν <σοοῦται>· φεύγει, διώκεται <σορδισμός>· τὸ μὴ καθαρῶς διαλέγεσθαι, ἤτοι ἑλληνίζειν *<σόρδιδον>· ῥυπαρόν <σορέλλη>· σκῶμμά τι ἐπιχωριάζον εἰς τοὺς γέροντας, ἀπὸ τῆς <σοροῦ> [<σορεύει>· συνάγει] *<Σό[ο]ρ>· Τύρος [<σορηδόν>· ὁμοῦ, παρὰ <τὸ σωρόν>] <σόρνιξα>· εὔζωμον <σορόα>· παλι[ν]ούρου εἶδος <σορός>· μνῆμα, θήκη <σορωνίς>· ἐλάτη παλαιά <σόσσος>· ἡ διόπτρα. καὶ τὸ σταδιαῖον διάστημα <σοῦ· ἴθι>, τρέχε, ὅρμα *<σουγλάριον>· ἐργαλοθήκη <σούκινος>· ὁ - εὐνοῦχος <σοῦκλαι>· φοινικοβάλανοι <σουκοβάλανος>· τὸ αὐτὸ Φοίνικες <σούλαδ>· περιέχεσθαι *<σοῦν>· σῶν, ὑγιές <σούμωρος>· κεχορτασμένος, πλήρης <σουνεπτᾶσθαι>· συνακολουθῆσαι <Σουνιεύς>· Σουνιῆς, δῆμος <Σούνιον>· ἀκρωτήριον τῆς Ἀττικῆς <σοῦς>· ἡ πόρευσις. ἄλλοι τὸ οὖς, ἢ δρόμος <σούς>· εἰς τὸ αὐτὸ συμφέρεσθαι <σοῦσθε>· ἴτε, ὁρμᾶτε <σούσινον>· τὸ ἐκ (κ)ρίνου μύρον <σοῦσο>· ἴθι, ὅρμα <σοῦσο>· ἔρχου, πορεύου <σοῦται>· ἔρχεται, πορεύεται, διώκεται. σώζεται <σοφία>· πᾶσα τέχνη, καὶ ἐπιστήμη *<Σουφείρ>· χώρα, ἐν ᾗ οἱ πολύτιμοι λίθοι, καὶ ὁ χρυσός, ἐν Ἰνδίᾳ <σοφίης>· τῆς περὶ τὴν τέχνην σχολῆς <σοφίζεται>· σοφόν τι λέγει. καὶ παρακρούεται λόγῳ <σοφιστήν>· πᾶσαν τέχνην <σοφίαν> ἔλεγον, καὶ <σοφιστὰς> τοὺς περὶ μουσικὴν διατρίβοντας καὶ τοὺς μετὰ κιθάρας ᾄδοντας <σοφιστής>· ἀπατεών, διδάσκαλος, πανοῦργος <σοφός>· φρόνιμος. φιλότεχνος, καὶ ἐξευρετικός. καὶ ὁ τῶν θείων ἔμ- πειρος <σοφῶς>· εὐτάκτως, καλῶς <σοώμην>· ὡρμώμην. [προάγουσα <σπᾶ>· φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. καὶ ὄρ- γανον μουσικόν <σπάδακες>· κύνες <σπαδάχηρ>· σπαράττει <σπάδιον>· τὸ στάδιον <σπαδόνα>· τὸ σπάσμα. [ἢ τὴν εὐνοῦχον] <σπάδων>· ὁ εὐνοῦχος <σπάζει>· σκυζᾷ. Ἀχαιοί <σπαθᾷ>· τρυφᾷ, ἀναλίσκει, ἀσώτως καὶ ἀφειδῶς ἀλαζονεύεται *<σπάθη>· μάχαιρα, ξίφος <σπαθατόν>· τὸ ὀρθὸν ὕφος, σπάθῃ κεκρουμένον, οὐ κτενί <σπάθημα>· πύκνωμα, ἀπὸ τῶν ταῖς σπάθαις κατακρουόντων τὰ ὕφη <σπαθητόν>· γυναικεῖον <σπαθίζεσθαι>· μύρῳ ἀλείφεσθαι <σπαθίνης>· τῶν ἐλάφων τις οὕτω καλεῖται. ἢ ἡλικία[ν] ἐλάφου <σπαθίς>· ἱμάτιον σπάθῃ ὑφασμένον <σπαθίσματα>· τὰ σπαδονίσματα <σπαθῶσι>· σκορπίζωσιν <σπαίρει>· ἅλλεται, σκιρτᾷ, πηδᾷ. σκορπίζει. ψυχαγωγεῖ <σπαιρόντων>· τὴν ψυχὴν ἐκπνεόντων <σπάκα>· κύνα. ἢ σφίγξ <σπάλαξ>· εἶδος ἀρουραίου μυός, ἐκ γενετῆς τυφλοῦ. καὶ ἵππων εἶδος οἱ <σπάλακες> <σπαλακία>· νόσος ἡ περὶ τοὺς ὀφθαλμούς, πήρωσις *<σπαράσιον>· ὄρνεον, ἐμφερὲς στρουθῷ. ἔνιοι σκίψ *<σπαύλαθρον>· σκάλαυθρον <σπαλύσσεται>· σπαράσσεται, ταράσσεται <σπά[ρ]νακα>· ὀρίγανον <σπανίαν>· τὴν σπανιότητα. ὡς <ὁσίαν>, τὴν ὁσιότητα <σπανίζεται>· σκορπίζεται. ἀπορεῖ <σπάνιον>· ἀραιόν <σπανόν>· τίμιον, πολλοῦ ἄξιόν ἐστιν <σπαραβάραι>· οἱ γεῤ(ῥ)οφόροι <σπαρασσόμεθα>· ξεόμεθα. ταραττόμεθα <σπαράγμασι>· ξεσμοῖς. ταραχαῖς. ἀποβολαῖς. δαρμοῖς <σπαργαί>· ὀργαί. ὁρμαί <σπαργᾶν>· ὅτε οἱ μασθοὶ πλήρεις ὦσι γάλακτος <σπάργανα>· δεσμά. ῥάκη <σπαργάνοις>· δεσμοῖς. ῥάκεσι <σπαργοῦσι>· πλημμυροῦσιν. ἀποστάζουσιν <σπαργῶν>· ὁ πλήρης, καὶ δεόμενος ἐ(κ)κρίσεως <σπαρνάς>· σπανίους. ἀραιάς. διεσπαρμένας <σπάρνιοι>· ἐνθαλάττιοι πέτραι <σπαρνόν>· σπάνιον, ὀλίγον <σπαρνοπόλιος>· ὀλιγοπόλιος <σπάρξαι>· σπαργανῆσαι. σπαράξαι <σπάρτα>· σχοινία. ῥάμ(μ)ατα *<σπαρτίου>· ῥάμ(μ)ατος <Σπάρτη>· πόλις. καὶ στάθμη τεκτονική <Σπάρτωλος>· πόλις <σπασμός>· ἡ παλίῤῥοια. καὶ τὸ πάθος <σπας(ς)άμενος>· ἑλκύσας <σπάς(ς)ατο>· εἵλκυσεν. ἤγρευσεν <σπάσωμεν>· ἀγρεύσωμεν. ἑλκύσωμεν <σπατάγγαι>· οἱ μεγάλοι ἐχῖνοι οἱ θαλάσσιοι <σπαταγγίζειν>· ταράσσειν <σπαταλᾷ>· τρυφᾷ <σπαταλᾷς>· μαστιγωτιᾷς <σπατείων>· δερματίνων <σπατίακτον>· διεσπασμένον. καὶ εὔχροον <σπατίζει>· τῶν (ς)πατέων ἕλκει, τῶν δερμάτων, τῶν τιτθῶν <σπατίλουροι>· οἱ τὴν οὐρὰν εἰς τὴν σπατίλην ἐκτιθέντες <σπατίλη>· τὸ ὑγρὸν διαχώρημα <σπάτος>· δέρμα. σκύτος <σπαύονθες> Σαλαμίνιοι <σπ[ε]ιλάς>· πέτρα[ς] <σπεῖμα>· σχοινίον *<σπινθήρ>· ἀκοντισμός. *..... πυρὸς ἀποβολαί <σπείομεν>· πορευθῶμεν. ἀκολουθήσωμεν <σπεῖό μοι>· ἐπακολούθησον, σύνελθέ μοι <σπεῖος>· σπήλαιον. σπύλων (<Σπεῖρα>)· οἱ πρὸς τῇ βάσει λίθοι. καὶ τῆς νεὼς σκεῦός τι. καὶ σύ- στρεμμα ἐκ σχοινίου, ἢ ῥάκη. καὶ ἱμάτια. καὶ ἱστία. ἄλλοι εἶδος ἱμα- τίου εὐμέγεθες γυναικείου <σπεῖραι>· σειραί. δράγματα. ἕλικες. καὶ τὰ μαλάγματα τῶν νεῶν <σπείραμα>· πλῆθος *<σπεῖρα>· πλῆθος. στράτευμα. [τάγματα. ἢ συστροφαί <σπείρεσιν>· αἱ ἐλυγαῖς τοῦ ὄφεως <σπεῖρον>· τὸ καλὸν ἱμάτιον, καὶ τὸ ῥακῶδες <σπεῖσαι>· ἐκχύσαι, προσενέγκαι, θῦσαι θεῷ <σπέλεκτος>· πελεκάν <σπελλάμεναι>· στειλάμεναι <σπέλληξι>· σπελέθοις <σπένδαμνον>· ξύλον <σπένδεσθαι>· θυσιάζεσθαι <σπένδεται>· θύεται <σπένδομαι>· θύομαι <σπενδόμενος>· ἀνατιθεὶς τῷ θεῷ <σπέος>· σπήλαιον, ἄντρον <σπεργανῆσαι>· σπαράξαι <σπέργδην>· ἐῤῥωμένως <σπέργουλος>· ὀρνιθάριον ἄγριον <σπέργυς>· πρέσβυς <σπερηδών>· εἴλησις, περιπλοκή <σπέρμα πυρός>· τὸ ἡμίκαυστον ξύλον. ἢ αὐτὸ τὸ πῦρ. ἢ βραχύ τι τοῦ πυρός. ἢ τὴν λαμπηδόνα. ἢ σπινθῆρα <σπερματίας>· ὁ μέγας σικυός <σπερμολόγος>· φλύαρος. καὶ ὁ τὰ σπέρματα συλλέγων. καὶ κολοιῶδες ζῶον <σπερμονόμος>· τὰ αὐτά <σπέρξομαι>· ὀργισθήσομαι <σπερύνειν>· σπείρειν. [θυμοῦσθαι. ἀπειλεῖν. διώκειν <σπέρχει>· σπουδάζει, σπεύδει *<Σπερχειός>· ποταμὸς Θεσσαλίας <σπέρχειν>· σπεύδειν. χαλεπαίνειν. θυμοῦσθαι. ἀπειλεῖν. ταράσσεσθαι <σπερχνή>· σπερχνοποιός <σπερχνόν>· σπουδαῖον. καὶ εἶδος ἱέρακος <σπερχνός>· ταχύς. σπουδαῖος. ἄγαν ἐγκείμενος πρός τι, ἢ ἐπειγόμενος <σπερχόμενος>· ἐπειγόμενος <σπέρχοντες>· ἐπείγοντες. θυμοῦντες <σπερχυλλάδην κέκραγας>· ἀγανακτήσας ὑλακτεῖς ἄγαν, παρὰ τὸ σπέρχεσθαι <σπέρχων>· ἐπείγων. κελεύων <σπέσθαι>· ἐπακολουθῆσαι <σπέται>· ἵσταται <σπέτε>· εἴπατε <σπεύδεται>· ἐριθ[ρ]εύεται, ἐρεθίζεται <σπεύδων>· σπουδάζων, ἐνεργῶν <σπεύσαιτο>· παρακαλέσειεν <Σπευσανδρίδαι>· γένος ἰθαγενῶν <σπεῦσεν>· ἔκαμεν, ἐταλαιπώρησεν, ἐκακοπάθησεν <σπήλαιον>· ἄντρον, σπέος <σπηλόν>· σκληρόν <σπήλυγγες>· τὰ κοῖλα τῆς γῆς, σπήλαια <σπήσονται>· συνέσονται <σπίγγος>· ἰχθῦς <σπίγγον>· σπίνον *<σπίλα>· στέμφυλα *<σπιλάδες>· μεμια(ς)μένοι <σπιγνόν>· μικρόν, βραχύ <σπίδεος>· μεγάλου. στρογγύλου. μακροῦ <σπίδιον>· τὰ αὐτά <σπιδές>· μέγα, πλατύ, εὐρύ <σπιδνόν>· πυκνόν, συνεχές, πεπηγός <σπιδόεν>· [μέλαν.] πλατύ. [σκοτεινόν.] πυκνόν. μέγα <σπίζα>· ὀρνιθάριον, στρουθῷ ἐμφερές <σπιζία>· τὰ ὄρνεα ἅπαντα <σπιζίας>· εἶδος ἱέρακος <σπιζίτης>· εἶδος αἰγιθαλοῦ ὀρνέου <σπιθαμή>· τὸ μέτρον, τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα ἐκταθέν <σπιθίαι>· σανίδες νεώς <σπίκανον>· σπάνιον <σπίλα>· χορδαὶ ἐξ ἐντέρων <σπιλάδες>· αἱ περιεχόμεναι τῇ θαλάσσῃ πέτραι <σπίλαξ>· μῶλος ὁ πλατανώδης <σπίλοι>· αἱ ἐν τοῖς ἱματίοις κηλῖδες <σπίλον Παρνα(ς)σίαν>· Ἴων Ὀμφάλῃ. οὐκ εὖ. <σπιλάδες> γὰρ πέτραι <σπίλος>· ῥύπος ἱματίου *<σπῖδος>· πρῖνος. κηλίς. πέτρα πωρώδης. χοιράς. γῆ κεραμική *<σπίλη>· συμπεφυκός. λεῖον <σπίλων>· τραχεῖς τόποι <σπιλῶσαι>· ῥυπῶσαι <σπίνα>· ὁ σπίνος <σπινδεῖρα>· ἄροτρον <Σπίνθεος>· ἄροτρον. Ἀπόλλων <σπινθῆρες>· ἀποβολαὶ πυρός <σπινθία>· εἶδος ὀρνιθαρίων, σπίνοι <σπίσονται>· συνῶνται <σπλάγχνα>· ἧπαρ, ἔγκατα, καὶ τὰ ἐντὸς τῶν ζώων <σπλαχρός>· μεμιασμένος <σπλεκοῦν>· πλησιάζειν, συνουσιάζειν, περαίνειν <σπληδώ>· σποδὸς λεπτή, κόνις <σπλῆνες>· οἱ ὑπὸ τῷ λέβητι ἕλικες. καὶ παρὰ τοῖς ἰατροῖς τὰ ἐπιμήκη ὀθόνια <σπογγία>· σπογγώδη <σπόγγος>· σπογγίον <σποδεῖν>· παίειν, συγγίνεσθαι <σποδεῖσθαι>· περαίνεσθαι <σποδέοντο>· ἐμάχοντο, ἐτύπτοντο <σποδιά>· κόνις, σποδός <σποδησιλαύρα>· ἡ τὰς ὁδοὺς τρίβουσα, ἢ ἐν τοῖς ὁδοῖς τριβομένη <σπόδισον>· ὄπτησον, φλέξον <σποδός>· κόνις. τέφρα. ἀφόδευμα <σποδούμενος>· τυπτόμενος. καὶ τὰ ὅμοια <σπολάς>· χιτωνίσκος βαθὺς σκύτινος, ὁ βύρσινος θώραξ <σπόλια>· τὰ παρατιλλόμενα ἐρίδια ἀπὸ τῶν σκελῶν τῶν προβάτων <σπολεῖσα>· σταλεῖσα <σπόμενοι>· μετελθόντες <σπονδαί>· εὐχαί. συνθῆκαι <σπονδεῖον>· ἀγγεῖον, ἐν ᾧ τοῖς εἰδώλοις οἶνον ἐπέσπενδον· <λοιβεῖον>, ἐν ᾧ ἔλαιον <σπονδή>· ὁ ἐπιχεόμενος ταῖς θυσίαις οἶνος. συνθήκη. ὅρκος *<σπονδεῖα>· ἀγγεῖα, δι' ὧν σπένδουσι <σπόνδικες>· οἱ τὰς σπονδὰς χέοντες <σπονδύλ[λ]η>· ἡ γαλῆ παρ' Ἀττικοῖς <σπόπια>· πέμμα, ὅ τινες <στατίας> <(Σπ)οράδες>· Κυκλάδες νῆσοι ἐν τῷ Αἰγαίῳ <σποράδην>· ἐσπαρμένως. ἢ ἐν διαφόροις <σπορευτής>· σπορεύς <σποργαί>· ἐρεθισμοὶ εἰς τὸ τεκεῖν <σπόρθυγγες>· αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες <σπορθύγγια>· τρίβολα. τὰ διαχωρή(μα)τα τῶν αἰγῶν, ἅ τινες σπυρά- δας καλοῦσιν <σπορτία>· ἑορτὴ ἀγομένη ..... [<σπόρτουλον>· τόκον] <σπούδαξ>· ἀλε[κ]τρίβανος <σπουδαρχαιρεσίαι>· οἱ περὶ τὰ ἀρχαιρέσια σπουδάζοντες <σπουδαρχίαι>· κατὰ σπουδὴν ἄρχοντες <σπούδασμα>· σπουδή <σπουδή>· ἡ συνήθης ἡμῖν σπουδή. οἷον (σπουδῇ νῦν) ἀνάβαινε· μετὰ τάχους <σπύγγας>· ὄρνις <σπυρθίς>· ...... <σπυρθίζειν>· σπᾶσθαι. καὶ ἀγανακτεῖν. πυδαρίζειν. καὶ σφύζειν <σπυρίς>· τὸ τῶν πυρῶν ἄγγος <σπυρίχνιον>· πλεκτόν τι ἐξ οἰσυῶν <σπύραθοι>· τῶν προβάτων καὶ αἰγῶν ἡ κόπρος <σπυρ[ρ]ούς>· πυρ[ρ]ούς <στ(.)αβαλοκόμαν>· οὐλοκόμην <σταβατῖναι>· κωπεῶνες <σταβεύς>· κωπεών <σταβόλιχον>· εὔστραβον <στάγην>· κάρδοπον <σταγόνες>· ῥανίδες. θυγατέρες <σταγρόν>· ξηρόν. θερμόν. ἀκμαῖον <σταγών>· ἐν τοῖς μεταλλικοῖς τὸ καθαρὸν σιδήριον, ὃ(θεν) καὶ <στα- γονόθαλπον> τὸν διαιροῦντα ταῦτα καλοῦσιν <σταδαῖα>· ἑστηκότα. ὄρθια <σταδαῖον μέλος>· τὸ πρᾷον *<στάδιον>· γυμνάσιον. καὶ τόπος μέγας ἁπλοῦς καὶ ὁμαλός. ἢ μέτρον χωρίου *<στάζει>· ῥέει <σταδία>· ἡ λυχνία <σταδίη>· ἡ συστάδην καὶ ἐκ χειρὸς μάχη, ἢ ἐκ συστάσεως καὶ ἐκ δια- δρομῆς <σταδινόν>· παρὰ Δίωνι πολίτην <στάδιον>· τέλειον, βραβεῖον, ἐπινίκιος δόξα <στάδιος χιτών>· στατὸς θώραξ [<σταθέν. μένος>· τεκμαιρόμενος, συλλογιζόμενος, στοχαζόμενος] <σταθερόν>· βέβαιον, ἰσχυρόν, ἑδραῖον. ἄλλοι δὲ τὸ ὑποστατικόν. οἱ δὲ μεσημβρινόν, ἢ ἑστηκός. ἔνιοι θερμόν, καθαρόν, γαληνόν, εὔδιον <σταθερήν>· τὴν μεσημβρινὴν ὥραν, τὴν θερμήν, ὡς Πλάτων <σταθεύειν>· πυροῦσθαι <σταθεῦσαι>· τὸ τῷ πυρὶ ἡσυχῇ χλιᾶναι κρέας, καὶ τὸ ὀπτῆσαι <σταθευτός>· πεφλογισμένος ἠρέμα <σταθμά>· θύρετρα. τάλαντα <σταθμ[ί]ά>· φλ[ο]ιαί *<σερπενδιβίλουμ>, βὲλ πλουμβίνουμ. Ῥωμαϊκῶς <στάθμη>· σπάρτος, ἐν ᾗ ἀπορθοῦσιν οἱ τέκτονες· ὅθεν καὶ <σταθμή- σασθαι> τὸ ἀπορθῶσαι λέγεται. ἢ κανών, καὶ τὸ ἐν τῷ διαβήματι μολιβοῦν σκεῦος. καὶ ξύλον ναυπηγήσιμον <σταθμηλάται>· ἐξῶσται νεῶν <σταθμήσας>· ἐν ζυγῷ στήσας <Σταθμία>· ἐπίθετον Ἀθηνᾶς <σταθμήσασθαι>· συμβαλεῖν, εἰκάσαι <σταθμοί>· ἐπαύλεις, ὅπου ἵστανται ἵπποι καὶ βόες. καὶ στρατιωτικὴ κατάλυσις. καὶ ἡ τῶν θυρῶν παράστασις. καὶ τὰ ἑκατέρωθεν τῶν θυ- ρῶν ξύλα, ἃ νῦν <πήγματα> καλοῦμεν *<σταθμηότα>· λέγεται πολὺ ἀφεστηκότα <σταθμόνες>· φλιαί <σταθμὸν ἔσχατον>· ...... <σταθμοῦχος>· ὁ τῆς οἰκίας κύριος. καὶ ξενοδόχος *<στατήρ>· τετράγραμμον, ἤγουν ἥμισυ οὐγγίας <σταθμῶν>· τῶν τῆς θύρας παραστατῶν, ἢ μανδρῶν, ἢ τόπων ἔνθα ἀναπαύεταί τις *<στενάζειν>· λυπεῖν. τινὲς δὲ πατάξαι τὸ ἱερὸν ὀστοῦν. ἄλλοι παίειν ἁπλῶς. οἱ δὲ καταμανθάνειν τὰ στήθη <σταινίον>· τὸ ἱερὸν ὀστοῦν, καὶ τὸ ὑπογάστριον <σταιρόν>· ξηρόν. θερμόν. ἄκρατον <σταῖς>· φύραμα ἀλεύρου πυροῦ <σταιτήϊα>· πέμματος εἶδος <στα(ι)τίας>· ἄρτου εἶδος <σταιτική>· ἕστηκας <στακτήν>· τὸ ἀπὸ σμύρνης γινόμενον <στα(κ)τικόν>· πεμμάτιον πλακουντῶδες. ἄλλοι δὲ ἀγγεῖα διυλίζοντα Νειλῶον ὕδωρ <στακτόν>· τὸ διυλισμένον <σταλαγεῖ>· μαρμαρύσσει <σταλαγμός>· σταγών, ῥανίς <σταλάσσων>· στάζων <σταλείς>· πεμφθείς <σταλεηδόνες>· σταλαγμοί <στάλη>· ταμεῖον κτηνῶν. ὁ σταλός <σταλῆναι>· ἐλθεῖν. ἡτοιμάς(θ)αι <σταλίδας>· τοὺς κάμακας, ἢ χάρακας <σταλίζομαι>· ἐπὶ τῆς στήλης τρόπον ἕστηκας <στάλικες>· πάσσαλοι. ξύστραι. στῆλαι <στάλιξ>· ξύστρα. ἢ πάσσαλος <σταμάγορις>· ὅταν ἐν ὑφῇ πλείονες συστραφῶσι στήμονες <σταμίνες>· παραστάται, καὶ τὰ ἐπὶ τῆς σχεδίας ὀρθὰ ξύλα, πρὸς ἃ αἱ σανίδες προσηλοῦνται, ἢ πάσσαλοι. παρὰ τὸ <ἑστάναι> <σταμν[ε]ίον Θάσιον>· κεράμειον ἀγγεῖον <στάμνος>· ὑδρία, κάλπη. κάλαθος <σταμνοῦροι>· οἱ τοῖς ἐφήβοις προστιθέμενοι ἐλαίου στάμνοι <στάνει>· τείνεται. συμβέβυσται <στάνης>· δύστηνος <σταρεῖ>· βάπτει [<σταρτήμας>· τὰ σίτη ἄλευρον γεγενημένα. ἡ γὰρ ζύμη <στέαρ> λέ- γεται] <στάρτοι>· αἱ τάξεις τοῦ πλήθους <στασάμενον>· δανεισάμενον <στασάνη>· ἐγγύη, ὑποθήκη <στασιάζει>· θόρυβον κινεῖ, ἀτακτεῖ <στάσιμον ἦθος>· βέβαιον, στερεόν <στάσις>· θέσις. χορός. συνέδρα. ἐργαστήριον <στασιῶται>· οἱ ἐκ τῆς αὐτῆς τάξεως <στατά>· μακρά [<στατεύει>· θάλπει] <στατή>· πάρνη. κάρδοπος <στατήρ>· τετράγραμμος <στατῆρσι προστιθέντες>· ὑπὲρ στατήρων ὁρ[γ]ιζόμενοι, συνθήκας τιθέντες περὶ στατῆρος. ἐλέγετο δὲ καὶ τὸ χρυσίον <στατήρ> <στατιαῖον>· τὸ πενταμνοῦν. καὶ <δι[α]στάτους τυροὺς> τοὺς δε- κάμνους <στατίδας>· ναύτας εἰς πόλεμον <στατίζονται>· ἱερῶνται. αὐλίζονται, ἵστανται <στατίζουσι>· στάσιν ἔχουσιν <στατίνη>· ἡ ἐκ στέατος πεποιημένη καὶ ἁπλῆ [<στ[ρ]ατιῶν>· τὸ τῆς φύσεως ὅπερ ἐξέστη κατὰ φυλάς] <(ς)τάτοι>· ἀρχή τις <(ς)τάτος>· σκάφη. ἄλλοι δὲ τὰς πέντε μνᾶς <στατὸς ἵππος>· ὁ ἐπὶ φάτνῃ τρεφόμενος καὶ [ἐξ]εστηκὼς ἐπὶ πολὺν χρόνον <στάτρια>· ἐμπλέκτρια <σταυνίξ>· ἱέραξ <σταυροί>· οἱ καταπεπηγότες σκόλοπες, χάρακες, καὶ πάντα τὰ ἑστῶτα ξύλα, ἀπὸ τοῦ <ἑστάναι> *<σταυρούς>· ἐκ τοῦ εἰς τὴν αὔραν ἵστασθαι <σταυροτύπως>· σταυροειδῶς <σταύρου>· σταύρωσον <στάφος>· σκάφος. λεκάνη <σταφύλη>· ὁ διαβήτης, ἀπὸ μέρους. ἐπεὶ σταφύλη καταχρηστικῶς ἐλέ- γετο ἡ τοῦ διαβήτου μέση κρεμαμένη μολυβίς, ἐπὶ (?) δὲ κανόνα ἀποδέδωκεν. ἔστι δὲ ἡ <μολυβὶς ἡ καθιεμένη> διὰ τοῦ διαβήτου κανὼν λα.ξοϊκός, ἐν ᾧ σταθμίζουσι τοὺς λίθους, ὅ ἐστιν ἀπορθοῦσιν. Ἀττικοὶ δὲ τὴν ἐν τῷ στόματι κίονα <σταφυλήν>· βότρυν δὲ καὶ ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου. τινὲς δὲ τοῦ ζυγοῦ τὸ μέσον <σταφυλίζειν>· τὸ συνιάζειν τὰς ὤας τοῦ ἱματίου <σταφυλῖνος ἄγριος>· ὃν ἔνιοι <κέρας> καλοῦσι. καὶ ζῶον ἡλίκον σφονδύλῃ <σταφυλοβολεῖον>· μέρος τι τῆς ληνοῦ <σταφυλοδρόμοι>· τινὲς τῶν Καρνεατῶν, παρορμῶντες τοὺς ἐπὶ τρύγῃ <στάχυς>· ἰατρικὸς ἐπίδεσμος. καὶ πόα τις. καὶ τῆς σιτηρουσίας ἡ ἔκφυ- σις. καὶ παρὰ τοῖς ναυπηγοῖς τὸ ἐπὶ τῆς φάλαγγος μεριζόμενον <στέαρ>· λίπος. ζύμη *<στέζας>· ἐμῆς <στέατα>· ἄλευρα. ζύμη <στέατος>· λίπους <στεγανίσαι>· στέγῃ ὑποδεχθῆναι <στεγανόμιον>· τὸν μισθὸν τὴν διδόμενον ὑπὲρ τῆς μονῆς τῷ παν- δοκεῖ <στεγανόν>· στεινότερον, τὸ δυνάμενον στέγειν τοὺς λόγους καὶ μὴ ἐξαγγέλλειν. στενὸν δὲ ἢ πυκνόν, σφιγκτόν, συνεχές <στεγανόποδες ὄρνιθες>· οἱ ἐν ὕδατι τρεφόμενοι καὶ διατρίβοντες, καὶ τοὺς πόδας ἔχοντες στεγανούς, ἤτοι δέρματι ἐνειλημμένους <στεγανώματα>· τὰ ἐν τοῖς τοίχοις, οἱ λεγόμενοι σύνδεσμοι <στεγανώτερον>· σιωπηλότερον <στεγαστήρ>· τὸ θρίωπον ἕψημα <στέγει>· κρύπτει, συνέχει. βαστάζει, ὑπομένει <στεγῖτιν>· τὴν πόρνην <στεγ(ν)ὴ γαστήρ>· ...... <στεγναί>· στερεαί <στεγνοῖ>· στερονεῖ. ταπεινοῖ <στεγνόν>· στενόν, πενιχρόν <στέθματα>· τὰ στέμματα <στείβει>· ὁδεύει, πατεῖ <στειβεύς>· ὁδευτής <στειβομένη>· πατουμένη. <στείβοντες> δὲ οἱ περιπατοῦντες· ἀφ' οὗ καὶ ὁ πλύτης <στειβεύς> <στεῖλαι>· συστεῖλαι. ἀποστεῖλαι <στειλαμένη>· παραψησαμένη <στειλάμενοι>· συστείλαντες. πλεύσαντες <στειλάμενος>· ὁμοίως <στεῖλαν>· συνέστειλαν <στειλέαν>· τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ <στειλε(ι)ή>· τοῦ πελέκυος ἡ ὀπή, εἰς ἣν ἐντίθεται τὸ ξύλον <στείνεα>· ἡ στενοχωρία <στείνομαι>· ὀδυνῶμαι, στένω <στεινόν>· λεπτόν. στενόχωρον <στείνοντο>· ἐστενοχωροῦντο <στεῖνος>· στένωμα, στενοχώρημα <στείνων>· ὡραϊστής, καὶ ἐπ' αὐτῷ ἀρέσκων <στεινωπόν>· στενόν. ἢ τὸν ὑπὸ τὴν Σκύλλαν καὶ Χάρυβδιν τόπον στενὸν ὄντα <στεινωπός>· στενὸς τόπος <στείομεν>· στῶμεν <στείοντες>· ἱστάμενοι <στεῖρα>· ἡ ἄτοκος. καὶ τὸ ἐξέχον τῆς πρώρας ξύλον κατὰ τὴν τρόπιν <Στειριεῖς>· δῆμος φυλῆς τῆς Πανδιονίδος <στείρωμα>· τρόπις <στεῖχε>· ἴθι, πορεύου <στείχειν>· πορεύεσθαι <στείχωμεν>· πορευθῶμεν <στελεόν>, οὐδετέρως· τὸ τοῦ πελέκυος ξύλον [<στέλγει>· ξύστρα <στελγίς>· ξυστρίς] <στελέχια>· πρεμ(ν)ία <στέλεχος>· κορμὸς ξύλου, κλάδος <στελίς>· ... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων <στελλάνδρα>· ἡ κόρη *<στέλλα>· ζῶσμα <στέλλει>· πέμπει. στολίζει. ὁρμᾷ <στέλλεται>· φοβεῖται. καὶ <στέλλεσθαι>· ...... <στέλλοιμι>· πέμποιμι, καὶ ἀποστέλλοιμι <στέλμα>· στέφος, στέμμα <στελμονία(ι)>· ζώματα <στελύπην>· ἀσφόδελον <στεμβάζειν>· λοιδορεῖν, χλευάζειν <στεμβάσεις>· λοιδορίαι <στέμμα>· στεφάνωμα <στεμ(μ)ατιαῖον>· δίκηλόν τι ἐν ἑορτῇ πομπέων δαίμονος <στέμφυλα>· τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας. καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα [<στεναγήν>· πεπυκνωμένην] <στεναγμός>· λύπη [<στεναγώτερον>· πεπυκνωμένον] <στενάσαι>· τινὲς πλῆξαι καὶ παῖσαι· οἱ δὲ ........ <στένιον> τὸ στῆθος <στεναχεῖλαι>· δαμάζεσθαι <στεναχίζετο>· ἀνέστενεν <στενάχοντι>· στένοντι <στένει>· δυσπαθεῖ. στενοχωρεῖται. στενάζει [<στενόες(ς)α>· στενακτική] <στενολεσχεῖ>· στενολογεῖ <στενολεσχία>· μικρολογία, λεπτολογία, ὀλίγη ὁμιλία <στενόπορος>· στενὴ ὁδός [<στενοτυπούμεναι>·] εἰς τὰ στήθη κοπτόμεναι, <στερνοτυπού- μεναι> <Στέντορι εἰσαμένη>· τῷ Στέντορι ὁμοιωθεῖσα <στενυγρόν>· εὐριπῶδες, στενόν, καὶ συριγγῶδες <στένων>· στενάζων <στενωπός>· ἡ ἀγυιά, καὶ πλατεῖα, καὶ ἄμφοδος <στενωπῷ>· στενότητι τόπων. ἢ ῥύμῃ <στεπτήρια>· στέμματα, ἃ οἱ [ο]ἱκέται ἐκ τῶν κλάδων ἐξῆπτον <στέργει>· φιλεῖ, ἀγαπᾷ <στεργάνος>· κόπρων <στέργηθρον>· φίλτρον. καὶ πόα τίς <στέργουσιν>· ἀγαπῶσιν <στερεαί>· τινὲς τῶν δικαστικῶν ψήφων. [ἄλλοι δὲ ἀστέρας <στερέμνιον>· στερεόν, ἰσχυρότατον <στερεόν>· καταπληκτικόν. [ποικίλον <στερηναῖα, ὁδός, ἢ Ἱπποκόον τί>· ἡ πολεμία, καὶ στερητικὴ τῶν πάντων, οἷον [στερνοτύπη καὶ στερναία]· ἢ ἀπειθὴς ἀπὸ τῶν στρη- νιώντων ἵππων <στέρησις>· ἀποστέρησις, ἁρπαγή <στερθέμεν>· στερηθῆναι <στερίσκω>· ἀποστερῶ <στεριφευομένη>· παρθενευομένη <στερίφη>· στεῖρα, μὴ τεκοῦσα, μηδὲ τίκτουσα <στερίφοις>· ἀνισχύροις. ἀγόνοις, στείροις <στεριφώτερον>· ἀνισχυρότερον. μὴ στερεώτερον <στέρνα>· στήθη <στέρνιξ>· ἐντεριώνη <στερνόμαντις>· ὁ ἐνγαστρίμυθος. Πύθων <στέρνον>· στῆθος. διάνοιαν, φρένα <στερνοτυπούμενοι>· εἰς τὰ στήθη κοπτόμενοι <στερνοτύπτης>· ὁ τὸ στῆθος τύπτων <στεροπή>· ἀστραπή. αὐγή <στεροπηγερέτα Ζεύς>· ὁ τὰς ἀστραπὰς συναγείρων. [ἀστραπή] <στεῤῥόν>· ἰσχυρόν, ἀσφαλές, βέβαιον <στερφίνα>· δερματίνη· οἱ δὲ δέρματα ὄνεια· οἱ δὲ στεῖρα, ἢ σκληρά <στέρφνιον>· σκληρόν, στερεόν <στέρφος>· δέρμα, βύρσα <στερχανά>· περίδειπνον. Ἠλεῖοι <στέρψανον>· ἀξίνη, πέλεκυς <στεῦτο>· κατὰ διάνοιαν ἵστατο καὶ διωρίζετο, ἢ διεβεβαιοῦτο <στεφάναι>· αἱ τῶν βωμῶν ὠλέναι. καὶ τείχους ἐπάλξεις καὶ πύργων. καὶ αἱ τῶν βλεφάρων ἀπολήξεις. καὶ περικεφαλαίας ..... <στεφάνη>· ὄρους ἐξοχή. καὶ εἶδος περικεφαλαίας ἐξοχὰς ἐχούσης. καὶ κόσμος γυναικεῖος <στεφανίσαι>· στεφανῶσαι <στεφανίων>· εἶδος κολοιοῦ <στέφανον ἐκφέρειν>· ἔθος ἦν, ὁπότε παιδίον ἄῤῥεν γένοιτο παρὰ Ἀττικοῖς, στέφανον ἐλαίας τιθέναι πρὸ τῶν θυρῶν· ἐπὶ δὲ τῶν θη- λειῶν ἔρια διὰ τὴν ταλασίαν *<στέφανος ........>· τῶν πνευματικῶν χαρισμάτων ὁ στέφανος <στέφανος πολέμοιο>· μεταφορικῶς, ἀπὸ τῆς στεφάνης, ὅ ἐστιν περί- βλημα κεφαλῆς γυναικεῖον <στεφανοφορέοντα>· ἀπ' οἴκου τινὸς καλουμένου Στεφανηφόρου <στεφάνωμα>· τὸν λωτόν, διὰ τὸ πάντα τὰ φυλλώδη καὶ ποώδη <στε- φανώματα> λέγεσθαι <στέφεα>· στεφῶνες. ἐν Ὀποῦντι τόπος στεφάνων καλεῖται <στέφει>· κοσμεῖ, στεφανοῖ <στέφεται>· στεφανοῦται, κοσμεῖται <στεφέτην>· ἱκέτην <στεφέων>· στεφάνων <στέφη>· στέμματα. ἀπαρχαί, ἀρχαί <στέφος>· τὰ αὐτά <στεφών>· ὑψηλός, ἀπόκρημνος <στέψαι>· πληρῶσαι. στεφανῶσαι. κεράσαι. κυκλῶσαι <στῆ>· παρέστη, ἔστη <στηβύσσειν>· ἀδολεσχεῖν <στῆ δὲ παρέξ>· παρέστη δὲ ἐκτός <στηδόν>· γλαυκόν <στήθες(ς)ι λασίοισι>· πεπυκνωμένοις λογισμῷ καὶ εὐψυχίᾳ <στηθίας>· ὄρνις ποιός <στῆθος>· τὸ ἐν τῇ θαλάσσῃ πρόσχω[ς]μα. καὶ τὸ ὑπὸ τοὺς ποδῶν δακτύλους στηθύνιον <στῆλαι>· οἱ λίθοι τοῦ τείχους οἱ προεστῶτες κάτωθεν πρὸς ἀντέρεισμα. καὶ θεμέλιοι <στήλας διστόμους>· τινὲς τὰς Ἡρακλείους στήλας· ἔνιοι αὐτὰς νή- σους εἶναί φασιν, οἱ δὲ προσχώματα, οἱ δὲ τῶν ἠπείρων ἄκρας, οἱ δὲ πόλεις. καὶ οἱ μὲν δύο, οἱ δὲ τρεῖς, οἱ δὲ μίαν, οἱ δὲ τέσσαρας <στήληκα>· τὴν νύσσαν <στηλίδια>· οἱ τεθειμένοι ὅροι <στηλίτας>· οὕτως ἐκάλουν Ἀττικοί, οἵτινες ἐπ' αἰτίᾳ τινὶ (ἐ)στηλογρά- φησαν <στηλιτευθείσης>· φανερωθείσης, δημοσιευθείσης <στηλιτεύοιντο>· καταβάλλοιντο <στηλιτεύοντος>· καταβάλλοντος <στηλιτεῦσαι>· ἐπὶ στήλης γράψαι, θριαμβεῦσαι, δημοσιεῦσαι, παρα- δειγματίσαι <στῆμα>· ἐν ναυτικοῖς ὀνόμασιν ἀναγέγραπται. καὶ ἐπὶ φυτοῦ τίθεται. καὶ τὰ ὅμοια <στημνίον>· ὃ ἡμεῖς <κατάστημον ἢ πολύστημον> <στημονίας κικίννους>· τοῖς στήμοσιν ὁμοίους <στῆναι>· χαλεπῶς ἢ σκληρῶς ἔχειν <στήνια>· ἑορτὴ Ἀθήνησιν καὶ ....... διασκώπτουσι καὶ λοιδοροῦσιν <στήνιον>· στῆθος <στηνιῶσαι>· βλασφημῆσαι, λοιδορῆσαι <στῆρα>· τὰ λίθινα πρόθυρα *<στήριον>· ἱέρακι. Σέλευκος <στήριγγες>· ἐρείσματα. οἱ δὲ τὸ δίκρουν, ὅπερ ὑποτιθέασι τῷ τῆς ἁμάξης ζυγῷ. οἱ δὲ βάκτρον <στῆ ῥ' ἀντασχομένη>· τὰς χεῖρας ὑπὸ τὸ πρόσωπον ἀνατείνασα <.στηριγμένον>· ἱστάμενον <στηρίξαι>· στῆσαι, ἐνερεῖσαι, ἁρμόσαι. ἐγγίσαι. κρύψαι <στῆσαι>· καθίσαι. πληρῶσαι <στήσασθαι>· τὸ δανείσασθαι οὕτως ἔλεγον. ἐπὶ σταθμῷ γὰρ πάλαι ἐδάνειζον. καὶ <στάσιμον> τὸ δεδανεισμένον <στῆσεν>· ὥρμισεν <στησίφυλλον>· τηλέφιλον τὸ φυτόν <στήτα>· γυνή <στῖα ψήφους>· οἱ δὲ στίας. δηλοῖ δὲ καὶ στενοχωρίαν, καὶ λιθοκο- νίαν *<στήτην>· ἔστησαν, δυϊκῶς <στιάζει>· λίθοις βάλλει <στιβαρόν>· εὔρωστον, βαρὺ εὔτονον, στεῤῥόν, ἰσχυρόν <στιβάς>· ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ χαμαικοίτη <στιβδός>· μαστιγίας. δραπέτης <στιβεύειν>· ἰχνεύειν, πατεῖν, πορεύεσθαι. καὶ <στείβειν> ὁμοίως <στίβη>· ψῦχος, πάχνη· μή με δαμάσσῃ[ς] στίβη ὑπηοί(η) δηλοῖ δὲ τὴν πρωϊνὴν δρόσον, καὶ τὸ ψῦχος <στίβη>· ἀ(νδ)ράχνη. καὶ χρῶμα μεταλλικὸν μέλαν <στιβ(ε)ιᾶν>· ῥιγοῦν [<στίβοντες>· πατοῦντες] <στίβος>· τρίβος, ὁδός. καὶ ἡ ἴχνους ζήτησις <στίγματα>· πληγαί. ποικίλματα <στιγμή>· νυγμή <Στιγνοίη>· τὸ χωρίον <στίγων>· στιγματίας [<στίδιον>· κόκκος ῥοιᾶς] <στίλα. στίλη>· τὸ οὐδὲν καὶ τὸ τυχόν. ἔστι δὲ ὁ σταλαγμός *<στιδεύς>· ὁδευτής [<στιλάμενος>· πλεύσας. προστάξας. ποιήσας] <στίλβει>· λάμπει <στίλβη>· λύχνος, ἐλλύχνιον. ἔνιοι φανόν· Ἀττικοὶ δὲ ἔσοπτρον <στίλβων>· ὁ τοῦ Ἑρμοῦ ἀστήρ <στιλβῶσαι>· ἀπαστράψαι [<στίλος>· ὁ προηγούμενος τῆς ποίμνης κριός] <στιλπναί>· στίλβουσαι, λαμπραί [<στῖνος>· στένωμα. ῥηγμός <στινωπός>· στενὸς τόπος, ἤγουν ὁδός] <στίξας>· σημεῖον ποιήσας. μαστιγώσας <στίξασθαι>· περιστήσασθαι ἐν κύκλῳ <στίοντες>· ἱστάμενοι <στιπτῆς ἕδρας>· ὁδευομένης ὁδοῦ [<στιπτός>· πυκνός, ἢ στερεός, καὶ πεπιλημένος. ἀπὸ τοῦ <στείβειν> τὸ πατεῖν margo] <στιτθόν>· εἶδος ἀκρίδος <στίφη>· πλήθη, συστήματα. τάγματα <στῖφος>· τάξις πολεμική. ἢ ὄχλος, σύστρεμμα <στιφρός>· πυκνός. εὐθαλής <στιχάει>· πορεύεται <στίχες>· τάξεις ὄχλων. καὶ <στίχας> τὰ αὐτά <στιχηδόν>· κατὰ στίχον <στῆσαι> <στίχος>· περίπατος <στιχὸς εἶμι>· δι' ὅλης τῆς τάξεως αὐτῶν πορεύομαι <στίχους>· τάξεις. πλήθη. ἢ τόποι τῶν στρατευμάτων [<στίχουσι>· βαδίζουσι, πορεύονται <στίχωμεν>· πορευθῶμεν, βαδίσωμεν] <στλεγγίς>· ξύστρα <στλέγγισμα>· ὁ ἀπὸ τῶν ἀποξυσμάτων γλοιός <στοαί>· τὰ ταμεῖα. καὶ ἐπιμήκη εἰσίν <στοβάζειν>· κακολογεῖν <στόβος> λοιδορία, ὄνειδος <στοβασμάτων>· λοιδοριῶν <στο(ι)βάσουσι>· σωρεύσουσι <στοιβή>· σύνθεσις. καὶ εἶδος χόρτου <στοιχηδόν>· κατὰ τάξιν. κατὰ στοιχεῖον <στοιχεῖον>· πᾶν τὸ ἄτμητον καὶ ἀμερές <στοιχεῖα>· πῦρ, ὕδωρ, γῆ, καὶ ἀήρ, ἀφ' ὧν τὰ σώματα. ἢ γράμματα <(ς)τοιχειούμενοι>· διδασκόμεθα κατὰ τὴν τάξιν <(ς)τοιχειουμένοις>· διδασκομένοις [<στοιχειωδόν>· κατὰ τάξιν. ἐνορδίνως] <στοιχ(ε)ίωσις>· διατύπωσις, ἢ πρώτη μάθησις <στοιχομυθεῖν>· τὸ ἐφεξῆς λέγειν. καὶ ἀδολεσχεῖν <στοιχῶ>· συναινῶ <στολάρχης>· ὁ τοῦ στόλου ἄρχων, ὁ ναύαρχος <στολή>· στάσις. πορεία. κίνησις. ἔνδυμα, καὶ περιβόλαιον <στολμὸν χρωτός>· στολισμὸν σώματος <στολμός>· στολισμός <στόλοκρον>· τὸ περικεκομμένον τὰς κόμας, καὶ γεγονὸς ψιλόν, εἴτε δένδρον, εἴτε ἄνθρωπος. δηλοῖ δὲ καὶ ἀνειδές, καὶ σκληρόν <στολοκρατές>· τὸ τῆς Ἰοῦς μέτωπον, διὰ τὰ κέρατα *<στολισμός>· ἱματισμός, κόσμος *<στόλοι>· τὰ ἄκρα τῶν τομῶν καὶ ὀξέα, χάρακες ἀπότομοι <στόλος>· πλοῦς, πλοῖα πολλά. καὶ ὁ τῆς νεὼς ἔμβολος λέγεται, τὸ εἰς ὀξὺ συνεστραμμένον <στολυξώδης>· μικρολόγος <στόμα>· τὸ κατεργαστικώτατον μέρος τοῦ πολέμου <στόμα λαύρης>· τὸ τῆς θύρας χάσμα <στομάχοιο θέμεθλα>· τὸν φάρυγγα, ἤτοι τὸ τῆς κοιλίας στόμα. [δηλοῖ δὲ καὶ φιλμὸν κηλόν <στόμια>· χάσματα <στόμις>· ὁ ἀπειθής. μέγα στόμα ἔχων. καὶ τοὺς ἵππους δὲ <στομίας> λέγουσι τοὺς ἀπειθοῦντας τοῖς χαλινοῖς <στομοδόκο[υ]ν>· στωμύλον [<στομύλος>· πολυλάλος, φλύαρος. δεινός. αἰσχρός] <στομφάσαι>· στομφολογῆσαι. κομπάσαι. ἀλαζονεύεσθαι <στόμφας>· ἀλαζονεία <στομωμάτων>· χαραγμάτων. τινὲς δὲ <στοβασμάτων>· λοιδοριῶν. <Στόβος> καὶ ἡ λοιδορία <στοναχάς>· στεναγμούς <στοναχῶν>· στενάζων <στονόεντα>· στεναγμὸν ποιοῦντα, στενάζοντα <στόνοι>· τὰ ἔσω τῶν κεραμίων, καὶ στρογγύλα <στόνος>· στεναγμός <στόνυξι>· κέρασι <στόνυχες>· τὰ εἰς ὀξὺ λήγοντα, καὶ τὰ ἄκρα τῶν ὀνύχων <στορβάζειν>· κακολογεῖν <στοργή>· φιλία, ἀγάπη <στοργῆσαι>· φιλῆσαι <(στορέσαι)>· στρῶσαι <στορεσθέν>· στρωθέν <στορεύς>· γαληνοποιός. καὶ τὸ ἀντὶ τοῦ σιδήρου τρύπανον ἐμβαλλό- μενον ξύλον ῥάμνου, ἢ δάφνης <στόρνη>· ζώνη [<στόρθη>· τὸ ὀξὺ τοῦ δόρατος, καὶ ἐπιδορατίς] <στορνύμενος>· ἐστρωμένος <στορνυτέα>· καταστρωτέα. περιοικοδομητέα <στορπάν>· τὴν ἀστραπήν <στορχάζειν>· εἰς (ση)κοὺς κατακλείειν τὰ βοσκήματα <στορχάσω>· συγκλείσω <στουμνά>· αὐστηρά <στοῦπος>· ἡ τοῖς τετελευτηκόσι ἐπὶ τῶν φορ(ε)ίων σκηνή <στοχάζεται>· οἴεται. κατὰ σκοποῦ βάλλει <στοχαζόμεθα>· τεκμαιρόμεθα <στοχίζῃ· [στοιχομυθεῖς>· μακρηγορεῖς <στραβαλός>· ὁ στρογγυλίας καὶ τετράγωνος ἄνθρωπος. Ἀχαιοί *<στράβηλοι>· κοχλίαι <στραβαλοκόμαν>· οὐλοκόμην <στραβεύς>· κωπεύς <στραβήλῳ>· τῷ κόγχῳ, ᾧ ἐσάλπιζον <στράβωνες>· ἐπιποιοῦ κενός *<στραχύ>· τραχύ <στραγγαλιαί> καὶ <στραγγαλίδες>· συστροφαί, διαστροφαί. παγί- δες, ἢ πλοκαί <στραγγαλοῦται>· συστρέφεται <στραγγίζει>· πιέζει <στραγ(γ)εύει>· διαβάλλει. οὐκ <εὐθὺς> πορεύεται <στραγ(γ)εύεται>· διατρίβει <στράγξ>· σταγών <στραγγός>· στρεβλός. ἄτακτος. [ἢ στόμα <στραγγουρία>· ἡ δυσουρία <στράνθανα>· ὀξέα <στράταρχος>· στρατηγός [<στρατεύομαι>· διατρίβω] <στρατηγιᾶν>· τὸ ἐπιθυμεῖν τῆς στρατ(ηγ)ίας <στρατηλάτης>· ἡγεμών. ἄρχων στρατοῦ <Στρατίη>· πόλις Ἀρκαδίας <Στράτιον>· πολεμικόν, ἢ φοβερόν. καὶ ἐπίθετον Διός <στρατιώτης>· ὁ ἐν τῷ στρατῷ ἀριθμούμενος <στρατιωτὶς ποτάμιος>· πόα <στρατολογήσαντι>· στρατεύσαντι <στρατὸν αἰχμητήν>· τὸν πολεμιστὴν στρατόν <στρατός>· τὸ πλῆθος τῶν πολεμούντων στρατιωτῶν <στρατόων(το)>· ἐστρατοπεδεύοντο *<(ς)τατή>· πόρνη <στραφῆναι>· ἀναστραφῆναι, ἢ <στραφθῆναι> <στρέβλαι ναυτικαί>· τὰ ξύλα τῶν νεῶν, ἐν οἷς διασφηνοῦνται γομ- φούμενα. Ἀττικοὶ δὲ τὰ βασανιστήρια <στρεβλόν>· καμπύλον, σκολιόν <στρεβλούμενοι>· δεσμούμενοι <στρεβλοῦται>· αἰκίζεται, βασανίζεται <στρεβλῷ>· κόγχῳ, ᾧ ἐσάλπιζον <στρέμμα>· εἶδος πέμματος <στρέμματα>· περὶ νεῦρα <στρεπτοί>· εὐμετάθετοι, εὐμετάβολοι <στρεπτοί>· ὅρμοι. τὰ περὶ τὰς χεῖρας <ψέλ[λ]ια> <στρεπτοῖο χιτῶνος>· τοῦ ἁλυσιδωτοῦ θώρακος, ἢ τοῦ θώρακος τοῦ ὑποδύτου <στρεπτόν>· φίλημά τι ποιόν. ἢ σκολιόν <στρεύγει>· ἀνιᾷ. καταγωνίζεται. προσδιατρίβει. βραδύνει ......· στραγ(γ)εύεται. ταλαιπωρεῖται, καταπονεῖται. τρ..... τριψημερεῖ <στρεύγομαι>· διατρίβω, ἀφ' οὗ καὶ <στρὰγξ ἡ> κατὰ βραχὺ πρόεσις <στρέφανον>· ἀξίνη, καὶ πέλεκυς <στρεφεδίνηθεν (δέ) οἱ ὄσσε>· διεστράφη. ἐσκοτοδινίασεν <στρέφει>· κάμπτει. λυγίζει. ἀποσείεται. διώκει. ψιλοῖ <στρέφος>· στρέμμα. δέρμα, βύρσα. Δωριεῖς <Στρεφοῦραι>· τῶν Ἰνδῶν γένος τι, οἳ καλοῦνται Κοψίλοι <στρέφωσις>· κάλυψις ἀγγείων δέρματι γινομένη <Στρεψαῖοι>· ἔθνος περὶ Μακεδονίαν <στρεψίμαλ(λ)ος>· μεταφορικῶς λέγουσιν ἀπὸ τῶν ἐρίων. <Στρεψί[ν]- μαλ(λ)α> γὰρ λέγονται τὰ συνεστραμμένους ἔχοντα τοὺς μαλλούς <στρέψις>· στροφή. ἀπάτη <στρεψοδικεῖν>· τὸ ἀποστρέφειν τὴν δίκην <στρηνές>· σαφές. ἰσχυρόν. τραχύ. στυγνόν. ὀξύ. ἀνατετα[γ]μένον. στρη- νόν <στρηνύεται>· στρηνιᾷ <στρηνιῶντες>· πεπλεγμένοι. δηλοῖ δὲ καὶ τὸ διὰ πλοῦτον ὑβρίζειν, καὶ βαρέως φέρειν <στρηνὸν βοᾶν>· τὸ σκληρόν <στρίγλος>· τὰ ἐντὸς τοῦ κέρατος. νυκτίφοιτον. καλεῖται δὲ καὶ νυκτο- βόα. οἱ δὲ νυκτοκόρακα <στριγχός>· τειχίον. στρικτόριον. στεφάνη <δώματος> <στριφνός>· σφιγκτός. πυκνός. στερεός <στριφοῦ>· λαμπόδικε, ἀπόκνισον <στροβάζων>· συνεχῶς στρεφόμενος <στροβάνικος>· ἡ τῷ στροβεῖν νικῶσα <στροβανίσκος>· τρίπους <στροβεῖ[ται]>· ταράσσει, κινεῖ <στρόβ.ιλος>· συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς. καὶ εἶδός τι ὀρχήσεως, καὶ γυναικείας χρύσης <στροβεῖν>· ἀποσείεσθαι, ἀποσοβεῖν ἑαυτοῦ, ἀποδιώκειν, θορυβεῖν <στροβελόν>· σκολιόν, καμπύλον <στροβελός>· σοβαρός, τρυφερός <στροβῆσαι>· συστρέψαι. ἐκφοβῆσαι *<στρόβιλοι>· καταιγίδες. καὶ τὰ ὅμοια <στροβητῶς>· τεταραγμένως <στρόβοι>· συστροφαί <Στρογγύλη>· συνεστραμμένη. καὶ Λιπάρα νῆσος <στροιβᾶν>· ἀντιστρέφειν <στροίβηλος>· ἔπαρμα πληγῆς ἐν κεφαλῇ <στροιβός>· δ[ε]ῖνος *<στροβαλοκόμαις>. οὐλοκόμαις <στρόμβος>· δ[ε]ῖνος. κόχλος. ῥόμβος. συστροφὴ ἀνέμου. περιφερὴς λίθος <στρόμβιλον>· περιδεδινημένον <στρομβοῖ>· συστρέφει. καὶ τὰ ὅμοια *<στρωννύμενον>· ἐστρωμένον *<στρωνν.>, λαγώς <στροπά>· ἀστραπή. Πάφιοι <στρουθίον>· πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν <στρουθός>· ὁ καταφερής, καὶ λάγνος. Ἀττικοὶ δὲ τὰς στρουθοκαμήλους <στροῦς>· ὁ στροῦθος. καὶ ὄσπριον <στροφαί>· ἀστραπαί <στροφάδες>· σκώληκες <Στροφαῖος>· Ἑρμῆς, ὁ πρὸς ταῖς θύραις ἱδρυμένος· διὰ τὸν τῆς θύρας στροφέα *<στροφ(άλ)ιγγι>· συστροφῇ <στροφάλιγξ>· συστροφὴ κονιορτοῦ. καὶ ἐν ᾧ οἱ τροχοὶ στρέφονται *<στροφάλιγγος>· συστροφῆς <στροφαλίζετε>· στρέφετε <στροφαί>· [ἀντιλογίαι. διαστροφαί. καὶ] αἱ κατὰ διαιρέσεις τῶν μελῶν <στρόφιγγα>· τὸν στροφέα <στρόφιγξ>· ὁ αὐτός <στρόφιον>· ἡ στρογγύλη ζώνη <στρόφις>· σκολιός, οὐχ ἁπλοῦς, πολύπλοκος <στρόφος>· συνεστραμμένος λῶρος, ἢ σχοινίον, παρὰ τὸ ἐστράφθαι <στρόφοι>· τὰ λεπτὰ τριχίδια <Στρύμη>· πόλις <Στρυμών>· ποταμός <Στρυμόνιοι>· οἱ Βιθυνοὶ τὸ πρότερον <Στρυμόνιος>· ὁ βοῤῥᾶς <στρύμοξ>· ξύλον μεμηχανημένον ἐν ταῖς ληνοῖς πρὸς τὴν τῶν σταφυ- λῶν ἔκθλιψιν <στρυφνόν>· στερεόν, ἰσχυρόν. αὐστηρόν. ἐπεστυμμένον, πυκνόν <στρυφνός>· μᾶζα. ἢ οἶνος στυφός <στρωματεύς>· ἰχθῦς ποιὸς ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ <στρωματίζειν>· τὸ ἐπισάττειν ὄνῳ <στρωματίτην· ἔρανόν> τινα, ἐν ᾧ ἑαυτοῖς παρεῖχον τὰ στρώματα <στρωμνή>· κοίτη <στρωφᾶν>· νήθειν, κλώθειν, περιστρέφειν <στρωφῶντο>· περιεβλέποντο. ἐστρέφοντο <στρωφᾶται>· περιστρέφεται <στυαγόν>· τὸ στύμα, παραγώγως <στυγεῖν>· μισεῖν. στυγνάζειν. φοβεῖσθαι <στυγέει>· μισεῖ <στυγέουσι>· μισοῦσι <στυγερόν>· στυγνόν. κακοπαθές. φοβερόν, χαλεπόν, μισητόν <στυγέων>· φοβούμενος. μισῶν <στυγηρῷ>· μισητῷ, φοβερῷ <στυγήσω>· μισήσω. καὶ τὰ ὅμοια <στυγητοί>· μισητοί, χαλεποί, φοβεροί <στυγνόν>· ἀργόν. ὠμόν. χαλεπόν <στύγνωσον>· χώρισον <στυγοῦσι>· φοβοῦνται, μισοῦσιν <Στυγὸς ὕδωρ>· τῆς κρήνης τοῦ ᾅδου τὸ ὕδωρ. ἢ ὁ τῶν θεῶν ὅρκος <στυλίς>· μέρος τι τῆς ἡμιολίας νεώς <στυλοβάτης>· τοῦ κίονος ἡ βάσις <στύμος>· στέλεχος, κορμός <στυμνά>· σκληρά <Στύμφη>· ἡ Χαλκίς <Στύμφηλος>· πόλις ἢ ὄρος Ἀρκαδίας <Στύξ>· κρήνη ἐν ᾅδου. ἢ ὁ σκὼψ τὸ ὄρνεον. ἢ ὅρκος θεῶν <στύξαι>· φοβηθῆναι, καταπλαγῆναι. συναγαγεῖν. μισῆσαι <στύξαιμι>· εἰς κατάπληξιν ἀγάγοιμι <στυπάζει>· βροντᾷ. ψοφεῖ. ὠθεῖ <στύγει>· στρέφεται <στύπεα>· στέλεχος, κορμός. καὶ τοῦ ὀφθαλμοῦ τὸ σῶμα, καὶ τὸ κύτος. καὶ ὁ ψόφος τῆς βροντῆς <στύπη>· ὁ στύπος, ἢ στελέχη <στυπογλύφος>· ξυλογλύφος. <Στύπος> γὰρ ὁ στέλεχος, ἤγουν τὸ πρέ- μνον <στύππακα>· στυππ(ε)ιοπώλην <στυππίον>· τὸ λίνον <στυρακίζειν>· κεντρίζειν <Στύραξ>· [πόλις Εὐβοίας. καὶ] σαυρωτὴρ τοῦ δόρατος, καὶ λόγχη. καὶ δένδρον ὁμωνύμως. καὶ θυμίαμα <στυφαλμεῖν>· σκυβαλίζειν <στυφᾶν>· βροντᾶν *<στύφος>· κέρδος *<στυφέλιξε δέ μιν>· διέσεισεν αὐτόν <στυφελή>· σκληρά <στυφελίζειν>· διασείειν, κραδαίνειν, τινάσσειν, ὠθεῖν, πατάσσειν, ἐνυβρίζειν <στυφελιζομένους>· σκληρῶς ὑβριζομένους <στυφελίξαι>· διασεῖσαι *<στυφελίζειν>· κακοῦν. διασείειν <στυφελοὶ πάγοι>· ἀντὶ τοῦ σκληροί <στυφλὸν ἢ στυφελόν>· τραχύ, σκληρόν, βαρύ. ἀργόν. στεῤῥόν <στυφοκόμπος>· ὁ μάχιμος ἀλεκτρυών. καὶ ὄρτυξ <στυφρόν>· στερέμνιον, βαρύ <(ς)τύχας>· τάξας <στυχιοῦσι>· διατυποῦσι <στῦψαι>· στυγνάσαι <στῦψις>· κόλλησις <Στωϊκοί>· οὐ μόνον οἱ ἀπὸ Ζήνωνος φιλόσοφοι, ἀλλὰ καί τινες γραμ- ματικοί <στώμιξ>· δοκὶς ξυλίνη [<στωμοδόκον>· στωμύλον] <στωμύλια>· κομψά <στωμύλος>· ὁ λάλος. πιθανολόγος. εὐτράπελος τῷ λόγῳ <στωμύλλεσθαι>· τρανῶς λαλῆσαι <στωμύλ(λ)ων>· λαλῶν <στωμύλματα>· περιλαλήματα <στωνευμέναν>· διαστρέφουσαν συντόνως <σύαγχος>· ῥίζα, ἐν ᾗ οἱ σῦς θηρεύονται <συάδες>· αἱ ὕες, ἐσχηματισμένως <συανία>· λοιδορία. καὶ ἡ διὰ χειρὸς μάχη <σύαρον>· τὸν κλῶνα <σύαρτον>· βούγλωσσον <σύας>· κύων τις πολύῤῥηνος *<σύβας>· λάγνος <σύβακα>· συώδη <συβάλλας>· ὁ καταφερὴς πρὸς τὰ ἀφροδίσια <συβαρίζει>· τρυφᾷ <σύβαριν>· τὴν πολυτελῆ τρυφήν <Συβαρικαῖς>· τρυφηλαῖς *<Συβαριτικοὶ λόγοι>· τὸν γὰρ Αἴσωπον ἐν Ἰταλίᾳ γενόμενον σπουδασθῆναι σφόδρα φησίν, ὡς καὶ τὸ τῶν λόγων αὐτοῦ εἶδος ἐπι- δαψιλεῦσαι, καὶ Συβαριτικὸν προσαγορευθῆναι. παροιμιώδεις οὖν οἱ Συβαριτικοὶ λόγοι *<Σύβαρις διὰ πλατείας>· παροιμιῶδες ἐπὶ τῶν σοβαρῶς πορευ- ομένων <Συβαρῖται>· τρυφηταί <Συβαριτικός>· τρυφερός <συβαρνίς>· περίκομμα <συβήνη>· αὐλοθήκη, ἢ τοξοθήκη. ἢ ὁ ναυτικὸς χιτών <συ[μ]βίνη[ς]>· καπροβόλον. ἐμβόλιον <συβόσια>· συοφόρβια <συβότας>· χοιροβοσκούς <συβότοιο>· σῦς βόσκοντος <σύβρα>· ἐπὶ βοῶν. σημαίνει δὲ τὰ πρὸς ῥυπαρόν τι ἐχούσας <συβριακόν>· τὸ πολυτελές <συβριάζει>· σοβαρεύεται, τρυφᾷ <συβριασμός>· ὁ ἐν εὐωχίᾳ θόρυβος <(Συβρίδαι>· δῆμος τῆς) Ἐρεχθηΐδος φυλῆς <συβροί>· ἰ(ς)χνοί, λαγαροί, τάφροι <σύ[μ]βρος>· κάπρος <συβώτας>· Σπεύσιππος ὁ φιλόσοφος. ζῶόν τι <Συβώτης>· συοτρόφος, χοιροτρόφος, χοιροβοσκός. καὶ ὄνομα κύριον <συγγενήσεις>· τὰς συνουσίας <συγγένεια>· <συγγενικός>· <συγγίνομαι>· συνομιλῶ <συγγ[ε]νώσομαι>· συμβουλεύσω <συγγινωσκόμενοι>· πειθόμενοι <συγγνώμων>· ἐλεήμων <συγγονή>· σύστασις. Δημόκριτος <σύγγονος>· ἀδελφός <συγγραμμάτων>· βίβλων *<συγκαρβαλώσας>· συστρέψας <συγκαλεῖται>· συνεδρεύει <συγκαλέσας>· συναριθμήσας <συγκατάθεσις>· συμφώνησις <συγκατέληξε>· συμπέπαυται <συγκαχρῦσαι>· συγχέαι, συμφῦραι, συμφρῦξαι <συγκεῖσθαι>· συνθήκην καὶ ὁμολογίαν πεποιῆσθαι <συγκεκλεισμένοι>· πολιορκούμενοι <συγκεκοπιταμένους>· συγκεκομμένους <συγκεκορδυλισμένα>· συνηθροισμένα. συνειλημ[μ]ένα· συνεστραμ- μένα <συγκέχυται>· συντετάρακται <συγκηδεσταί>· οἱ τῆς νύμφης καὶ τοῦ γαμβροῦ γονεῖς <συγκοιμᾶσθαι>· συνελθεῖν <σύγκλ(υ)δα>· συγκεχυμένα <συμμιγεῖς>· σύνεγγυς. καὶ σύγκλυδες, ὅμοια <συγκλύδων>· συλλέκτων, ἤ τινων μεμιγμένων <συγκοιτάλιον>· σύγκοιτον <συγκοίτιον>· ἑταίρᾳ συγκοιμηθείς(ῃ) μίσθωμα <συγκομ(.)άτιον>· σκευασία τις παρὰ τοῖς ὀψαρτυταῖς <συγκομιστέον>· συνακτέον <συγκομιστήρια>· θυσία ἐπὶ καρπῶν συγκομιδῇ <συγκομιστὸς ἄρτος>· παρὰ Διοκλεῖ τῷ Ἰατρῷ <συγκοπήμεναι>· μαστιγωθῆναι. μεμαστιγωμέναι <συγκριθῶμεν>· ὁμοιωθῶμεν <συγκρίνει>· συνισοῖ <συγκρινομένη>· πρὸς ἰσότητα δοκιμαζομένη <σύγκρισις>· μίξις. γένεσις. ὁμοίωσις. ἀντιπαράθεσις <συγκριτικός>· ὅμοιος <συγκροτεῖ>· ταράττει. συνάγει, συνα(ύ)ξει <συγκρούει>· συναθροίζει. ἢ συνευφραίνεται <σύγκρουμα>· χρέος, δάνειον. τινὲς τὴν σύμμικτον λοπάδα <συγκρου(ς)τά>· ἱμάτια, ὧν ἡ κροκὶς ἀνατέτριπται *<συγκινεῖν>· συζυγεῖν, συντροχάζειν <συγκυρία>· συντυχία *<συγκύρημα>· συντύχημα *<συγκυροῦντα>· διαφέροντα <συγκύρεται>· συντεύξεται <συγχαίρειν>· ἐπιχαίρειν <συγχάσαι>· συγχωρῆσαι *<σύγχει>· ταράττει καὶ τάρασσε *<συγχεῦαι>· συγχέαι. συγκόψαι, συντρῖψαι <συγχέομαι>· συντρίβομαι. καὶ τὰ ὅμοια <συγχριμφθέντα>· συνενεχθέντα <συγχίας>· τὸ πρὸς ἄγκιστρον μέρος τῆς ὁρμιᾶς <συγχρήσομαι>· .... *<σύγχυσις>· μίξις. θόρυβος. ἀφανισμός *<σύγχυτο>· συνεχύθη, συνεταράχθη, συνεχωρήθη *<σὺ δὲ σύνθεο>· σὺ δὲ κατάθου, σύ(ν)θου δέ *<σὺ δ' ἐν(ὶ) φρεσὶ βάλ(λ)εο>· σὺ δ' ἐγκατάθου ταῖς φρεσί <σύδην>· ταχέως, καὶ ὁρμητικῶς <συζῆν>· ὁμοῦ ζῆν <συζυγεῖν>· τὰ ὑποζύγια ὑποφωνεῖν ἐν τῷ ἕλκειν <συζυγία>· συνάφεια <σύζωσμα>· ἐν τῷ μεταλλικῷ τὸν ἐκρέοντα χαλκόν <συῆλαι>· τόποι βορβορώδεις <συηνία>· ταραχή, ἀηδία, ἀπὸ τῶν συῶν <σύθεν>· ὥρμησαν <συθῆναι>· δραμεῖν, ὁρμῆσαι <σῦθι>· ἐλθέ <συθνόν>· κεκρυμμένον <σῦκα>· τὸ ἐπὶ τοῖς βλεφάροις νόσημα, ὅ τινες <σύκωσιν> <συκάζει>· δοκιμάζει. συκοφαντεῖ. ἢ σῦκα τρώγει. καὶ τὸ κνίζειν ἐν ταῖς ἐρωτικαῖς ὁμιλίαις *<συΐ>· συάγρῳ <συκαμήδωρος>· μωρός <συκάμινα>· ἡ παρ' ἐνίοις <μορέα>, τὸ δένδρον. καὶ ὁ καρπὸς ...... <συκάνης>· συνετὸς [τῆς συκομορέας <συκάστρια>· συκοφάντρια <Συκάτης>· ὁ Διόνυσος <συκῆ>· τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες <συκηγορίαν>· τὴν ἐν τῷ λέγειν συκοφαντίαν <συκῆ Αἰγυπτία>· ἡ λεγομένη <κερατία> τὸ δένδρον <συκίδας>· τὰς ἐχούσας ἐν τοῖς δακτυλίοις συκᾶς <συκιδαφόρος>· ἐνίοτε ὁ συκοφάντης· ποτὲ δὲ ὁ συκόπρωκτος <συκίνη μάχαιρα>· συκοφάντρια <σύκινον>· ἀσθενές <συκομορέα>· συκάμινον <σῦκον αἰτεῖν>· κολακεύειν <σῦκον ἐφ' Ἑρμῇ>· παροιμία ἐπὶ τῶν κειμένων ἐπ' ὠφελείᾳ τῶν βουλο- μένων. ὁπότε φανεί(η) σῦκον πρῶτον τῷ Ἑρμῇ ἀνετίθεσαν <συκοσπαδίας>· ὁ συκοφάντης <συκοφάντης>· ψευδοκατήγορος. κακοπράγμων <συκοφάνται>· οἱ ἐπηρεάζοντες <συκοφαντία>· καταλαλιά <συκχάδαι>· ῥάπη <συκχάδες>· εἶδος ὑποδήματος <σύκχοι>· ὑποδήματα Φρύγια *<συλαγωγῶν>· ἀπογυμνῶν <συλᾷ>· ἐκδύει, συλεύει <σύλαιον>· θύλακον <συλᾶν>· ἀφαιρεῖσθαι, γυμνοῦν, σκυλεύειν <συλήσει>· ὅμοιον <συληθείς>· ἀφαιρεθείς <συλλαβὰς ὁδοῦ>· τοὺς συλῶντας καὶ ἐκδύοντας <συλλαμβάνει>· βοηθεῖ *<συλ(λ)αγνεύσας>· συμπορνεύσας <συλλέγεται>· συνάγεται <συλλελογισμένα>· ἀπὸ συλλογισμῶν <συλλήβδην>· ὁμοῦ συλληπτικῶς, ὡς δι' ὀλίγων πολλὰ εἰπεῖν συντόμως <συλλήπτορα>· συναγωνιστήν. συνεργόν, σύμμαχον <συλλήψεται>· ἔγγαστρον ἕξει. ὑπερασπιεῖ. καὶ τὰ ὅμοια <συλλίρ>· θύλακος <συλλογισάμενος>· συναγαγὼν τὸν λογισμόν, καὶ θεωρήσας <σύλλογος>· σύνοδος ἀνθρώπων, ἄθροισμα <συλλοχισμός>· ὄνομα τακτικόν <σύλον>· ἐνέχυρον <συλῶ>· σκυλεύω (*)<συμβαλεῖν>· συναλλάξαι. καὶ ἐνύπνια ἐπιγνῶναι. καὶ εἰς μάχην συμβαλεῖν. [συμμίσγειν, συνίεναι (*)<συμβαλεῖν>· λοιδορεῖν <συμβαθέν>· τὸ ἀπὸ συμβάσεως ὁρισθέν <συμβαῖεν>· συνέλθοιεν <συμβαίνοντα>· συμφωνοῦντα <συμβαλεῖν>· διακρῖναι <συμβάλλεται>· λέγεται <συμβαλλόμενοι>· συναγόμενοι <συμβάλλων>· συναρμόζων <σύμβαλλε>· συναγωνίζου <σύμβαμα>· κατηγόρημα. συμβεβηκός <συμβᾶμεν>· συμφωνεῖν <συμβαριτικαῖς>· Περσικαῖς. ὑπερηφάνοις. πολυτελέσι <συμβάσεως>· εἰρήνης <σύμβασις>· ἐπάνοδος εἰς εἰρήνην ἢ φιλίαν <συμβατήριοι>· εἰρηνικοί. διαθέσεις <συμβεβηκός> <συμβέβληται>· ἀπαντᾷ, συνενήνεκται. νενόηται. ὠφελεῖ <συμβῇ>· .... <συμβῆν>· σύμφωνα λέγειν <συμβῆναι>· συνομολογήσασθαι <συμβιβάζει>· εἰς φιλίαν ἄγει. ἢ συλλαλεῖ <συμβιβασθέντες>· διδαχθέντες, διαλεχθέντες <συμβίβασις>· πεῖσις, διδαχή, πίστις <συμβιβα(..)τω>· διδαξάτω <συμβλημένος>· συναντήσας <σύμβλητο>· ἀπήντησεν <συμβιβῶ σε>· συνάπτω σε, διδάσκω σε, συμπορεύομαί σε <σύμβολα>· σημεῖα <συμβόλαια>· κοινωνία χρημάτων. ἢ τάγματα. ἢ γράμματα <συμβολαιογράφος>· ὁ τὰ συμβόλαια γράφων <συμβόλαιον>· συνάλλαγμα, συγγραφή, ἀσφάλεια, γραμματεῖον <συμβολαί>· μάχαι <συμβολαίας δίκας>· τὰς κατὰ σύμβολα[ιον] <συμβολατεύειν>· συναλλακτεύειν <συμβολεῖ>· συντυγχάνει <συμβολή>· μίξις <συμβολῆσαι>· συντυχεῖν <συμβολικῶς>· σεσημειωμένως <σύμβολον>· σημεῖον. συμπόσιον. ὁρισμός <σύμβολος>· οἰωνός. [καὶ τὸ διδόμενον τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον <σύμβοτον>· σύννομον. σύνηθες <συμβοῦαἱ>· συνωμόται <συμβουάδ(δ)ει>· ὑπερμαχεῖ. Λάκωνες <συμβο[υ]λεύς>· ἁλιευτικὸν σκεῦος, περὶ ὃ τὰ λίνα πλέκουσιν <συμβουλή>· γνώμη. δόσις <συμβίκη>· εἶδος ὀργάνου <(Σ)ύμη>· νῆσος <συμβῶμεν>· συναφθῶμεν [<σύμμαρ, συλλαβών] <συμμάρψας>· συλλαβών. δήσας <σύμμαχος>· βοηθός <συμμεμαρτυρημένη>· συνειλημμένη <συμμετρία>· ἔνδυμα γυναικεῖον ποδῆρες, οὐκ ἔχον σύρμα <συμμίσγειν>· ὁμιλεῖν, συνουσιάζειν <συμμορία>· πολιτικὸν σύστημα, πλῆθος, σύνταγμα <συμμοριῶντας>· τοὺς ἐκ τῆς αὐτῆς συμμορίας <συμμῦσαι>· σκοτῶσαι <συμμυολόγους>· ἀντὶ τοῦ σιωπῶντας <συμμ(ύ)ων>· σιωπῶν <συμπάντων>· ὁμοῦ πάντων <συμπαρομαρτοῦσαν>· συνακολουθοῦσαν [<συμπειρασθέντες>· συντραφέντες] <συμπατάγησαν>· συνεκρότησαν, συνέκρουσαν τὰς χεῖρας πλατείας ποιήσαντες <συμπεριγενόμενον>· συμπεριλαμβανόμενον <συμπεπερονημένους>· συμπεφιβλωμένους. συῤῥαφέντας περόνῃ <συμπέσῃ>· συμβῇ. συγκροτηθῇ <συμπεσών>· συντυχών <συμπεφλασμένος>· συντεθλιμμένος <συμπιεζούσης>· θλιβούσης <συμπίτνει>· συμπίπτει <συμπλάττομεν>· ψευδόμεθα <συμπλευσάντων>· ὁμονοησάντων *<συμπνευσμός>· ὁμόνος <συμπληγάδες>· αἱ παρ' Ὁμήρῳ πλα(γ)κταί <σύμπλους>· συνοδευτής <συμποδίζει>· κωλύει <συμποθέν>· καταποθέν *<συμποδιστής>· ὠμὸς ἐκ τοῦ ἴσου <σύμπορπον>· τὸν μὴ ῥαφαῖς συνειλημμένον κατὰ τοὺς ὤμους χιτῶνα ..... <συμπόσιον>· τόπος εὐωχίας καὶ πόσεως <συμπράξει>· βοηθήσει, συνάρξει, συλλαβεῖ <σύμπτωμα>· συνάντημα. συμβεβηκὸς ἐξάπινα <συμφανές>· φανερόν <συμφανής>· φανερός <συμφέρει>· ἁρμόζει. ἀγαθόν. συνᾴδει. συν(ευ)τυχεῖ, συντυγχάνει <συμφέρεσθαι>· συμφωνεῖν, συναρμόττειν, ἀκολουθεῖν, συντυγχάνειν <συμφέρον>· συνοιστόν <συμφερτή>· συμφορητή, συνακτή <σύμφημι>· συναινῶ. συνομολογῶ <συμφήτωρ>· μάντις. μάρτυς <συμφθείς>· συντριβείς <συμφορά>· συντυχία. σύμπτωτα. ἀτυχία <συμφορήσας>· ἀθροίσας, συναγαγών <συμφόρησις>· σύναξις <συμφορίας>· συμπεφορημένης, συμμίκτου <σύμφορον>· ἁρμόζον, καλόν, συμφέρον, σύμφωνον <σύμφορος λιμός>· ὁ συμπίπτων, καὶ συνών <συμφράδμονες>· ὁμόφρονες, σύμβουλοι <σύμφρα>· θυσία τῷ Ἀπόλλωνι τελουμένη <συμφρασθῆμεν>· καταπληθῆναι <συμφράξαι>· συμφράσαι *<συμφράς(ς)ατο>· συνεσκέψατο <συμφυᾶ>· ὁμοφυᾶ *<συμφυλετῶν>· ὁμοεθνῶν <σύμφυλον τάγμα> <συμφυράσουσι>· συμμιγήσονται <σύ(μ)φυτον>· συμπορευόμενον, συνόν <σύμφυτος>· ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι <ἑλένιον>, ἔνιοι δὲ μηδίκην <συμφῦσαι>· ἀνάψαι <συμφωνία>· ὁμοφωνία <συμφώνων>· ὁμοίων *<συμψη(ς)θείς>· βλαβείς, τρωθείς <συμψηρᾷ>· συμψηλαφᾷ <σύμψηφος>· ὁ τὰ αὐτὰ φρονῶν, καὶ κατατιθέμενος <σύν>· ξύν, ἅμα, ὁμοῦ. καὶ ἀντὶ τοῦ εἰς καὶ μετά ἀπό καὶ πρός. καὶ ἐπὶ τοῦ ὁμοῦ <συνάγειν>· μετ' ἀλλήλων πίνειν <συναγεῖραι>· συναγαγεῖν, συνάψαι <συναγελάζονται>· συνδιαιτῶνται <συναγέσκεο>· ἰσχνοπρεπεῖς <συναγηγερκώς>· συναθροίσας, συνάξας <συναγηγερμένων>· συναχθέντων <συναγορεύει>· ὑπὲρ αὐτοῦ λέγει <συνάγουσι>· συνεληλυθότως πίνουσιν <συναγρίδα>· θαλάσσιος ἰχθῦς <συναγρόμενοι>· συναγόμενοι <συναγώγιον>· συμπόσιον ἔθου <συνᾴδει>· συμφωνεῖ <συνᾴδοντα>· συμφωνοῦντα <σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει>· παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν <συναθροίζεται>· συνάγεται *<συνακτήριον>· συνάθροισμα *<συναΐδιος>· συνυπάρχων <σύναιμος>· ἀδελφός <συναινεῖ>· συνευδοκεῖ. συγκατατίθεται <σύναινος>· ὁμόδοξος <συναινῶ>· συντίθημι <συναίνυτο>· συνελάμβανεν [<συναίρεσθαι>· συνερωτᾶν <συναιρήματα>· ἐρωτήματα. συλλαλήματα] <συναιρουμένοις>· συμβαλλομένοις <σύναιχμα>· σύμμαχα <συναλλάσσωμεν>· συνάγωμεν <συνάλλαγμα>· σύναξις. ἢ γαμικὸν συμβόλαιον *<συναλοιφή>· συναγωγή. συγκεχυμένη σύγκρισις *<συναλείφων>· τὰ αὐτά *<συναλιζόμενος> <συναλισθείς>· συναχθείς, συναθροισθείς <συναλισθέντες>· συναχθέντες <συνάλματα>· συμπηδήματα *<συναλλακτής>· φιλιαστής <συνανακραθεῖσα>· συγκερασθεῖσα *<συνανοίσετε>· συναν(εν)έγκατε <συνάορος>· σύζυγος, γυνή, σύγκοιτος, συνηρμοσμένη <συναπηρτισμένος>· πεπληρωμένος <συνάπτεται>· συμπορεύεται, συνέρχεται <συναράμενος>· συναγωνιζόμενος. συμβαλόμενος <συναράσσει>· συγκρούει *<σύναρθρος>· μετὰ ἄρθρου τοῦ προηγουμένου τῶν ὀνομάτων <συναρήρακται>· συγκέκοπται <συναρία>· συνοδία ἀλλόφυλος [<συναρίς>· συναφή. [φίλος] ἁρμονία] συνάρξει>· συμπράξει, βοηθήσει, συλλαβεῖ, ἑνώσει <σύναρξις>· συνουσία. καὶ τὰ ὅμοια <σύναρσις>· συναφή. ἁρμονία <συναρτῶν>· συνάπτων <συνασπιεῖ>· <συνασπίζει>· συμμαχεῖ <συνασπισμός>· πύκνωσις. οἱ δὲ συνασπισμός <συναυθλοῦμαι>· διαπεραιοῦμαι <συναυλία>· συμφωνία <συνάφεια>· σύζευξις, ἕνωσις <συνάχθεται>· συλλυπεῖται <συνάψας>· συνδήσας, ἑνώσας, συμμίξας <συμβαίνοντα>· συμφωνοῦντα <συνδεδραμηκότων>· συνελθόντων <συνδεῖ>· συντηρεῖ. [συγκοιμᾶται] <συνδεόμενος>· συνδεδεμένος <συνδέοντες>· συνδεσμοῦντες [<συνδέσαι>· συνκοιμηθῆναι] <σύνδεσμος>· πλοκή. ὁμόνοια <σὺν δ' ἤειρεν ἱμᾶσι>· συνέδησε δὲ τοὺς ἀγωγεῖς τῶν ἵππων <συνδήσας ἄρα τὼ χεῖρε>· συνδήσας δὴ τὰς χεῖρας <συνδιαιωνίζειν>· συνδιάγειν εἰς αἰῶνας <συνδιεξέρχου>· συνεκπέρα <σὺν δ' ἡμῖν δαῖτα ταράξῃ>· συνταράξῃ ἡμῖν τὴν εὐωχίαν <συνδιημέρευσαν>· τὴν ἡμέραν συνδιή(γα)γον <σύνδικος>· σύμφωνος. ἢ συνήγορος βουλῆς <σύνδικοι>· οἱ ἐν ταῖς δίκαις βοηθοί <συνδοκτικόν>· συνδεδογμένον <σύνδουλος>· ὁμόδουλος <συνδούμενος>· συνδεδεμένος. συνυπάρχων, συνών <συνδραμεῖν>· συνθέσθαι. βοηθῆσαι. συμφωνῆσαι. συνομολογῆσαι <συνδυάζειν>· συμπράττειν. [κυβᾶν τὸ ἀληθές, κακῶν]. συμβουλεύεσθαι <συνδυασμός>· συζυγία <συνεβάλ[λ]οντο>· συνέθεντο <συνέβημεν>· συνεχωρήσαμεν συνεθέμεθα. ὡμολογήσαμεν. συνωδεύ- σαμεν <συνεδεῖσθαι>· συγκαθῆσαι [<συνέθει>· συντρέχει] <συνέδρα>· ἡ στάσις, ἣν νῦν <στατίωνα> λέγουσι <συνεδρεύουσι>· συνέρχονται, εἰς βουλὴν συνάγονται <συνέδριον>· δικαστήριον <συνέ(ε)ργον>· συνεῖργον. συνεδέσμευον <συν(ε)έργαθον>· συνεῖχον. περιώριζον <συνε.χμῷ>· τῇ συναρμ[ολ]ογῇ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς τῶν σφονδύλων <συνέηκε>· συνῆκεν <συνέθετο>· συνετάξατο <συνέθλασε>· συνέτριψε <συνέθρ[ο]ισε>· συνέτεμε. λεπτὰ ἐποίησεν. ἀπὸ τοῦ <θρίσαι>, ὅ ἐστι τεμεῖν *<συνιείς>· γνούς, νοῶν *<συνίημι ὃ φῆς>· νοῶ ὃ λέγεις <συνείκανα>· σύνοδος <συνείκει>· συμφέρει <συν[ε]ίλας>· συνειλήσας <συνειλεγμένα>· συνηγμένα, συνηθροισμένα <συνειλεχώς>· συναγαγών <συνειλοέντες>· συλλαβόντες <συνειλόμενα>· συστρεφόμενα <συνειλοῦνται>· συστρέφονται <συνείλοχας>· συνήγαγες, ἤθροισας [<συνείνησις] συνείδησις>· διάθεσις <συνείπετο>· ἠκολούθει <συνείρει>· συνάπτει. μιγνύει <συνεῖρκτο>· ἐδέδετο [<συνείρει>· συνάπτει] <συνείροντες>· συνάπτοντες. <Ε(ἴ)ρειν> γὰρ τὸ ὁμοῦν <συνείρ(υ)ται>· συνέσπασται <συνεισθόρῃ>· ..... <συνεῖσι>· συναινέσαι <συνεισέφρησεν>· συνεισήνεγκεν <συνέκδημος>· συνοδοιπόρος <συνεκδοχή>· ὅταν τις ἀπὸ μέρους παραλάβῃ <συνεκδοχικῶς>· συλληπτικῶς <συνεκόμισε>· συνήγαγεν <συνεκοσμοῦντο>· συνεκρίνοντο <συνέκυρσε>· συνέτυχεν *<συνεκτικώτατα>· κεφαλαιωδέστατα <συνεκύρωσεν>· ἐβεβαίωσε <συνελάβετο>· ἐβοήθησε. ἢ κατὰ γαστρὸς ἔχει <συνεληλακότες>· ἐλάσαντες *<συνελάσωμεν>· συμβάλωμεν *<συνέλευσις>· σύνοδος <συνελόντες>· συνάγοντες <συνελόντι>· συνάγοντι <συνελόντι φάναι>· συντόμως λέγειν, ἢ εἰπεῖν <συνελόντι φῆσαι>· ὁμοίως <συνελόχισε>· συνέδρευσεν <συνέμποροι>· σύνοδοι. σύμφωνοι <συνέμυσε>· συνέτριψε <συνενέγκαι>· συμφρονεῖν <συνεν(ην)εγμένος>· συνελθών <συνενεχθέντων>· πεισθέντων. συλληφθέντων <συνέντας>· γνόντας <συνέντης>· συνεργός <συνεξεβράσθη>· συνεξεβλήθη [<συνεπαρτιμένος>· συνημμένος] <συνεπέρανε>· συνετέλεσεν <συνεπεράνθη>· ἐτελειώθη, πέρατι ὑπεβλήθη <συνέπεσεν>· [ἐστύνασεν.] ἐστύγν[ί]ασεν. συνέβη, ἔτυχεν <συνεπέστη>· <συνεπιτιθεμένων>· συν(εν)εδρευόντων <συνεπλάκη>· συνήφθη ἢ μετὰ γυναικός, ἢ πρὸς ἀνδρὸς πάλῃ <συνεπισχύει>· συμβοηθεῖ <συνερανισάμενος>· συμπληρούμενος <συνεργεῖ>· βοηθεῖ <συνερέσειν>· συλλέγειν συγκεχυμένους <συνερέουσι>· συγκέχυνται <συνερέσθαι>· συνερωτᾶν <συνέριθοι>· συνυφαίνουσαι. συνεργοί <συνερίσαντα>· συνάψαντα <συνέρξαι>· συγκαθίσαι μετά τινος, ἢ συγκαθεῖρξαί τινι <συνερόμενος>· συμβαλλόμενος <συνέῤῥεον>· συνέτρεχον <συνέῤῥηκται>· συνέφθαρται. βέβληται <συνεῤῥώγει>· συνεκεκρότητο <συνέρχεται>· συνάγεται <σύνεσις>· νόησις <συνέσκληκε>· συμπέπηγε <συνεσκολυμμένον>· συγκεκαλυμμένον <συνεσποδωμένον>· συγκεκομμένον <συνεστάλη>· πεφόβηται, ἐδειλίασε <συνεστηκώς>· συνηγμένος <συνέστησεν>· ἐκόσμησεν. ἐπῄνεσεν <συνεστιᾶτο>· συνηρίστα <συνέστιοι>· συναγωγοί. ὁμοτράπεζοι <συνέστυβας>· συνεσκυθρώπακας <συνέστυβεν>· ὁμοίως ἐσκυθρώπακεν <συνεστυφωμένοι>· συνεσκυθρωπακότες <συνεστὼς χιτών>· ὁ συμβλητός <συνέταξεν>· ἐνετείλατο, παρήγγειλεν [<σύνετε>· νοήσατε <συνετέλεσα>· ἀπώλεσα <συνετελέσθησαν>· ἐπληρώθησαν <συνετιῶ σε>· σοφίσω σε <σύνετο[ς]>· συνῆκεν] <συνετός>· σοφός. συγκεκροτημένος <σὺν εὐαγεῖ>· σὺν τῷ ἀγαθῷ <συνευδοκοῦσι>· συγκοινωνοῦσιν *<συνέβλητο>· συνεβάλλοντο <συνεύν[ι]ον>· σύγκοιτον <συνεύνους>· συγκοίτους. συναποδήμους <συνεφίαζεν>· εἶα ἐκάλει. ὠνόμασται καὶ ..... <συνεφόρμα>· ...... <συνεφύροντο>· συνεμολύνοντο <συνέχεεν>· ἔμιξεν <συνεχές>· ἀδιάλειπτον <συνέχεται>· συμπλέκεται <συνέχευεν>· ἠφάνιζεν. συνέχεεν <συνεχῆ>· ἀναγκαῖα. πυκνά <συνεχόμεναι>· κρατούμεναι <συνεχόμενον>· ἐναντιούμενον. ἢ ἀῤῥωστοῦν <συνέχου>· κράτει <συνεχώρησαν>· συνωμολόγησαν. συνεπάθησαν <συνεχῶς>· ἐνδελεχῶς. πυκνῶς. ἀεί, ἀδιαλείπτως <συνέψεσθαι>· ἀκολουθῆς[θ]αι, ἢ ἀκολουθεῖν <συνεψήσθη>· συνελεπτύνθη <συνεψία>· συμπλέκτρια, ἢ συνομιλήτρια <συνεωρακότες>· συσκεψάμενοι <συνή>· συμπαίζη. συνακμάζει <συνηβόλησεν>· ἀπήντησεν <συνήγορος>· προστάτης <συνηγηόχει>· ἐκόμισεν <συνήδεται>· συγχαίρει, ἐφήδεται <συνήθεια>· ἔθος <συνήθεις>· ὁμοιοτρόπους, ἐν ὁμοίοις ἤθεσι τεθραμμένους <συνήθλησαν>· συνηγωνίσαντο <συνῆκεν>· ἔγνω, ἐνόησεν <συνήλασε>· συνεχώρησεν· ἐδίωξεν <συνηλ(λ)άσσετο>· ἐφιλιοῦτο *<συνειλημμένα>· ἅμα, ὁμοῦ, συντόμως <συνήλυσις>· συνδρομὴ ἐπὶ τὸ αὐτό <συνημμένοι>· συνηνωμένοι <συνημοσύνη>· συνθήκη. ὅρκοι. συμβόλαια <συνήνεγκε>· συνεβάλλετο <συνηνέχθη>· προσεγένετο <συνήορος>· συνηρμοσμένη. καὶ συνήθης <συνήργεις>· συνέκαμ(ν)ες <συνῃρημένον>· τὸν κρατοῦντα. ἢ συμπληρούμενον <συνηρές>· σύσκιον <συνηρτίζοντο>· συνηθροίζοντο <συνήρτυες>· συνήρμοττες <συνησθείης>· συγχαρείης <συνησθέντες>· συγχαρ[ι]έντες <συνῄσθηται>· σύνοιδεν <συνησπικότων>· συμπραξάντων <συνήσω>· πεισθήσομαι <συνθάκων>· συγκαθέδρων <συνθεῖσα>· τὰ ἐξ ἐπιβο[υ]λῆς συμπαγέντα [<συνθεῖναι>· ...... <σύνθεμα>· σημεῖον ἀφορμῆς. δραματούργημα. σύμβλημα <συνθέματος>· σημείου <σύνθεο>· νόησον. συνθηκοποίησαι. σύνθου, σύνες, καὶ περὶ σαυτοῦ δια- λόγισαι <συνθεσίαι>· συνθῆκαι <συνθεσιάων>· ἐντολῶν. συνθηκῶν <σύνθεσις>· ἁρμονία. κόλλησις <συνθετά>· συντεθειμένα [<συνθέτηκα>· συνεθέμην] <σύνθετον>· ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον <συνθεύσεται>· συνδραμεῖται. συνοίσει <συνθήκας>· ὅρ(κ)ους <σύνθημα>· σημεῖον. συνθήκη <συνθήματα>· μαθήματα. ποιήματα. συνθῆκαι. σημεῖα <συνθηματιαῖοι>· οἱ ἠργολαβημένοι καὶ ἐκδεδομένοι, ἐκδόσιμοι <συνθήσῃ>· συντάξῃ. [συνθῆναι] *<συνθήκη>· διάλεκτος <συνθραύεσθαι>· συντρίβεσθαι <σύνθου>· κατάθου, σύνθεο, νόησον <συνθυμεῖν>· συμπείθεσθαι <συνθύξω>· συναντήσω [<συνία>· ταραχή] <συνίασιν>· νοοῦσιν *<συκάνιος>· σύνοδος <σὺν ἱδρῶτι>· σὺν καμάτῳ <συνιεῖ>· νοεῖ <συνίημι>· νοῶ <συνιζήσεως>· συγκαθίσεως. ἐκ τοῦ συνιζάνειν. ἕζεσθαι γὰρ τὸ κα- θέζεσθαι <συνίρνα>· συνέχεις <συνίσσεις>· ἀντὶ τοῦ συγκλείεις <συνιστάνειν>· ἐπαινεῖν. φανεροῦν. βεβαιοῦν. παρατιθέναι <συνιστορεῖ>· σύνοιδα <συνίστωρ>· γνώστης. μάρτυς. συνόμιλος. συμπράκτωρ <σύνιτε>· συνέλθατε <συνιῶν>· νοῶν, φρονῶν <συνκαλῶ>· συνάγω <συνκομίσας>· συναγαγών, ἀθροίσας <συνκροτεῖ>· βοηθεῖ. συνάγει <συνκρούεται>· συνευφραίνεται <συνκυρούσαις>· συντυγχανούσαις <συνλήπτορα>· βοηθόν, συνεργόν <συνμητιάασθαι>· συμβουλεύεσθαι <σύνναιος>· σύνοικος <συννένοφεν>· ἐσκυθρώπακεν <σύννευσις>· συγκατάθεσις, κατάνευσις <συννεφές>· σκοτεινόν <σύννοια>· λύπη. ἔννοια [<συννοισία>· τὸ εἰς τὸ αὐτὸ συμφέρειν] *<συννόει>· ἐννόει, ἐνθυμοῦ <σύννομα>· σύνδρομα. ὁμόφρονα <συννόμους>· συν(ή)θεις <σύννους>· κατηφεῖς <συννυργίς>· ξύστρα [<συνόβαυνοι>, συναυλιστήρια. καὶ κοιμητήρια] <σύνοδος>· πολλῶν παρουσία. ἢ συνοδοιπόρος [<συνοθούμενος>· συνερχόμενος] <συνοικέται>· σύνοικοι <συνοικία>· τὰ πλείονα ἐφέστια <συνοίσειν>· συνεισενεγκεῖν <συνοίσεται>· συμπείσεται. συνελεύσεται. συμβαλεῖται <συνοισόμεθα>· συνελευσόμεθα <συνοιχήσεται>· συναναιρεθήσεται <συνοκλάζει>· ζεῖ <συνοκωχά>· νόσος. λοιδορία. μάχη *<συνολκή>· ἀναπνευστική, ἀναληπτική *<συνοκωχότε>· ἐπισυμπεπτωκότες. <Συνοκωχὴ> γὰρ ἡ σύμπτωσις <συνομαρτεῖ>· συνακολουθεῖ <συνομαρτεύει>· σύνεισι. καὶ τὰ ὅμοια <συνόμιλος>· σύλλογος. σύντροφος <σύνοπος>· σύνοδος <σύνοπτα>· εὐνόητα, ὁρατά <σύνοπτρον>· σύνοψις ἄστρων <σύνορος>· συγγείτων <συνόσα>· ὁμοῦ <συνουλωτική>· φαρμακίς <συνουσίωσις>· μίξις τις, ἕνωσις, συγγαμία, συντυχία [<συνοῦται>· λυπεῖται] <συνοφρυμένος>· λυπούμενος <σύνοφρυς>· μεγαλόφρων, μεγάλαυχος <συνοχή>· ἀσθένεια, ἀδημονία, ταραχή <συνπαίστωρ>· συμφοιτητής, ὁμότροφος <συνπαρομαρτοῦν>· συνακολουθεῖν [<συνπειραθέντες>· συστραφέντες] <συνπολευμένους>· συνιόντας <σύν ρα>· ὁμόσε <συνρεφειῶν>· συνσκεπῶν <συνρυσμοῦσθαι>· συγκρίνεσθαι *<σύνταγμα>· πλῆθος. στράτευμα <συνσοῦσθαι>· ἐπὶ τὸ αὐτὸ συμφέρεσθαι <σύνστειπτον>· συμπεπυκνωμένην. συμπεφυκυῖαν <συνστροβ(ι)λίσαι>· συνστρέψαι <συνστύψαι>· σκυθρωπάσαι <συνσυριστής>· ὁ πάντα συνσύρων <σύνταγμα>· σύγγραμμα, ἢ ἐκ λόγων τάγμα <συντακτήριος>· ...... <συντάξει>· παραγγελεῖ *<συντάξασθαι>· ἀσπάσασθαι <σύνταξις>· ἡ τετράς. ἢ διοίκησις. ἢ σύνθεσις <σύνταξον>· παράσχου <συντάργανες>· συντεταραγμένοι *<συντεμών>· συντελέσας *<συντετάσθαι>· διεκ(τε)τάσθαι *<συντέθεικα>· συνεθέμην <συντεθραμμένου>· συγγενοῦς, ἢ ὁμοτρόφου <συντεθράνωται>· συμπέπτωκε <συντείνας>· σπουδάσας *<συντελείας>· κακίας <συντελέσθαι>· πληροῦσθαι <συντελεσθήτω>· τελειωθήτω <συντέρμων>· [συντελεστής <συντεταμένου>· [συγκεκομμένου. συντόμως εἰρημένου <συντεταραγμένου>· συγκεχυμένου <συντέτηκα>· προσανάκειμαι <συντευξόμενοι>· συντυγχάνοντες <σὺν τῇ>· σὺν αὐτῇ <συντόμως>· διὰ βραχέων <συντόνη>· σύστασις <σύντονον>· σφοδρόν. ἰσχυρόν. συνεχές <σύντρεις αἰνύμενος>· ὁμοῦ τρεῖς συλλαμβάνων <συντρίβει>· συνθλᾷ <συντριβής>· συνδιατρίβουσα. συνοῦσα <σύντριμμα>· ἁμάρτημα <σύντροφον>· συνανάτροφον <συντροχάσῃ>· καταντήσῃ. πληρωθῇ <συντυχία>· συνέντευξις [<συντυχίζειν>· συνσωρεύειν] *<συνειλάσσεσθαι>· συνσυρίσασθαι. συνάγειν ποίμνια ἐν ὕλῃ <σύνφημι>· ...... <συνχαίρω>· ..... <συνχεῖ>· ταράσσει. λυπεῖ <συνῳδά>· σύμφωνα <συνῳδ[ε]ία>· συγχορεία <συνωθήσει>· συνελάσει <συνωθούμενοι>· συνελαυνόμενοι. <συνῳκισμένων>· συνεληλυθότων <συνωμάρτησε>· συνηκολούθησεν <συνώμεθα>· συνθώμεθα, συνθήκας ποιησώμεθα <συνωμοσία>· ἡ μεθ' ὅρκων φιλία <συνωρίδα>· ἅρμα δίπωλον <συνωρίδος>· δυάδος <συνωρίς>· ἅρμα ἐκ δύο ἵππων, ἢ συζυγία <σύνωρον>· σύμφωνον. ὁμολογούμενον. ἢ συγγενῆ [<συόαι>· βάρβαροι] <συοβαύβαλοι>· συῶν αὐλιστήρια καὶ κοιμητήρια <Συοβοιωτοί>· οἱ Βοιωτοὶ σύες <συορόγχαι>· βλαπτικοί <συὸς ἀγρίου>· συάγρου <συοφόρβια>· συῶν ἀγέλαι. ἢ χοίρων ἀσφαλεῖς δεσμοί <συοφορβός>· σῦς τρέφων <Συπαλήττ[ε]ιος>· δῆμος φυλῆς Κεκροπίδος <Συπαλητ(τ)ίους>· κακούργους <σύραι>· πολυτελεῖς <Συρακοσία τράπεζα>· πολυτελής <σύρας μαχαίρας>· ὅτι πολυτελεῖς, διὰ τὸ παροικεῖν αὐτοὺς Πέρσαις· εἰ μὴ ἀντὶ τοῦ σοβαρεῖς· καὶ μήποτε <σύβρας. Συβρ(ι)άζειν> γὰρ τὸ θρύπτεσθαι καὶ χλιδᾶν φασι <σύρβα>· μετὰ θορύβου <σύρβη>· παρὰ τοῖς μεταλλικοῖς <συρβηνεύς>· Κρατῖνος ἐν Θρᾴτταις. ἤτοι (α)ὐλητής· <σύρβη> γὰρ ἡ αὐλοθήκη. ἢ ταραχώδης <Συργάστωρ>· συοφορβός. καὶ ὄνομα βαρβαρικόν <σύρη>· πλῆθος. σύρματα ναυμαχίας <συρία>· ἡ παχεῖα χλαῖνα. ἤτοι ἀπὸ τοῦ σισύρνης· ἢ ὅτι ἐν Καππαδοκίᾳ γίνεται. οὗτοι δὲ Σύροι Συρία>· διὰ τὸ[ῦ] σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ <σύριγγες>· ἐκ καλάμων πανδούρια, ἢ κατατρήσεις εἰς ἀλλήλας ἐμ- πίπτουσαι <συρίγγιον>· τροχοῦ κένωμα, δι' οὗ ἐνίεται ὁ ἄξων <σύριγξ>· δορατοθήκη. ἢ ὄργανον μουσικόν *<σύριγγος>· αὐλοῦ μουσικοῦ. ἢ τῆς δορατοθήκης τὸ εἶδος <Συρίη>· ἐνηγαίη τῇ περὶ Πόντον. ἡ νῦν λεγομένη Σῦρος νῆσος· ἔστι δὲ τῶν Κυκλάδων <Συρίοις κύβοις>· μήποτε Σύριον λέγει τὸν Πέρσην λεγόμενον· διὰ τὸ Συρίαν λέγεσθαι γῆν τὴν ἀπὸ Φοινίκης μέχρι Βαβυλῶνος <Σύριον>· Ἀσσύριον. τὸ διὰ Συρίας φερόμενον. ἢ διὰ τὸ σώλινον <συρίσκος>· ἀγγεῖόν τι πλεκτόν, εἰς ὃ σῦκα ἐμβάλλουσι. τινὲς δὲ <ὑρίσκον> <συριστής>· γέρανος ἄῤῥην <σύρκεσι>· σαρξίν. Αἰολεῖς <σύρκιζε>· σάρκαζε <συρμαία>· ἀγών τις ἐν Λακεδαίμονι, ἔπαθλον ἔχων συρμαίαν. ἔστι δὲ βρωμάτιον διὰ στέατος καὶ μέλιτος. λέγεται δὲ καὶ <συρμαϊσμός>, καὶ ἔστι πρὸς κάθαρσιν. καὶ πόμα δι' ὕδατος καὶ ἁλῶν <συρματὶς στρατιά>· ἡ τὰ συμψήματα καὶ φρύγανα σύρουσα καὶ συλλέγουσα <συρμίον>· λάχανόν τι σελίνῳ ἐοικός <συρμιστήρ>· ξυλοπώλης <συῤῥάδ(ι)ος>· νόθος. μικτός. εἰκαῖος *<σύῤῥα>· ὁμόσε, εἰς τὸ αὐτό <σύρτης>· χαλινός *<Σύρος>· Ἄραψ <συρτίς>· φθορά, καὶ λύμη *<συράσσει>· συμπίπτει *<συῤῥίφη>· σὺνσκέπη <συρφετός>· ὄχλος. ἢ κονιορτὸς μετὰ κόπρων. τινὲς δὲ χειμών καὶ συρμός. ἢ ἀκάθαρτος <σύρφη>· φρύγανα <σύρφος>· θηρίδιον μικρόν, ὁποῖον ἐμπίς <σύρων>· ἕλκων <σῦς>· γυνή. <ὗς>· σύαγρος <συσκαν(ί)α>· τὸ συσσίτιον <συσπαστόν>· τῶν τραγικῶν τι ἐγχειρίδιον ἐκαλεῖτο, ὡς Πολέμων φησί, τὸ συντρέχον, ἐν Αἴαντος ὑποκρίσει *<σύσσημον>· σημεῖον *<σύς>· σύσσημος, συς<ση>μός <σύσσιτον>· ἄριστον. ἢ τὸν συνεσθίοντά τινι <συσσοΐη>· ἡ ἀνεμπόδιστος φορά *<συσκευή>· ἐπιβουλή *<σύσκηνος>· σύνοικος *<σύσκια>· σύνδενδρα <συστάσεις>· σύνοδοι. συμφωνίαι <συστατῶν>· συγκροτῶν. συστῶν. καὶ τὰ ὅμοια *<συστήσασθαι>· πήξασθαι <σύστηνον>· (ἐ)στενοχωρημένον. τρίχινος χιτών, ἢ ῥυπαρός. Ἀντίμαχος <συστομώτερον σκάφης>· παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων· διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφίετο <συστραφέντες>· συνελθόντες <συστρεμ(μ)άτων>· θορύβων. πλάνων <συστροφή>· ἴλιγξ ὑδάτων. ἢ σκοτισμός <συτάσσει>· ἱκετεύει <σύτο[ι]>· ὥρμησεν, ὥρμα. ἀνῆλθεν. ἀνηκόντισεν <συφαιός>· χοιροβοσκός <σύφακα>· γλεῦκος <συφακίζειν>· ὀπωρίζειν <σῦφαρ>· γῆρας, τὸ ὑπέρτατον· οἱ δὲ τὸ τοῦ ὄφεως. καὶ τὸ ἐρ(ρ)υτιδω- μένον σῦκον. καὶ τὸ ἐπὶ τοῦ γάλακτος τροφῶδες <συφεός>· τόπος, ὅπου αἱ σῦς τρέφονται <συφιοί>· οἱ τῶν συῶν οἶκοι <συχνά>, πυκνά, συνεχῆ, πολλά <συχνοῖς>· συνεχέσι. καὶ τὰ ὅμοια <σφάγιον>· πρόβατον. θῦμα. ἢ ἐν ᾧ τὸ τῶν ἱερείων ὑποδέχεται αἷμα, τόπος <σφαγή>· ὁ κατὰ τὴν κατακλεῖδα τόπος <σφάγια>· ἡ τῆς ἱερουργίας ἡμέρα <σφαγίς>· τὸ προκάρδιον. καὶ ἡ τομή <σφαδάζει>· βράζει. δυσθανατεῖ. χαλεπῶς φέρει. διασπᾶται. ἀγανακτεῖ. δυσφορεῖ. ἀτακτεῖ. μετὰ χολῆς ὀργίζεται. καὶ μετὰ χόλου πολλοῦ, ἢ μετὰ σπασμοῦ πηδᾷ. μαίνεται. σπεύδει. διασείει. θυμοῦται. ταράττε- ται ὑπὸ τραύματος ζέοντος <σφαδασμός>· σπασμός. καὶ τὰ ὅμοια *<σφαδάζουσα>· ῥηγνυμένη *<σφαδανόν>· σφοδρόν. καταπληκτικῶς <σφαίλειν>· πλῆσαι [<σφαιραγεῦντο>· ἐψόφουν] <σφαιρηδόν>· περιφερές, στρογγύλον ὡς σφαῖρα <σφαιρωτήρ>· ζηνίχιον σανδαλίου, σκύτος, κόμμα λώρου <σφακελισμός>· παραπληξία <σφακελίσαν>· κακωθέν. καταφθαρέν <σφακελίζει>· κρούει τοῖς ποσί. κινεῖ δεινῶς. ὀδυνᾶται. σπᾷ. διασπᾶ- ται. ἀλγύνεται. <Σφακελισμός> γὰρ καὶ <σφάκελος> ἡ ἄμετρος ὀδύνη· καὶ ἡ μετὰ σπασμοῦ τῆς χολῆς πρόεσις· καὶ ἡ τῶν ὀστέων σῆψις <ς(φ)άκια>· τῆς ἀμπέλου τὰ κλήματα <σφάκος>· χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεν- νώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ <φά(ς)κος> λέγεται <σφακώδη κλιτύν>· καθ' ἣν ὁ (ς)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν <σφαλάσσειν>· τέμνειν. κεντεῖν <σφαλεῖεν>· ἀποτύχοιεν. ψευσθεῖεν <σφαλερόν>· ἐπικίνδυνον. σαθρόν. ἀβέβαιον <σφαλερόν>· ἐπισφαλές. ἐπικίνδυνον *<σφάλμα>· ἁμάρτημα <σφάλλειν>· κλίνειν. καταβάλλειν. ἁμαρτάνειν <σφαλμᾷ>· σκιρτᾷ. σφάλλεται. ἄλλοι ἀντὶ τοῦ σφαδάζειν τετάχθαι φασί. ἔνιοι μετὰ ἐπιθυμίας τι πράττειν <σφάλλον>· κολάκευσον *<σφάλλονται>· ἁμαρτάνουσιν <(ς)φαλ[λ]ός>· ..... ἔστι γὰρ ξύλον ποδῶν δεσμωτικόν· οἱ δὲ κορμὸν ἢ δίσκον· ἄλλοι δισκοειδές τι σκεῦος μολύβδιν(ον) ἔχον κρίκον, ὃ δεσμοῦντες ὑπὲρ τὴν κεφαλὴν ῥίπτουσιν ἐν τοῖς ἀγῶσι <σφάνιον>· κλινίδιον <σφαραγγές>· <σφ(α)ραγίζει>· βροντᾷ. ταράττει. ψοφεῖ (*)<σφαραγεῦντο>· κατεπονοῦντο. ἐφλέγοντο. ἐψόφουν <σφάραγ[γ]ος>· βρόγχος. τράχηλος. λαιμός. ψόφος <σφάς>· αὐτούς, αὐτάς, [αὐτά] <σφέ>· αὐτούς, αὐτάς, αὐτά <σφέας>· αὐτούς, κατ' ἔγκλισιν <σφεδανόν>· ἐπιτεταμένον. συντονώτατον. σφοδρόν. ὀξύ <σφεδανῶν>· φονεύων, ὀλλύς, κτείνων. τινὲς ἐπεσπευμένων. ἄλλοι σύν- θετον εἶναι ἐκ τοῦ <σφέ> καὶ <δανῶν>, ὅ ἐστι κτείνων· ἔστι δὲ ῥημα- τικόν [<σφεζόμενοι>· ἐπικαθεζόμενοι] <σφειδρόν>· καθαρόν. εὐῶδες <σφειλ[λ]όν>· λοξόν. πυκνόν. εὐκίνητον. προσφυές. δριμύ <σφείων>· αὐτῶν <σφέλας>· ὑποπόδιον <σφέλα>· ὑποπόδια <σφέλμα>· τὸ ἄνθος τῆς πρίνου <Σφενδαλῆς>· δῆμος τῆς Ἀττικῆς <σφενδόναιαν>· σφενδόνην. ἢ τὴν σφραγῖδα <σφενδόνην>· τοῦ δακτυλίου τὸ περιφερές. ἢ σφραγίς <σφέρτα>· τὰ ἄφορα δένδρα <σφέτερα>· ἴδια αὐτῶν <σφετέρῃσι>· ταῖς αὐτῶν αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο <σφετερίζει>· εἰς ἴδιον κέρδος <(κε)χηνώς σφετεριζόμενος>· ὑφαιρούμενος. ἰδιοποιούμενος <σφετερίζων>· ἰδιοποιούμενος, καὶ προσλαμβανόμενος <σφέτερον>· τὸ αὐτῶν ἴδιον [<σφετρίδες>· ἐπιβλήματα] <σφέων>· αὐτῶν <σφῇ>· αὐτή <σφῆισι>· ταῖς ἑαυτῶν <Σφήκεια>· ἡ Κύπρος τὸ πρότερον. καὶ τὰ τῶν σφηκῶν κηρία <σφηκίσκος>· τὰ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα <σφη- κίσκους> λέγουσιν· ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἄγαν ἔχουσι. καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ .. προκοιλίους .......... <σφηκισμός>· εἶδος αὐλήσεως εἰρημένον ἀπὸ τῆς ἐμφερείας τῶν βομ(β)ῶν <σφηκίωσις>· κηρία σφηκῶν <σφηκοί>· οὐ κεχυμένοι τῇ σαρκώσει, ἀλλὰ συνεσφιγμένοι. ἔνιοι δὲ ῥω- μαλέους *<σφηκῶν>· ποικίλων <σφηκὸς λόφου>· τὸ ἄκρον τοῦ λόφου, τὸ ἐπὶ τῶν ὤτων ἀποκρεμά- μενον τοῦ λόφου, τῆς περικεφαλαίας τὸ συνεσφιγμένον. <Λόφουρον> δέ, οἷον λόφου ο(ὐ)ράν <σφή>,] [σαλεῦσαι, κινῆσαι. <σφῆλαι> <σφήκωμα>· πύκνωμα. καὶ ὁ δεσμός <σφῆλαι>· πλανῆσαι. βλάψαι ....... <σφήλειεν>· ἀποτυχεῖν ποιήσειεν <σφηλόν>· λοξόν. πυκνόν. εὐκίνητον. <Ἄσφηλον> δὲ τὸ ἀκίνητον <σφηνεύς>· ἰχθῦς ποιὸς θαλάττιος <σφηνούμενος>· στρεβλούμενος <σφῆς>· τῆς ἑαυτοῦ <σφῇσι>· ταῖς αὐτῶν [<σφῇσιν>· αὐταῖς, ἢ αὐτοῖς] <Σφήττιοι>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς [<σφί>· ἑαυτοῦ ἢ ἑαυτῆς] <σφί(γ)κται>· οἱ κίναιδοι, καὶ ἁπαλοί <σφιγκτήρ>· χιτών. Ταραντῖνοι <σφίδες>· χορδαὶ μαγειρικαί <σφίδη>· χορδή <σφίν>· αὐτοῖς, ἢ αὐτούς, ἢ αὐτάς *<σφίσιν>· ἑαυτοῖς [ἢ ταῖς ἑαυτῶν] <σφισίμολος>· διαφορὰ τῆς κινήσεως <σφόδελος>· ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον <σφοδελοφόρους>· τοὺς μετοίκους <σφόδρα>· πάνυ, πολύ, ἄγαν, λίαν <σφοδρόν>· ἔντονον. ἰσχυρόν. ὀξύ. στιβαρόν. εὔτονον. χαλεπόν <σφοῖσι>· τοῖς αὐτῶν <σφονδύλη>· ὅμοιόν τί φασι σαλαφίῳ εἶναι, ὀσμὴν φαύλην προϊέμενον, εἴ τις ἅψεται αὐτῆς <σφόνδυλος>· τράχηλος <σφόνδυλοι>· αἱ ἁρμογαὶ τῶν μελῶν. καὶ οἱ τῶν φυτῶν πυθμένες. ἄλλοι τὰς δικαστικὰς ψήφους. καὶ τὰ τῆς ῥάχεως ὀστᾶ. καὶ τῶν σκορ- πίων αἱ ἐπὶ τῶν κέντρων περιγραφαί <σφορτάν>· λιμόν <σφοῦ>· τοῦ αὑτοῦ, τοῦ ἰδίου [ἢ τῆς αὑτῆς] <σφραγῖδες>· αἱ ἐπὶ τῶν δακτυλίων, καὶ τὰ τῶν ἱματίων σημεῖα <σφραγιδονυχαργοκομήτας>· τοὺς ἔχοντας σφραγῖδας ἐν τοῖς δα- κτυλίοις ὄνυχας λίθους, καὶ κομῶντας <σφραγίς>· χελώνη. καὶ ὁ ἐν τῷ δακτυλίῳ λίθος, ἢ σήμαντρον *<σφηρός>· τὸ τοῦ ἱματίου σημεῖον <σφριαί>· ἀπειλαί, ὀργαί <σφριγᾷ>· περιτέταται, περιτείνε(τα)ι. ἄλλοι σφύζει, πλήρης τυγχάνει. μάλιστα δὲ ἐπὶ θηλείας, εὐσωματεῖ, ἀκμάζει, νεάζει, καπριᾷ <σφριγανόν>· ἀκμαῖον. δαψιλές. σφοδρόν <σφριγῶν>· ἀκμάζων, νεάζων, αὔξων <σφριγῶντα>· ἐπαιρόμενα, ἰσχύοντα <σφριγῶσα>· πεπυκνωμένη, συνεστηκυῖα, ἰσχύουσα <σφυγμός>· φλεγμονή. κυρίως δὲ ὁ παλμὸς τῶν ἀρτηριῶν <σφυδρά>· ἡ περιφέρεια τῶν ποδῶν <σφυδῶν>· ἰσχυρός, εὔρωστος, σκληρός <σφύζει>· πηδᾷ, φλεγμαίνει. καίεται. στέλλεται ἡ φλέψ <σφῦρα>· ἐργαλεῖον τεκτονικόν, ἢ χαλκευτικόν <σφυρά>· τὰ περὶ τοὺς ἀστραγάλους, αἱ περιφέρειαι τῶν ποδῶν. ἢ τῶν ὀρῶν τὰ ἐπίπεδα καὶ κατώτατα. ἢ ἡ παρά τισι λεγομένη <κέστρα>, ἰχθῦς θαλάσσιος <σφυράδες>· τὰ διαχωρήματα τῶν αἰγῶν καὶ προβάτων. οἱ δὲ <σπυ- ράδας> <σφυρήλατος>· σφύραις ἐληλα[ς]μένος, οὐ χωνευτός <σφυρήματα>· τὰ σιδήρια, ὅτι οὐ χεῖται <σφυροδέται>· ἡ λέξις παρὰ τοῖς τὰ ἱπποτροφικά <σφυρόν>· σφοδρόν. ἢ τὸ ἐπάνω τῶν ἀστραγάλων <σφύρωσις>· διάροσις. [ἢ ἐν κύκλῳ τὰ πέλματα <σφώ>· ὑμεῖς. ἢ ὑμᾶς [<σφῶϊ>· τῆς ἑαυτῶν] <σφωέ>· ἑαυτούς. ἔστι δὲ τοῦ τρίτου προσώπου <σφῶϊν>· ὑμῖν, καὶ ὑμῶν, καὶ αὐτοῖς <σφωΐτερον>· ὑμέτερον, ὑμῶν τῶν δύο <σφῶν>· ἑαυτῶν <σχᾷ>· σχάζει <σχαδόνες>· τὰ κηρία τῶν μελισσῶν, ἔνθα οἱ σκώληκες. οἱ δὲ τὴν ὑπερ- βάλλουσαν ἡδονὴν <σχαδόνες> <σχαδών>· κυβευτικὸς βόλος <σχαλίδες>· δι' ὧν σχάζουσι τὰ δίκτυα ὀρθὰ ἑστῶτα <σχαλίσαι>· θηλάσαι. καὶ <ἀνίσχαλον> τὸ ἄτοκον καὶ ἀθήλαστον [<σχανδές>· τὸ δίκτυον] <σχάσαι>· μετάβαλ[λ]ε <σχάσει>· ἀφήσει <σχάσον>· ἄφελκε. κατάπαυσον <σχαστηρία>· ὁρμιστηρία. καὶ [ἵ]μέρος τι ἐν τῇ νηΐ <σχαῦδαι>· ἰσχνόφωνοι <σχέδην>· ἡσυχῆ, βάδην <σχεδία>· μικρὰ ναῦς. ἢ ξύλα ἃ συνδέουσι, καὶ οὕτως πλέουσιν. ἢ ὅπλα τὰ ἐκ χειρὸς τιτρώσκοντα <σχεδιάζειν>· ἐγγίζειν. ἐκ παρατυχόντος ἐν ἑτοίμῳ λέγειν. λέγεται δὲ καὶ ἐπὶ τοῦ ταχέως ποιεῖν <σχεδιασθείς>· ἐγγισθείς *<σχέδιοι>· εὐτελεῖς [<σχεδίη>· συνάφεια. κοινωνία] <σχεδίη>· σχεδία. [καὶ τὸ ἐκ χειρὸς πατάξαι οὕτω λέγεται.] καὶ ἡ εἰκαίως πεποιημένη ναῦς. διάβασις, γέφυρα, ζεῦγμα <σχέδιον>· τὸ δόρυ, ὃ μὴ ἀκοντίζεται. ἢ τὸ ἀνευπρεπῶς γενόμενον. ἢ ἐκ τοῦ σύνεγγυς <σχεδόθεν>· ἐγγύθεν <σχεδόν>· ἐγγύς, ἐκ χειρός <σχεδρός>· τλήμων, καρτερικός <σχέθεν>· ἔμεινεν. ἐκρατήθη. ἐπέσχεν <σχεθέτω>· ἐπισχεθήτω, ἐπισχέτω <σχέθον>· κατέσχον <σχέθων>· κατέχων <σχελίδες>· κρέα ἐπιμήκη τετμημένα. οἱ δὲ πλευρίδες <σχέλινος>· ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος *<σχέμα>· σχῆμα [Ἀχαιοί *<σχεῖται>· ἐμεῖ *<σχεθήτω>· κατασχεθήτω <σχελυνάζει>· φλυαρεῖ <σχενδυλόληπτοι· ἐσχενδυλῆσθαι> ἔλεγον τοὺς ἐν τοῖς ταύροις. ἀπὸ τοῦ χαλκευτικοῦ ὀργάνου, ὃ <σχενδύλη> λέγεται <σχέραφος>· βλασφημία. λοιδορία <Σχερίη>· ἡ Σχερία. ἡ τῶν Φαιάκων χώρα, ἢ νῆσος Κέρκυρα τὸ πρό- τερον οὕτως ἐκαλεῖτο <σχερόν>· κῦμα ἕτοιμον. Ἀμερίας <σχερός>· ἀκτή, αἰγιαλός <σχέσις>· ἐποχή. κατάστασις. συγγένεια. φιλία <σχετική>· κατασχετικὴ οἰκείωσις <σχετικός>· ἡ πρός τινα ἔχων σχέσιν καὶ ἐγγύτητα. ἔστι δὲ τῶν πρός τι <σχετικῶς>· οἰκειωτικῶς <σχετλιάζει>· δυσφορεῖ, δυσχεραίνει, δυσπετεῖ <σχετλιαζέτω>· βαρείσθω, ἀποδυσπετείτω. Σχέτλιον γὰρ τὸ ἄδικον <σχετλιάζων>· ἀδικούμενος <σχέτλιαι>· δειναί <σχετλιασμοί>· δυστροπίαι. δυσφημίαι ὀδυνηραί <σχέτλιον>· χαλεπόν, ὀδυνηρόν, ἄπορον, ἄθυμον. ἀτυχές. ἄδικον <σχέτλιος>· τάλας. ἀγνώμων. φορτικός. στεναγμοῦ ἄξιος. χαλεπός *<σχίδακας>· κλάσματα ξύλων <σχῆμα>· πλάσμα. ἱματισμός. διάθεσις. κόμπος <σχηματιζόμενοι>· προσποιούμενοι, σχῆμα ἐπιδεικνύοντες <σχηματισμός>· πλάσμα <σχηματοβόλον>· ἤτοι ἐπὶ τῶν δικαστῶν τούτους ἐλάμβανον <σχήσει>· ἐφέξει, καθέξει <σχήσειν>· ἀνθέξειν, κωλύσειν, παύσειν <σχήσεις>· προσέξεις <σχήσεσθαι>· κατασχεθήσεσθαι <σχήσεται>· ἀνθέξει <σχῆσις>· ἕξις. ὁρμή <σχήσουσι>· κωλύουσι, παύσουσιν, ἐφέξουσιν <σχήσων>· ἐφέξων. καὶ τὰ ὅμοια <σχητηρίαν>· ἄγκυραν. ὁρμιστηρία <σχίδα>· σχίδος σινδόνος. πῆγμα <σχίδαξ>· κλάσμα ξύλου <σχίδια>· ὠμόλινα <σχίδος>· τὴν ἀπόσχισιν <σχίζα>· ἡ λαμπάς <σχίζῃς>· σχίζαις *<σχίδαζε>· τὰ ξύλα *<σχίδαξ>· τῶν ξύλων ............ <σχιζογυάνδρους>· τοὺς συκοφάντας <σχιζόποδες>· τῶν ὀρνέων τὰ ἔνυδρα *<σχίζεσι>· σχίδαξι (*)<σχῖνος>· εἶδος σμαράγδου εἰργασμένου <σχινάτας>· σχινατίων ἀγών τις ἐπιτάφιος ἐν Λακεδαίμονι <σχίνδαν>· θερμάστριον <σχῖνον διατρώγων>· εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας <σχινοκέφαλος>· ........ εἶδος φυτοῦ <σχῖνος>· τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ <Σχινοῦντα>· νῆσός ἐστι Σχινοῦς(ς)α Φωκίδος <σχίσμα>· ποδὸς τὰ σχίσματα. καὶ ὀρχηστικὸν σχῆμα <σχι(ς)ματῶδες>· ὁμοίως <σχισμή>· διαχώρισις <σχιστά>· τὰ γράμματα. καὶ τὰ κρόμμυα <σχιστόν>· προσκεφάλαιον <σχι(ς)τός>· χιτών τις ποιὸς γυναικεῖος, κατὰ τὸ στῆθος πόρπῃ συν- εχόμενος <σχοία[ν]το>· παύσαιντο, ἐπίσχοιεν <σχοίητε>· νομίσοιτε, ὑπολάβοιτε <Σχοίνικος>· ὁ Ἀμφιαράου ἡνίοχος. καὶ ὄρνις τις. καὶ φυτόν <σχοινίνην φωνήν>· τὴν σαθρὰν καὶ διεῤῥωγυῖαν <σχοίνινος ἡθμός>· δι' οὗ τὰς ψήφους οἱ δικασταὶ εἰς τὰς ὑδρ[ε]ίας κα[τα]θιᾶσιν <σχοινίον· τὸ μεμιλτωμένον> ἔρ(ρ)αινον ὑπὲρ τοῦ σοβῆσαι τὴν ἀγοράν, ὁπότε βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν. καὶ ἐν τῇ νηῒ ὁ σχοι- νοδρόμος. καὶ ὄρνις τις *<σχοίνισμα>· μέτρον ὁδοῦ. ἢ μέρος <Σχοῖνος>· πόλις Βοιωτίας, καὶ τὸ τῆς σχοίνου φυτόν· σχοίνῳ ὑπεκλίνθη <σχοινοτενές>· ὀρθόν. μακρόν <σχοίνων>· τῶν αὐλητικῶν νόμων τις *<σχολάσατε>· ἠρεμίσατε <σχολαῖον>· ἡσύχιον. βραδύ <σχολαιότερον>· ἠρεμώτερον. βραδύτερον <σχολαίων>· ἀργῶν <σχολή>· οὐ μόνον τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. καὶ ἡ διατριβή <σχόλια>· σεμνολογήματα <σχόμεθα>· ἐπὶ τοῦ περιέσχομεν· "οὕνεκά μιν σὺμ παιδὶ περισχόμεθ[α]" <σχομένη>· κατασχεθεῖσα. ἀνατείνασα τὰς χεῖρας. καλύψασα τὸ πρός- ωπον <σχόμενος περὶ δουρί>· κατασχεθεὶς καὶ συλληφθεὶς ὑπὸ τοῦ δόρατος <σχόντες>· εἰληφότες. προσχόντες <σχῦρ>· ἐχῖνος <σχώμεθα>· κατασχεθῶμεν <σχῶνται>· ἀπόσχωνται <σῶ>· σώω <σωάδδει>· παρατηρεῖ <σωβῆρις>· ναῦς, πορθμίς. ἔνιοι τὴν παλαιάν <σωγάσαι>· σῶσαι <σώεσκον>· ἔσωζον <σώζει>· διασώζει. βουλεύεται <σωκεῖ>· ἰσχύει. βοηθεῖ <σῶκος>· σωσίοικος, σάοικος. ἰσχυρός <σῶκον>· [ἀ]δυνατόν <σωκόνδας>· ὁ γαμικὸς οἶκος <σωκόον>· σῶα ἀκούοντα. τὸν Ἑρμῆν. καὶ σωσίοικον <σωλῆνες>· οἱ στεγαστῆρες. καὶ τῶν ὀστρακοδέρμων τι γένος κογχυλίων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μορίων <σωλίγξαι>· δραμεῖν <σωλούς>· ὗς <σῶμα>· πτῶμα. δέμας <σῶμαι>· ἕρπω. Δωριεῖς <σωμάλοιφος>· ὁ κατειλημμένος σώματι τὰ σκύτινα αἰδοῖα <σωματοφύλαξ>· δορυφόρος. νωτοφόρος, καὶ ὁ βασιλικὸς φύλαξ <σῶν>· σῴαν. ἡ βλάστησις, ἀπὸ τοῦ σε[β]ύεσθαι. Ἀττικοὶ δὲ σωζόμενον <σῶον>· ὁλόκληρον, ὑγιαῖνον <σώοντες>· σώζοντες. κρύπτοντες <σώοντο>· ὡρμῶντο. ἤρχοντο <σωπιαίνουσιν>· οἱ κύνες, παρὰ Ξενοφῶντι <σώρακον>· ἀγγεῖον, εἰς ὃ σῦκα ἐμβάλλεται. ἢ ξυλοκανθήλια <σωρεύει>· βουνίζει <σωρηδόν>· κατὰ σύστημα σεσωρευμένον. λέγεται δὲ ἐναριθμητόν <σωρεία>· πλῆθος *<σωρωνίς>· ἐλάτη. καὶ πόλις <σωρός>· συναγωγή, ἣ θωμοῦ διαφέρει <σῶς>· ὁ ὁλόκληρος, καὶ τέλειος. ὁ σωζόμενος, καὶ σῶος ὑπάρχων <σώσικες>· οἱ ἑφθοὶ κύαμοι <σωσίβιοι>· οἱ κωβιοί <σωσίοικος>· ὁ τοὺς οἴκους σώζων <σῶς ὄλεθρος>· ὁ πρόδηλος, καὶ φανερός. καὶ μέγας. καὶ τέλειος *<σωρήχ>· ἐκλεκτή ....... <σωστέ[λ]ος>· σωθῆναι ἄξιος <σῶστρα>· σωτήρια. μήνυτρα, λύτρα. ὕμνος, ᾠδή <σωστεύματα>· τὰ τοῦ τροχοῦ ξύλα. καὶ ὁ ἐπὶ τούτοις σίδηρος <ἐπί- σω[ς]τρον> <σῶται>· ὁρμᾶται, ἔρχεται, πορεύεται *<σωτεύματα>· σωτρεύματα <Σώτειρα>· ἡ Ἀθηνᾶ παρὰ τοῖς Ἕλλησιν. κατὰ Γαληνὸν ἀντίδοτός τις <σωτέος>· σωθῆναι ἄξιος <Σωτήρ>· ὁ τοῦ ἁλὸς χόνδρος. καὶ ὁ Ζεύς. [καὶ] ὁ ἐλευθέριος, ἢ λυ- τρωτής <σωτηριακόν>· τὸ εἰς ἐκφορὰν νεκροῦ διδόμενον <σωτήριος>· ὁ οὔριος ἄνεμος <σωτηρίου>· ἐξιλασμοῦ <Σωτῆρος Διός>· οὕτω τὸν τρίτον κρατῆρα καλούμενον [<σωφράτορες>· σωφρονέστεροι] <σωφρονιστῆρες>· τῶν ὀδόντων τινὰς οὕτω λέγουσιν *<σώφρων>· φρόνιμος. καθαρός, ἁγνός *<σωφρονίζεται>· σεμνύνεται <σωφρονιστής>· νουθετητής <σωφροσύνη>· σοφία, ἐπιστήμη <σώχ(ε)ιν>· τρίβειν <σωχίς>· εἶδος ἀμπέλου <σωχομένους>· τριβομένους <Σωχός>· ὁ τῶν Κουρήτων πατήρ <σώωντες>· κρύπτοντες <Τά>· ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς· ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν <τὰ ἅ>· [ἅτινα, ἢ τοιαῦτα] [<τὰ ἀδάνοντα>· τὰ ἀρέσκοντα] <τὰ αἰσχίω>· τὰ χείρω <τὰ ἀμείνω>· τὰ κρείττονα [<τὰ ἀντααῖον>· βαρύ] <τὰ ἀπὸ τρίποδος>· παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ *<τὰ βάθη>· τὰ ἀχώρητα, τὰ ἀκατάληπτα *<Ταβεήλ>· ἀγαθοῦ Θεοῦ <ταβάλα>· ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφε- ρές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος [<ταβερνία>· καπή<λ>] <ταβέρνων>· πανδοχείων] <ταγαῖος>· ὁ ἐξ ἐπιταγῆς τι ποιῶν <ταγαῖς>· ἀρχαῖς, ἡγεμονίαις <τάγανα>· ταῦτα. Κρῆτες <ταγατίζων>· κιχλίζων <ταγή>· βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων <ταγηνία(ι)>· πεμμάτια (ἀπὸ) τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον τηγάνῳ, ᾧ προσβάλλεται μέλι, (ση)σάμη, τυρός <τάγηνον>· τήγανον <τάγιλος>· φειδωλός <τάγιος>· κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος <ταγοί>· προστάται, ἄρχοντες, ἡγεμόνες <ταγύρια>· τὰ ἐλάχιστα, τὰ τυχόντα <ταγόναγα>· Μακεδονική τις ἀρχή <τὰ δ' ἄποινα>· τὰ δὲ λύτρα <τὰ δέ>· ταῦτα <τὰ δ' ἐρῆμα φοβεῖται>· τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποι- μένος φυγῇ <τὰ διαβούλ(ι)α>· τοὺς διαλογισμούς <ταθείς>· ἁπλωθείς *<τατθίον>· μασθός, τιτθίον <ταὶ δὲ χθόνα>· ....... <ταῖν>· ταῖς [<ταῖη>· διοικητής, προστάτης] <ταιναρίας>· παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς <ταῖν θεαῖν>· ταῖς θεαῖς <ταινία(ι)>· στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι, ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί <ταινιοῦντες>· κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες <τὰ κέρατα>· τὰ ἄκρα <τακερόν>· τηκτόν. οἰκτρόν <τακτικοῖς>· στρατιωτικοῖς, πολεμικοῖς <τακτόν>· ὁμοίως <τἀκ το(ῦ) νίτ(ρ)ου>· τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ τὸ νίτρον πωλεῖσθαι <τακῶνες>· τροχίσκοι στέατος κεκομμένου μεθ' ἁλῶν, καὶ ξηρῶν [καὶ] ἀρτυμάτων <τάλα>· μέγα <ταλαεργοί>· οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπα- θεῖς <ταλαεργόν>· τὰ αὐτά <ταλαίνης>· ἀθλίας, ταλαιπώρου <ταλαιπωρία>· μοχθηρία <ταλαίπωρος>· ἐπίπονος, τλητικός <ταλακάρδιος>· τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν <ταλαίφρων>· καρτερικός <ταλανίζει>· θρηνεῖ <τάλαντα>· ζυγά, σταθμοί <τάλαντον>· λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον <ταλανταίων>· μεδίμνων, καὶ σταθμίων <ταλάντατα>· ἀτυχέστατα <ταλαντεύει>· σταθμίζει, ζυγοστατεῖ <ταλαντιαῖον>· βαρύ <Ταλάντιον>· τόπος. Ἀρτεμίδωρος <τάλαντον>· σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε, ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο <τάλαντος>· ταλαιπώρου <ταλαντώσει>· σταθμήσει, στήσει <ταλαόν>· ὑποστατικόν. ἰσχυρόν, βίαιον <ταλαπείριος>· τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμέ- νος. οἱ δὲ ἀφιγμένος <ταλαρίς>· ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους *<ταλαπενθέα>· ὑπομένοντα τὰ πένθη <τάλαροι>· κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται· πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν <τάλας>· ἄθλιος, ταλαίπωρος <ταλάσια>· τὰ ἔρια [<ταλασείῃ>· ὑπομείνῃ] <ταλασία>· ἐριουργία, ἐργασία <ταλασιουργία>· τῶν ἐρίων τὰ ἔργα <ταλασιουργός>· ἐριουργός. [καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη, ἢ ἔρια <ταλασίφρων>· ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητι- κός, ἰσχυρόφρων *<ταλάσεις>· ὑπομε[ί]νεῖς, τολμήσεις <ταλάς(ς)αι>· ὑπομεῖναι. καὶ τὰ ὅμοια <ταλαύῤινον>· ὑπομονητικόν, τολμηρόν, <πολεμιστήν> <ταλάφρονα>· τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα <ταλαώρεα>· τοξεύματα <Ταλαιός>· ὁ Ζεὺς ἐν Κρήτῃ <ταλαιδίτης>· ἀγὼν γυμνικός <ταλικής>· ἀναιδής <ταλίκην>· τηλικα(ύ)την [<ταλίκην[ος]>· τηλικαύτην] <τάλιξ>· ὁ ἔρως <ταλίων>· ἀθλίων <τᾶλις>· ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα γαμετήν, οἱ δὲ νύμφην <Ταλύβιος>· ἱερεύς <ταλῶς>· ὁ ἥλιος <τἀμά>· τὰ ἐμά <ταμᾶς>· γαμβρός <τάμε>· ἔταμεν <ταμέει>· τέμνει <ταμεῖν>· τεμεῖν <ταμέσθαι>· ἀπομερίσαι. ἐπιτ[ι]μῆσαι *<ταμεῖα>· ἀπόκρυφα οἰκήματα <ταμεσίχροα>· τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα <τὰ μέταζε>· μετὰ ταῦτα. Δωριεῖς <ταμετάτι>· τηνικάδε <ταμίαι>· οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστά- ται καὶ φύλακες, ταμιοῦχοι <ταμίαν>· ζημίαν <ταμιείας>· φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοι- κητής <ταμιεῖον>· κοιτῶνα <ταμιεύεται>· διοικεῖται. ἀποκρύβει <ταμίη>· ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ Ἀθήνησιν <ταμίην>· δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν *<ταμεῖον>· θάλαμος *<ταμειοῦχος>· οἰκονόμος <Ταμιράδαι>· ἱερεῖς τινες ἐν Κύπρῳ <τάμισος>· ἡ πυτία <τάμνειν>· διατέμνειν <τάμνεν>· ἐνέκοψεν <τάμνοντες>· διατέμνοντες. ποιοῦντες· τάμνον τ' ἀμφὶ περιήλαυνον <τάμοις>· τέμοις. ποιήσαις [<τάμονες>· διακόπτοντες] <ταμόντες>· ποιήσαντες. συνθέμενοι <τάμωμεν>· ποιήσωμεν <τάν>· σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων <τανάγρα>· ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα <Ταναγρίδαι>· οἱ Ταναγρεῖς <Ταναγραίων φυήν>· Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς <ταναηκέα>· δι' ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα <ταναηκέϊ>· τὰ αὐτά <ταναηκέος>· μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος <ταναηκές>· εὔμηκες [<ταναηκότες χαλκῷ>· τῷ ἐκτεταμένῳ σιδήρῳ] <ταναῆς>· ἐκτεταμένης [<τανακιδές>· ὀξύ. μακρόν. δι' ὅλου ἠκονημένον] <ταναοῖο>· ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου <τανα(όν)>· ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν [<τάνας>· παρηκούσας, ἀπὸ τοῦ εἰς μῆκος τετανύσθαι] <ταναύποδα>· ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν <τἄνδον>· τὰ ἔνδον <τανέη>· ἀποτεταμένῃ <τανεηκῆ>· ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν <τανηλ(εγ)έος>· παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου· τανηλεγέος θανάτοιο <τανθαλύζει>· τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει <τἀνθάριον>· ἐρύθημα [<τανίφυλλος>· μακρόφυλλος] <τανίσφυρος>· ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος <τανθαρυστός>· ὁ τρόμου παρασκευαστικός [<τανοϋφῆ>· λεπτοϋφῆ] <τανταλάσσεται>· δάκρυα. στάζει δάκρυα <τανύγλωσσοι>· μακρόφωνοι. ἢ τεταμένην ἔχους(α)ι τὴν γλῶτταν <τανταλίζεται>· σαλεύεται <τανυγλώχινες>· τεταμένας τὰς γωνίας ἔχοντες <τανύει>· ἐκτείνει, ἕλκει, τείνει <τανυηκές>· τὴν ἀκὴν ἔχον παρατεταμένην <τανυηκέας>· ἐκτεταμένους <ὄζους> <τανύοντο>· ἐξετείνοντο. ἔτρεχον· τανύοντο δὲ μώνυχες ἵπποι ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν· εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο <τανύπεπλος>· μακρόπεπλος <τανύποδας Ἐριν[ν]ῦς>· ταχύποδας, ἐν τάχει τιμωρουμένας <τανύπτερος>· μακρόπτερος, τεταμένα ἔχων πτερά <τανυπρώρους>· τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτε- τάσθαι <τανυς(ς)άμενος>· ἐκταθείς <τάνυσσα>· ἐνέτεινα <τάνυσσαν>· ἐνέτεινον <τανύς(ς)ας>· ἁπλώσας. ἐκτείνας. κρεμάσας <τανύτριχα>· δασύτριχα. λεπτότριχα <τὰ νῶτα>· τὰ ὀπίσθια <ταξάμενοι>· ὁρίσαντες <τάξις>· ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ εἱρμός <τάξος>· δένδρον. τι ὀρεινόν <τάξω>· συντάξω. θήσω <ταπεινόν>· χθαμαλόν <τάπ(ι)δες>· τάπητες *<τὰ ὅπλα τοῦ φωτός>· τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας <τάπις>· προσκεφάλαιον *<τάπερ>· ἅτινα *<τάπησι>· ποικίλοις στρώμασιν <τὰ πρόσω>· τὰ ἔμπροσθεν <τὰ πρῶτα>· ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς <τάρ>· σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως <τά ῥα>· ἅτινα δή *<ταρβήσαντες>· φοβηθέντες, εὐλαβηθέντες [<Ταρακίναι>· ἔθνος. ἢ πόλις] <τάρανδος>· ζῶον ἐλάφ[ου]ῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας χρῶνται Σκύθαι <Ταραντῖναι>· αἵματι <βαφαί>, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ. καὶ ἐξ αὐτῶν τραχήλια <Ταραντῖνοι>· ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος <Ταραντῖνον>· ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς μέρους <Ταράξιππος>· οὕτως ὑπ' ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ <τά ῥά οἱ>· ἃ δὴ αὐτῷ <τ' ἄρα τἄλλα>· καὶ τὰ ἄλλα δέ <Τάρας>· πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λα- κώνων ἄποικος *<ταρβεῖ>· φοβεῖται *<τάρβει>· φοβοῦ *<τάρβησαν>· ηὐλαβήθησαν <ταρβαρέον>· δεινόν, φοβερόν <τάρβος>· φόβος <ταργαίνειν>· ταράσσειν <ταργάναι>· πλοκαί, συνδέσεις, πέδαι <τάργανον>· ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα. καὶ πόα, ἣ καὶ σκορπίουρος· [<ταρήφη>· κόφινος μέγας. οἱ δὲ νεκροφορικὸν ἀγγεῖον] <ταριχεύουσαι>· τήκουσαι <ταριχευτόν>· τηκτόν. ξηρόν <ταρκούει>· ἀκούει <ταρμύξασθαι>· φοβηθῆναι <ταρνόν>· κολοβόν, κολοβόουρον <Τάρνη>· πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστο- τέλους τοῦ φιλοσόφου γνώριμος <τάρπη>· συρακούσιοισύηνος. τινὲς σορόν *<ταρόν>· ταχύ <τάρπημεν>· ἐκορέσθημεν <ταρπήμενα(ι)>· τερφθῆνα(ι), [τερπνά] <τάρπησαν>· τέρψιν ἔλαβον <τάῤῥοθοι>· παρορμῆται. βοηθοί <τάῤῥοθος>· βοηθός, ἀρ[ρ]ωγός <ταῤῥοί>· τὰ ἀγγεῖα τῶν τυρῶν <ταῤῥός>· κώπη. καὶ πλέγμα καλάμινον, ἐφ' οὗ τοὺς τυροὺς ξηραίνου- σιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν <ταρσῆται>· ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται <ταρσιήν>· τὴν τρασιάν <ταρσίοις>· πτεροῖς ἄκροις <Ταρσοί>· πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον <ταρσοὺς καλάμων>· πλέγματα καλάμων <τάρταρος>· ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος <ταρτημόριον>· τὸ τριτημόριον, ἢ τὸ δίχαλκον <Ταρτης(ς)ίαις>· γαλαῖς <Ταρτης(ς)ός>· πόλις περὶ τὰς Ἡρακλε(ί)ους στήλας <ταρφέα[ς]>· συνεχῆ. ξηρά. ὀξέα. τραχέα <ταρφέσι>· πυκνοῖς [<ταρφεῖς>· θεωροί. θαυμαστοί] <Τάρφη>· πόλις Λοκρίδος. οἱ δὲ (ς)ποδός, τέφρα. ἢ βλαστ(ός) <ταρφήεντα>· [ἐντάφια] τεφρώδη [<ταρφῆες>· κτερισταί. ἀγχιστεῖς] *<ταρφ(ε)ιαί>· πυκναί, συνεχεῖς [<ταρφήϊα>· ἐντάφια] <τάρφθεν>· ἐτέρφθησαν <ταρφθήμεναι>· τερφθῆναι <ταρφὺς στάχυς>· <τάρχη>· τάραξις <ταρχάνιον>· ἐντάφιον <τέρχανον>· πένθος, κῆδος <ταρχύειν>· θάπτειν, ἐνταφιάζειν <ταρχῦσαι>· θάψαι, ἐνταφιάσαι <ταρχύσωσι>· τὰ αὐτά <τάσις>· ὤθησις. σεισμός <τᾶς οὐ τλατᾶς>· τῆς οὐχ ὑπομονητικῆς <τᾶς οὐ φερτᾶς>· τῆς οὐ φορητῆς <τὰς σφετέρας>· τὰς αὐτῶν <τὰ στέγη>· τὰς στέγας. τὰς κέλλας <τὰ στίγματα>· τὰ παθήματα, τὰ ἕλκη <τὰς ὠτειλάς>· τὰ τραύματα <τά τ' ἐόντα>· τὰ νῦν ὄντα <τᾶτες>· κατ' ἔτος <τά τ' ἐς(ς)όμενα>· τά τε μέλλοντα <τατύρας>· ὁ φασιανὸς ὄρνις <τατωμένα>· στερομένη <ταϋγέταις· πύλαις> ταῖς μεγάλαις <ταυληρόντα>· ἱμάντα. Ἡρακλέων <ταυρείην>· ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν <Ταύρειον πῶμα>· Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ (περὶ) Τροι- ζῆνα, παρ' ᾧ καὶ κρήνη Ὑόεσσα <Ταυρία>· ἑορτή τις ἀγομένη Ποσειδῶνος <ταυρίνδα>· κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις <ταῦροι>· οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες <ταυροπόλια>· ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι <Ταυροπόλαι>· ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ <Ταῦρος>· Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγο- ρεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ τὸ γυναικεῖον <ταυροφάγος>· ὁ Διόνυσος <ταυρόφθογγοι>· παραπλήσια βουσὶ φθεγγόμενοι <ταυροχόλια>· ἑορτὴ ἐν Κ[ο]υζίκῳ <Ταυρώ>· ἡ ἐν Ταύροις Ἄρτεμις <ταύρωσον>· ταῦρον ποίησον <ταΰς>· μέγας, πολύς <ταΰσας>· μεγαλύνας, πλεονάσας <ταύσιμον>· μάταιον <ταυτά>· τὰ ἴσα. τὰ ὅμοια <ταύτασος>· ὄρνις ποιός <ταυτέας>· αὐλὰς μεγάλας <ταύτῃ>· οὕτως, τούτῳ τῷ τρόπῳ <ταυτί>· ταῦτα. ἢ τοῦτο [<ταυτί>· ταῦτα. τοῦτο] [ὁμοιότης <ταύτῃ τοι>· οὕτω δή <ταυτό>· ταυτόν, τὸ αὐτό <ταυτοέπειαι>· ταυτολογίαι <ταυτοεπεῖν>· τὸ αὐτὸ λέγειν <ταυτότητος>· ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας <ταφεῖς>· θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι <ταφεύς>· θεωρός. καὶ τὰ ὅμοια <ταφῆες>· κτερισταί. ἀγχιστεῖς <ταφήϊα>· ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια <Τάφιοι>· οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοι- κοῦντες <τάφος>· τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχο[υ]μένων τιμῇ. ἢ τύμβος. ἢ σημεῖον <τάφρος>· ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν πολεμίων <ταφρεῦσαι>· διορύξαι <ταφ[ρ]ών>· ἐκπλαγείς, θαμβηθείς <τάχα>· ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ <ταχεῖα> ὁμοίως <ταχινοί>· γοργοί <ταχή>· βόη <ταχίνης>· λαγωός. ἔλαφος <τάχιστα>· [γοργόν. ταχύ. λεπτόν] <ταχυβάμονας ὅρκους>· ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες <ταχυναυτεῖ>· ταχέως πλέει <ταχύπωλοι>· ταχυπόροι, ταχύοδοι <ταχυπώλων>· ταχεῖς ἵππους (ἐχόντων) <ταχυτῆτος>· τάχους. λέγει δὲ τοῦ δρόμου <τάων>· τούτων <τάων μοι>· τούτων μοι <τάως>· τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον <τεά>· τὰ σά <τεαῖς>· ταῖς σαῖς <τεάν>· σήν <τέγγει>· βρέχει, ὑγραίνει. στάζει <τέγγεις>· πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις <τέγγεσθαι>· εἴκειν. ἐνδιδόναι <τέγγοις>· βρέχοις. πληροῖς <τεγγύρος>· ὄρνεον ποιόν <τέγε(α)>· κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας (*)<τέγεοι>· ὑπερῷοι οἶκοι <τεγείδιον>· κοσμάριον ποιὸν γυναικεῖον <τέγεος>· τέγους, ἤγουν στέγης <τέγη>· στέγη. οἴκημα <Τεγησσός>· ἀκρωτήριον Κύπρου <τεγκτούς>· χριστούς [<τέγξω>· κατασκευάσω] <τέγος>· στέγη. δῶμα. ὑπερῷον <τεγοῦν>· Λυδοὶ τὴν λῃστήν [<τέειν>· σοί. Δωριεῖς] <τεήν>· σήν <τεῆς>· τῆς σῆς *<τεθαλυῖαν>· θάλλουσαν, ἀκμάζουσαν <τεθαγμένοι>· μεμεθυσμένοι <τέθαξαι>· (με)μέθυσαι <τεθαῤῥήκαμεν>· ἐθαῤῥήκαμεν [<τέθ[ε]ιγεν>· ἥψατο <τεθελῶτα>· θάλλοντα] <τεθηγμένον>· ἠκονημένον [<τέθηδεν>· ἐθαύμασεν. ἀνεφύη] <τεθήλαμεν>· ἀνεφύημεν <τέθηλε>· θάλλει, ἀνθεῖ <τεθηλότα>· ὁμοίως <τέθηπεν>· ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη <τεθηπός>· πεφοβημένον. σεσηρός <τεθήσεται>· Ἡρακλέων. δανεισθήσεται <τεθήσατο>· ἐθηλάσατο <τέθμια>· νόμους <τέθμια>· νόμιμα <τεθμός>· νόμος [<τεθνία>· γαστριμαργία πολλή] <τεθολωμένον>· μεμυρισμένον <τεθολώς>· ἀνάπλεως. Ἀμερίας <τεθο(ω)μένον>· ὠξυμμένον. καὶ <ἐθόωσα> ὤξυνα <τεθράνευμαι>· συγκέκλασμαι. ἀπὸ τῶν θράνων <τέθραπται>· πέπηγεν *<τεθορεῖν>· διαπηδῆσαι <τεθρᾶσθαι>· ὠχεῦσθαι <τεθραυσμένος>· πεπληγμένος [<τεθρηδών>· πρωρεύς] <τεθριπποβάμονι στόλῳ>· τῇ ὁρμῇ τοῦ ἅρματος <τέθριππον>· τετράϊππον <ἅρμα> <τεθυλλιαμένον>· τεταραγμένον, ἀπὸ τῆς θυέλλης <τεθυ(μ)μένον>· τὸ κεκαυμένον ὑπὸ πυρός *<τεθυκώς>· εὐχαριστήσας <τεθυωμένον>· ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες <τεθωγμένοι>· τεθυμωμένοι <τέθωκται>· τεθύμωται <τεθωγμένοι>· μεμεθυσμένοι [<τειαλεσθήν>· τὴν ἅμαξαν] <Τειγησός>· ἀκρωτήριον Κύπρου <τεῖδε>· ἐνθάδε <τεῖν>· ζητεῖν. ἄλλοι δὲ σοί <τ[ε]ίνειν>· ἀποδιδόναι <τεῖον>· ποῖον. Κρῆτες <τείρεα>· ἄστρα <τείρει>· καταπονεῖ <τείρεο>· κατεπονεῖτο <τείρεσθαι>· καταπονεῖσθαι <τειρόμενον>· καταπονούμενον. τιμωρούμενον <τείρων>· λυπῶν. τιμωρῶν. καταπονῶν <τείχεα>· τέκνα <τειχ[ε]ιόεσσαν>· καλὰ τείχη ἔχουσαν <τειχεσβλῆτα>· τείχη καταβαλών <τειχεσιπλῆτα>· προσπελάζων τείχεσι <τειχίον>· Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος <τεῖχος> μὲν τὸ τῆς πόλεως, <τειχίον> δὲ τὸ τῆς οἰκίας <τειχομαχεῖ>· πολιορκεῖ <τεῖχος Ἄρειον>· ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ τὸ ἀσφαλές <Τειχοφύλαξ>· ἥρως τις ἐν Μυρίνῃ <τέκεν>· ἔτεκεν, ἐγέννησεν <τεκέεσσι>· [τέκνοις ἰδίοις <τέκεσι]ν ἑοῖσι>· τέκνοις ἰδίοις <τέκμαρ>· πέρας, τέλος <τεκμαίρεο>· σημείωσαι <τεκμαίρεσθαι>· σκέπτεσθαι. φράζεσθαι <τεκμαίρομαι>· ἀποτελέσω. σημειώσομαι <τεκμαίρεται>· ἐπὶ τέλο[υ]ς ἄγει. στοχάζεται. περαίνει <τεκμήρατο>· συνεπεράνατο <τεκμήριον>· σημεῖον ἀληθές [<τεκμήρων>· ἢ] τεκμηρίων. σημείων <τέκμωρ>· τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς <ωρ> λήγοντα ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ <τεκνοῦσα>· τέκνον ἔμβρυον ἔχουσα <τεκνώσει>· εὔτεκνον ποιεῖ <τεκταινόμενος>· κατασκευάζων <τεκτήνατο>· κατεσκεύασεν, ἐμηχανήσατο <τεκτονουργός>· ἀρχιτέκτων <τέκτων>· πᾶς τεχνίτης. εἶδος φαλαγγ[ε]ίου <τέλα>· σπεῦδε [<τέλαθι>· ὑπόμεινον] <τελαμών>· λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ δεσμός, ἢ φασκία <Τελαμῶνα ᾄδειν>· ἀρχὴ σκολίου <Τελαμώνιοι κόνδυλοι>· οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι, χαλεποί <τελάσσαι>· τολμῆσαι, τλῆναι <τέλγη>· ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ <γέλγη> <τελδαίνειν>· κομιδῆς ἀξίου <τελέθει>· γίνεται. ἔστι. τελεῖται <τελέθοιεν>· ὑπάρχοιεν. θάλλοιεν <Τελεία>· [καὶ τέλη. τὰ ἀναλώματα. καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ. καὶ τὸ συντέμνειν. τάγμα. τάξις.] ἡ Ἥρα <τέλεια ἱερά>· τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα <τέλειοι>· οἱ γεγαμηκότες <Τέλειος>· τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος <τέλειος ἡμέρα>· ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον <τελειότατον>· ἐντελέστατον <τελειότατον πετεηνῶν>· ἐπιτελεστικώτατον <τελείων>· ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν <τελενικίσαι>· ἀντὶ τοῦ [μὴ] κενὸν ποιῆσαι *<τελειώσεις>· ἁγιάσεις <τέλεον>· τὸ τέλος, καὶ πέρας *<τελεστινόν>· τὸ ξηρὸν σῦκον <τελεσιά(ς)>· ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου *<τελέσαι>· δοῦναι <τελεσί[γ]ερον παιᾶνα>· τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελου- μένων ἱερῶν [<τελέσιος ἡμέρα>· ἡ ἐσχάτη] <τελεσιουργία>· τὸ τέλειον πᾶν ἔργον <τελεσιουργεῖσθαι>· τελειοῦσθαι ἐν ἔργῳ <τελεσιφάστας>· τελεσιουργός <τελεσθία>· θυσία τις ἐν Λίνδῳ <τελεσφορεῖ>· εἰς τέλος ἄγει <τελεσφόρος>· ὁ τελεσφορῶν καθ' ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους αὐτοὺς φέρων <τελεσφόρος οἶκος>· τοῦ γεγαμηκότος καὶ τεκνώσαντος <τελέσωμεν>· πράξωμεν <τελεταί>· ἑορταί. θυσίαι. μυστήρια <τελεύτατον>· ἄκρον, ἔσχατον <τελευτῆσαι>· τελέσαι <τελέω>· δῶ, παράσχω <τεληέσσας ἑκατόμβας>· τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις <τέλθει>· ἐν ᾠδῇ τέρπει <τέλθεια>· ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι <τέλθος>· χρέος *<τελισκόμενος>· πληρούμενος, τελειούμενος <τελλίην>· ὁ δεῖνα. Ταραντῖνοι <τέλλεται>· ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται <τελλίς>· ὅλον. τάξις. μέρος *<τελμῖν ..>· ὁ ἐκ τῶν τελμάτων πηλός <τέλλον>· ἐποίουν. ἔμελλον <τέλμα>· τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς <τελμῖνος>· μολύσματος πηλώδους *<τέλματα>· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος *<τελμάτων>· πηλῶν <τελμίς>· ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός <Τελμισεῖς>· ἔθνος περὶ Λυκίαν <τέλος>· τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις <τελοῦντα>· τεταγμένον <τέλσας>· στροφάς. τέλη, πέρα(τα) <τέλσον>· πέρας. καὶ τὰ ὅμοια <Τελχῖνες>· βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ τὸ θέλγειν <τελχιτένοντες>· σκληροτραχηλοῦντες <τελῶμεν>· ποιῶμεν [<τέλωρ>· πελώριον. μακρόν, μέγα <τελώριος>· μέγας. πελώριος <τέλβεσθαι>· μεμψιμοιρεῖν. ἐπικαλεῖν <τέλβει>· ῥήγνυται. ὀδυνᾶται. σχίζει. ἢ πείθει] <τεμένη>· ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία <τέμενος>· πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βω- μός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ <τεμενωρόν>· τεμένους φύλακα <τέμμαι>· τ[ε]ίνει <τέμματα>· στεφανώματα <τέμνηξ>· πόῤῥω <τέμμειν>· πείθειν. τιμᾶν. [τείθεσθαι]. ἡγεῖσθαι <τέμνοντα>· ἀμέλγοντα <τέμπη>· τὰ σύνδε(ν)δρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν <τέμπλα>· τέμπλῳ ἐπίσημα <τεμποῦροι>· ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας <τενάγη>· κάθυδροι τόποι. ἢ ποτάμ(ι)ος πηλός <τεναγώδεσι>· τόποι(ς), ἔνθα ὀλίγον ὕδωρ *<Τέναγος>· νῆσος Τροίας [<τέναι>· ζῶναι] *<τένεα>· κόρυζα <τέναρος>· κακοῦργος. συκοφάντης <τένδει>· ἐσθίει, ἢ λιχνεύει. <Τένθαι> γὰρ οἱ λίχνοι <Τενέδιον βέλος>· ἀντὶ τοῦ Τενέδ(ι)ος πέλεκυς, παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀποτόμως τι πραττόντων "<ἔτι ἄρα τὸ πρᾶγμα Τενε- δίῳ πελέκει συνέκοψαν>" <Τενέδιος ξυνήγορος>· ὁ ἀπότομος καὶ σκληρός <Τένεδος>· πόλις Τρωϊκή, ἢ νῆσος <τενεκοῦντι>· ἐνοικοῦντι. Αἰολεῖς <τένθαι>· λωποδύται. μοιχοί <τενθρηδών>· ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί. ἔνιοι ἀγρίαν μέλισσαν <τενθρήνιον>· κηρίον <τενθρηνιῶδες>· πολύ[καὶ]κενον (ὡς) κηρίον καὶ ἀραιόν <τενθίνοι>· λίθοι πλατεῖς [<τενίαι>· ζῶναι. στέφανοι. ἢ δεσμοί, διαδήματα] <τέννει>· στένει. βρύχεται <τέννος>· στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος <τένοντες>· τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ ἡ συνάφεια τῶν νευριῶν <τενο(ν)τώσεις>· νωτοκοπ(ής)εις. ἀποκτενεῖς <τένων>· τὸ ἐν τῷ τραχήλῳ νεῦρον <τέο>· τίνος τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων *<τεοῖο>· σοῦ *<τεόν>· σόν *<τεοί>· σοί <τέορ>· σοῦ. Κρῆτες *<τεὸς φθόγγος>· ἡ σὴ φωνή *<τεούς>· σούς <τεπτά>· ἑπτά <τέρα>· τέρεα. σημεῖα <τεράεσσι>· σημείοις <τερᾴζει>· τερατεύει <τέραμνοι>· στέγανοι. σκιαί. σκηνώματα <τέραμνος>· κυψέλη <τερασκόποι>· ὀνειροκρίται <τεράστ[ε]ια>· θαύματα, σημεῖα <τεράστ[ε]ιοι θεοί>· ἐπὶ σημείων τεταγμένοι <τερατεύεται>· δολιεύεται <τερατευόμενον>· δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν *<τερατεῖαι>· ψευδολογίαι *<τερετίσματα [ἢ τερετίματα]>· ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μω- ρολογίαι ἠχημέναι <τερατοσκόπος>· μάντις, σημειωτικός <τερατουργεῖ>· παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται <τέρειν>· ἁπαλόν <τέρεμνα>· οἰκήματα [<τέρεμνος>· ἰσχυρός. ἢ <στέρεμνος>] <τέρενα χρόα>· ἁπαλὸν χρῶτα <τέρενα>· ἁπαλά, τρυφερά <τέρετρα>· τρύπανα <τέρεσσεν>· ἔτρωσεν. ἐτόρνωσε <τερετίζοντα>· λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος <τερετίσματα>· ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ τῶν τεττίγων ᾄσματα <τερηδών>· σκώληξ οἰκῶν ἐν ξύλῳ <τέρθεται>· ξηραίνεται. καίεται <τερθρεία>· λογομαχία. ἀπάτη. φλυαρία. φληναφία <τερθρεύειν>· τηρεῖν. σκοπεῖν. λιπαρεῖν <τερθρεύμασι>· φλυαρίαις <τερθρεύονται>· ἀπατῶνται <τέρθρ(ι)οι>, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς τὸ ἅρμενον ἕλκουσι <τέρθρον>· ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν <τερθρωτήρ>· ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ <τερίκαρπον>· μεγαλόκαρπον <τερίμη>· τάφρος <τερίνη>· τετριμμένη. οἱ δὲ τερπωλή <τερῖνος>· τηρῶν διάνοιαν, λυπῶν <τέρμα>· σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον <τερματίζει>· τελειοῖ, ὁρίζει <τερμάτων>· τελευταίων <Τερμέρ(ε)ια κακά>· τὰ μεγάλα <τέρμιοι>· ὕστατοι <τέρμινθος>· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ') Ἀθη- ναίοι(ς) [παρ]ὁρμιάς (*)<τερμιόεντα>· ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερμα- τιζόμενον *<τερμιόεσσα>· ἐς πόδας ἀποτερματιζομένη <τερμιόεν>· ἁρμοστόν. τέλειον <τέρμιον>· ἔσχατον. ἁρμόζον, πρέπον <τέρμις>· πούς <τέρμονα>· φραγμόν. τέλος <τέρμονες>· τέλη. φραγμοί, ὅρια, τέρματα <τέρνακα>· τῆς κάκτου τοῦ φυτοῦ καυλός <Τερπιάδης>· Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς <τέρπεται>· ἥδεται <τερπικέραυνος>· ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς <τερπνά>· ἡδέα <τερπωλή>· τέρψις <τερπωλῆς>· τέρψεως <τερπώμεθα>· τρεπώμεθα <τεῤῥατόν>· ἔσχατον. ἡδύ, τερπνόν <τεῤῥητόν>· τριήρης *<τέρσεται>· ξηραίνεται ὑπὸ ἡλίου <τερσαίνειν>· ξηραίνειν <τέρσει>· [τέργει]. ξηραίνει, [καίεται. οἱ δὲ πήγνυται <τέρτα>· ἡ τρίτη <τέρυ>· ἀσθενές, λεπτόν <τέρυας ἵππους>· οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθε- νεῖς <τερύνης>· τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων <τερύσκεται>· νοσεῖ. φθίνει <τερύσκετο>· ἐτείρετο <τέρφη>· λέπυρα <τέρχνεα>· φυτὰ νέα. ἢ ἐντάφια <τερψιμβρότου>· τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος <τέρψις>· τερπνότης <τέρψομαι>· τερφθῶ <τεσσίχον>· τὸ μικρόν <τε στήλῃ τε τύμβῳ>· στήλῃ ἐν τῷ τάφῳ <τέτα>· λίαν, κάρτα <τεταγών>· διατείνας. τινάξας [<τετακώς>· τετολμηκώς] <τεταμένον>· ἡπλωμένον <τέτανος>· κονία. χρίσμα. ἄσβεστος <τετάνυ(ς)το>· ἐκτέτατο. ἐπέκειτο <τεταργανωμέναι>· ἐμπεπλεγμέναι [<τετάργιστο>· ἐκορέσθη, ἐπλήσθη] <τετάργη>· φασγάνων εἴδη <τεταρπέσθαι>· ἐμπλησθῆναι. τερφθῆναι <τετάρπετο>· ἐτρέπετο <τε(τα)ρπώμεθα>· ἐμπλησθῶμεν <τεταρτημόριον>· οἱ δύο χαλκοῖ <τετάρτῳ>· μέτρῳ τῶν ὑγρῶν <τέταρτον ἥμισυ>· τὸ τέταρτον ἡμιστάτηρον <τέταται>· τείνει <τέταχας>· ἐτύπωσας. ἔταξας. [ἐτύπασας] <(τε)τεὴν κεφαλήν>· τὴν σήν <τετέλεσται>· γεγένηται. οἱ δὲ γεγάμηκεν *<Τερέβινθος>· πόλις Ἰακώβ <τετελεσμένον>· τὸ οἷόν (τε) πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι. [ἢ καὶ μεμιασμένον] <τετελεσμένος>· τελισκόμενος. ἀνδρόγυνος <τέτευ[γ]κται>· κατεσκεύασται <τετεύξεται>· κατασκευασθήσεται. γενήσεται <τετευχῆσθαι>· καθωπλίσθαι [<τετηότι>· λυπουμένῳ. ὀργιζομένῳ] <τέτηφεν>· ἐκπέπληκται, ἐκπλήττεται *<τετιημέναι>· τετιμωρημέναι <τετιη[κ]ότες>· ὁμοίως λελυπημένοι <τετιηότι>· λυπουμένῳ, τιμωρουμένῳ <τετιημένος>· τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος <τέτλα>· ὑπόμεινον, ἀνέχου <τέτλαθι>· ὑπόμεινον <τετληότι>· ὑπομεμενηκότι <τέτμῃς>· εὕρῃς, καταλάβῃς <τέτορεν>· ἔτρωσεν <τετόρῃ>· τρώσῃ <τετραβάμονος>· τετράποδος <τετραβαρήων πλίνθων καὶ τάγματα>· Ἀλκαῖος <τετράγκων>· ὄργανον πολεμικόν <τετράγυον>· τεσσάρων [ὀρ]γυῶν. <Γύης> δὲ μέτρον ἕκτον σταδίου. καὶ ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον μέτρον [<τετραδάμονος>· τετράποδος] <τετράδι μέν τ' οἴχου>· τετράδι μέν φασι γενέσθαι (Ἡρακλέα), καὶ πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων <τετραδισταί>· σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη <τετράδων>· ὄρνεόν τι. Ἀλκαῖος <τετράδυσιν>· ἀηδόνας <τετραέλικτον ἅλμαν>· ἤγουν τρικυμίαν <τετραελίκωπες>· τέσσαρας ὀφθαλμοὺς ἔχους(α)ι ναῦς <τετραέλιξ>· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι <τετραέτηρον, τετραετῆ καὶ τετράενον> <τετραθέλυμνον>· τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν [ὅ ἐστι] τεθει- μένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερ- μάτων συνεστός <τετραῖον>· ὀρνιθάριόν τι. Λάκωνες <τετρακίνη>· ἡ ἀγρία θρίδαξ *<τετράκωλος>· τετράπους <τετρακτύς>· Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων <τετράκωμος>· μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινί- κιον. ἐκαλεῖτο δὲ <τέσσαρες κῶμοι> <τετραμαίνει>· τρέμει, φοβεῖται <τετραμ(μ)έναι>· ἀπεστραμ(μ)έναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι <τετραντίας>· τετράγωνος. καὶ ἰσχυρός <τετρᾶντα>· τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς <τετράξων>· εἶδος χαλινοῦ <τετράοροι>· τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι <τετρά[ο]ρχαι>· οἱ βασιλεῖς <τέτραπται>· ἔστραπται <τετραστάτηρον>· τὴν τετράμνουν <τετραφάληρον>· τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι <τετράφυον>· τετραπάλαιστον *<τετράφθω>· ἀναχωρείτω <τετραχίζειν>· τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι *<τέτραχηλισμένα>· πεφανερωμένα <τετρᾶχμα>· τετράδραχμα <τετράψομαι>· εἰς ἐκεῖνο τραπήσομαι <τετράων>· ὄρνις ποιός <τέτρηνεν>· ἐτρύπησεν <τετρῆναι>· τρῆσαι <τετρήχει>· τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν *<τεῦ>· τίνος <τετρίγει>· ἔτριζεν <τέτριγε>· τρίζει. [τέτριγεν] <τετριγῶτας>· τρίζοντας <τετριγυῖα>· [τετρωμένη.] τρίζουσα <τετριμμένη>· πεπατημένη ὁδός <τέτρομος>· τρόμος <τετροπωμένους>· νενικημένους <τετρόφασιν>· ἀπενηνόχασι <τέτροφε>· πέπηγε. πέφυκε. [ἐ]μετεώρισται <τετρυκότεσσι>· κεκυπρωκόσι <τετρυμένον>· λεπτόν. καταπεπονημένον. διεφθαρμένον <τετρυ[ο]μένος>· τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς <τετρῦσθαι>· καταδεδαπανῆσθαι. καταπεπονῆσθαι <τετρυφάλεια>· περικεφαλαία <τετρυχωμένος>· καταπεπονημένος *<τέτραλον>· τετράϊππον <τετρωμένη>· πληγεῖσα <τετρωμένος>· πεπληγμένος <τέτρωρον>· τετράϊππον <ἅρμα> <τέττα>· νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις <τέτταρα ξύλα>· ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί <Τέττιγος ἕδρανον>· ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον ἔκτισεν <τεττιγοφόρας>· Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς τέτ(τιγ)ας <τέττιξ>· ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπη- ρέται ξένοι, οἱ δὲ ἐντόπιοι <μαίσωνες> <τετυγμένα>· σύνθετα, πεποιημένα. πεφροντισμένα <τετύκοντο>· ἡτοιμάζοντο <τέτυκται>· κατεσκεύασται <τετύλωται>· ἐμπέφρακται <τετυρευμένον>· συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος <τετύσκετο>· κατεσκευάζετο <τετύσκων>· ἐμφανίζων <τετύφωται>· ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη <τετυφῶσθαι>· μεμηνέναι <τετύχῃσι>· τύχῃ. παρατύχῃ [<τετώμενοι>· ὑστερούμενοι. ἐνδεῶς ἔχοντες <τευάζοντες>· πλανώμενοι] <τευθίδες>· σηπίαι. θρίς(ς)αι <τευθίς>· πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου <Τεῦκροι>· οἱ Τρῶες. καὶ οἱ ποιηταί <τεῦκρον>· ποιητήν <τευκτῆρος>· ποιητοῦ <τευκτοῖς>· κατασκευασθεῖσιν <τευκτόν>· χειροποιητόν, κατασκευαστόν <τευμᾶται>· τεχνάζει. τιμᾶται <Τεύμης>· ποταμὸς Θηβῶν <Τευμησία>· περὶ τῆς <Τευμησίας ἀλώπεκος> οἱ τὰ Θηβαϊκὰ γεγρα- φότες ἱκανὰ εἰρήκασιν <Τευμησσός>· ὄρος Βοιωτίας <τεῦξαι>· ποιῆσαι, κατασκευάσαι <τεῦξαν>· κατεσκεύασαν <τεῦξε>· κατεσκεύασε <τεῦξις>· κατασκευή, ποίησις <τευξομένη>· ποιήσουσα <τευξόμεθα>· τύχωμεν <τευτάζει>· σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει [<τευτέξεται>· τε[υ]χνάζει. τέμνεται] <τευτάζοντες>· πλανώμενοι <τευτασμός>· στραγγεία <τευτᾶτ(αι)>· τεχνᾶται <τεύχεα>· ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ (καὶ) τῆς νεώς, καὶ τὰ σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα· ἦλθε δὲ χαλκεὺς ὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης <τεῦχε>· κατεσκεύασε <τεύχει>· ποιεῖ <τεύχη>· ὅπλα <τευχησταί>· ὁπλῖται <τεῦχος>· βιβλίον. ὅπλον. ἄγγος, σκεῦος <τεύχοντες>· κατασκευάζοντες <τεῦχρος>· ἀδελφὸς νόθος <τεύχω>· κατασκευάζω <τεύχωνται>· σάττωνται. ὁπλίζωνται <τέφρα>· σποδός <τεφρόν>· σποδόν, φαιόν, πολιόν *<τέφρα>· σποδός, κόνις *<τέφρη> καὶ <τεφρόν>· ὁμοίως <τεφρώσας>· σποδώσας <τεχνάζω>· τεχνάζομαι <τέχνη>· ἐπιστήμη. ἢ δόλος. καὶ <ἀτέχνως>· ἀδόλως <τεχνήματα>· κατασκευάσματα *<τεχνήσομαι>· ἐπινοήσω. τεχνάσομαι <τέχνης γὰρ οὐχ ἥμαρτες>· ........ <τέῳ>· τινί. ἢ τοὺς σούς, δυϊκῶς <τέων δέ>· ποίων δέ. ἢ τῶν σῶν δέ <τεωρεῖς>· δραπέται. κακοῦργοι, λῃσταί <τέωρος>· συκοφάντης. καὶ τὰ ὅμοια <τέως>· ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ. τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον <τῇ>· ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. [ἢ λάβε.] ἢ σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ <ι> προστακτικὸν ἀνάλογον τῷ λάβε· Κύκλωψ, τῆ, πίε οἶνον *<τῆ>· λάβε, δέξαι *<τῇ ἁδρότητι>· τῇ ὑψηλότητι [<τῇ ἀλέσθῃ>· τῇ ἁμάξῃ] <τῇ ἄλλως>· τῇ ματαίως <τήβεννος>· εἶδος περιβολαίου παρὰ Ῥωμαίοις <τήβηθ>· περίτιος μήν <τηγανίτης>· ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος <τῇδε>· ὧδε, ἐνταῦθα <τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς> [η]· ὁ γυναικοτραφής. ἄλλοι τὴν ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ σπάταλον <τήθεα>· ὄστρεα <τήθεα (διφῶν)>· τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν <τήθη>· ἡ τῆς μητρὸς καὶ πατρὸς (μήτηρ), ἡ καὶ μάμμη, καὶ <τηθίς>· ἡ τῶν γονέων ἀδελφή [<τηθηνόν>· ἐράσμιον] <τηθύα>· τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων <Τηθύς>· ἡ γῆ <...τηι ῥινῶι σχέτο>· ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ ἐν τῇ βελέῃ <τηκεδανοῖο>· τηκομένου, τήκοντος *<τήκει>· φθείρει. δαπανᾷ. λεπτύνει <τηκεδών>· φθίσις, τῆξις <τηκόμενος>· φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος <τηλαυγές>· τηλέσκοπον. καθαρόν *<τῆλε>· μακράν. πόῤῥω *<τηλαύγημα>· ἀρχὴ λέπρας *<τηλαυγήσεως>· λαμπρότητος *<τηλαυγῶς>· λαμπρῶς (*)<τηλεδαποί>· οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλ- λοδαπής. καὶ <τηλεδαπός> ὅμοιον *<τῆλε δέ>· μακρὰν δέ <Τηλεβόαι>· οἱ Τάφιοι *<τηλεθάον>· θάλλον, ἀκμάζον, εὐανθές *<τηλεθόωσαν>· θάλλουσαν, θάλπουσαν <τηλέθροον>· ὀξύφωνον, μεγαλόφωνον *<τηλεκλειτοί>· πόῤῥω ἔνδοξοι *<τηλεκλυτά>· ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα *<Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν>· πρός με καὶ Τηλεμάχῳ ἔσται ὁ λόγος *<τηλέπυλον>· μακρὰν ἀπ' ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας. ἐξ οὗ τὴν μεγάλην δηλοῖ, [ἢ στύλου πύλαι] <τηλεσκόπος>· πόῤῥω ὁρῶν <τηλεφανής>· μακρόθεν φαινομένη <τηλεφανές>· φαινόμενον μακρόθεν <Τηλεφίδην>· Τηλέφου υἱόν <τηλέφιλον>· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον <τηλία>· σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου <τήλιδα>· οὕτως ἐκάλουν τὴν συνηρμο(ς)μένην <τηλικαῦτα>· τοιαῦτα <τηλίκος>· τηλικοῦτος. ἢ νήπιος <τηλικώτατον>· πρεσβύτατον. ποῤῥώτατον <τηλόθεν>· πόῤῥωθεν <τηλόθι>· ὁμοίως <τηλουρόν>· πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ ὡς κηπουρὸν τῷ τόνῳ <τηλοῦρος>· μακρόθεν ἀποθείς <τηλυγέτην>· μονογενῆ <τηλύγετος>· ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς μονογενής <τηλυγέτων ἀποικιῶν>· τῶν μακρὰν ἀπεχουσῶν <τηλωπόν>· μακρόθεν φαινόμενον <τημελεία>· θεραπεία. ἐπιμέλεια <τημελές>· ἐπιμελές, σπουδαῖον <τημελητής>· ἐπιμελητής <τημελῆσαι>· θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ <τημελήσαντες> καὶ <τημελούμενοι> ὁμοίως <τήμερον>· Ἀττικοὶ [<τήμερος>] καὶ <τήμερα> λέγουσιν <τῇ 'μῇ>· τῇ ἐμῇ <ἕπεσθαι> <τῆμος>· τηνικαῦτα, τότε <τήν>· ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην· τήν ποτε Φοίνικες <τηνάλλως>· τὴν μάτην <τήνδε>· ταύτην <τήνεβλος>· ἐφύμνιον, ἀφ' οὗ ὁ νικῶν τήνεβλος <τήνεβλα>· τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι <τὴν ἐπιδεξιάν>· περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον <τηνεσμός>· νόσημα περὶ τὰ ἔντερα *<τὴν εὐπερίστατον>· τὴν εὔκολον <τηνήδε>, ἐποίησε δέ σοι <τὴν ἠϊόνα>· τὴν αἰγιαλόν <τήνης>· ἕως. Ταραντῖνοι <Τηνία>· ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην <τηνικάδε>· τότε δέ <τηνικαῦτα>· [πότε. ἢ] τότε <τὴν κύλικα>· τὴν φιάλην, τὸ ποτήριον <τὴν παῖδα>· τὴν παρθένον <τὴν προσήκουσαν>· τὴν ὀφειλομένην <τὴν φειδώ>· τὸ φείδεσθαι <τῆξις>· φθίσις, νόσος. παρὰ τὸ <τήκεσθαι> <τῇ ὀρέξει>· τῇ ἐπιθυμίᾳ [<τήποδα>· λέβητα. τρισκελῆ, χαλκίον] <τῇ πρὸς ἀκτῖνα>· τῇ ἀνατολῇ [<τήπτε δέ σε χρεώ>· τίς δέ σε χρεία κατέλαβεν;] <τηρεῖ>· φυλάσσει, φρουρεῖ <Τήρ(ε)ια>· ὄρος Τρωάδος <Τηρίας>· ποταμὸς Σικελίας <τῇσίν τε θαλάσσια ἔργα μέμηλε>· ταῖς ἐν θαλάσσῃ κορώναις. προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας <τῆς ἄλης>· τῆς πλάνης <τῆς δεῦρο>· τοῦ παρόντος <τῆσδε φύσεως>· ταύτης τῆς φύσεως <τῆς κουστωδίας>· τοῦ συστήματος <τῆς ὑπερῴας>· τοῦ οὐρανίσκου <τήτει>· σπάνει <τῆτες>· ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς <σᾶτές> φασιν· ὅθεν <σατα- νίους πυροὺς> [καὶ] μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομέ- νους <τήτη>· ἀπορία, ἔνδεια, στέρησις <τητωμένη>· στερ[ρ]ομένη [<τητθή>· μάμμη. θεία] [<τητύμα>· ἀληθῆ] <τητωμένου>· στερ[ρ]ομένου <τητώμενον>· στερισκόμενον <Τηΰγετον>· ὄρος <τηϋσίην>· ματαίαν· σὺ δὲ (τη)υσίην ὁδὸν ἔλθῃς τινὲς ἀρχ(α)ίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον <τηΰσιον>· μάταιον <τιάλλακτον>· Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι [<τιαλέσθην>· τὴν ἅμαξαν] <τιάρα>· ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν α# ἀῤῥε- νικῶς <τιάρις>· λόφος τῆς περικεφαλαίας, περίθεμ[εν]α κεφαλῆς, καμελαύκιον *<τιβάθων>· τιμώμενος <Τιάσσα>· κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν <τίβδαινον>· φίλον <τιβδεῖ>· φοβεῖται <τιβήν[ος]>· λέβης, τρίπους <τιγάς>· εἶδος ἀμπέλου <τίγγα>· Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι[ν] λέγει <τιγόνιον>· εἶδός τι Ἀριστοτέλει <Τίγρης>· ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον [παρὰ μὲν Ἰουδαίοις Φορά<δ>, παρὰ δὲ Ἕλλησι] <τίγρις> <τί δαί>· τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ διὰ τί δή <τί δή ποτε>· διὰ τί <τί δῆτά σοι>· διὰ τί σοι <τί δόστορε>· τί ποιεῖτε; Ταραντῖνοι <τίει>· τιμᾷ, σέβεται, αἰδεῖται <τίεσκε μύθους>· ἐτίμα λόγους <τιέσκετο>· ἐτιμᾶτο <τίεσκον>· ἐτίμων <τίετο>· ἐτιμᾶτο <τίη>· διὰ τί, ἱνατί [<τιήνη>· ἡ βασίλισσα] <τιήρη(ς)>· τὸ ὀξύ ...... Πέρσαι <τιητιβεῖν>· τιμωρεῖσθαι <τιθαί>· τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι <τιθαιβώσσειν>· βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν. ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν <τιθαιβώσσουσιν>· ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ μέλιτται, τὸν λεγόμενον μελίκηρον <τιθαιβώσσουσι>· τιθέασι. φυλάσσουσι <τίθει>· ἐνετίθει, ἐδίδου [<τιθεῖον>· μαστός] <τίθεισθα>· ποιεῖς <τιθέντες>· ποιοῦντες <τίθεντο>· παρεσκευάζοντο [<τίθεον>· ἰσόθεον] [<τιθή>· τροφός] <τιθήνας>· τροφούς, τιτ(θ)άς *<τιθασσεύει>· ἡμεροῖ, πραΰνει <τιθηνεῖ>· τρέφει <τιθηνεύεται>· ὅμοιον <τιθηνευόμενος>· τρεφόμενος. ἀσκῶν <τιθήνη>· τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τι(τ)θευόμενα τημελῶν παιδία. οἱ δὲ <τιθηνόν>· τὸν ἐράσμιον *<τιθήμενον>· παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον <τιθηνόκομον γένος>· τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται <τιθηνούμενος>· τρέφων. <Τιθηνός> γὰρ ἡ τροφός, καὶ <τιτθοί> οἱ μαστοί <τίθησι>· τιθεῖ <τιθίασται>· τιμᾶν <Τιθράσια>· χαλεπά, τραχέα <Τιθωνόκομον>· ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας <τί ἱκανόν>· τί ὄφελος <τί κεν>· τί ἄν <τίκτειν>· καὶ ἐπὶ ἀῤῥένων· τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι <τιλίαι>· αἴγειροι [<τιλλά>· πτερά] <τίλλει>· ἀνα(ς)πᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει <τιλλομένη>· λοιδορουμένη <τιλμός>· παιδιά <τιλτόν>· εἶδος ταριχίου <τιμᾴδιον>· μικρὰ τιμή <τί μαθών>· τί βουλόμενος <τιμαλφεῖν>· τιμᾶν <τιμαλφής>· ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοί- νικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου *<τιμαί>· ὠνα(ί)· τιμήματα <τιμαλφέστατα>· τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα [<Τιμάναξ>· ὁ πρωκτός. ὁ δὲ αὐτὸς καὶ Θεόδωρος] <τιμᾶσι>· τίουσιν <τιμά(ς)ω>· τιμήσω <τιμή>· δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία <τί μέλλει(ς)>· τί βραδύνεις <τιμηδές>· εὐλαβές <τιμήεντος>· ἐντίμου <τιμήορος>· τιμωρός. βοηθός <τιμηρύειν>· τιμιοπωλῶν <τιμῆς>· τίσεως <τιμήσεως>· ζημίας <τιμηταί>· οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν <τίμιος>· ἔντιμος, ἔνδοξος <τιμιουλκῶν>· τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν <τιμουλκῶν>· αἰτῶν, καὶ ἀπαιτῶν <τιμοῦντας>· τιμίους ὄντας <τιμοῦχος>· ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος <τιμῶμαι>· καταδικάζω <τιμώμενος>· εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πα- τρός <τιμωρεῖσθαι>· κολάζεσθαι <τιμωρία>· πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ <τιμωροῦσι>· καταπονοῦσιν. ἐκδικοῦσιν <τίν>· σοί. ἢ τινά <τινακτοπήληξ>· σεισολόφος <τινθαλέῳ>· πυρί. διαθέρμῳ <τινθαλέον>· διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές <τιννεῖν>· ἀποδοῦναι *<τί νυ βείομαι>· τί δὴ μέλ[λ]ω βιοῦ(ν), ὅ ἐστι ζῆν *<τιν[ν]ύμενον>· ἀπαιτούμενον. ἀποδιδόμενον <τίν[ν]υνται>· τιμωροῦνται <τιν[ν]ύων>· ἀποδιδῶν <τιντόν>· ἑφθόν <τῖξον>· δεῖξον <τιοίμην>· τίμιος εἴην <τίοιτο>· τιμηθείη <τίον>· μέσον ἡμέρας ἐτίμουν <τίον ἑτέρων>, τὰ ἀπρεπῆ <τί ὀνήσω>· τί ὠφελήσω <τίπτε>· τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί <τίπτε δέ σε χρεώ(ν)>· τίς δέ σε χρεία καταλαμβάνει <τίπτε με>· διὰ τί με <τί πράττεις>· τί ποιεῖς [<τίρεα>· ἄστρα] <τί ῥέζεις>· τί πράττεις [<τίρεται>· καταμολύνεται. καταπονεῖται] <τίριος>· θέρου(ς). Κρῆτες <Τίρυνθα>· πόλις ἐν Ἄργει <Τιρύνθιον Ἄργος>· τὰς Μυκήνας <Τιρύνθιον πλίνθε(υ)μα>· ἀντὶ τοῦ [τὸ] τεῖχος. ὑπὸ Κυκλώπων δὲ κατεσκεύαστο *<τισάμενον>· καταπονούμενον *<τίσασθαι>· τιμωρίας λαβεῖν *<τίσατο>· ἐτιμωρήσατο <τῖσαι>· ἀποδοῦναι <τίς γάρ>· τίς δή <τίς δ' αὖ τοι>· τί(ς) δέ σοι <τίς[ο]ι>· ποίοις <τίσειαν>· τιμωρίαν δοῖεν <τίσις>· ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία <τίς κεν>· τίς ἄν <τίσις>, τί ποτε <τῖσον>· τίμησον <τίσομαι>· τιμωρήσομαι <τίς γάρ>· τίς δή <τίσουσι>· τιμωρήσονται <τίς τρόπος>· παροιμία ἐπὶ τῶν ἀλλοκότων <τίσω>· ἀποδώσω. τιμήσω <τίται>· εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων <τιταινόμενος>· τρέχων. ἕλκων. τ(ε)ινόμενος <τίται.νον>· ἕλκουσι. τείνουσι <τιταίνειν>· σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τι- μωρεῖν <τιταινομένω>· ἐκτετακότε <τιτάν>· παιδεραστής. [καὶ τὸ τοῦ ἀντιχρίστου ὄνομα] <Τιτανίδα>· τὴν Εὔβοιαν, παρόσον Βριάρεω[ς] θυγάτηρ ἦν. ἔνιοι δὲ τὴν Ἀσωποῦ φασι <Τιτᾶνες>· τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖ- σαι <ἀτιτᾶνες> ὠνομάζοντο, οἱ δὲ ἔχοντες <τιτᾶνες> <Τιτανὶς γῆ>· ἤτοι πᾶσα ἡ γῆ, (ἢ) ἡ (Ἀττικὴ) ἀπὸ τῶν κατασχόντων <τίτανος>· [ὄρος Θεσσαλίας.] καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου χρῖσμα <..τιτανωμένας>· γεγυψωμένας <τιτανωτὴ χρόα>· γυψωτή, ἢ λευκόχροος *<Τιταρήσιος>· ποταμὸς Ἠπείρου <τίταξ>· ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς [<τιτᾶσθαι>· στερήσασθαι] [<τιτένων>· τείνων. πέμπων. ἕλκων] <Τιτῆνες>· Οὐρανοῦ παῖδες <τιτῆναι>· βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις <τίτθαι>· τροφοί <τίτθεν>· τίκτειν <τιτθίον>· τιτθός. μαστός <τιτθή>· ἡ τροφός <τι τίει>· τιμᾷ <τίρ>· τίς. Λάκωνες <τίτλος>· πτυχίον ἐπίγραμμα ἔχον <Τίτορμος>· οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ με- γέθει <τιτρᾶται>· τρυπᾶται. διανοίγεται <τιτυβίζει>· ὡς χελιδὼν φωνεῖ <τιτύπαι>· αἱ ἐμπύλαι· αἱ πλάναι <τιτύρας>· ὄρνις ποιός. ἢ τιτυρώδης <τίτυρος>· σάτυρος. κάλαμος. ἢ ὄρνις <τιτύρινος>· μόναυλος. ἢ αὐλὸς καλάμινος <τιτύσκετο>· ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο <τιτυσκόμενοι>· εὐστοχοῦντες, στοχαζόμενοι <τιτυσκόμενος>· τὰ αὐτά <τιτώ>· ἠώς. ἢ αὔριον. ἢ τινί <τί ὑμῖν διαφέρει>· τί ὑμῖν μέλει <τίφαι>· αἱ ὀλύραι. καὶ <τιφή> ἐν τοῖς ἕλεσι <τιφαίας>· τὰς τῶν θηρῶν καταδύσεις <τίφια ὄρνεα>· τὰ ἐν τοῖς ἕλεσι γινόμενα <τῖφος>· ἕλος <Τῖφυς>· ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης <τί φῶ>· τί εἴπω [<τιχίζομαι>· σκέπομαι] <τίω>· σοῦ. ἢ τιμῶ. ἢ τύχω <τλᾶθι>· ὑπόμεινον <τλαιπαθές>· ταλαίπωρε <τλάς>· ὑπομείνας. ἢ ποιήσας <τλασίφρονα>· ὑπομονητικόν <τλήθα>· ὡραία. Κυρηναῖοι <τλήθυμος>· ἰσχυροκάρδιος *<τλήμων>· ὑπομονητικός [<τλημαθεῖν>· ταλαιπωρεῖν, πονεῖν] <τλημόνως>· ἐλεεινῶς <τλῆναι>· ὑπομεῖναι. τολμῆσαι. παθεῖν <τληπάθειαι>· ὑπομοναί, ταλαιπωρίαι <τληπαθής>· ὑπομονητικός <τλῆσις>· τόλμα. θράσος <τλησίπονος>· τολμηρός, καρτερικός <τλῆτε>· ὑπομείνατε <τλητικῶς>· ὑπομονητικῶς <τλητῶν>· ὑπομονητικῶν <τμάγεν>· διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν <Τμάριον>· ὄρος Ἀρκαδίας <Τμάριος>· Ζεὺς ἐν Δωδώνῃ <τμήγας>· γατόμος. ἀροτήρ <τμῆγος>· ἀρότης. βούτμημα <τμήδην>· τμητικῶς, τομῶς. ταχέως. ἀποκεχ(ω)ρισμένως. βέλτιον δέ, ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι· τμήδην αὐχέν' ἐπῆλθεν <τμηθεῖσα>· κοπεῖσα <τμηθῆναι>· <τμῆξαι>· τεμεῖν. (δια)λαβεῖν <τμήξας>· τὰ αὐτά <τμητός>· τμῆμα <Τμῶλος>· ὄρος. καὶ ποταμός <τό>· τὸ ἄρθρον οὐδέτερον προτακτικόν [ἢ γὰρ] τὸ μὲν ἥμισυ οἰνοπέδ(ο)ιο[ν] καὶ ἀντὶ τοῦ τοῦτο· (τὸ) μὲν οὔποτε φύλ(λ)α [τε] καὶ ὄζους φύσει <τοάκης>· χιτὼν σχιστός <τόβλικος>· κρουματίου μίμησις <τόγε ἧκον>· ὅσον δυνατόν <τογέρα>· μοιχός. λαλαχός <τὸ δ' αὐτό>· τὸ αὐτὸ δέ. ὁμοίως δέ <τὸ δεῖν>· τὸ δέον <τὸ δήϊον>· τὸ πολέμιον <τόδ' ἱκάνεις>· ἔνθαδε ἥκεις <τὸ ἐνσώματον>· τὸ μετὰ σώματος <τὸ ἠλύσιον>· ὁ παράδεισος <τὸ ἤνυστρον>· μέρος τῆς κοιλίας τῶν μηρυκωμένων *<τὸ θεέ>· π[αρ]αστάς <τοί>· οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός. [καὶ ἀντὶ τούτοις] <τοῖα>· τοιαύτας, τοιάςδε <τοιγάρ>· τοιγαροῦν. σύνδεσμος <τοιγαροῦν>· ὅθεν δή. ἢ οὐκοῦν <τοιγάρτοι>· καὶ γάρ. τοιγάρτοι <τοίδε γε>· ἐκεῖνοι δέ, ἢ οὗτοί γε <τοιθορύκτρια>· ἡ τοὺς σεισμοὺς ποιοῦσα <τοιθορύσσειν>· σείειν <τὸ ἱερόν>· τὸ θεῖον <τοί κεν>· οἵτινες ἄν <τοῖν>· τί ποτε. Κρῆτες <τοῖϊν>· ἐκείνων <τοίνυν>· διὰ τοῦτο [<τοινισταφράσαι>· ἀγγεῖλαι. εἰπεῖν] <τοῖο>· [τοῦτο. ἢ] αὐτοῦ <τοῖοι>· τοιοῦτοι· ἀγαθοί <τοῖον>· τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ <τοῖος>· τοιοῦτος <τοίοις δέ>· τοιούτοις δέ <τοίους>· τοιούτους <τοί ῥα>· οἵτινες δή <τοῖς>· τούτοις <τοῖσι>· τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις <τοῖς τῇδε>· τοῖς ἐνθάδε <τοῖς τυχοῦσι>· τοῖς ἐντυγχάνουσι <τοιχοδιφήτωρ>· τοιχωρύχος <τοῖχος>· τοῦ πλοίου ἡ πλευρά <τοιχωρύχος>· λῃστής, κλέπτης <τοίως>· ἰσχυρῶς. καλῶς. ἀκριβῶς <τοκάδερ>· ἔγκυοι <τὸ καί>· διὸ καί <τὸ κατὰ γᾶς ξίφος>· θηρίδιον σκολοπένδρᾳ ὅμοιον <τοκέες>· πατέρες, γονεῖς <τοκεῦσι>· γονεῦσιν. ἐγγόνοις <τοκέων>· γονέων <τόκος>· γένεσις <τὸ κρήγυον>· τὸ ἀληθές <τὸ κῦρος>· ἡ ἐξουσία, ἡ δεσποτεία [<τόλα>· τότε] <τὸ λαιόν>· τὸ ἀριστερόν [<τολέσπευσεν>· εἰργάσατο] <τολμήσω>· καρτερήσω <τολμητίας>· προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν <τόλυξ>· αἰδοῖον *<τὸ λοβόν>· τὴν ἀρχὴν τοῦ ὠτός <τολύπαι>· τὸ κατασκευαστὸν ἔριον <τολυπεύειν>· ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι <τολύπευμα>· τὸ κατασκευαστὸν ἔριον <το[πο]λυπεύσας>· κατεργασάμενος <τολύπευσεν>· ἐξειργάσατο <τολυπευτικώτατος>· ἐργαστικώτατος. ἐπιτελεστικώτατος <τολύπη>· τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης <Τόμαρος>· τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης. καὶ μάντις <τὸ μέταζε>· τηνικάδε <τὸ μελάνδρυος>· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ μέρος. ἄλλοι δὲ διαστείλαντες <τὸ μέλαν δρυός> εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν <τομεύουσι>· τέμνουσι <τομεύς>· τμήτης, ἤγουν ὁ τέμνων <τομή>· ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους <τομία>· τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ ἱερά, ἃ σφάζοντες ὀμνύουσιν <τό μοι>· τοῦτό μοι <τόμος>· χάρτης. ἢ ὁ τέμνων <τόμουροι>· προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι <τομώτερος>· ὀξύτερος, δυνάμενος τέμνειν <τόν>· ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ ὅντινα <τοναία>· φωνῆς τάσις <τὸν ἀφ' ἱερᾶς>· γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλου- μένη <τὸν δ' ἄρ>· πρὸς τοῦτον δέ <τὸν εὐθυτενῆ>· τὸν ὀρθόν <τονθορύζει>· ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ <τονθρίζει> τὰ αὐτά <τονθρύς>· φωνή <τόνθων>· παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα <τόνος>· ἔντασις, ἰσχύς, ῥώμη, δύναμις <τόνους>· τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι <τὸν ὀπισθότατον>· τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον <τὸν οὐδόν>· τὸν βατῆρα ὁδοποιόν <τόν ῥα>· τὸν δή <τὸν σόν>· τὸν ἴδιον. τέρ[τρε]μονα, τὸ τέλος <τό νυ γὰρ κατεάξαμεν>· τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν <τόνῳ>· λίαν [τέρατι <τοξεύομαι>· ἀποστεροῦμαι .... <τοξεύοντο>· τόξα ἔτεινον <Τοξίου βουνός>· τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετο- ξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος <τόξον>· κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ αὐτὰ τὰ βέλη <τοξοποιεῖν τὰς ὀφρῦς>· συστρέφειν αὐτάς <τοξόται>· οἱ δημόσιοι ὑπηρέται <τοξότα λωβητήρ>· διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφ' οὗ τὸν δειλὸν λέγει <τοξότης>· πολεμιστής <τόξου πῆχυν>· τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς <τό οἱ>· ὅπερ αὐτῷ <τὸ ὄντως>· τὸ ἀληθῶς [<τόοσα μέμηλε>· τοσαῦτα φροντίζει] <τὸ ὅσον ἐπ' ἐμοί>· τὸ κατὰ δύναμιν <τοπάζει>· εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται [ἢ <τοθάζει>] <τὸ παράπαν>· παντελῶς <τὸ πάροιθεν>· τὸ πρὸ τούτου <τὸ παρὸν εὖ τίθεσο>· παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημο- νεύει <τοπάσαι>· ὑπονοῆσαι. ὑπολαβεῖν <τοπαστέον>· ὑποληπτέον. ὑπονοητέον <τὸ περιόν>· πλῆθος <τοπήϊα>· ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι <τὸ πρὸς ἀκτῖνα>· τὸ πρὸς ἀνατολήν <τὸ προμηθέ[υ]ς>· τὸ προνοητικόν <τὸ προσεχές>· τὸ ἐγγύς <τὸ πρῶτον>· τὸ πρεσβύτατον [<τοπυργίαις>· ἐμπυρισμοῖς] <τό ῥα>· ὅπερ δή <τόρβηλος>· μεμψίμοιρος <Τόργιον>· ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφ' οὗ καὶ αὐτοὶ <τόργοι> <τόργος>· εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικε- λιώταις <τορεῖν>· τορῆσαι, τρῆσαι, τεμεῖν <τορέλλη>· ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν <τορκιμόν>· τὸ βαρὺ καὶ μισητόν <τόρμη>· εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας (δρόμος) <τορμίς>· ἡ δέσποινα <τόρμος>· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων .... <τορνεύει>· γλύφει <τορνευταί>· γλύπται <τόρνος>· ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται <τορνῶσαι>· περιγράψαι. κυκλῶσαι <τορνώσας>· τῷ κύκλῳ περιγράψας <τορνοῦμαι δὲ πρὸς μέτρον>· ἀντὶ τοῦ περιγράφομαι <τὸ ῥόθιον>· τὸ κῦμα <τόρον>· λιθ(οκοπ)ικὸν σκεῦος. ἢ μεγαλόφωνον <τορόνος>· τόρνος. Ταραντῖνοι <τόρος>· ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται *<τορόν τι>· ὀξεῖα [<τορόῳ>· ἐργαλείῳ. ὀξεῖ, ἀκριβεῖ, τρανῷ, ἰσχυρῷ, μεγάλῳ] <τόῤῥα>· ὅπερ δή [<τόρτυρα>· τῶν κεραμίων προμήκης πυθμήν] <τορτυρόμενον>· νιφόμενον <τορύνη>· σιτῶδές τι <τόσα καὶ τόσα>· ἢ τοσαῦτα <τὸ σέλας>· ἡ ἔκλαμψις <τὸ σίνεσθαι>· τὸ βλάπτεσθαι <τὸ σκάφος>· τὸ πλοῖον <τόσσον>· τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ <τὸ σὸν μένος>· τὴν σὴν ὀργήν <τοσοῦτον>· ὅλον τοῦτο <τὸ σταῖς>· τὸ ἄλευρον <τόσῳ μᾶλλον>· ὅσῳ πλέον <τὸ τάχος>· συντόμως <τότε μοι χάνοι εὐρεῖα χθών>· εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γέ- νοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι <τὸ τεῦχος>· τὸ σκεῦος <τὸ τηνικαῦτα>· τὸ τότε <τὸ τί>· διατί <τοῦ>· ἄρθρον προτακτικόν <τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται>· τοῦ καλουμένου κομήτου ἀστέρος <τοῦμα>· στόμα <τοὐμοῦ>· τοῦ ἐμοῦ <τοὐμφανές>· φανερόν <τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο>· τὴν τριακάδα λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός <τοὔμπαλιν>· τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν <τοὔνεκα>· τούτου χάριν, τούτου ἕνεκεν <τούνη>· σύ. Λάκωνες <τοῦ παντὸς ἀξιόλογον>· τοῦ παντὸς κύριον <τοὖργον>· τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων <τοὐρθόν>· τὸ ὀρθόν <τούς>· ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους <τουσοίρ>· φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος <τοὺς ἐμβόλους>· τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν <τοὺς ἐν τέλεϊ>· τοὺς ἐν τιμῇ καὶ ἀρχῇ <τοὔσχατον>· τὸ ἔσχατον, καὶ μέγιστον <τουτάκις>· τοσαυτάκις, ὅπερ ἐστίν .... <τουτί>· τοῦτο <τοῦτις>· ὁ κόσσυφος <τοῦτο μέν>· ποτὲ μέν <τοῦτο Πύθιον>· τοῦτο πρῶτον καὶ ἔσχατον <τουτῶ>· ἐντεῦθεν. Λάκωνες <τοῦφος>· τάφος <τόφρα>· ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτι- κὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα <τόφρα δέ>· τηνικαῦτα δέ <τραγαλέον>· διεῤῥωγότα <τραγᾶν>· οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον. καὶ τῆς φωνῆς τὸ πάθος <τράγαις>· Αἰολεῖς [οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγ(άς)η <Τραγασαῖοι ἅλες>· οἱ ἀπὸ Λεκτοῦ <τραγεῖον>· πόας εἶδος <τράγη>· πεπληγμένη. πεπηγυῖα <τραγηφόροι>· αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο <τραγίζειν>· τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδ[ί]ων <τραγικῆς>· ....... τραγῳδῶν ᾄσματα <τραγικὸν πάθος>· μεστὸν συμφορᾶς <τραγικὸς πίθηκος>· παροιμία ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων <τραγιστάς>· τοὺς τὰ ἱερεῖα κλέπτοντας <τραγοπώγων>· πόας εἶδος <τράγους>· σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν <τραγῳδεῖν>· χορεύειν <τραγῳδία>· χορεία. κωμῳδία <τραγῳδός>· χορευτής. κωμῳδός *<τρακτεύει>· μηχανᾶται *<τ(ρ)ακτωρία>· μηχανουργία <Τραλλεῖς>· οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ τὰς φονικὰς χρείας πληροῦντες <τραλλόν>· πικρόν <τράμις>· τὸ (τ)ρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον <τράμπις>· ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά <τρανές>· σαφές. ἀληθές <τρανίαν>· αὐλὴν ἐν ὁδῷ μεγάλην <Τρανιψοί>· ἔθνος Θρᾴκιον <τρανός>· σαφής. ἀληθής <τρανόν>· ἑξαμηνιαῖον πρόβατον <τράπε>· ἔτρεψεν *<τραπεζῆες>· οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέ- ζιοι. καὶ οἰκουροί. [λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης *<τραπεζίας>· παρὰ τῇ τραπέζῃ τρεφομένους *<τραπέζιον>· παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυού- σας ἴσας <τραπεζεύς>· παράσιτος ἄκλητος <τραπεζίτης>· κολλυβιστής, κερματιστής, δανειστής <τραπεζοποιός>· οὐχ ὁ μάγειρος· ἀλλ' ὁ τῆς πάσης περὶ τὰ συμπόσια παρασκευῆς ἐπιμελούμενος <τραπεζώ[ν]· ἱέρειά τις Ἀθήνησιν <τραπεζίτην Πάριν>· τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα τὸν Μενέλαον <τραπείομεν>· τερφθῶμεν <τραπελιζόμενος>· συνεχῶς ἀναστρεφόμενος <τραπέμπαλιν>· ἐνηλλαγμένως, ἢ παρηλλαγμένως <τραπέοντο>· ἐπατοῦντο, παρὰ (τὸ) τροπὴν λαμβάνειν τὸν βότρυν πα- τηθέντα <τραπέουσι>· πατοῦσιν ἐπὶ τῇ ληνῷ <τράπηκι>· δόρατι *<τραπεῖν>· ληνοπατεῖν <τραπῆναι>· στραφῆναι, πεισθῆναι <τραπητός>· ὁ οἶνος <τραπομένους>· τρεπομένους <τράποντο>· εἰς φυγὴν ἐτράποντο <τραπῶ>· ἀπέλθω <τραρόν>· τ[ρ]αχύ <τρασιά>· ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος, ἔνθα ξηραίνουσιν αὐτά [<τρατικόν>· θρηνητικόν, λυπηρόν] <τραυλίζει>· ψελλίζει <τραυλόν>· ἡδύ. λεπτόν <τραυλός>· ψελλός, τὴν γλῶτταν βεβλαμ(μ)ένος <τραῦμα>· πληγή. ἕλκος. μώλωψ <τραυματίαι>· σφαγαί. τετρωμένοι <τραύσανον>· ξηρὸν πᾶν. ἢ φρύγανον <Τραῦσος>· ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς δὲ τελευτῶντας κατευφημίζουσιν <τράφαλλος>· ὁ χλωρὸς τυρός. οἱ δὲ <τραφαλλίδα> <τράφεν>· ἐτράφησαν <τραφερήν>· ξηράν. τὸ γὰρ πῆξαι <θρέψαι> λέγουσιν <τραφερόν>· πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον <τράφεται>· πήγνυται <τράφηξ>· χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος <τραφηρά>· ξηρά <τράφος>· τάφος <τράχε>· πορεύου <Τραχ[ε]ίς>· ἡ νῦν Ἡράκλεια καλουμένη <τραχηλιάσας>· ἐναντιωθείς. ἀπειθήσας <τραχηλιῶ>· ὑψῶ αὐχένα <τράχηλος>· αὐχὴν τραχύς. σκληρός <τραχήλους>· τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων <τρέ>· σέ Κρῆτες <τρεῖν>· φοβεῖσθαι. φεύγειν <τρ[ε]ίς ἕκαστον ἀΰσας>· τρ[ε]ίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσά- μενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν <τρεῖς θεοί>· παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ τὸ Ὁμηρικόν <Τρεμ[ε]ιλία>· ἡ Λυκία <τρέπει>· μεταστρέφει <τρέπεται>· ἀλλάσσεται. μεταβάλλεται <τρεπόντων>· ἐπιστρεφόντων <τρεπτότητος>· τροπῆς <τρέπω>· διώκω. ἢ φεύγω <τρές(ς)αι>· φυγεῖν φοβηθῆναι <τρες(ς)άντων>· φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ <τρέσσον- τες> ὁμοίως <τρέστης>· δειλός <τρέφειν>· ἔχειν. πηγνύναι. καὶ <τρέφεται>. ὁμοίως <τρέχειν>· ἀγωνίζεσθαι <τρέχνος>· στέλεχος, κλάδος, φυτόν, βλάστημα <τρέψαν>· μετέβαλλον <τρέψειαν>· νικήσειαν. πατάξειαν <τρέψομαι>· ἔξω πορεύσομαι. διώξω <τρηγαλέον>· διεῤῥωγότα <τρήματα>· τρυπήματα <τρη[ς]μα[ς]τικτάς>· κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων <τρη[ι]ρόν>· ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν <τρήρων>· δειλή. περιστερά. ἀπὸ τοῦ <τρεῖν>, ὅ ἐστιν φοβεῖσθαι· δει- λὸν γὰρ τὸ ζῶον καὶ ταχύ <τρήρωνες>· περιστεραί <τρήρωσι>· περιστεραῖς [<τρήρ[ς]ωνα>· δειλήν. ἀπὸ τοῦ ..... τρέμειν] <τρητοὶ λοβοί>· τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια <ἐλλόβια>, διὰ τὸ ἐν τοῖς λοβοῖς ἐνίεσθαι <τρητοῖο λίθοιο>· εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται <τρητοῖς ἐν λεχέεσσι>· τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαν- τωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα <τρητοκουρήτας>· γνησίας γυναῖκας. οἱ δὲ παρθένους <τρητὸν ἔλαιον>· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον <τρηχαλέῳ>· τραχεῖ <τρηχεῖα>· τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα <τρηχεῖαν>· τραχεῖαν. καὶ τὰ ὅμοια <τρηχὺ νόημα>· σκληρὸν νοῦν <τρί>· κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται <τρία Θηραμένους>· ἄντικρυς τὰ τοῦ Θηραμένου(ς) ἐπιζήμια ἐκτέ- θεικεν <τρίαινα>· δόρυ τρεῖς ἔχον ἀκμάς <τριαινατῆρες>· ἀντὶ τοῦ ἀροτριοῦντος <τρία καὶ δύο>· ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν ὕδατος πρὸς ἕνα [οἴνου δὲ μία] καὶ πέντε ὕδατος πρὸς δύο <τριακάς>· ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν <τριακατίοι>· οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν <τριάκις>· ἀντὶ τοῦ τρ[ε]ίς. Λάκωνες <τριάκοντα>· οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζη- μιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν <τριακοντόρι(οι)>· πλοῖα ὑπὸ λη# κωπηλατούμενα <τριᾶντος πόρνη>· λαμβάνουσα τριᾶ[κο]ντα, ὅ ἐστι λεπτὰ εἴκοσι <τριάξ>· τριακάς <τρία Στησιχόρου>· ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου <τριβακὸν ἱμάτιον> <τριβαλλοί>· συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις (δια)τρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας <τρίβανον>· λήκυθον <τριβή>· διατριβή. ἢ βραδυτής <τρίβολα>· στρεπτά. στωμύλα <τρίβολοι>· ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς ἐντιθέμενον <τρίβολον ἄκοντα>· τρίαιναν <τρίβοντες>· λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν <τρίβος>· ἀτραπός, ὁδός <τρίβουνος>· ἔμπειρος *<τρίβος>· ὁδός <τρίβων>· στολὴ ἔχουσα σημεῖα ὡς γάμμα <τρίβωνα>· στολισμόν <τριβώνιον>· πάλλιον. περιβόλαιον <τριβωνοφόρος>· ὁ φορῶν στολήν [<τρίγανον>· εἶδος μέτρου παρὰ τοῖς γεωμέτραις] <Τρίγλα>· ἰχθῦς θαλάσσιος. καὶ τόπος τις <τρίγληνα>· πολυθέατα· <γλῆναι> γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλ- μα, πολυειδῆ <τριγλίζειν>· κατὰ μίμησιν ἐπὶ τῶν γελώντων *<τριγλήνας>· εὐμόρφους ὀφθαλμούς *<τριγκῶσαι>· φράξαι <τριγλώχινι>· τριγώνῳ, τρεῖς γωνίας ἔχοντι <τρίγονοι>· τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς <τρίγωνον>· εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ *<τριγός>· τρηγών <τρίζει>· φωνεῖ <τριγχός>· περίφραγμα, στεφάνη, τειχίον <τρίζουσα>· φωνοῦσα λεπτόν τι <τρίζωος>· ὃς τρεῖς γενεὰς ἐξήγαγε <τριήμερος>· Θεσμοφόρια ὑπὸ Λάκωνεις <τριημιολία>· ναῦς μακρὰ ἄνευ καταστρώματος <τριήραρχος>· τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν <τριήρεις>· πλοῖα πολεμικά <τριήρης>· ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα <τρίηρον>· πλοῖον μικρόν <τριηρονόμος>· τριήραρχος <τριθαλλίαι>· μεγάλως τοῦ θάλλειν αἰτίαι <τρίκαρπον>· τριετῆ <Τρίκκη>· πόλις Θεσσαλίας <τρίκκος>· ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων <τρικόλυβον>· νομισμάτιόν τι <τρικόνητος>· ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι <Τρικόρυνθος>· ἀνδρεῖος ἥρως <τρικότυλος οἶνος>· οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται <τρίκουρος>· ὁ ἐπὶ τρία ἔτη κεκ[αθ]αρμένος <κριός>. ὁμοίως καὶ ὁ μὴ κεκ[αθ]αρμένος ..... <τρικτεῖρα>· θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα <τρικτύα>· τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου *<τρικτῆς>· μέρ(ος) φυλῆς ..... <τρίκυζα>· πολλῆς δεόμενα λιτανείας <τρικυμία>· ζάλη <τρίλλιστος>· πολυλιτάνευτος <τρίμηνοι πυροί>· οἱ καὶ σητά[μη]νιοι λεγόμενοι <τρίμι.ον>· τὸ εὐσπάθητον ἱμάτιον <τριμίσκον>· ἱμάτιον. Ἀσπένδιοι [<τρίμηταγωνιστής>· ὁ τρίτος ἀγωνιζόμενος] <τριμίτινα ὑφάσματα>· τρίμι[τος]τα [<τρίμ με>· φοβεῖσθαί με] <τρῖμμα>· [ὁ] ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρι- κοῖς ἀγῶσιν <τρίογδον>· μέτρον τι παρὰ Ταραντίνοις <τρίοδος> καὶ <τριόδους> πληθυντικῶς>· ἰδίως τὰς τρεῖς ὁδούς. καὶ τρίαινα <τριολύμπιον ἅρμα>· τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον <τριοπην>· τριόφθαλμον <τριοπηλίς>· δέσμη σκορόδων <Τριόπιον>· ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν <τριοπίς>· τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς [<τριόροφα>· τρίστεγα] <τρίορ[ο]χος>· εἶ(δος) ἱέρακος <τρίοψ>· ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους <Τριπατρεῖς>· οἱ πρῶτοι γεννώμενοι <τρίπεζαν>· τὴν τράπεζαν. Βοιωτοί <τρίπλακα[ι]>· τρὶς ἐπιπτυχθῆναι δυναμένη(ν)· ἐξ οὗ τὴν μεγάλην δη- λοῖ· τρίπτυχον, τριπλῆν <τριπλῇ τετραπλῇ τε>· τριπλασίονα καὶ τετραπλάσια <τρίποδα>· λέβητα τρισκελῆ. χαλκίον <τρίπολον>· τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως γῆν <Τρίπολις>· εἶδος πέμματος. καὶ πόλις <τριπονῆται>· ἑορτή τις <τρίπος>· τρίπους <τρίπους>· λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ δὲ <ἐμπυριβήτης> ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι <τριπτήρ>· ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ <τρίπτυχος>· τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα <τρίς>· ἐπὶ τοῦ πολλάκις <τρὶς ἀλιτήριος>· ἁμαρτωλός <τρὶς ἕξ>· νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέ- γετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ...... <τρὶς εὐδαίμων>· τρισμακάριστος <τρὶς ὄλβιος>· τρισμακάριστος <τρισπόλιον>· βοτάνη τις <τρισσός>· εἶδος ὄφεως <τριστάται>· οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας <τριστοιχεί>· ἐπὶ τρεῖς τάξεις <Τρίτ[τ]α>· οὕτως ἡ Κνωσσὸς ὠνομάζετο <τριταγωνιστής>· ὁ τρίτος ἀγωνιζόμενος *<τριτάτη>· τρίτη <τριταία>· παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν <τριτεύς>· γὰρ χοίνικος οὗτος <Τριτῆες γενεήν>· οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον Φωκίδος <τρίτη Θεσμοφορίων>· ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμο- φορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν <τριτημόριον>· οἱ ἓξ χαλκοῖ <τριτημόριον>· ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀρ- γυρίου <Τριτογένεια>· ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις <Τριτογενής>· ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πο- λεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι <τριτοκούρη>· ᾗ πάντα συν(τε)τέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ γνησία παρθένος <τριτόμηνις>· ἡ τρίτη τοῦ μηνός <τρίτον ἡμίδραχμον>· αἱ δύο δραχμαὶ καὶ τριώβολον <Τριτοπάτορας>· ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέ- σεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας <τριτοπηλίς>· σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι <τρίτος κρατήρ>· Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος <τριτοστάτις>· Ἀριστοφάνης ἐν Σκηνὰ[ῖ]ς ....... <τριτύς>· τριάς <τριτώ>· ῥεῦμα. τρόμος, φόβος <τριτώ>· Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας <τριφάσιοι>· τριπλάσιοι. τρίφωνοι <τρίφυλλα>· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη <Τρίφυλ[λ]οι>· οἱ Καύκωνες <τριφυόν>· τριπλοῦν <τρίχα>· τριχῶς <τριχάϊκες>· τριχόθεν ἐλθόντες ἀπὸ βίας [<τριχάν>· ἡ τρίτη φυλακή] <τριχαπτόν>· τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς ἁπτόμενον, ἢ πολύμιτον <τριχῆ>· εἰς τρία μέρη <τρίχηλ(ον)>· τρικόρυφον *<τριχῆ>· τὸ δ' αὐτὸ καὶ <τὸ τρίχα>, ἢ τὸ τρίτον μέρος <τριχθάδες>· αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες <τριχόβρως>· θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων <τρίχορδον>· ὄργανον <τριχοκόμος>· τριχῶν ἐπιμελούμενος <τριχοτρῶκται>· ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα <τριχώδη>· ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια <τριχῶς>· τρισσῶς. ὑπομονητικῶς <τριχῶσαι>· θάψαι <τριψ(η)μερεῖν>· στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας <τριώδελον>· τριῶν ἡμιμναίων σταθμός <τριώροφα>· τρίστεγα <τριῶλαξ>· ἀγὼν παρθένων δρόμου <Τροία>· πόλις <Τροίης>· τῆς Ἰλίου <Τροιζή(ν)>· πόλις, ἢ χωρίον ἐν Ἄργει <τρομέοντο>· ἔτρεμον <τρόμος>· εὐλάβεια. δέος. φυγή <τρόνα>· ἀγάλματα. ἢ ῥάμματα ἄνθινα <τρόνοι>· στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος <τρόπα>· εἶδος παιδιᾶς, καθ' ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ ἕτερον μέρος <τροπαγός>· ὁ ἀπητιμασμένος <τρόπαι(α)>· νικητήρια, σύμβολα νίκης <τροπαί>· αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες <τροπαλίζει>· στρέφει <τροπαλισμός>· μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι [<τροπαλόν>· τραχύ] <τροπέοντο>· ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται <τραπητός> <τρόπηκος>· μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρές- σοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην *<τροπικώτερον>· θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ ἀληθῶς *<τροπῆς ἀποσκίασμα>· ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα <τροπίας>· οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος *<τροπή>· ἀλλοίωσις <τρόπις>· τὸ κατώτατον τῆς νεώς <τροποί>· οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες <τρόπον τινά>· ἀντὶ τοῦ[τον τὸν τρόπον] <τρόπος>· ἦθος. γνώμη, προαίρεσις <τροποῦσθαι>· ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι <τροπώσασθαι>· τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπω- τῆρι. ἢ διὰ μηχανῆς νικῆσαι <τροπώσομαι>· νικήσω. πλήξω <τρούεται>· ἰσχναίνεται, τήκεται <τροῦροι>· δρόμοι, στάδιοι <τρουφωνίδαι>· εἶδος κροκωτοῦ <τροφαλ[λ]ίς>· τυρὸς μακρός <τροφημ(η)>· δέσποινα. ἢ μήτηρ <τρόφηξ>· χάραξ, σκόλοψ <τρόφι>· τεθραμμένον. μέγα· πολλὸν δὲ τρόφι κῦμα· γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον <τρόφιμον>· ὃν ἡμεῖς δεσπόσυνον. καὶ <τρόφιμον>· ἀνδρὸς δακτυλίῳ [<τροφ.οντα>· εὐτραφῆ, καὶ μεγάλως αὐξόμενα] <τρόφις>· εὖ τεθραμμένος <τροφιοῦται>· παχύνεται <τροφόεντα>· εὐτραφῆ καὶ μεγάλα <τροφοί>· ἀντὶ τοῦ θρέμματα <τροφός>· νεώτερος δεσπότης. ἢ μήτηρ <τροχάδες[αι]>· σανδάλια ἀπὸ αἰγείου δέρματος <τροχαῖα>· μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων <τροχαλοί>· οἱ ἤδη περι(ι)όντες <τροχαλόν>· τροχαῖον. τ[ρ]αχύ. ἢ περιτρέχον <τροχαντῆρες>· πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος <τροχαντήρ>· τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις <τροχάσας>· σπεύσας, δραμών, προλαβών <τροχηλατεῖ>· ἐλαύνει <τροχιαί>· αἱ τῶν τροχῶν χαράξεις <τροχιάς>· πορείας <τρόχις>· ἄγγελος. ἀκόλουθος <τρόχμαλον>· τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν <τροχόεν>· τροχοειδές, στρογγύλον <τροχός>· περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος <τροχ(όω)σαι>· τρέχουσαι <τρόχων>· δρόμων. καὶ τὰ ὅμοια <τρύβλιον>· ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου <τρύγα>· οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ <τρυγαβόλια>· εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο <τρυγεῖ>· ξηραίνει *<τρύγητος>· ὁ καιρός, <τρυγητός>· ὁ τρύγος <τρυγέρανος>· φάσματι ἐοικώς <τρυγερούς>· τρυγώδεις, ὀξεῖς <τρύγη>· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βο- τάνη [<τρυγήλλα>· τρώγλη] <τρύγηλλος>· οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον <τρύγιος>· τρυγία οἴνου, ἢ ἐλαίου [<τρύγμα>· δίπλωμα] <τρυγόνα ψάλλειν>· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ τρύζειν <τρύγοιπος>· ὑλιστήρ <τρυγῳδεῖν>· κωμῳδεῖν <τρυγών>· ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος <τρυγῶς>· τὰς τρυγῶνας <τρύειν>· κατατρίβειν, καταπονεῖν <τρύζει>· γογγύζει, ψιθυρίζει <τρύζητε>· ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε <τρυηλίς>· ζωμήρυσις <τρυμαλιαί>· τρῦπαι <Τρυμαλῖτις>· Ἀφροδίτη <τρύνης>· ἐφίππιον. στήμων <τρύξ>· ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον <τρύξοντα>· καταπονήσοντα, ἀνιάσοντα <τρυπᾶν>· τρίβειν <τρυπάνη>· ἐργαλεῖον τεκτονικόν <τρυπανίζεται>· τρυπάνῳ πλήσσεται <τρυπήλα>· τορύνη <τρυσίππιον>· τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις τοῖς ἀδυνάτοις καὶ τετρυ[μ]μένοις ....... ἵνα μηκέτι στρατεύωνται, τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χα- ρακτὴρ τῇ γνάθῳ τῶν ἵππων <τρύσκει>· τρύχει. ξηραίνει <τρῦσις>· νόσος. πόνος <τρυσμός>· γογγυσμός <τρυς[ς]όν>· νοσερόν. λεπτόν, ἀσθενές <τρυτάνη>· ὁ ζυγός <τρύφακτος>· ἔνιοι διὰ τοῦ Δ· <δρῦς> γὰρ τὸ ξύλον <τρυφάλη>· περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους <τρυφαλίδες>· τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ <τρυφερός>· νέος ἁπαλός, ἢ ψιλός <τρυφέν>· κλασθέν <τρυφηλοῖς>· ἐπιθυμητ(ικ)οῖς <τρυφοκαλάσιρις>· ἔνδυμα γυναικεῖον <τρύφος>· κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον *<τρυφή>· γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία <τρυφώματα>· θρέμματα. Ἰταλοί <τρύχειν>· φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν <τρυχηρά>· ῥακώδη <τρυχίνοις>· ῥακίοις <τρυχόμενος>· καταπονούμενος. ἀνιώμενος. δαπανώμενος <τρύχωσα>· τρύχουσα. ἐπιτρίβουσα <τρῶα>· ἁρπεδόνη <τρωγάλια>· τὰ τραγήματα. Λάκωνες <τρωγάλιον δέρμα>· τὰς μελικοκκίδας <τρῶγας>· τρώγλας <τρώγλας>· τρύπας <Τρωγλοδύται>· οἱ εἰς τὰς τρώγλας οἰκοῦντες <τρωγμός>· τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν <τρώει>· τιτρώσκει. δαπανᾷ <Τρῶες>· οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν <τρώεσθαι>· τραυματίζεσθαι <τρώζειν>· ψιθυρίζειν. συνουσιάζειν <τρωθείς>· πληγείς <Τρώϊοι ἵπποι>· ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας <τρῶκται>· κακοῦργοι <τρώκτης>· φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος, πανοῦργος, ἀπατεών <τρώματα>· τραύματα <τρωπάασθαι>· περιτρέπεσθαι <τρωπάσκετο>· ἐτρέπετο, μετεβάλλετο <τρωπασκέσθω>· μεταβαλλέσθω, ἐπιστρεφέσθω <τρωπᾶν>· τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι <τρωπῶντο>· ἐτρέποντο, μετεβάλλοντο <τρωπῶσα>· τρέπουσα τὴν φωνήν <τρώσας>· πλήξας, τοξεύσας <τρωτός>· παθητός <τρωχῶσι>· τρέχουσι <τρώχων>· ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον *<τοῦ>· σοῦ <τυΐ>· ὧδε. Κρῆτες <τυβηκτίς>· κακοσχόλος <τῦδε>· ἐνταῦθα. Αἰολεῖς <Τυδᾶν κολωνᾶν>· Τυνδαριδᾶν κολωνᾶν <τύϊγγα>· ὀρνιθάριόν τι <τυκτόν>· κατεσκευασμένον <τυκτὸν κακόν>· τουτέστι μέγα κακόν *<τυτθόν>· ὀλίγον <τυκτῷ δαπέδῳ>· εὖ κατεσκευασμένῳ <τύκω>· ἑτοιμάζω <τύλαι>· αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις <τύλη>· τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα <τύλοι>· αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν ὤμων τυλώματα <τύλον>· τὸ αἰδοῖον. οἱ δὲ ξύλον <τύλος>· νενεκρωμένη σάρξ <τύλωμα>· τύμμα <τύλαρος>· μάνδαλος <τυλαρώσας>· μανδαλώσας <τυμβὰς γυνή· τυμβάδας> ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν <τυμβογέρων>· ἐσχατόγηρως, καὶ παρη(λλα)γμένος τῇ διανοίᾳ <τύμβος>· τάφος, μνημεῖον <τυμβωρύχος>· λωποδύτης νεκρῶν *<τυμβοχοῆσαι>· περιχῶσαι, θάψαι *<τυμβοχόης>· τύμβου καὶ χώσεως, οἷον ταφῆς <τύμμα>· πληγή <τύμπανα>· τὰ δερμάτινα [π]ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις κρουόμενα <τυμπανίζεται>· πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται <τύμπανον>· ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ[ν] εἶδος τιμωρίας <Τυμφαῖον ἔθνος>· ἄθεον ἔθνος. λέγει δὲ [καὶ] τοὺς Ἠπειρώτας <τύνη>· ἐν [<τυπείς>· πεσών, πληγείς.] Δωρικῶς δὲ σύ <τύνη δὲ ἐποιήσας>· σὺ δέ <τυννός>· μικρός. τηλικοῦτος <τυννοῦν>· τὸν μικρόν <τυντλάζει>· αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ σκάπτειν ἀμπέλους <τύντλον>· πηλόν <τυντλώδους>· ὑλώδους <τύξιν>· τεῦξιν. παρασκευήν <τυπάδι>· σφύρᾳ <τυπάζειν>· κόπτειν <τύπαι>· ἑορτή τις <τυπαῖς>· πληγαῖς <τύ[μ]πανον>· ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν <τυ[μ]παστήριον>· τὸ τῶν ἁλιέων στυμνίον <τυπεῖ>· ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει <τυπείς>· πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς <τυπήσει>· πλήξει <τύπης>· πλήκτης <τυπῇσι>· πληγαῖς <τυπίας>· οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν <τυποῖ>· πλάττει, γλύφει <τύπος>· χαρακτήρ, εἰκών <τυποῦται>· πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται <τυπῶντες>· χοροί τινες <τυραννοδαίμονα>· ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ δαίμονα <τύραννος>· παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος <τυρβασία>· χορῶν ἀγωγή τις διθυραμβικῶν <τύρβη>· θόρυβος, [ἀγωγή,] τάραχος <Τυρβηνός>· ἐπίθετον τοῦ Ἀπόλλωνος <τύρβησις>· ἡλιβατὸν ἀέρα <Τυρεῖν>· τόπος τις Κλαζομενίων <τυρεύεται>· ταράττει, κυκᾷ <τυρεῦσαι>· τὰ αὐτά. καὶ <τυρεύων> <τυρικίλοι>· αὐλοὶ καλάμινοι <Τύρις>· ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη <τυρόεντα>· πλακοῦντα <τυρόκνηστις>· σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν <τυροκομεῖον>· τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει <Τυῤῥηνικὰ σανδάλια>· κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται *<τυρίς>· ὁ περίβολος τοῦ τείχους <Τυῤῥηνοὶ δεσμοί>· οἱ λῃστρικοὶ καὶ χαλεποί <τύῤῥις>· πύργος, ἔπαλξις, προμαχών <τύρσις>· τὰ αὐτά <τύρσος>· τὸ ἐν ὕψει οἰκοδόμημα <τυρωθέντα>· ταραχθέντα, κινηθέντα <τύσσει>· ἱκετεύει <τυτάνη>· ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου <τύτη>· τὸ αὐτόθι <τυτθήν>· ὀλίγην, μικράν <τυτθόν>· ὀλίγον, βραχύ, καὶ μικρόν <τυτώ>· ἡ γλαῦξ <τυφεδανός>· τετυφωμένος <τύφεται>· καίεται, καπνίζεται, φλέγεται. [τυφόμενον] <τυφόμενον>· τὰ αὐτά <τυφείσας>· μεμαραμμένας <τύφεσθαι>· μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν ἱέναι <Τυφίον>· ὄρος Βοιωτίας <τυφλῖνος>· ἰχθῦς Νειλώ[ε]ιος. καὶ ὄφεως εἶδος <τυφλός>· τίθεται καὶ ἀντὶ τοῦ κωφός <τυφλότερος σπάλακος>· τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου <τυφλῶπες>· εἶδος ὄφεων <τυφλῶν ὀν(εί)ρων>· ....... <τύφοι>· σφῆνες <τῦφος>· ἀλαζον(ε)ία, ἔπαρσις, κενοδοξία <Τυφῶ>· ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς <Τύφω ...> ἑνὶ τῶν γιγάντων <τύφυμεν>· βρέχειν <Τυφωεύς>· θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν <τυφωθείς>· ἐπαρθείς, ὑπερηφανεύσας <τυφών>· ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως <τυφῶνος>· πυρ[ρ]ώδους δαίμονος <τυφῶσαι>· πνῖξαι, ἀπολέσαι <τυχάζεσθαι>· στοχάζεσθαι <τυχεῖν (ἀξιώσεως)>· ἀξιωθῆναι <τύχη>· εὐτυχία <τύχε>· κατέτυχεν <τυχῆσαι>· ἐπιτυχεῖν <τυχήσας>· ἐπιτυχών <τυχθείς>· κατασκευασθείς <τυχθῆναι>· γενέσθαι. [ἐπιτυχεῖν <Τυχίος>· ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτο- τόμου <τύχοι>· λιθοξοϊκὰ ἐργαλεῖα <τυχόν>· ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις <Τύχων>· ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην <τύχουσι>· τεύχουσιν <τύχων πυλῶν>· τὸν ἐσφηνωμένον· <τύχους> γὰρ καὶ τοὺς σφῆνας καλοῦσιν <τύψαι>· τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι <τυψέλη>· ὃ ἐν τοῖς ὠσὶ ῥύπος <τύψον>· ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον <τώ>· οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί <τώγε>· οὗτοί γε *<τῶν γάρ>· ἐκ τῶν γάρ <τωθάζει>· χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυ- χᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ <τῶ κεν>· οὕτως ἄν <τῶ κε>· οὕτως γὰρ ἄν <τῶ κε λάχον>· οὕτως γὰρ ἂν (ἔ)λαχον <τῶν>· τούτων <τώνα>· ζώνη <τῶν ἀκεραίων>· τῶν ἡσύχων *<τῶν μὴ σύ[γ] γε μύθον ἐλέγξῃς>· σὺ τὴν ἱκετείαν τούτων μὴ ἐπονείδιστον ποιήσῃς <τῶν δὲ πάροιθεν>· (τῶν) πρὸ τούτων <τῶν ἐν τέλει>· τῶν ἀρχόντων ἐν τῷ δήμῳ <τῶν ἐπὶ σκηνῆς>· τῶν θεατρικῶν <τῶν μοι>· ἐκ τῶν μοι <τῶν οἰνάρων>· τῶν τῆς ἀμπέλου φύλλων <τωνολβεύς>· τὸ κακοδαίμων <τῶν ὄπι[ς]θεν>· ἀντὶ τοῦ ὑπὲρ τούτων <τῶν οὔτι>· ὧν οὐδαμῶς <τῶν παρεκτός>· τῶν ἔξωθεν <τῶν πέλας>· τῶν πλησίον <τῶν πλωτήρων>· τῶν πλεόντων, τῶν ναυτῶν <τῶν πτίλων>· τῶν πτερῶν <τῶν τριῶν ἕν>· Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν πα- ράνομόν τι δρώντων <τώ οἱ>· οἵτινες αὐτῷ <τῷ ὄντι>· τῇ ἀληθείᾳ <τῶπιν>· μέτρον δεκαχοίνικον <τὼ πόδε>· τοὺς πόδας. δυϊκῶς <τῶ ῥα>· διὸ δή <τώς>· οὕτως, ὁμοίως <τώ>· τὸ ἐντεῦθεν <τῷ φύσαντι [ἢ τῷ φύντι>]· τῷ γεννήσαντι <τῶ χορτᾶν>· τῶν σίτων ὑποστελλοῦ <Ὑάδας>· τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται <ὕαινα>· τετράπουν ζῶον. καὶ ἰχθῦς <ὑακίζει>· οἱ εἰς τὰ αὐχένια [<ὑακίζει>]· βρέχει ἢ <ὑετίζει> ἢ ὕει *<ὑακίνθινον>· ὑπομελανίζον, πορφυρίζον <ὑακίνθια>· ἑορτὴ ἐν Λακεδαίμονι ....... <Ὑακινθίδες>· ἐπώνυμοι [Ἀπόλλωνος] ἀπὸ Ὑακίνθου <ὑάκινθος>· πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ τοῦ Ὑακίνθου *<ὑακινθίνῳ>· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν <ὑάλε(ο)ν>· λαμπρόν, ὑαλίζον <ὑάλεται>· σκωληκιᾷ <ὑάλη>· ὕαλος. βόμβυξ. σκώληξ [<ὑαλίης ἢ ὑαλιεύς>· εἰκαῖος. βλοσυρός] <ὑάλικος κώμη>· Διονύσιος <ὑαλκάδαι>· χορὸς παίδων. Λάκωνες <ὑαλόεν>· διαφανές, λαμπρόν <ὑαλο(ῦ)ν>· λαμπρόν. πρᾶον. [ἢ λίθος τίμιος <ὕαλος>· ὕελος. [βόρβορος] <ὕαμα>· βάθος <Ὑάμπολις>· πόλις Φωκίδος <ὑανέοος>· εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος <ὑανεῶς>· τὰ αὐτά <ὑανία>· τύρβη, μάχη, ὕβρις, ἀγερωχία <ὔαξ>· πηδάλιον. ὁδηγός <Ὑαργίδες>· αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι <ὑάσιν>· υἱοῖς <ὑββάλει>· ὑπερτίθεται, ὑποβάλλει <ὑβ[β]αλής>· καταφερής, λάγνος <Ὕβλα>· πόλις Σικελίας <Ὑβλήτης>· μάντις <ὑβ[λι]όν>· τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός. [ὑβρι- στής] <ὕβρεις>· τραύματα, ὀνείδη <ὑβρίς>· ὄρνεον νυκτερινόν *<ὕβρεως>· τῆς ὕβρεως <ὑβριστής>· ὑπερήφανος, ἀγνώμων <ὑβριστοδίκαι>· οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς <ὑβώματα>· κυρτώματα <ὕγγεμος>· συλλαβή. Σαλαμίνιοι <ὑγυλόν>· ὑγιές *<ὑγρόν>· μαλακόν <ὑγιᾶ>· σῶον. νεαρόν. Κρῆτες <ὑγίεια>· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φε- ρόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια <ὑγιής>· τέλειος, σῶος <ὑγιοῦν>· τὸ σα[ῤῥ]οῦν. καὶ τὸ θεραπεύειν <ὑγιῶς>· ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον <ὑγλιῆναι>· φυσῆσαι <ὑγρὰ κέλευθα>· θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν <ὑγρίην>· τὸ οὖρον. Διονύσιος <ὑγρὸν ἀέντων>· μαλακῶς πνεόντων <ὑγρὸν ἔλαιον>· [ὁ καταφερής] διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον <ὑγρός>· ὁ εὐκαταφερὴς εἰς ἡδονάς <ὑδαλίς>· ὑδρωπιῶν <ὑδάν>· ἀγορασθεῖσαν <ὑδαρι(ᾷ)>· ὑδρωπιᾷ <ὑδατίδες>· σταγόνες <ὑδατοτροφέων>· ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων <ὑδέουσιν>· ὑμνοῦσιν <ὕδερον>· τὸν ὕδρωπα *<ὑδαρές>· τὸ ὑδαρόν <ὑδ(ε)ρῶν>· ὑδρωπιῶν <Ὕδη>· πόλις τῆς Λυδίας <ὑδεῖν>· ὑμνεῖν, [αἰδεῖν] ᾄδειν, λέγειν <ὕδης>· συνετός, ἢ ποιητής <ὕδναι>· ἔγγονοι, σύντροφοι <ὑδνεῖν>· τρέφειν, κρύβειν. αὔξειν <ὕδνης>· εἰδώς, ἔμπειρος <ὑδνόφυλλο(ν)>· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα <Ὕδρα>· νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις, πολυκέφαλον <ὕδος>· ὕδωρ *<ὑδραλής>· μετάβολος <ὕδρα>· ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον <ὑδράν.>· εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων <ὑδράνη>· τὸ ἀκραιφνὲς καὶ καθαρόν <ὑδρανός>· ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων *<ὑδραλής>· ὄφις ὕδατος <ὑδρεύειν>· ποτίζειν. ἀντλεῖν <ὑδρευσάμενος>· ἀντλήσας <ὑδρεῦσαν>· ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην <ὕδρη>· ὁ ἔχις <ὑδρήϊον>· ὑδρ[ε]ία <ὑδρηλά>· ὑδατώδη <ὑδρηλοί>· κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις <ὑδρηλός>· τὸ αὐτό <ὑδρηναμένη>· λουσαμένη, ἢ περιρ(ραν)αμένη, ἢ ὕδατι περιχεαμένη <ὑδρήνασθαι>· λούσασθαι, περιῤῥάνασθαι <ὑδρηχόες>· ἰχθύες <ὑδριαφόροι>· μέτοικοι <ὑδρίσκη>· ὑδρ[ε]ία <ὑδροδόκοι>· λάκκοι <ὑδρόμυλοι>· ὑδραλετία ἀπὸ ὕδατος <ὕδρος>· ὄφις <ὕδρου>· ὄφεως εἶδος <Ὑδροῦσα>· ἡ Κέως οὕτως ἐκαλεῖτο *<ὑδροχόας>· ἀμάρας <ὑδροφόρια>· ἑορτὴ πένθιμος Ἀθήνησιν <ὑδροφόρους>· ὑδροῤῥόους <ὕδωρ καὶ γαῖα γένοισθε>· διαλυθείητε καὶ ἀποθάνοιτε <ὗεν>· ἔβρεχεν <ὕει>· βρέχει. χειμάζει <.ει>· ῥω.οιω. <ὕελος>· ὕαλος <ὕεν>· εὗρεν <ὕες>· χοῖροι <ὕεσι>· στολή. Πάφιοι *<ὑελέψης>· ὑελο.... <ὑεστάκα>· ἱματισμός <(υ)ετής>· ὁ αὐτοετής. Μαρσύας <ὑετίς>· ὑδρίς. Ταραντῖνοι <ὑετός>· ὄμβρος. δρόσος. ὕδωρ <Ὑεύς>· Σαβάζιος <Ὑή>· ἡ Σεμέλη ἀπὸ τῆς (ὕ)σεως. καὶ ὑὲ δειλέ <Ὕης>· Ζεὺς ὄμβριος <ὕησον>· σάλευσον <ὕητα>· ὑστίς. Ταραντῖνοι <ὑθλεῖν>· ληρεῖν, μωραίνειν <ὕθλος>· φλυαρία, μωρία, ληρότης, φληναφία <ὕθλους>· φλυάρους, μωρούς, λήρους <υἷα>· υἱόν, τέκνον <υἷας>· τέκνα, υἱούς <ὑϊδεῖς>· υἱῶν υἱοί, ἔγγονοι <ὑΐδες>· [θυγατέρες, ἢ] υἱῶν θυγατέρες <ὑϊδῆν>· υἱοῦ θυγατέρα[ν] <ὑϊδός>· ὁ τοῦ υἱοῦ υἱός <υἱδοῦς>· ἢ υἱδεῖς. υἱῶν υἱούς <υἱεῖς>· υἱοί <υἱέος>· υἱοῦ, τέκνου <υἱες Ἀχαιῶν>· οἱ Ἕλληνες περιφραστικῶς <ὑιήν>· τὴν ἄμπελον. ἢ <υἱόν υἱήω>· ποιὰ βοτάνη <ὕιλη>· ὁμῆλος <υἱόν>· ἀναδενδράδα <υἱοθεσία>· ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα <υἱοθετεῖ>· υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει <υἱωνεῖς>· υἱῶν υἱέες <υἱωνοί>· υἱῶν υἱοί <υἱωνός>· ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος <ὑκελόν>· ὑγιές *<ὑλαγμό(ς)>· βοή <ὕκος>· ἐρυθρῖνος <ὑλάει>· θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ <ὑλάζεσθαι>· ξυλίζεσθαι <ὑλακή>· ὑλαγμός, βοή <Ὑλακίδης>· Ὑλάκου υἱός <ὑλακόμωροι>· οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι <ὑλακτηθέντων>· φλυαρηθέντων <ὑλακτῶν>· μετὰ μανίας κράζων <ὕλαον>· ὑλάκτουν [<ὑλαλοῦν>· ὑλακτοῦν] <Ὕλας>· κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως <ὑλάσασθαι>· ξύλα συναγαγεῖν <ὕλασσα>· ἡ ξυλ(ε)ία, καὶ φρυγανισμός <ὑλᾶται>· ἐστερήθη. ἀπέθανεν <Ὕλη>· πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα. ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον <ὑλῆεν>· δασύ, ξυλῶδες <ὑληέσσης>· συμφύτου, ἢ ὕλας ἐχούσης <ὕλην>· κισσίαν. τὸν στέφανον <ὑληρεύς>· νομεὺς ἐν ὕλῃ φυλάττων <ὕλης μητέρα>· εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμ- βυκα <ὕλιγγες>· λόγχαι <ὑλίμη>· μάχη τίς [<ὑλί.ροι>· τέκτονες] <ὑλίτης>· οἴνου εἶδος [<ὑλλεῖ>· θρυλλεῖ, λέγει] <ὕλλει>· τὰ πρὸς κάσσωσι δέρματα <Ὕλεες>· οἱ ἐν Κρήτῃ Κυδώνιοι <ὑλίας>· τοὺς καρπατίμους τόμους <Ὕλλος>· ποταμὸς Λυδίας <ὕλογος>· στρατός. Περγαῖοι <ὕλοι>· σπόνδυλοι <Ὕλῳ ἰχθυόεντι>· ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι <ὑλομανής>· ὁ ταῖς ὕλαις χαίρων <ὑλομήτρα>· εἶδος σκώληκος <ὑλοτόμος>· ξυλοτόμος <ὑλωρός>· ὕλην φυλάσσων <ὑμά>· ὑμέτερα ...... <ὑμεδαπῶν>· τοῦ ὑμετέρου ἐδάφους <ὑμέναιος>· γάμος. ἢ ᾠδὴ ἐπιγάμιος <ὑμεναίων>· γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς <ὑμένιον>· λεπτόν <ὑμενῶδες>· λεπτόν, ἀεροειδές <ὑμήν>· εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ τοῖς γαμοῦσιν ἐπαυλούμενον <ὑμέναιος>, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν <ὑμῆς>· ὑμετέρας <Ὑμήττης>· ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος <Ὑμήττιος>· Ζεὺς παρὰ Ἀττικοῖς <ὔμμε>· ὑμᾶς, ὑμεῖς. Αἰολικῶς <ὔμμες>· ὑμεῖς, καὶ τὰ ὅμοια <Ὑμμητός>· ὄρος Ἀττικῆς <ὑμνεῖ>· εὐλογεῖ, ᾄδει <ὑμνηπολείτω>· ὑμνείτω <ὑμνίον>· τὸν ἀμόλγην Διονύσιον <ὑμνοθέται>· ποιηταί <ὑμνοθέτης>· ποιητής <ὑμνοτήϊαι>· σύνοδοι τῶν ἐπ' ἔτος γεγαμημένων <ὕμνος>· χρησμός <ὕναν>· τὴν εἰρήνην <Ὑνναρεύς>· Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους <ὑννάς>· αἲξ ἀγρία <ὑννή>· αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ <ὕννις> ὁμοίως <ὕννος>· πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι <ὑντετράστιαν>· κατεαγέν. Σαλαμίνιοι <ὕντωσε>· συμπαρῆσαν <ὕξον>· βοήθησον <ὑολλός>· τόπος συῶν βορβορώδης <ὑοβότης>· συοβόσκης <ὑομεμνία>· ἑορτή τις ἐν Ἄργει <ὑομένη>· βρεχομένη <ὕον>· ὅμοιον <ὑός>· χοίρου <ὑοσκυαμᾷς>· μαίνῃ, ἀπὸ τῆς πόας <ὑοχαί>· τὸ βορβορῶδες ὕδωρ <ὑπάγειν>· τὸ ἡσύχως πίνειν <ὑπαγορ(ε)ία>· συμβουλία <ὑπαγορεύουσι>· λαλοῦσιν <ὑπάγορον>· κατὰ βίαν ὑπερήφανον <ὑπαγωγεύς>· πρὸς πλίνθων οἰκοδομὴν πηλός <ὑπαγωγή>· ὑποχώρησις <ὑπάγων>· ὑπὸ δίκην ἄγων <ὑπαί>· πρὸ τοῦ καὶ νῦν. <ὑπαὶ πόδα ὑπαὶ δὲ ἴδεσκε[ν]>· ὑπέβλεπεν <ὑπαὶ δείους>· ὑπὸ τοῦ δέους <ὑπαιδράσειαν>· ὑπόψειαν <ὕπαιθα>· ἔμπροσθεν <ὑπαίθριον>· ὑπὸ τὸν ἀέρα <ὑπαικαλούσας>· ὑποτρεμούσας <ὑπαιλίχαζε>· ἐκ πέτρας ὑποχώρει <ὑπαινίττεται>· αἰνιγματωδῶς ἐμφαίνει <ὑπαλευάμενος>· φυλαξάμενος *<ὑπαΐξας>· ὑφορμήσας *<ὑπαὶ πόδα>· ὑπὸ πόδα *<ὑπαλύξαι>· ἐκφυγεῖν. ἐκκλῖναι *<ὑπ' ἀνέρος>· ὑπ' ἀνδρός *<ὑπ' ἀνθερεῶνος>· τὸν ὑπογένειον τόπον <ὑπαντάξ[ας]>· ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας <ὑπαντιάζει>· ὑπαντᾷ <ὑπ' ἀντιαίης>· ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης <ὑπάντλ[ε]ια>· χαλκᾶ ἀγγεῖα, κάδοι <ὕπαντροι>· οἱ ὑπὸ τὸ σπήλαιον <ὑπανύσθαι>· ὑπουργεῖν <ὑπαπίει>· ὑποστρέφει <ὑπ' ἀπειρίας>· ὑπὸ ἁμαρτίας <ὕπαρ>· τὸ μεθ' ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀλη- θές <ὕπαρ>· μεθ' ἡμέραν. ἀληθές <ὕπαρνος ποίμνη>· ἄρνας ἔχουσα <ὑπάργυρον>· τὸ κινάμωμον <ὑπάρξας>· κατάρξας <ὕπαρξις>· προγένεσις. ἡ οὐσία <ὑπάρχει>· προκατάρχει <ὕπαρχος>· οἰκονόμος. πολέμου στρατηγός <ὑπάρχων>· πεφυκώς, ὤν <ὑπαρχθεῖσαν>· προγεγονυῖαν <ὑπασπισταί>· βοηθοί. ὑπηρέται *<ὑπασπίδια προποδίζων>· ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων <ὑπασπιστής>· βοηθός, δορυφόρος, ὑπηρέτης <ὑπάτη>· ὑψηλή. δυνατή *<ὕπατε κρειόντων>· βασιλεῦ βασιλευόντων <ὑπάτη>· ὑπερτάτη, ἀνωτάτη. πλουσία <ὑπάτμενοι>· δοῦλοι, ὑπουργοί <ὕπατον μήστωρα>· τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον <ὕπατος>· ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας <ὑπ' αὐλήν>· ὑπ' οἶκον <ὑπ' αὐλοῦ>· μετ' αὐλοῦ <ὑπ' αὐνήν>· παρ' Ἑκαταίῳ. Φιλητᾶς <ὑπαφήτορες>· ὑποτεταγμένοι <ὕπαφρον>· τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι [τὸ] ὕπαφρον τὸ ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον <Ὑπαχαιοί>· ὀνομαστικόν <ὑπαχθέντες>· ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες <ὔπεα>· τὰ ὀπήτια <ὑπέασιν>· ἐληλύθασιν [<ὑπεδείδεσκεν>· ὑπεβλέπετο] <ὑπέγραψεν>· ἐχάραξεν, ἢ ἔγραψεν <ὑπεδέσμευεν>· ὑπεξέκειτο <ὑπέδυ>· [ὑπεισέλθοι] ὑπεισῆλθεν <ὑπεζευγμένος>· ὑποτεταγμένος <ὑπεζῶσθαι>· τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς <ὑπεζωσμένοι>· ἀναπείσαντες <ὑπέθην>· [ἔμπροσθεν] ὑπεκθέμην <ὑπέθεντο>· συνεβουλεύοντο [<ὑπεθολιάσθην>· ἔμπροσθεν ἐκλείσθην] [<ὑπεθόμησεν>· ὁμοίως] [<ὑπεθρεῖ>· ὑπερέχει, ὑπερβάλλει] [<ὕπεθρον>· ὑπὸ τὸν ἀέρα] <ὑπ[ε]ιδό[ύ]μενοι>· ὑφορώμενοι <ὑπείκει>· ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται <ὑπείκετε>· τὰ αὐτά <ὑπειλημμένη>· ἀντ(ε)ιλημμένη <ὑπειλημμένον>· ὑπονενοημένον. ὑπενηνεγμένον <ὑπείνεχεν>· ὑπέβαλεν, ὑπεῖχεν <ὑπεῖξά σοι>· ὑπεχώρησά σοι <ὑπείξομαι>· ἥξω, ὑπονοστήσω. ὑποχωρήσω <ὑπεὶρ ἅλα>· ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν <ὑπείροχος>· ὑπέροχος, ὑπερέχων <ὑπεῖχεν>· ὑπέβαλεν [<ὑπ' ἐκ Διὸς αἶσαν>· παρὰ τὸ ἐκ Διὸς εἱμαρμένον] <ὑπέκειντο>· ὑποκείμενοι ἦσαν <ὑπέκθεσις>· ὑπόθεσις <ὑπεκινοῦντο>· κατενοίγοντο, ἢ ἐπτοοῦντο <ὑπέκλινεν>· ὑπέταξεν <ὑπεκδράμω>· φ[ε]ύγω <ὑπεκπροθέων>· ὑπεκτρέχων [<ὑπέκτρενον>· τὸ ἔτρεμον] <ὑπελθεῖν>· ὑπεισελθεῖν, ὑποδραμεῖν <ὑπέλαιος>· γλοιός *<ὑπέλαβεν>· ὑπεδέξατο <ὑπελεῖν>· ὑπειλεῖν <ὑπ' ἔμβρυον>· νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι <ὑπεμνήμυκεν>· ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει <ὑπ' ἐμοί>· ὑπὸ τὴν ἐμὴν ἐξουσίαν <ὑπεμφαίνει>· φανεροῖ <ὑπεναντίος>· ἐχθρός <ὑπένερθεν>· ὑποκάτωθεν <ὕπενες>· εἰς τετάρτην <ὑπ' ἐνεσίῃσι>· βουλαῖς <ὑπενηνεγμένον>· ὑποκείμενον <ὑπενόθευσεν>· ὑπέφθειρεν <ὑπενόστησεν>· ὑπέστρεψεν, ὑπεχώρησεν· <νόστος> γὰρ ἡ ὁδός <ὑπεξέθαυτο>· ὑπεκέκαυτο <ὑπεξέφερε>· προέτεινε, προεβάλλετο <ὑπεξέφερον>· εἰς τὸ ἔξω ἔφερον <ὑπεξαλέασθαι>· ὑπεκκλίνειν <ὑπεξήκριζον>· ὕβριζον <ὑπεξίει>· ὑπεξίσταται <ὑπεξίσταται>· τὰ αὐτά <ὑπεξίστησι>· μεθίστησι <ὑπέπισα>· ὑπεπότισα <ὑπεπόδισεν>· ἀνεπόδισεν <ὑπέρ>· πρόθεσις. πολύ, πλέον, λίαν <ὑπέρα>· ἐν τῇ νηὶ σχοινία τινά <ὑπεραγασθείς>· ὑπερθαυμάσας *<ὑπειρεσία>· ἡ τῶν ἐρεσσόντων καθέδρα *<ὑπειλημμένον>· ὑπενενοημένον *<(ὑ)περάγον>· διαφέρον <ὕπερα[ε]>· σκώληκές τινες <ὑπεραγοναστάς>· εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας <ὑπεραίρεται>· ὑψοῦται <ὑπεραέϊ>· ὑπεράγοντι κατὰ τὴν πνοήν *<ὑπέρας>· τὰ σχοινία <ὑπέρακμος>· μέγας <ὑπὲρ ἅλα>· θάλασσαν <ὑπεράλλα πέτηξ>· ὑπὲρ τὸ δέον <ὑπεράλ(λ)εται>· ὑπερπηδᾷ <ὑπεραλεῖται>· ὑπερπηδήσει <ὑπεράλμενον>· ὑπεραλλόμενον <ὑπερανάστης>· μετανάστης. μεταβάτης <ὑπερανέστηκεν>· ὑπερβέβηκεν, ἐκ τοῦ <ὑπέρ> ἤτοι ὑψηλότερον <ὑπέραντλα>· πολλά <ὑπερασπίζω>· βοηθῶ, ἀντιλαμβάνω. καὶ <ὑπερασπιστής>· ἀντι- λήπτωρ <ὑπερασπιῶ>· προΐσταμαι <ὑπέραυχος>· ὑπερήφανος <ὑπερβάλλει>· ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς συμβουλίαν <ὑπερβᾶν>· ὑπερώαν <ὑπέρβασις>· ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις ὅρκων <ὑπερβασίης>· ἀδικίας. ὑπερηφανίας <ὑπερβατόν>· ὑπερβαινόμενον <ὑπέρβιον>· ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως <ὑπερβλήδην>· ὑπεράγαν <ὑπερβλύζει>· ....... <ὑπερβολή>· πολύ <ὑπερβολία>· ὕβρις. κόρος <ὑπεργμένων>· δοθέντων. προελθόντων <ὑπεργύϊον>· ὑπέρμηκες, μέγα <ὑπερδέα>· ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν· ὑπερδέα δῆμ(ον) ἔχοντα [<ὑπέρδεσμα>· ἐνέχυρα, ὑποδήματα] <ὑπέρδικοι>· συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες <ὑπερδειπνεῖ>· ὑπερτρυφᾷ <ὑπερείδει>· στηρίζει [<ὑπερείδει>· καταφρονεῖ] <ὑπερειδούσης>· στηριζούσης <ὑπέρειπε>· κατέβαλ(λ)εν, ἀπὸ τοῦ <ἐρείπειν ὑπερείσατε>· στηρίξατε <ὑπερεκστήξει>· ὑπερσταθήσεται <ὑπερέκτισις>· ὑπεραπότισις <ὑπερένεγκαν>· ὑψώθησαν <ὑπερέλασις>· ὑπέρθεσις, ὑπερβολή *<ὑπερένδοξος>· ἄγαν ἔνδοξος <ὑπε(ρ)έξουσι>· μείζονες ἔσονται <ὑπερέπτατο>· ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν <ὑπέρεπτε>· ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν <ὑπέρευγε>· ὑπερκάλως [<ὑπεριφερές>· μετεωροφόρον] <ὑπερέσχεθε γαίης ὑπερέσχεν>· ἀνέτειλεν <ὑπερέσσεται>· περιέσται, κρατήσει <ὑπερέχει>· ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω ἔχει <ὑπερέχοντι>· ἐξουσιάζοντι <ὑπερζέσας>· ἀναφλεχθείς <ὑπερηγάσθη>· ὑπερεθαυμάσθη <ὑπερηκόντισεν>· ὑπερέδραμεν <ὑπερήκρισας>· ὑπεράγαν ἐπήδησας <ὑπερήμεροι>· οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ μὴ διαλυσάμενοι <ὑπερήμερος>· ἐκπρόθεσμος <ὑπερηνορεόντων>· ὑπερηφάνων <ὑπερήνωρ>· εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. πα- ράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν [<ὑπερήπης>· ὑπὸ τῆς ὁρμῆς] <ὑπερῆρτο>· κατεξανίστατο <ὑπερήσει>· ὑπερβαλεῖ <Ὑπερησία>· πόλις [<ὑπερήσμασι>· στηρίγμασι] <ὑπερήφανος>· ὑπεράφρων. ἀγνώμων <ὑπερθεῖ>· ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει <ὕπερθεν>· ὑπεράνωθεν <ὑπὲρ θεόν>· παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην <ὑπερθέοντας>· ὑπερτρέχοντας <ὑπερθέσεις>· ἀναβολαί. ὑπερβάσεις <ὑπερθορέονται>· ὑπερπηδῶσιν <ὑπέρθορον>· ὑπερεπήδησα, ὑπερηλάμην <ὑπέρθυμοι>· πρόθυμοι. μεγαλόψυχοι <ὑπερθύριον>· ὁ ἐπάνω τῶν θυρῶν τόπος <Ὑπερία>· ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη *<ὑπερίον[τ]α>· ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι <ὑπερίδῃ>· καταφρονῇ <ὑπ(ερ)ικταίνοντο>· ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν χαράν, ὅ ἐστιν ἐξετείνοντο <ὑπεριπτία>· ἀγών τις παρθένων <ὑπέριπτεν>· κατέσειεν <ὑπερισχύουσαν>· ὑπερβάλλουσαν <ὑπερίων>· τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι <ὑπερκαταβαπτύουσαν>· ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους <ὑπερκακεῖν>· ὃ νῦν <ἐκκακεῖν <ὑπὲρ κάρα φοιτῶντα>· ὑπὲρ κεφαλῆς ἐρχόμενον <ὑπερκείμενον>· ἄνω κείμενον <ὑπέρκεισαι>· ὑπερβάλλεις <ὑπερκείσθω>· ὑπερτεθείσθω <ὑπὲρ κεφαλῆς>· ὑπεράνω τῆς κεφαλῆς <ὑπερκόμπως>· ὑπερηφάνως <ὑπερκάϋστρα>· ἡ τῆς Ἀθηνᾶς ἱέρεια <ὑπερκόσμια>· ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον <ὑπερκυάνεον>· λίαν κυάνεον <ὑπερκύδαντας>· ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους <ὑπερκυδέοντας>· λίαν ἐνδόξους <ὑπερμαζᾷ>· ὑπερτρυφᾷ <ὑπερμενέϊ>· τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερ- κρατεῖ <ὑπερμενής>· μεγάλην ἔχων ἰσχύν <ὑπερμενέον(τα)>· ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει <ὑπέρμορα>· ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον <ὑπὲρ μόρον>· ὁμοίως <ὑπερνεμεῖς>· ὑπερορᾷς <ὑπερνήχεται>· ὑπερέχει, ὑπερβαίνει <ὑπερνικᾷ>· ἀντιμάχεται <ὑπέρογκον>· μέγα, ὑψηλόν, ὑπέρμετρον <ὑπεροι(α)ζομένου>· ὑπερηφανευομένου <ὑπεροιησάμενοι>· ὑπερηφανοῦντες [<ὑπερόλβη>· κόρος. ὕβρις] [<ὑπεροπεύει>· ψεύδεται] [<ὑπεροπεύς>· ψεύστης.] ὑπερόπτης] <ὑπεροπλίαις>· ὑπερηφανίαις, ὑπερφροσύναις [<ὑπεροπλῆσαι>· ὑπερβῆναι, ὑπερπηδῆσαι] <ὑπεροπλίσσαιτο>· νικήσειεν. ἢ ὑπερηφανήσειεν <ὑπέροπλον>· ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές <ὑπέροπτον>· μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια <ὑπερορᾷ>· καταφρονεῖ, παραβλέπει <ὑπερόριος>· ἐκτὸς τῶν ὁρίων <ὑπέρου περιστροφήν>· παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων <ὑπερούσιος>· ἀγαπητός, πεφιλημένος <ὑπερόφρυς>· ὑπερηφάνους <ὑπέροφρυς>· ὑπέροπτος <ὑπεροχή>· ἐξοχή, ὑπερβολή <ὑπέροχον>· περισσόν. δεινόν. μεῖζον <ὑπεροψία>· ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν <ὑπερπαθήσας>· πάνυ λυπηθείς <ὑπερπηδῶν>· ὑπερθορών <ὑπεῤ(ῥ)άγη>· διεῤῥάγη <ὑπερσχεῖν>· ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι <ὑπέρσχες>· σκέπασον, καὶ τὰ ὅμοια <ὑπερτάτην>· ὑψηλήν, ὑπερβαίνουσαν <ὑπέρτατος>· μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέ- στατος <ὑπὲρ τέγος>· ὑπεράνω τῆς στέγης <ὑπερτεῖς>· Κρητικῶν πόλεων ἐπίθετα <ὑπερτελής>· ὑπὲρ τὸ τέλος ἀφικομένη <ὑπερτέλλοντες>· ἀνατέλλοντες <ὑπερτέλλων>· ὑπερα(να)τέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων <ὑπερτενῆ>· ὑπερανατείνουσα, ὑψηλή <ὑπερτέρα>· ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον <ὑπερτερία>· τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον <ὑπερτερίῃσι>· νεωτερισμοῖς. ὑπερηφανίαις <ὑπερτερ[ε]ώτερος>· νεώτερος *<ὑπέρτερον>· ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ (*)<ὑπερτερ[ε]ίη>· τὸ πῆγμα τῆς ἁμάξης (*)<ὑπέρτερα>· κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν ἐντός <ὑπερτεροῦν>· δεσπόζον *<ὑπερτῆρα>· τὸ τῆς ἁμάξης πῆγμα <ὑπέρτεχνον>· σπουδαῖον <ὑπερτοναίων>· ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατετα[γ]μένων <ὑπέρυθρος>· πυρακτής <ὑπέρφασις>· ὑπερηφανία, μεγαλοῤῥημοσύνη <ὑπερφέρεις>· ὑπερβά(λ)λεις <ὑπερφερές>· μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον <ὑπέρφευ>· ὑπεράγαν <ὑπερφίαλος>· ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλο- πρεπής. ἢ ἔκσπονδος <ὑπερφλύζει>· ἀναῤῥεῖ, ἐκφυσᾷ <ὑπέρφρονα>· ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα <ὑπερφυᾶ>· ὑπὲρ φύσιν μέγαν <ὑπερφυές>· ὑπερμέγεθες, μεῖζον <ὑπερφύς>· ὑπεργεννηθείς <ὑπερφυῶς>· ὑπεραγόντως <ὑπερχειλές>· ὑπερμεμετρημένον <ὑπερχειλῶν>· ὑπερμέστων <ὑπερχέων>· ὑπερέχων <ὑπέρχολος>· ὑπερβαλλόντως ὀργιζόμενος <ὑπέρχρεως>· ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων <ὑπερῶ>· ὑποβα[λ]λῶ. ἀντὶ τοῦ προερῶ <ὑπερῶ> <ὑπερῴ(α)>· στόματος <ὑπερῷα>· ἀνώγαια <ὑπερώησαν>· ὑπ[ερ]εχώρησαν <ὑπερώϊον>· ὑπερῷον, ἀνώγαιον οἴκημα <ὑπερῷον>· ἀνώγαιον <ὑπερώφθη>· παρώφθη <ὑπεσάκκισεν>· ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε [<ὑπεσενεχίζετο γέα>· ὑπεκάμπτετο. ἐκινεῖτο] <ὕπεσις>· ταπείνωσις, ἔνδοσις *<ὑπέρβιος>· ὑπέωρος <ὑπεσπληνισμένον>· ὑποπιασμένον. ἢ πεποικιλμένον <ὑπέστη>· ὑπέσχετο [<ὑπέτρεχον>· ὑπεράνω τοῦ πυρὸς εἶχον] <ὑπέσταν>· ὑπέστησαν, ἐπηγγείλαντο <ὑπεστειλάμην>· παρῃτησάμην <ὑπεστόρεσται>· ὑπέστρωται, ἥπλωται *<ὑπέχεσθαι>· ὑπερβάλλεσθαι <ὑπεσχηκώς>· ὑποστάς <ὑπέσχηται>· ἐπήγγελται <ὑπέφηνεν>· ὑπέδειξεν, ἐφανέρωσεν <ὑπεχάλκισα>· πρὸς χαλκοῦ ὑπεθέμην *<ὑπ' εὐθείας>· ἐπ' ἴσης *<ὑπεύθυνος>· ἔνοχος. ὑποκείμενος <ὕπεχε>· ὑπόφερε. πάρεχε. ὑπόμενε <ὑπέχει>· ὑπομένει. ὑφίσταται. δίδωσιν <ὑπέχεται>· προμηθεῖται <ὑπέχευεν>· ὑπέβαλλεν, ὑπέχυσεν <ὑπηγάγετο>· ἠπάτησεν. [ὑπέμεινεν [<ὑπηδόμενοι>· ὑφορώμενοι] <ὑπηλάτων>· τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων *<ὑπήλυθεν>· ὑπέδυ, ὑπεισῆλθεν [<ὑπηλήφαμεν>· ἐνομίσαμεν] <ὑπήλλαξεν>· ὑπεχώρει <ὑπῆν>· ὑπῆρχεν <ὑπήει>· ὑπομένει, ὑποφέρει <ὑπήνας>· γενειάδας <ὑπηνέμια ὠά>· τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα <ὑπηνέμους>· σκεπηνούς *<ὑπηνέμιον ἄνεμον>· ὑετόν, καὶ τὰ ὅμοια <ὑπήνη>· τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι ὑπὸ τὴν ῥῖνα τόπος [<ὑπήνημος>· σκέπη] <ὑπηντίαζον>· ὑπήντων <ὑπηοίη>· ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω <ὑπήρατος>· λογομάχος. ὑπέρλαμπρος <ὑπηρέσια>· τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφ' ὧν καθέζονται *<ὑπηρέτης>· δοῦλος <ὑπηρέσιον>· ἡ σανὶς τῆς καθέδρας <ὑπήτριον>· ὑπογάστριον, ἐφήβαιον <ὑπηχεῖ>· βομβεῖ <ὑπήχθην>· ἦλθον <ὑπ' ἠῶ>· ὑπὸ τὸν ὄρθρον <ὑπεὶρ ἅλα>· ὑπὸ τὴν θάλασσαν <ὑπίσχεται>· ἀναδέχεται, ὑπισχνεῖται <ὑπισχνεῖται>· ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται <ὑπ' ἴχνιον>· ὑπὸ τὰ ἴχνη <ὑπιωγαί>· ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη <ὑπνάσσει>· ὑπνώσσει <ὑπνοῖ>· κοιμᾶται <ὕπνος>· [κυρίως <ὕπνου δῶρον>· ὕπνος, ἀνάπαυσις <ὑπνῶ>· κοιμῶμαι. ἢ ἀγρυπνῶ <ὑπνωτικόν>· ὁ μανδραγόρας <ὑπό>· πρόθεσις ...... <ὑποακταίνοντο>· ἔτρεμον <ὑποβάθρα>· κρηπίς, θεμέλιος. ὑπόβασις <ὑποβαίνει>· ἐλαττοῦται <ὑποβάσει>· ὑποκαταβάσει *<ὑποβάλλει>· ὑποκρούει <ὑποβας[ι]μόν>· ὑποβάθραν <ὑπόβασις>· ὁ ἐνδότατος χιτών, ἢ περίζωμα <ὑποβατᾶν>· ὑποβατόν. τὸ ὑποπόδιον <ὑποβεβηκώς>· μικρότερος, ἐλάττων <ὑποβιβάζοντες>· ὑποκαταβαίνοντες. ἐλαττοῦντες <ὑποβιβασθέν>· ὑποβεβρυχμένον (?) ὑποπεπτωκός <ὑποβλεπόμενος>· ὑπονοῶν. ἐχθραίνων <ὑποβλήδην>· ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι ὑπολαμβάνων <ὑποβολιμαῖον>· οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες <ὑποβορβόριον>· ἡ τρύξ <ὑπόβρυχα>· ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυ- θισθέντες <ὑπογάιδιον>· ὑπόγειον τύμβον <ὑπὸ γαμφηλαῖς>· ὑπὸ ταῖς σιαγόσιν <ὑπὸ γαμφηλῇσιν>· ὁμοίως <ὑπογεγραμμένη>· ἐγκεχριμένη <ὑπόγειον>· ὑπὸ τὴν γῆν <ὑπογενειάζων>· λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος <ὑπογλωττίς>· εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ μέρος ἐνστόμιον <ὑπὸ γλωχῖνα>· ὑπὸ τὴν γωνίαν <ὑπόγνυθα>· τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον [<ὑπόγοιον>· πρὸ μικροῦ γεγονός] <ὑπογράμματα>· στιμίσματα τῶν ὀφθαλμῶν <ὑπογραμμός>· τύπος. μίμημα <ὑπογράφειν>· τυποῦσθαι <ὑπογραφῆναι>· εἰσακουσθῆναι <ὑπογραφίον>· τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων <ὑπόγυον>· προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός, καὶ τὸ ἕτοιμον, πρόσφατον <ὑπὸ δαΐ(δ)ων>· ὑπὸ λαμπάδων <ὑποδέγμενος>· ὑποδεχόμενος <ὑποδεέστερος>· ταπεινότερος <ὑποδεής>· ἐνδεής, καταδεής. ὑπόφοβος <ὑποδενδρυάζειν>· τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι <ὑποδεξίη>· ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν <ὑποδέραια>· ὑποτραχήλια <ὑποδέραιον>· ὑποδείριον καὶ περιτραχήλιον <ὑποδερίς>· ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι <ὑποδέσματα>· ἐνέχυρα <ὑποδέσμιος>· [ἢ ὑποδήμιος, ἢ] ὑποτεθείς <ὑπὸ δ' ἔτ(ε)ινε>· ὑπέβαλλεν <ὑποδῆσαι>· ἐνεχυραθῆναι. Ἰταλιῶται *<ὑπόδειγμα>· σημεῖον <ὑποδιδάσκαλος>· χοροδιδάσκαλος <ὑπόδικος>· ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης <ὑποδμώς>· ὑποτεταγμένος, δοῦλος, θεράπων <ὑπόδρα>· ὑποβλεψάμενος, βλαπτικός <ὑποδράξ>· ὁμοίως <ὑποδρακεῖν>· ὑποπτεύσας <ὑπόδρα ἰδών>· δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας <ὑποδραμών>· ὑφερπύσας <ὑποδρασίας>· τὰς ἔχθρας <ὑποδρασίη>· ὑποψία <ὑποδρής(ς)ουσιν>· ὑπουργοῦσιν, ὑπηρετοῦσιν <ὑπὸ δρόμον>· ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν <ὑποδρόμους>· στόμια <ὑποδύεσθαι>· δειλιᾶν <ὑποδῦναι>· ὑπεκδῦναι <ὑποδύντες>· ὑπεισελθόντες <ὑποδύς>· ὑποβάς, ὑπεισελθών <ὑποδύτης>· τὸ ἐσώτερον ἱμάτιον <ὑπόεικεν>· ἀνεχώρει <ὑποείξομαι>· ὑποχωρήσω <ὑποέστης>· χιτών <ὑποεχμένη>· ὑπείκουσα. θεραπεύουσα <ὑποζάκοροι>· νεωκόροι <ὑποζατηθείς>· ὑποκατασχών <ὑποζύγια>· κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ [τὰ ὑπόζωνα] πάντα τὰ ἐζευγμένα <ὑποθέσθαι>· συμβουλεῦσαι <ὑποθέσεις>· καταβολαί. πράγματα. αἰτίαι, προφάσεις <ὑπόθεο>· ὑπόθου. συμβούλευσον <ὑπόθευτον>· Ῥόδιοι ἐπὶ θυσίας <ὑποθήκη>· παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή <ὑποθημοσύνη>· τὰ αὐτά <ὑποθήμων>· ὑποθέσεις καταγράφων <ὑποθήσομαι>· διδάξω καὶ <ὑπόθου> ὁμοίως <ὑποθυμί[ο]ς>· στέφανος ὑποτράχηλος <ὑποιατιθείς>· ὑποστρατευθείς <ὑποίζεσθαι>· ὑπονοεῖν <ὑποικουρεῖ>· ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται <ὑποικουροῦσα· εἰς βάθος> οἰκοῦσα <ὑποίσει>· ὑφέξει, βαστάσει <ὑποι(ς)τά>· φορητά, βαστακτά <ὑποίσω>· ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια <ὑποκαθῆσθαι>· ἐνεδρεύειν <ὑποκάλυκα>· ὑπὸ τὴν κλεῖδα τοῦ πυρός [<ὑπὸ κόρασιν>· ὑπὸ ταῖς κεφαλαῖς] <ὑποκείσεται>· ὑποβληθήσεται <ὑποκεντά>· ὑπομονητικά <ὑποκέοιτο>· ὑποκείσεται <ὑπὸ κεύθεα>· ὑπὸ κοῖλ[ι]α *<ὑποκυσσαμένη>· ἐγκυοῦσα <ὑποκόλπιον τοῦ χοροῦ>· τῆς στάσεως χῶραι αἱ ἄτιμοι <ὑποκομψίας>· τὸ κομψὸν ὑποφαίνων <ὑποκορίζεσθαι>· ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν <ὑποκοριζόμενος>· ὁμοίως <ὑπὸ κρασίν>· ὑπὸ ταῖς κεφαλαῖς <ὑποκρέκειν>· ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα <ὑπὸ κράτεσφιν>· ὑπὸ τῇ κεφαλῇ <ὑποκριθῆναι>· ἀποκριθῆναι <ὑποκρίναιτο>· ὑποκρίσει τι ποιῶν <ὑποκρίνοιτο>· ἀποκρίνοιτο. ἔνθεν καὶ <ὑποκριτής>, ὁ ἀποκρινόμενος πρὸς τὸν χορόν <ὑπόκρισις>· εἰρωνεία. ὑπουλότης. δόλος <ὑποκριτής>· μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος <ὑποκρούει>· ἀντιλέγει <ὑποκρουνιδία>· θυσία τις παρὰ Κνιδίοις <ὑποκρουσταλίς>· εἶδος τοῦ λίνου σπέρματος <ὑποκυδές>· ὑποφρύδιον <ὑπόκυκλα>· τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν τριπόδων *<ὑποκυησαμένη>· ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον <ὑπόκυκλον>· ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα <ὑποκυς(ς)αμένη>· ἔγκυος γενομένη, ἐγκύμων <ὑπολαβών>· ὑπονοήσας, νομίσας. ἀποκριθείς <ὑπολαΐς>· ὄρνις τις τῶν σκωληκοφάγων <ὑπολαλεῖ>· ψιθυρίζει <ὑπολάμβανε>· νόμιζε. ἀντιτίθει <Ὑπολάμπτειρα>· Ἑκάτη ἐν Μιλήτῳ *<ὑποληπτέον>· νομιστέον *<ὑπόληψις>· ὑπόνοια, καὶ τὰ ὅμοια <ὑποληΐς>· εἶδος ὄρνιθος. ἢ ... λαΐς <ὑποληκᾶν>· ὑποκρούειν <ὑπολ[ι]απάξας>· ὑποκενώσας <ὑπολίζονες>· μεγέθει ἐλάσσονες, ὀλιγώτεροι [<ὑπολιμαῖος>· ὁ μὴ γνήσιος] <ὑπολείπει>· ἐκλείπει <ὑπόλινον>· τὸ ὅρμινον <ὑπὸ λιπαροῖσι>· εὐτραφέσι <ὑπόλι(ς)φον>· ὀλισθηρόν *<ὑπολαιόν>· ὑποδαιστόν [<ὑπολύξας>· ἐκκλίνας] <ὑπομάζιον>· θηλάζον παιδίον <ὑπομαλανδριῶδες>· εἶδός τι ταρίχου <ὑπομέλαθρα>· Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος <ὑπομειδιῶντι>· γελῶντι <ὑπὸ μηνιθμόν>· ὑπὸ τὴν ὀργήν <ὑπομηλαφῆσαι>· ψηλαφῆσαι <ὑπομονή>· καρτερία <ὑπομνηματιστής>· ὁ ὑπόμνημα λέγων <ὑπονέμεσθαι>· ἐξαπατᾶν <ὑπὸ νηΐω>· τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς <ὑπονοεῖ>· ὑποπτεύει <ὑπονοθεῦσαι>· ὑποφθεῖραι <ὑπόνοια>· ὑπερηφανία, θράσος <ὑπονομαί>· κλοπαί. ὀχετοί <ὑπονοστήσας>· ἐπανελθών, ὑποστρέψας <ὑπονύσσεται>· καταπονεῖται [<ὑποοργός>· ὑπουργός] <ὑποπαθών>· ἠρέμα παθών <ὑποπεράτωσις>· τελείωσις *<ὑποπεζία>· ταπείνωσις <ὑποπερκάζουσι>· μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται <ὑπὸ παντὶ λίθῳ>· παροιμία τὸ "<ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει>" *<ὑποπιάζομεν>· ταπεινοῦμεν. μαραίνομεν. <Ὑποπιασμὸς> γὰρ τα- πείνωσίς ἐστι <σώματος <ὑποπῖσαι>· ὑποποτίσαι <ὑπὸ Πλάκῳ>· ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας <ὑπόπλεως>· μεστός, ἔμπλεως <ὑποποιεῖται>· προσποιεῖται <ὑπὸ πραπίδων>· ὑπὸ τῶν φρενῶν <ὑπόπτερος>· κοῦφος. καὶ <ὑπόπτερος> ὁ ταχύς [<ὑποπέτρου>]· ὑποπτέρου. ταχείας <ὑποπτεύει>· ὑπονοεῖ, ὑπολαμβάνει <ὕποπτος ἐχθρός>· ....... <ὑπόπτως>· ἐχθροειδῶς <ὑπόπτωσις>· κατάπτωσις <ὑπόπτωτον>· ὑποπῖπτον <ὑπόρ(ε)ια>· τὰ ὑπὸ τὰ ὄρη <ὑπορίνους>· τοὺς ὑπὸ ῥινὶ φθεγγομένους *<ὑποργηθεῖσα>· ὑποχρισθεῖσα <ὑπὸ ῥιπῆς>· ὑπὸ τῆς ὁρμῆς [<ὑποῤῥόφιοι>· ὑπόστεγοι] <ὑποῤῥάπτεις λόγους>· συντίθης <ὑποσακίζειν>· ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν <ὑποσκελίσει>· ἀπατήσει, χλευάσει <ὑπόσκοπον χέρα>· Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν ὀρχηστικὸν ὁ <σκοπός> *<ὑπὸ σκήπτρῳ>· ὑπὸ τῇ βασιλείᾳ <ὕποσμος>· ὀσφραινόμενος <ὑποσμύχει>· θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων <ὑποσμύχεται>· ὑποκαίεται <ὑποσμύχουσα· ἔνδον> ἐρεθίζουσα <ὑπόσπονδος>· σπονδὰς αἰτήσας <ὑπος(ς)είουσι>· κάτωθεν ἕλκουσιν <ὑπόστα>· ὑπόμενε <ὑποστάθμη>· τρυγία, τρύξ <ὑποσταίη>· ὑπόσχοιτο <ὑπόστασις>· πρόσωπον <ὑποσταχύοιτο>· ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος <ὑποστειλάμενος>· ὑποκρυψάμενος. φοβηθείς <ὑποστέλλεσθαι>· ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι <ὑποστέλλεται>· φοβεῖται. καὶ τὰ ὅμοια <ὑπόστερνον>· ὑπογάστριον <ὑπόστημα>· πλῆθος <ὑποστῆσαι>· ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι <ὑποστήσεται>· ὑπομενεῖ <ὑποστήτω>· ὑποταγήτω, εἰξάτω, παραχωρησάτω <ὑποστολή>· δειλία, φυγή [<ὑποστρέσαι>· ἀποφυγεῖν διὰ δέος] <ὑπόστροφον>· ἀφιγμένον, ὑποστρέφοντα <ὑπόστρωμα>· περίστρωμα <ὑπόσχε[τ]ο>· ὑπόσχου, ἐπαγγέλλου <ὑποσχεῖν>· ὑποβαλεῖν, δοῦναι <ὑποσχέσεις>· ἐπαγγελίαι <ὑπόσχωμαι>· ὑποβάλωμαι, ἐπαγγέλλωμαι <ὑποσχών>· τὰ αὐτά [<ὑποτάβλων>· ὑπεξουσίαν] <ὑποτέτροφεν>· ὑπέτροφεν <ὑποτίθεται>· συμβουλεύει <ὑποτιμήσεως>· προφάσεως <ὑποτίτθια>· θηλάζοντα, γαλουχούμενα παιδία <ὑποτονθορύζει>· γογγύζει <ὑποτοπάσαι>· ὑπολαβεῖν, ὑπονοεῖν <ὑποτοπήσομεν>· ὑπονοήσομεν <ὑποτρέχοντες>· ὑπεισερχόμενοι, σπεύδοντες <ὑπότριμμα>· ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν ἀρτυμάτων ἔργον <ὑποτρύζει>· ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει *<ὑπότροπον>· ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου *<ὑπότροπος>· ἐξ ὑποστροφῆς <ὕπουλος>· ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. <Ὕπο(υ)λα> δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη <ὑπουργεῖ>· ὑπηρετεῖ <ὕπουρα>· ὑπὸ τὰ ὄρη <ὑποφαίνει>· φανεροῖ, δεικνύει <ὑποφαίσεις>· εἰς θεωρίας <ὑποφέρει>· ὑπομένει <ὑποφέρονται>· ὑποβάλλονται <ὑποφῆται>· μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι <ὑποφήτορες>· ὑποτεταγμένοι <ὑποφθάς>· προφθάσας <ὑποφθαμένη>· προφθάσασα <ὑπόφορος>· ὑπὸ τέλος, [ὑπὸ κῖνσον] ὑπεύθυνος <ὑποφωνῆσαι>· ὑποδεῖξαι <Ὑποχαλκίς>· ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος <ὑπώπια>· τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα <ὑπωπίς>· ἡ θαψία <ὑπώρ(ε)ια>· τὸ κάτω μέρος τοῦ ὄρους <ὑπωρόφιον>· ὑπόστεγον [<ὑπῶς>· ἀρτίως] [<ὑρεῖ>· φοβεῖται] <ὑράξ>· μίγδην, ἀναμίξ <ὑρειγαλέον>· διεῤῥωγός <Ὑρία>· πόλις Βοιωτίας <ὑριατόμος>· ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν <ὕριγγα>· πτύον. Σαλαμίνιοι <ὑρίσιδα>· σπυρίδιον, σπυρίς <ὑρις[ς]ός>· φορμός <Ὑρμίνη>· πόλις <ὕρον>· σμῆνος. Κρῆτες. ἥσυχον <Ὑῤῥάδιος>· ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. *)/Uῤῥα παιδίον <ὕῤῥαχα>· πρίσχη <ὑῤῥώφθαι>· φληναφᾶν <ὑρτακός>· ὄστρεον <ὑρτάνα>· ἀπομάχυτρας <ὑρτήρ>· πλυνεύς <ὔρχας>· ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος <ὔρχη>· ἐφ' ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται <ὗς>· χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς <ὗς>· ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμ(μ)ατι χρῶνται ὑείῳ καὶ μο- σχ(ε)ίῳ στέατι <ὕσας>· βρέξας <ὕσγινον>· βάμ(μ)α τι <ὔσδοι>· ὄζοι, κλάδοι <ὗσαι>· βρέξαι <ὕσειμι>· ἐκεῖ βαδίζω <ὗς ἐκώμασα>· παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων <ὑσθλός>· σαλός, φλύαρος <ὕσκλοι>· ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς λέγνας τῶν ἱματίων *<ὑσκυθά>· ὑὸς ἀφόδευμα *<ὑσκίνιοι>· ὑσκάνιοι <ὑσμῆθες>· οὐσίαι <ὑσμίνας>· μάχας <ὑσμίνη>· μάχη. παράταξις. ταραχή. σύνοδος <ὑσόν>· τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συνανα(ς)τροφή <ὕσπληξ>· βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων <ὕσπληγα>· τὸ ῥόπτρον. [τῆς σφραγῖδος <ὕσπληγξ>· ἄφεσις, ἀφετηρία. πάγη. [πάσσαλος, καὶ ὁ κεράτινος κρίκος] <ὑσπολεῖν>· συβωτεῖν <ὕσσακος>· ὑστακός <ὕσταξ>· πάσσαλος κεράτινος <Ὑσσέλινον>· τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον <ὕς(ς)ωπος>· βοτάνη σμήχουσα <ὑστάδα>· ἡ δασεῖα ἄμπελος <ὑστακητεῖ>· φενακίζει [<ὑσταλωπιᾷ>· νυστάζει] <ὑστάς>· πλαστὰς ἀμπέλων <ὕστατα>· ἔσχατα <ὕστατον>· ἐσχάτιον, τελευταῖον <ὑστέρα>· μήτρα <ὑστεροβουλία>· μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή <ὕστερον>· ἧσσον, ἧττον, ἔσχατον <ὑστερόπους>· ὕστερον ἐρχόμενος <ὑστερόποτμος>· ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν δεύτερον γάμον <ὑστιακκός>· ποτήριον ποιόν. Ἰταλιῶται <ὑστρία>· κωλεός <ὕστριξ>· [ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον <ὑστριχίς>· μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν <ὕστρος>· γαστήρ <ὗς ὑπὸ ῥόπαλον δραμεῖται>· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλε- θρον ἐμβαλ(λ)όντων <ὑσωπίς>· ἡ σάμψυχος <ὑτθόν>· τὸ πυρίεφθον <ὕφα(ι)μον>· αἱματῶδες *<ὑφαίνει>· κατασκευάζει <ὑφαίαρ>· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις <ὑφαίρεσις>· μείωσις, στέρησις [<ὑφαγωρή>· μεγαληγόρως] <ὑφαῖς>· ἡ ὤα, λῶμα. φυλακή <ὑφαιρέτρια>· μαῖα <ὑφάλοις>· τοῖς ὑποκάτω τῆς θαλάσσης .... <ὕφαλος φάτις>· ἡ κρύφα ...... <ὑφαιρῶ>· μειῶ <ὕφασμα>· ἱστός τις [<ὑφαύχην>· μεγαλαύχην] <ὑφιείς>· ὑπενδούς <ὑφ[ε]ίενται>· παρομολογοῦσιν <ὑφειμένος>· ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος (*)<ὑφαίνει>· ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας <ὑφεῖτο>· ὑπεβάλλετο <ὕφεκτον>· ὁ λέβης <ὑφέλκεται>· προτρέπεται <ὑφέν>· ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν <ὑφέντες>· χαλάσαντες. ὑφελόντες <ὑφείλατο>· ἐπῇρεν, ἐκούφισεν <ὑφεξαίρειν>· ὑφαιρεῖν, ἐπαίρειν <ὑφεξαιρομένου>· ἐπαιρομένου <ὑφέξει>· παραστήσει <ὑφέξελε>· ἔπαρον <ὑφέξω>· δώσω <ὑφέσει>· ὑποκαταβάσει <ὕφεσις>· ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις <ὑφεσμούς>· συμποδισμούς <ὑφεστάναι>· εἶναι, ὑπάρχειν <ὑφεστώς>· ὀχετός <ὑφεστώς>· ἐνυπόστατος, ὑποκείμενος <ὑφεττόν>· ὑπομονητόν <ὑφήγησις>· ἐξήγησις <ὑφήμενος>· καθήμενος, ταπεινός <ὑφῆναι>· κατασκευάσαι <ὑφηνίοχος>· ἡνίοχος <ὑφιεμένον>· ἐνδεδομένον, τεταπεινωμένον <ὑφιζάνει>· ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται <ὑφιζάνοντι>· ὑποκαθημένῳ <ὑφίησιν>· ὑποχαλᾶ[ν], ἐλαττοῖ[ν], μειοῖ[ν] <ὑφιστάς>· ὑποτιθείς <ὑφίσταται>· ὑπομένει [<ὑφιμένως>· ἐνδεδομένως] *<ὑφορᾷ>· φοβεῖται *<ὑφόριον>· ὕποπτον <ὑφόλμιον>· μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ ὑπόθεμά τι <ὑφόρ(μιον)>· χρυσοῦν κοσμάριον <ὑφορώμενος>· ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν <ὑφόωσι[ο]ν>· ὑφαίνουσιν <ὕφυδρ[ο]ον>· ὑποβρύχιον <ὑφ' οὗ>· παρ' οὗ <ὑφ' ᾧ>· ἐν ᾧ> <ὑφ' ὧν>· ὑπὸ τῶν *<ὑφοραθείην>· φοβηθείην *<ὑφορᾶσθαι>· διανοεῖσθαι *<ὑφορώμενον>· τὰ αὐτά <ὕχιος>· νύξ <ὑψαγορεῖ>· μεγαληγορεῖ <ὑψαύχενες>· γαῦροι. ἢ ὑπερήφανοι <ὑψαυχεῖν>· μεγαλαυχεῖν <ὑψεῖται>· τραπεζῖται ἀργυρίου [<ὑψηβρεμέτης>· ὁ ἐν ὕψει βροντῶν] <ὑψηγορία>· ὑπερηφανία <ὑψηρεφές>· ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ μέγα καὶ ὑψηλὸν δηλοῖ <ὑψηλόν>· μέγα <ὑψητησινίο>· ὑψηλῆς, μεγάλης <ὑψηχέες ἵπποι>· ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον ὑψαύχενες, ἢ μεγαλόφωνοι <ὑψ..μετέωρον>· ἄνω. ὑψηλοῦ <ὑψιβάμονος>· ἐν ὕψει βαίνοντος <ὑψίζυγος>· ὑψηλὴν ἔχων τὴν καθέδραν <ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν>· μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρ- μίσσομεν <ὑψικέραυνος>· [ἡ διάπυρος πληγή <ὑψικόλωνον>· τραχεῖαν. ὑψηλήν <ὑψίκομος>· φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων <ὑψιμέδων>· ἐν ὕψει βασιλεύων <ὕψιον>· μεῖζον. μετέωρον <ὑψιπέτηλον>· ὑψηλόν, μακρόν <ὑψιπέτης>· εἰς ὕψος πετόμενος <ὑψιπόρους>· δι' ὕψους τρέχοντας <ὑψίπυλον>· ὑψηλὰς πύλας ἔχον [<ὑψιρεφές>· ζτ# ὕψη] [<ὑψίροφον>· ὁμοίως] <ὑψίστολοι>· οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας <ὑψιτελέες>· ταχιτῶνες. ζτ# <ὕψιστον>· ὑψηλότατον <ὑψιτένων>· ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι <ὑψιφοίτης>· ὑψηλοπόρος [<ὑψιχέες>· ὑψαύχενες] <ὑψόθι>· ἄνωθι <ὑψόσε>· εἰς ὕψος <ὑψόροφον>· ὑψηλόν, μέγα <ὑψοῦ>· ἄνω ἐν ὕψει <ὑψοῦ διᾴττει>· εἰς ὕψος ὁρμᾷ <ὕω>· βρέχω *<ὑωλυνύων>· μολύνων <ὑωδία>· ἀηδία. φυρμὸς ἐν βορβόρῳ <ὑωδίνων>· φύρων. βορβορῶν. μολύνων <ὕων>· βρέχων, ὑγραίνων *<ὑψιστάριος>· αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων <Φᾶ>· εἰπέ, λέγε <φᾶν>· λέγειν <φάανθεν>· ἐφάνησαν <φαάνθη>· ἐφάνη <φαάντερον>· λαμπρότερον <φάβα>· μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον <φαβοτύπος>· εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου <φαβοκτόνος>· ἱερακοκτόνος <Φαβρίς>· νησίδιον πρὸ τῆς Ἀττικῆς <φαγανθρώπων>· ἀκαθάρτων <φάγαινα>· φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον <φαγέσωρ[ι]ον>· πολυφάγον <φάγιλος>· ἀμνός <φαγλαός>· χείμαῤῥος <φαγόνες>· σιαγόνες, γνάθοι <φάγυλοι>· μαστοί. μάρσιπποι <φάγωρος>· ἰχθῦς ποιός <φαδάσαι>· γνάψαι <φάεα>· ὀφθαλμοί <φαέθει>· καίει, λάμπει, φαίνει <φαέθοντα>· ἐπιφανῆ, λάμποντα <φα(έ)θοντα· τόκον> ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει <φαέθων>· φαίνων, λάμπων <φαεινή>· λαμπρά, φαιδρά <φάεν>· ἐπέστειλεν [<φαένθεν>· ἐφάνησαν] <φαεινόν>· λαμπρόν, φαιδρόν, ὡραῖον <φαέσασθαι>· ἰδεῖν, μαθεῖν <φαεσίμβροτος>· ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος <φαεσφόρος>· γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων [<φαζακηνίαις>· δειλίαις] <φαζάλη>· πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέου- σιν <φάηκες>· ὀφθαλμοί <φάθι>· εἰπέ <φαῖ>· δῆμος <Φαίακες>· ἔθνος <Φαιάκων>· αὐτὰ τὰ ἔθνη <φαίδει>· ὄψει <Φαίδιμος>· ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος. σπουδαῖος <φαιδρός>· καθαρός. γεγηθώς. φανερός <φαιδρυντής>· ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων <φαιδρωπόν>· χάριεν τὸ πρόσωπον <φαῖεν ἂν>· [φαίειν ἄν,] εἴποιεν ἄν <φαί(η)>· εἴ(ποι) <φαί(ην)>· εἴποιμι <φαίην ἄν>· εἴποιμι ἄν <φαίκανον>· πήγανον <φαικάσιον>· ὑποδήματος εἶδος γεωργικοῦ [<φαίκελον>· φορτίον] <φαικόν>· ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν <φαικῷ>· ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν <φαικῶς>· λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια [<φαιλόνης>· εἰλητάριον μεμβράϊ(ν)ον. ἢ γλωσσόκομον] <φαῖμεν>· εἴποιμεν. ὑπολάβοιμεν [<φαινακίζει>· πλανᾷ, ἀπατᾷ, χλευάζει <φαινακισθείς>· ἀπατηθείς <φαινακισμός>· τὰ ὅμοια] <φαίνει>· λάμπει, φαντάζει <φαίνεται>· δοκεῖ. καὶ ὅμοια <φαινόλα>· τὸ ὕφασμα οὕτως "ἔχουσα καινὰν φαινόλαν"> <φαινόλις>· λαμπρά, φωσφόρος [<φαινόν>· φωτεινόν] <Φαινύλιος>· ὄνομα ἥρωος <φαίνων>· δεικνύων, δηλῶν <φαιόν>· μέλαν <φαιούς>· ἄρτους ῥυπαρούς <φαιρίδδειν>· σφαιρίζειν <φαιρωτήρ>· (ς)κύτος <Φαιστός>· πόλις Κρήτης <φάκελον>· φορτίον εὐάλωτον <φακέλους>· φόρτους <φάκελοι>· ὁμοίως <φακός>· βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος <φάκται>· ληνοί, σιπύαι, πύελοι *<Φακεέ>· διάνοιξις *<φρακτεῖν>· φράττειν. <Φρακτός> γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον φάκτον <φάλαγγες>· πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα <φαλάγγια>· στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ <κόρακας> *<φαλαγγηδόν>· κατὰ τάξεις <φάλα(γ)ξ>· ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ <ὑφαίνειν> δοκεῖ <φαλάγγωμα>· πομπή τις ἐν τοῖς Διονυσίοις <φαλαγγῶσα>· τεθηριωμένη, ἠρεθισμένη <φάλαγξ>· πολεμιστῶν παράταξις <φάλαι>· ὅρα, σκόπει *<φαλαγγοστορύναι>· ὄργανα πολεμικά <Φαλάκραι>· τόπος τῆς Ἴδης, καὶ νύμφαι ....... <Φαλάκρας>· ἄκρας τῆς Εὐβοίας <Φάλακρον>· ἀκρωτήριον Ἴδης [<φαλακτόνοιο>· εἶδος ἱέρακος] <φαλάνθη>· ἐριουργός <φάλανθον>· πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν *<φάλα>· ἡ μικρὰ κάρα <φάλαρα>· ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες. χαλινοί, ἢ ἱπποκόσμια [<Φαλαρεῖς>· δῆμος τῆς Αἰαντίδος φυλῆς] [<φαλάρικα>· εἶδος λόγχης] <φαλαρόν>· λευκόν <φαλαρός>· φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον <φαλεριαῶ>· πέφρικα <φάληρα>· λευκά. ἀφρίζοντα, φρίσσοντα <Φαληρεύς>· πολίτης <Φαληρικαί>· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς <φαληριόωντα>· λευκανθίζοντα, ἢ λευκαινόμενα <φαληρίς>· ὄρνις λιμναῖος. καὶ τὸ ....... <Φάλης>· δερμάτινον καὶ ἀνδρεῖον <φαλίζει>· θέλει <φαλικρόν>· ἄκρατον <φαλιόν>· [λαμπρόν] *<φαλίς>· κάνναβις <φαλιόπουν>· λευκόπουν. <Φαλ[α]ιοὶ ταῦροι>· λευκομέτωποι <φαλίπτει>· μωραίνει <φαλίσσεται>· λευκαίνεται. ἀφρίζει <φάλκη>· ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς <φάλ(λ)αι>· φάλ(λ)αιναι *<φαρισαῖος>· ἀφωρισμένος, μεμερισμένος, καθαρός *<φαλλός>· τὸ ξύλινον αἰδοῖον ἀνδρικόν *<Φαραά>· διασκεδασμός. ἢ νόσος <φάλ(λ)αινα>· ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης [<φάλλα>· ἄκρα τῆς Εὐβοίας] <φάλλη>· ἡ πετομένη ψυχή <φα(λ)λικά>· ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλ(λ)οῦ ἀγομένου <φαλλικόν>· ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ φαλ(λ)ῷ ᾀδομένην <φαλ[λ]ός>· λευκός. ἢ βόλος. καὶ [τὸ] φαλ[λ]ὸν τὸν ἐμμανῆ [<φαλλοαί>· πέφρικεν] <φαλόν>· τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν <φάλος>· ὁ λόφος τῆς περικεφαλαίας. καὶ <τρυφάλεια> ἡ τρεῖς κεφα- λὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός <φαλύγματα>· ὑγράσματα <φαλύνει>· λαμπρύνει <φαλύσσεται>· καταῤῥήσσει. περιέρχεται <φαλωθείς>· παρατραπείς <φάμαν>· φήμην <φαμάξαι>· φάσεις [<φαμένων>· τετελευτηκότων <φαμελία>· ὁμόδου<λ>] *<φαμέν>· λέγομεν *<φάμενος>· εἰπών *<φάμην>· εἶπον <φάμμη>· ἄλφιτα <φαμμάστρια>· τὰ ψαιστά. καὶ ἑορτή τις <φᾶν>· [ὑπέλαβον] λέγειν <φάναι>· εἰπεῖν <Φαναῖος>· Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται <φανᾶν>· θέλειν <φάναοι>· ἄρνες <φάνας>· [ἐκλάμψας, ἢ] τὰς ἐκλάμψεις <φανόν>· τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ <λυχνοῦ- χον> ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν <φάντα>· λάμποντα <φαντάζομαι>· συκοφαντοῦμαι <φαντάζου δόμων .....>· φαίνου <φαντάσας>· δείξας <φαντασία>· τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι <φάντι>· εἰπόντι <φαντίζοιτο>· φαίνοιτο <φάντος>· εἰπόντος. [ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά [<φανοτάτη>· φωτεινοτάτη <φαορκίς>· τρυγίς] <φάος>· φώς, ὄρθρου ἀνατολή <φάος ἠελίοιο>· ἡ αὐγή <Φάπην>· τὴν Παφίην <φαραγγαῖον>· τῆς φαρέτρας τὸ κάλυμμα <φάραγξ>· τάφρος, κοίλωμα <φάραγξι>· κοιλάσι <φάραι>· ὑφαίνειν, πλέκειν <φαραιδάκη>· μυρίκη <φάργμα>· φραγμός <φαρέτρα>· βελοθήκη <φαρετρεών>· τοξότης <φάρη>· ἱμάτια. νεφέλαι <φαρικόν>· φάρμακον σύνθετον θανάσιμον <φάριον>· τὸ(ν) ἐρεοῦν ...... <Φᾶρις>· ὄνομα πόλεως <φαρκάζει>· κλέπτει <φαρκιδούμενοι>· στυγνάζοντες <φαρκίς>· ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦ- σα. [ἢ στολίς <Φαρκίδων>· ῥυτίδων. ἢ πόλις <φάρκες>· νεοσσοί <φάρκτου>· φυλακὴν σκεύαζε <φάρμακα>· βοτάναι. χρώματα. καὶ πᾶσα πόα <φαρμακεύεται>· σκευάζεται, ἀρτύεται <φαρμακίτης>· ἀδ[δ]ηφάγος <φαρμακίς>· ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς <φαρμακοί>· καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή <φαρμακή>· ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις <φάρμακον>· ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν ζώων <φαρμακῶνες>· τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι <φαρμάξαι>· ὀξῦναι. βάψαι <φαρμάξασα>· ἀπατήσασα <φαρμάσσει>· [φαρμακεύεται,] θεραπεύει, φαρμακεύει <φαρμάσσων>· βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων <φαρματτόμενος>· κολακευόμενος. ἀλειφόμενος <Φάρος>· ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ <φάρος στέλ(λ)ων>· τὸ περιβόλαιον στέλ(λ)ων, ἢ τὸ ἅρμενον <φαροῦν>· ἀροτριᾶν <φάρσος>· τρύφος, κλάσμα. πτερύγιον. [ἀκρωτήριον] <φαρύγεθρον>· ὁ κατὰ τὰ παρίς(θ)μια τόπος <φαρυγίνδην>· ἀντὶ τοῦ (κατὰ) γαστριμαργίαν <φάρυγξ>· λάρυγξ, βρό(γ)χος, στόμα <φαρυμός>· τολμηρός, θρασύς <φαρβό>· ὁμοίως <φαρύνει>· λαμπρύνει <φαρῶσαι>· ἀρόσαι, νεῶσαι. λαμπρῦν[θῆν]αι <φάς>· εἰπών <φάσακες>· συκοφάνται *<φάσγανον>· ξίφος, παρὰ τὸ <φάσαι>, ὅ ἐστιν ἀνελεῖν <φασγάνεται>· ξίφει ἀναιρεῖται <φασγανιῶσαν>· ἐξιφισμένην <φασγανίων>· ἐξιφισμένων <φάσεις>· ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι <φάσθαι>· λέγειν <Φασιανοί>· ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν <Φᾶσις>· ποταμὸς Κόλχων <φασκάδες>· ὄρνεις ποιοί *<φασί>· λέγουσι <φάσκει>· λέγει <φάσκοντα>· λέγοντα <φάσκος>· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον <φασκώλιον>· βαλάντιον δερμάτινον. <Φάσκωλος> δὲ τὸ μέγα, εἰς ὁ τὰ ἱμάτια ἐμβάλλεται *<φάσκω>· λέγω <φάσμα>· φάντασμα. σημεῖον, τέρας <φασσοφόνῳ>· τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ τὴν τρυγόνα <φάτε>· εἴπατε <φατέ>· λέγετε <φατίζει>· λέγει. χωρίζει <φατιρίς>· εἶδος ὀρχήσεως <φάτης>· ψεύστης <φάτις>· φήμη. δόξα. λόγος. κλῃδών <φάτνη>· καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων <φατνώματα>· σανιδώματα <φατνωτῶν>· σανιδωτῶν <φάτο>· εἶπε. διενοήθη, ὑπέλαβεν <φατοί>· τεθνεῶτες. ῥητοί <φατός>· ὁμοίως <φατόν>· τεθνηκός. ῥητόν <φατός>· στοίβη. φήμη <φᾶτραι>· σύστημα <φατρία>· σύνταγμα, σύστημα <φάτριν>· τόπον ὕπαιθρον, ἐρείπιον, φάνα <φατῶσαν>· γνῶθι <Φαῦδα(ι)>· γένη Σκύθαι <φαύειν>· ποιεῖν ..... <φαύζειν>· φρύγειν <φαῦλα>· κακά. δόλια. εὐτελῆ <φαυλία>· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας <φαύλια>· μῆλα τὰ μεγάλα [<φαύλιον>· ἁδρόν, καλόν] <φαύλιξ>· ὀρθός <Φαῦνος>· Ἰταλικὸς θεός <φαυλίστρια>· ἡ καταγελῶσα <φαῦλον>· ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν <φαῦλος>· κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος <φαύλως>· ὁλοσχερῶς, καὶ τὰ ὅμοια <φαῦνος>· φαίνων αὑτόν <φαυόν>· ἀκανθῶδες φυτόν <φαυόφοροι>· Αἰολεῖς, ἱέρειαι <φαῦρος>· κοῦφος <φαύσιγγες>· αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας. δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταί- νας καὶ λαμπηδόνας <φαῦσις>· φῶς, φέγγος, φωταυγία <φαῦσμα>· σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμ- μάτων <Φαῶν>· εὐμόρφων, ἐγένετο ἠρέσθην [<Φέακες>· ἔθνος Φεάκων] <φέβεσθαι>· φεύγειν <φέβομαι>· φεύγω, φοβοῦμαι <φέβοντο>· ἐφοβοῦντο, ἔφευγον *<φοβεῖ>· διώκει, φεύγει *<φοβψίς>· λαμπρὸν φαίνουσα <φέγγουσαν>· λαμπρύνουσαν <φέγγος>· φῶς ἡμέρας, φέγγος σελήνης <Φειά>· πόλις Θεσσαλίας <φειδαλφιτῆσαι>· φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι <φείδεσθαι>· ἐλεεῖν [<φειδικόμισος>· ἡ διὰ μαρτύρων πίστις] <φειδός>· φειδωλός <φειδοῦς>· φειδωλίας <φειδώ>· τὸ φείδεσθαι <φειδώλιον>· δίφρος, σφέλας. χόρτος <φειδωλός>· φειδόμενος δαπάνης, σκνιφός <Φείδων>· ὄνομα κύριον *<Φεισών>· ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ δὲ Ἕλλησι Γάγ(γ)ης *<φεῖσαι>· ῥῦσαι, σῶσαι <φελγύνει>· ἀσυνετεῖ, ληρεῖ <φελλά[ν]τας>· λίθος σκληρὸς ἀπὸ τόπου <φελλεῦον>· ἐπιπλέον <φελλεύς>· τὸ δυσεργὲς χωρίον <φελλίνιοι>· ὀροβάκχαι <φελλίνας>· κοῦφος, ἀπὸ τοῦ φελλοῦ <φελλός>· [σκληρὸς τόπος καὶ δυσεργής, καὶ ἐξ ἐπιπολῆς πετρώδης. καὶ] φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν. [τὸ δὲ αὐτὸ καὶ <φελλεύς.>] [καὶ τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα.] [καὶ ἀλαζών] <φένακας>· ἀπατεῶνας <φέναξ>· χλευαστής, ἀπατεών, ψεύστης, πλάνος <Φενεός>· [Φενέα] πόλις Ἀρκαδίας [<φεννίδα>· παιδιὰν σφαίρας] <φεννίον>· μηδικὴ ὁδός. Παμφύλιοι [<φεννίς>· εἶδος παιδιᾶς μετὰ σφαίρας] <φέννος>· θάνατος. ἐνιαυτός <Φέραι>· πόλις τῆς Ἠλείας <Φεραία>· Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην <φεραυγές>· κατάλαμπρον <φέρβειν>· τρέφειν, βόσκειν <φέρβεται>· τρέφεται <φέρβητας>· νομεῖς <φερβόμενος>· τρεφόμενος [<φερέγγους>· φέρων τὸ βιβλίον, ἢ τῇ βίβλῳ ἐμφερομένους] <φερέγγυος>· ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. <Ἔγγυος> βέβαιος <φερέγγυον>· βέβαιον, δυνατόν <φέρειν>· λαμβάνειν. βαστάζειν. ὑπομένειν <Φερεκλέα>· τὸν Ἄδωνιν [<φερεντάριοι>· τάγμα στρατιωτικόν] <φερέοικος>· ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γα[λ]λῇ ὑπὸ δ(ρ)υσὶ καὶ ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον <φερέσβιος>· ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός <φέρεσκον>· ἔφερον <Φέρητος>· ὄνομα κύριον [<φέρι>· ἄγριε ἢ ἄγριαι] <φέριστε>· βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ. [καλλίον. μείζον] <φ(έ)ρμια>· ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ ἀγγεῖα, οἷον σπυρίδια <φερνάς>· προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα τὰ φερόμενα <φερνή>· προίξ, δῶρα νυμφικά <φέροντο>· προσεφέροντο <φεῤῥεύει>· ἀποφέρει <Φερ(ρ)εφάττιον>· τόπος ἐν ἀγορᾷ <Φερσεφόνεια>· ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, του- τέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, (ἢ) ἀπὸ τοῦ φέρειν ὄ(ν)ησιν <φερτάζει>· φέρει <φέρτατος>· ἀγαθώτατος <φέρτε>· φέρετε, κατὰ συγκοπήν *<φέρτατον>· κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον <φέρτερον>· κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον <φέρτρον>· φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη <φέρτρυς>· ἆθλος. Θούριοι <φέρων>· λαμβάνων <φερώνυμος>· ἀληθεύων τῷ ὀνόματι <φετμαῖς>· ἐντολαῖς, παραγγελίαις <φεῦ>· σχετλιασμοῦ ἐπίῤῥημα <φεύγει>· ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς ἢ μοιχείας φαμέν <φευκτά>· φεύξιμα <φευκταῖοι>· ἀποτρόπαιοι <φεύξεσθαι>· φεύγεσθαι <φεῦ φεῦ>· ἴσον τῷ οἴμοι <φεψάλυξ>· φέψελος, σπινθήρ, ἄνθραξ <Φηγαιεύς>· δῆμος Αἰγηΐδος <φήγινος>· δρύϊνος <φηγός>· ἡ δρῦς <φηδαινής>· ἀφρενής [<φηδῶσαι>· ἀπατῆσαι. φθεῖραι, ἀπολέσαι] <φηληκόθρεπτον>· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον <φήληξ>· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον *<φῆ>· εἶπεν, ἔλεγεν <φηλήτῃσι>· λῃσταῖς <φῆλον>· ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον <φηλωθείς>· ἀπατηθείς <φηλωθεῖσα>· ἀπατηθεῖσα <φηλώσωμεν>· ἀντὶ τοῦ βοήσωμεν <φήματα>· ῥήματα. φάσματα <φημασι.μεν>· βοήσωμεν <φήμη>· ἀκοή, ὀνομασία <φημί>· λέγω. ὑπολαμβάνω <φημίζεται>· μαντεύεται. λέγει <φῆμις>· φήμη, κλῃδών, φωνή, λόγος <φῆν>· εἶπον, λέγων <φήνας>· δείξας <φηνάσης>· δειξάσης <φήνη>· ἀετοῦ εἶδος <φηνόν>· λαμπρόν <φήνωσι>· δείξωσι <φῆρα>· θῆρα. εἶπεν <Φῆρες>· οἱ Κένταυροι, Αἰολικῶς <φηρία>· θηρία. Αἰολεῖς <φῆρον>· ἡ τῶν ἀρχαίων θεῶν τροφή <φῄς>· λέγεις. ὑπολαμβάνεις <φῆσθα>· λέγεις. ἔφησθα <φήσομαι>· λέξομαι, βοήσομαι [<φητώ>· στρόφιγξ] <φθαίημεν>· φθάσωμεν <φθάν>· ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί <φθάνει>· καταλαμβάνει, προλαμβάνει <φθατήση>· φθάσῃ <φθεί(ει)>· θνήσκει *<φθαρτόν>· θνητόν <Φθειάδος>· Θετταλικῆς [<φθειμένων>· ἀποθανόντων] *<φθάνει>· ἀναλίσκεται [<φθεινόπωρον>· τροπὴ κατὰ τὸ θέρος. ἢ νόσος] <φθείρ>· ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ ἰχθῦς τις <φθεῖρα>· φθειρίασις <φθείρεται>· πλανᾶται. ἀπόλλυται <φθειροκομίδης>· φθειρῶν γέμων *<φθείης>· φθαρείης <φθειρῶν ὄρος>· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυς[ι]. τῶν γὰρ στροβίλων τὰ ἐντὸς <φθεῖρας> καλεῖσθαι *<Φηρσί>· Κενταύροις <φθείσονται>· διαφθαρήσονται <φθῆ>· ἔφθασεν <φθήῃ>· φθάσῃ πρότερος <φθῆναι>· φθάσαι, προλαβεῖν. [δεῖξαι] <φθήσεται>· καταλήψεται. φθάσει [καὶ <Φθία>· πόλις Θεσσαλίας <φθιακόν>· τμητικόν <φθιεῖ>· φθίσει <φθίμενοι>· θανόντες <φθίμενος>· φθαρείς, θανών <φθίνα>· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας <φθινὰς ἁμέρα>· τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει <φθινάσμασι>· φθίσεσι *<φθίναντος>· λήγοντος, παυομένου, ἀναλισκομένου <φθίνοντος μηνός>· λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκά- δος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης <φθινόντων>· φθειρομένων <φθινόπωρον>· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγού- στου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου <φθινύθειν>· φθείρεσθαι, τήκεσθαι <φθινύθουσιν>· εἰς φθίσιν ἄγουσιν <φθινύουσι>· φθείρονται <φθίνουσαν>· ἐλαττουμένην <Φθῖοι>· οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι <φθίρ>· ὁ τῆς πίτυος καρπός <φθῖσα>· ἡ λεπτὴ ἀπὸ φθίσεως <φθίσεσθαι>· θανεῖν <φθισήνορα>· ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν [<φθισκός>]· φθισικός *<φθίσει>· ἀπολέσει *<φθίσθαι>· ὀλές(θ)αι <φθισίμβροτος>· ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας <φθίσων>· εἰς φθίσιν ἄξων, [καὶ φθέρσων] καὶ φθερῶν <φθ[ίνο]ῖτο>· θάνοι[το] ἢ ἔθανεν <φθιτοί>· φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα <Φθιώταν>· Θετταλικήν <φθογγή>· φθέγμα, ἢ φωνή <φθόγγος>· φθογγή, φωνή, καὶ τὰ ὅμοια <φθόη>· φθίσις, φθορά, λύμη *<φθοατήσει>· φθάσει <κτήσασθαι> <φθόϊς>· πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον ψῆγμα τοῦ χρυσίου <φθονεῖς>· ζηλοῖς, βασκαίνεις <φθονερός>· ζηλωτής, ζηλότυπος <φθόνος>· πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ <φθορά>· ὄλεθρος <φθόσις>· φθίσις *<φθίδιον>· ὀλιγοχρόνιον, ὀλίγον *<φθήρεται>· ὀδύρεται <φία>· πιονία <φιαρόν>· λαμπρόν, καθαρόν <φιαρύνει>· λαμπρύνει <φιβάλεως>· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας [<φίβλα>· πόρπη], φικίον [περόνη] <Φῖγα>· φῖκα. σφίγγα <Φιγάλ(ε)ια>· ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων <φιδάκνη>· π[ε]ιθάριον μικρὸν στενόν <φιδίτια>· συσσίτια [<Φιδίαι>· λιθοξόοι] [<φίδωλος>· ἐπιθυμητός] <φίδνα>· ῥίζα ἡ Ἀχίλλειος καλουμένη [<φιδρόν>· καθαρόν, λαμπρόν, ἁγνόν, ἱλαρόν] <Φίκιον>· ὄρος Θηβῶν <φίλα>· προσφιλέστατα <φῖλαι>· φίλησον <φιλαίμων>· φιλῶν τὸ αἷμα <φιλαίτατος>· φίλος σφόδρα <φιλαίτιοι>· μεμψίμοιροι <φιλαίτιος>· μεμψίμοιρος <φιλακριβοῦντες>· μετ' ἀκριβείας διαχωρίζοντες <φιλακροάμονας>· ....... <φιλαλήθης>· ὁ τὴν ἀλήθειαν φιλῶν <φιλαλληλίαν>· οἱ φιλοῦντες ἀλλήλους <φίλαξ>· δρῦς, νέος. Ἠλεῖοι <φιλαπεχθημόνως>· φιλομίσως, φιλοῦντα μισεῖσθαι <φιλαργυρία>· φιλοχρηματία <φίλατο>· ἐφίλησεν, ἠγάπησεν [<φιλαυρᾶ>· τὰ κακά, τὰ ἄτοπα] <φιλαυτία>· τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν <φίλαυτοι>· οἱ ἑαυτοὺς φιλοῦντες <φιλεῖ>· εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ *<φιλέεσκεν>· ἐξένισεν [<φιλεκήδωτον>· κηδεμονικόν] <φιλένδοτος>· ἐλεήμων <φιλεόντων>· φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν <φιλέουσα>· φιλοῦσα <φιλεργήσασι>· <φιλεργοί>· οἱ τὸ ἔργον φιλοῦντες <φιλέριδες>· οἱ ἀγαπῶντες ἐρίσασθαι <φιλέταιρος>· πεφιλημένος <φιλέψιος>· φιλοπαίγμων. φιλοπάλαιστρος <φίλη σχίνου>· παραφυάς <φίληθεν>· ἐφιλήθησαν <φιλήμης>· φιλίας <φίλην>· φιλίαν, ἢ τὴν προσφιλεστάτην <φιλήρετμοι>· φιλόκωποι, φιλοναῦται <φίλησα>· ἐξένισα, ἠγάπησα <φιλήσια>· φιλοτήσια, προσφιλῆ <φιλησίαις>· κλεψοσύναις <φιλήτης>· κλέπτης, λῃστής <φιλήτωρ>· ἐραστής <φιλητῶν γένος>· κλεπτῶν <φίλια>· προσφιλέστατα [<φιλιάζετο>· ἐχωρίσθη αὐτῶν] [<φιλίδα>· σύριγγα] <φιλιός>· ὁ ἀποτρόπαιος, κατ' εὐφημισμ[έν]όν <φίλιπποι>· μοιχοί <Φιλιστίδ(ε)ιον>· νόμισμά τι <φιλίων>· ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ μέτρον, ὡς τὸ καλλίων· ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα <φιλόδικος>· φιλοπράγμων [<φιλοδοτεῖν>· λεπίδας ἔχοντι] <φιλόθακος>· ἀργή <φιλοθεάμων>· φιλοθεωρητής <φιλοθεάμοσι>· φιλοθεωρηταῖς <Φιλοθερς(ε)ίδης>· Φιλοθέρσου παῖς <φίλοιφος>· πασχητής *<φίλοι>· προσφιλέστατοι *<φιλοκαλία>· [φιλοῦσα τὰ σπάστρα *<φιλοΐστωρ>· φιλῶν ἱστορεῖν <φιλόκαλος>· φιλόκοσμος <φιλοκέρτομε>· φιλῶν σκώπτειν <φιλοκηδής>· ὁ κηδεμονικός <φιλοκνήμιδες>· φίλοπλοι <φιλοκρινεῖν>· διαιρεῖν <φιλοκτέανος>· φιλοκτήμων, φιλοχρήματος <φιλοκτεανώτατε>· φιλοχρηματώτατε <φιλοκτήμων>· φιλοχρήματος <φιλολάμπαδος>· ἡ Ἄρτεμις <φιλολόγος>· ἀσκητής. πολυλάλος <φιλολόγος>· λαλιός, λάλος <φιλομειδής>· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά <Φιλομηλείδης>· οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης [<φιλομύθω>· πεπλασμένω λόγω] <φίλον>· προσφιλές <φιλόνεικος>· μάχιμος, φίλερις. <Φιλονεικία> γὰρ ἡ μάχη <φιλοπευστεῖν>· ἀκούειν. μανθάνειν. ἐρωτᾶν <φιλοπευστοῦντα>· ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα <φιλοποιός>· φιλεργός <φιλοπονία(ι)>· σπουδαῖα ἔργα <φιλοπόνος>· φιλεργός, σπουδαῖος <φιλόπυστος>· φιλοπράγμων <φιλόσοφος>· ὁ πάντων πειραθείς, φιλομαθής <φιλόστοργος>· φιλότεκνος. [<Φιλοσόφους> τέ φασι Λυδούς, τοὺς κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς [καὶ φιλοσόφους] καὶ σοφιστὰς ἔλεγον <φιλόστροφος>· εὐμετάβολος <φιλό[σύμ]μαχος>· φιλολοίδορος, μάχιμος <φίλος>· ὁ προσφιλής <φιλότης>· φιλία, ἡ συνουσία <φιλοτησία>· πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας <φιλοτήσια ἔργα>· ἀφροδίσια, τὰ συνουσιαστικά <φιλοτιμεῖται>· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ <φιλοτιμία>· δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη <φιλότιμος>· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι <φιλοτιμούμενοι>· δαψιλῶς τιμῶντες <φιλοτίμως>· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς <φιλοφρονοῦμαι>· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι <φιλοφροσύνη>· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα ἢ φίλια φρονεῖν <φιλοχωρῶν>· τὴν χώραν ἀγαπῶν <φιλοψεύστης>· ὁ τὸ ψεῦδος φιλῶν <φιλόψυχον>· ἄψυχον <φίλτατα>· τὰ ὄμματα καὶ προσφιλέστατα <φίλτατοι>· φιλικώτατοι <φίλτρον>· φιλία <φίλυδρα>· (ἃ) φιλεῖ τὸ ὕδωρ <φιλύρινον>· ἀσθενές <φιλυρόν>· εὐῶδες. [ἐλαφρόν <Φιλωνίδας>· ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης <φίλως>· ἡδέως <φίλως χ' ὁρόῳτε>· ἡδέως ἂν βλέποιτε <Φιλώψ>· κρήνη. ἢ φίλος <φιλωτερίς>· κασταναία *<φιλώτατα>· φίλτατα *<φιλώτατος>· φίλτατος <φίμα>· κημός, παραστόμιον, φιμός <φιμοῖ>· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει <φιμοῖ>· δεσμοῖ <φιμοῦν>· δεσμεύειν, καὶ τὰ ὅμοια <φίν>· αὐτοῖς, ἢ αὐταῖς <φίνακα>· δρῦν <φίνηται>· συντιθῇ <φίσκος>· δημόσιον, ταμεῖον πολύχρημον <φισκοσυνήγορος>· ὁ ταμιείων συνήγορος <φίτρον>· μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον. καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι <φῖτυ>· φυτόν, φύτευμα <φίτυμα>· τέκνον, γέννημα <φιτύσατο>· ἐγέννησεν <φλᾷ>· θλᾷ, μαλάττει, συντρίβει <φλαδιᾶν>· θλαδιᾶν, μαλάττειν, τύπτειν <φλᾶν>· μαλάσσειν πληγαῖς <φλανύσσει>· φλυαρεῖ, ληρεῖ *<φλασμός>· τῦφος <..φλασμένος>· τετυφωμένος <φλάσας>· θλάσας <φ(λ)αυρικῶς>· ἀηδῶς <φ(λ)αῦρα>· φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ <φλέβαι>· νεῦρά τινα αἵματος δεκτικά *<φίλιππος>· στόμα χειρῶν, ἢ λαμπάδος <φλέγει>· καίει. λαμπρύνει [<Φλέγεια>· ἡ νῦν Πελλήνη] <φλέγεται>· καίεται. λαμπρύνεται <φλέγμα>· φλόξ, καῦσος, παρὰ τὸ φλέγειν <φλεγμαίνει>· ὀγκοῦται, φυσοῦται <φλεγματίς>· ἡ φλέγματα ἔχουσα <φλεγματόεν ἔκρηγμα>· τῆς φλογός <φλεγμός>· τὸ αἷμα <φλέγος>· τὸ φλέγμα <Φλεγύαι>· ἔθνος ὑβριστικὸν καὶ ἀσεβές <φλεγύας>· ἀετὸς ξανθός, ὀξύς *<φλέγωμεν>· καίωμεν. λαμπρύνωμεν <φλεγυρά>· ὑβριστική. λαμπρά *<φλέγουσι>· βλάπτουσι <φλεγυροῦ>· βλαβεροῦ <φλεδονεῖ>· ἀναισθητεῖ, φλυαρεῖ. καὶ <φλεδονεύεσθαι> τὰ αὐτά <φλεδονώδη>· φλύαρα, ληρώδη <φλέδων>· φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης <φλεῖ>· γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ *<φλέβηα>· φλυαρία <φλέξαι>· κατακαῦσαι <φλεξεντιής>· ἱππικὴ τάξις παρὰ Ῥωμαίοις <φλέοντας>· φιλοῦντας, ἢ φλυαροῦντας <φλεός>· βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός <φλέψ>· μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι <Φλέω(ς)>· Διονύσου <ἱερόν> <φληδῶντα>· ληροῦντα <φληναφᾷ>· φλυαρεῖ, μωρολογεῖ <φληναφοι>· μωρολόγοι <φλήναφος>· φλύαρος, λῆρος, μωρολόγος <φληναφῶντα>· φλυαροῦντα [<φλῆφος>· φλύαρος] <φλιαρά>· χλιαρά <φλιᾶς>· τῆς θύρας παραστάδος *<Φλίαισμος <φλιδᾶν>· σήπεσθαι <φλιδάνει>· διαπίπτει, διαῤῥεῖ <φλιδιόωντο>· διε(ς)πῶντο. ἐτέμνοντο <φλιδόνες>· τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ σφυγμοί <φλιδόωσα>· ῥηγνυμένη <φλίεθος>· καρποφόρος <φλίη>· πρόθυρον, ἢ παραστὰς τῆς θύρας <φλιοῦς>· ἡ τῶν καρπῶν ἔκχυσις <φλίψεται>· ἀποθλιβήσεται <φλῖψις>· θλῖψις <φλόγα>· φλογερόν <φλογερόν>· θερμόν, λαμπρόν <(φ)λόγε(α)>· λαμπρά, φλογώδη <φλογίδες>· κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι *<φλεγμονή>· ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός <φλογίδια>· αἱ κεγχρίδες δι' ἐλαίου σκευαζόμεναι <φλογίνη>· καυστική <φλογίσει>· καύσει <φλογμός>· καῦσος, [βρασμός,] καύσων, φλογισμός <φλογμῷ>· κατακαύσει, καταφλέξει <φλογόδερπνοι>· ἄνθρακες <φλογῶδες>· καυστικόν <φλογόλευκον>· ἐρυθρόλευκον <φλογώματα>· τῶν ἄρτων τὰ ἐπικεκαυμένα <Φλοιά>· τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες <φλοιδιᾶν>· πεπρῆσθαι <φλοιδούμενος>· ταραττόμενος <φλοινόν>· φλοιόν <φλοιόν>· τὸ λέπος τοῦ ξύλου <φλοῖ(ς)βος>· τάραχος. ἀφρός. ταραχή <φλόμος>· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ <θρυαλλίς> <φλονίδες>· λεπίδες <φλόξ>· ἡ τοῦ πυρός. καὶ ἄνθος τι <φλουάζει>· φλυαρεῖ, ληρεῖ <φλοῦκτος>· εἶδος ῥοφήματος <φλοῦς>· φλοιός, λεπύχανον, λεπυρόν [<φλυάκια>· τὰ ψυδράκια] <φλύαξ>· μέθυσος, μεθυ[α]στής. γελοιαστής <φλύαρος>· φαῦλος, εὐήθης <φλυάσσει>· φλυαρεῖ. φλύει <φλυδᾶν>· διαχεῖσθαι <Φλυεῖς>· δῆμος τῆς Πτολεμαΐδος φυλῆς <φλύζει>· ἀναζεῖ <φλύζειν>· ἀναζεῖν, φλύζεσθαι <Φλυήσιος>· ὁ Ἑρμῆς. καὶ μήν τις <φλυκτά>· κακά, σχέτλια <φλύκταινα>· τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι <φλύον>· βιβλίον. καθαρόν <φλύσει>· ἀποβαλεῖ. ἐμέσει. ζέσει <φλυσός>· στυβή. οἱ δὲ φλοιός <φλύσσει>· ἐρυγγάνει <φλυς(ς)ῶσα>· μαινομένη *<φοβεῖται>· φεύγει. κνίζεται <φόα>· ἐξανθήματα ἐν τῷ σώματι <φοβεῖ>· κνίζει. διώκει <φοβερόν>· δειλόν, ἔμφοβον <φοβερόν>· δηλητήριον <φοβεύμενος>· διωκόμενος <φόβη>· κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι καθαροῦ <φοβῆσαι>· ῥῖψαι *<φόβος>· φυγή <φοβήσας>· ἔνθουν ποιήσας <φοβηθείς>· εἰς φυγὴν τραπείς <φοίβα>· ἀγὼν δρόμου <φοιβάζει>· μαντεύεται <φοιβαζόντων>· προλεγόντων <φοιβᾶναι>· λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι. καὶ <φοιβάσαι> ὁμοίως <φοιβᾶσθαι>· καθαίρε[ῖ]σθαι <φοιβητεύειν>· χρησμῳδεῖν <φοιβήτρια>· καθάρτρια <φοῖβοι>· Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς <φοῖβος>· καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος <φοίνια>· πυῤῥά <φοινιά(ς)>· ἐρυσίβη *<φοίνικι>· ἐρυθρῷ βάμματι <Φοινικελίκτην καὶ λόγων ἀλαζόνα>· ἀπατηλὸν καὶ κάπηλον <Φοινικίοις γράμμασι>· Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος αὐτὰ ἐκ Φοινίκης κεκομικέναι [<Φοινικήϊ(α) γράμματα>· ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνο- μάσθαι αὐτά *<φοιν(ή)εντα>· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν <φοινικάδες>· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων <Φοίνικες>· γένος τι Ἀθήνησιν <Φοινικκία>· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ...... [<φοινικέγκτον>· ἀπατηλόν] <φοινικήϊον>· πυῤῥόν <φοινικ[η]ίδες>· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα· <φοινικιστής>· παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· "<ἀπέκτεινεν ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον>" (*)<φοίνια>· κύναρος πυῤῥά *<φοίνικι φαεινόν>· φοινικίνῳ χρώματι λελαμπρυσμένον *<φοινικολόφοιο>· ξανθο[ῦ]λόφου *<φοίνικος ἔρνος>· περιφραστικῶς τὸν φοίνικα *<φοινικῆς>· ὅπλον ἐρυθρόν <φοινικοβάλανα>· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου <φοινικόεσσα>· πυῤῥὰ τῷ χρώματι, ἐρυθρά <φοινικόλεγνον>· Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει <φοινικοῦν>· πυῤῥόν, κόκκινον, αἱματῶδες <φοινίκουρος>· ὄρνις ποιός, καὶ ὁ ἐρίθακος <φοινικοῦς μάστιγας>· διὰ τὸ τὰ νῶτα φοινίσσειν <φοινικόχλοος>· ξανθόχλοος <φοῖνιξ>· τὸ δένδρον "φοίνικος νέον ἔρνος" καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι <φοινίξαι>· αἱμάξαι. βάψαι <φοίνιον>· φο(ι)νόν, δεινόν. ἐρυθρόν <φοίνισσα>· εἶδος ἀμπέλου <φοινίσσων>· βάπτων, ἐρυθρῶν <φοίνικες>· γλυφαί <φοινιχθέντων>· αἱμαχθέντων, αἱματωθέντων <φοινόν>· πυῤῥόν <φοιτᾷ>· ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται, παραγίνεται <φοιταλέος>· παράκοπος, μανιώδης <φοίτης>· ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ <φοιτήσας>· παραγενόμενος <φοιτητής>· μαθητής <φοῖτος>· μανία, λύσσα <φοιτῶν>· ἀναστρεφόμενος <φοιτῶντα ἄνδρα μανιάσι>· λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν <φοῖτον> ἔλεγον, τουτέστι τὸν μεθ' ὁρμῆς μεμηνότα <(Φο)λέγανδρος>· νῆσος ἐρήμη <φολιά>· πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ <φολίδες>· αἱ λεπίδες τοῦ ὄφεως <φολίς>· λεπίς. καὶ σύριγξ πολυκάλαμος <φολκός>· στραβός. οἱ δὲ λιπόδερμον <φόλυες κύνες>· οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς <φολύνει>· μολύνει, καταπ(ί)μπλησιν <φοναί>· οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται <φονᾶν>· τὸ ἐπὶ φόνον μαίνεσθαι <φονίαις>· φονοκτόνοις [<φονίς>· ἰχθῦς ποιός] <φόνος>· ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα <φονώντων>· πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων <φονῶσα>· φόνου ἐπιθυμοῦσα <φοξός>· λιπόδερμος. ὀξυκέφαλος <φορά>· πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή <φοράδες>· αἱ θήλειαι ἵπποι <φοράδην>· ὁ φερόμενος βασταγμῷ <φοράν>· τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν <φορβάδες>· νομάδες. φοιτάδες. βοσκήματα <φορβάδην>· πάντα φερόμενον. νομάδων, βοσκημάτων <φόρβαντα>· ἰατρικὰ φάρμακα <Φόρβας>· Ἀττικὸς ἥρως <φορβε(ι)ά>· ἕλκυστρον, περιστόμιον, καπίστριον <φορβειά>· ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ <φορβή>· βορά, τροφή, βοτάνη, βρῶσις [<φορβαίαν>· περιστόμιον, καπίστριον] <φόρβια>· φάρμακα. οἱ δὲ <φόρβα φορβώμενος>· τρεφόμενος <φόρβον>· ἀπάνονα <φόρβυ>· τὰ οὖλα. Ἠλεῖοι <φοργάνη>· ἡ ἀραιότης <φορέεσκον>· ἔφερον, ἐβάσταζον, ἐφόρουν <φορεήσεται>· οἴσεται <φορεῖς>· οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες <φορε(ῖ)σθαι>· φέρεσθαι <φορεύμενα>· φορούμενα <φορεύουσι>· φοροῦσιν <φορῆες>· οἱ βαστάζοντες ἢ φέροντές τι <φορητά>· ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν <φορητούς>· ἐνεχθέντας βαστάκτως [<φορί>· τὸν ὑπὲρ τοῦ ἀγροῦ σῖτον] <φόριμος>· λυσιτελής <φορίνη>· ἡ παρ' ἐνίοις πυρίνη <φόριγγες>· τὰ ὕδνα <φόρκες>· χάρακες <Φορκίς>· μονόφθαλμος <φορκόν>· λευκόν, πολιόν. ῥυσόν *<φόρμικι>· τῇ κιθάρᾳ *<φορμίζειν>· κιθαρίζειν *<φόρμιξ>· κιθάρα ἡ τοῖς ὤμοις φερομένη <φόρμικα>· μύρμηκα <φορμίς>· σπυρίς <Φορμίων>· οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν <φορμίον>· πλέγμα ψιαθῶδες, φορμίδιον <φορμός>· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος <φορμο(ρ)ραφούμεθα>· ὡς φόρμοι κατα(ρ)ραπτόμεθα <φορμοσίκων>· παχύς <φόροι>· δημόσιοι ἀπαιτήσεις <φορολογῆσαι>· φόρους συνάξαι <φορολόγητοι>· ὑποτελεῖς, λειτουργοί <φορολόγος>· ἐξάκτωρ. ὁ ἀπα(ι)τῶν τοὺς φόρους <φόρος>· ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα [<φοροτόν>· ὠγκώμενον, βαρύ] <φορτικά>· τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα <φορτικόν>· ὅμοιον <φορτίς>· φορτηγὸς ναῦς, πλοῖον <φόρτος>· φορτίον <φορύκαια>· δένδρον ποιόν <φορύνει>· φυρᾷ, μολύνει, συγχεῖ <φορύνετο>· ἐμολύνετο <φορύξαι>· συγχέαι, φυράσαι <φορύξαντες>· συγχέαντες, μολύναντες <φόρυς>· δακτύλιος ὁ κατὰ τὴν ἕδραν <φορυσσέμεναι>· μολύνειν <φορυτόν>· ἄχυρα, φρύγανα <φορυτός>· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρ- τος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία <Φορωνεύς>· ὄνομα βασιλικόν *<φοροστά>· κιθαριστά [<φόσσατον>· ὄρυγμα] <φουάδδει>· σωμασκεῖ <φούαξιρ>· ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι <φοῦἱξ>· φῦσιγξ <φοῦσκος>· ὀξυκέφαλος <φοῦαι>· ἀλώπεκες <φουλίδερ>· παρθένων χορός. [δωρι] *<φυλλόμενοι>· τιλλόμενοι. Δωριεῖς <φ(ο)ύρκορ>· ὀχύρωμα <φόως>· φῶς. χαρά. σωτηρία <φόως ἐρέουσα>· τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα <φράγματα>· καταστρώματα <φραγμός>· τριγχός. ἢ καὶ ὁ νόμος [<φρᾶ>· φρένας] <φράδεν>· ἔλεγεν <φραδάον>· ἑρμηνεῦον <φραδέος>· συνετοῦ <φραδαῖσι>· βουλαῖς <φραδεύουσι>· λέγουσιν <φράδμονες>· ἔμπειροι, συνετοί <φραδῇ· [φράζε>· λέγει] φρονήσει, συνέσει <φραδμοσύνη>· σκέψις, βουλή, νόησις <φραδῶς>· φραστικῶς, φανερῶς <φράζει>· δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται <φράζεο>· λέγε, καὶ τὰ ὅμοια <φράζεται>· φραζόμενος, φράζουσιν>· ὁμοίως <φρανίζειν>· σωφρονίζειν <φραξάμενος>· κλείσας. ὁπλισάμενος <φράσαι>· διανοήθητι, σκέψαι <φράσαντας>· εἰπόντας. δείξαντας. λέξαντας. <φράσας ἢ φράσει>· τὰ αὐτά <φρασθέν>· λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια <φρασίζωον>· διασκεπτόμενον εἰς ζωήν *<φράσμων>· προσέχων *<φράσασθαι>· φρασθῆναι, συνιέναι <φράσις>· λέξις. διάλογος. ἑρμηνεία. <Φράσις> δὲ γένος Ἀθήνησι <φρασσάμενος>· σκεψάμενος, νοήσας, λογισάμενος <φράσσεται>· ἀσφαλίζεται. πληροῦται. ἀντέχεται <φράσον>· εἰπέ, λέξον. ἑρμήνευσον <φρασσόμεθα>· βουλευόμεθα. εἴπομεν <φραστῆρες>· μηνυταί <φραστύς>· σκέψις, ἔννοια. βουλή. φράσις. [καὶ <φράτωρ>· ἀδελφός] <φράτορας>· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς <φράτορσιν>· ἑταίροις, συμμάχοις <φραχθέντες>· ἀσφαλισάμενοι ἑαυτούς <φρέαρ>· πηγή, λάκκος <φρέαρ ὀρύττειν>· σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων <Φρεάριοι>· δῆμος τῆς Λεοντίδος φυλῆς <φρεάτεια>· τὰ βαθέα ὀρύγματα <φρεατοτύπανα>· ὄργανά τινα παρὰ Πολυβίῳ <φρείατα>· φρέατα *<φρεναπατᾷ>· χλευάζει <φρεναρτίους>· φρενήρεις [<φρέναι>· ἔννοιαι, φρονήσεις] *<φρένας ἐΐσας>· ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους [<φρενεῖν>· φρονεῖν διδάσκειν] <φρεμπάρωσις>· βλαψίφρων <φρένες>· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διά- φραγμα τοῦ στήθους <φρενήρης>· ἀ(ρ)τίφρων <φρενοβλάβεια>· ἡ τῶν φρενῶν βλάβη <φρενί>· διανοίᾳ <φρενοκλοπεῖ>· ἐξαπατᾷ <φρενὸς ἔκστασις>· ὁ εἰς ἑαυτὸν μὴ ὤν .... <φρενοῦν>· φρονεῖν διδάσκειν, νουθετεῖν <φρενοῦται>· νουθετεῖται <φρενώσας>· παραλογισάμενος, ἀπατήσας <φρενώσει>· νουθετήσει <φρενωτήριον>· παραίνεσις <φρεσί>· διανοίαις <φρεσὶν ὁρμαίνοντα>· διανοούμενον <Φρεωρύχοι>· γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες *<φριμεῖται>· φριμάσσεται *<φρίν>· φρένα, διάνοιαν, γνώμην *<φρίζει>· φοβεῖται <φρήτηρ>· ἀδελφός <φρητία>· στόμα φρέατος <φρήτρα> καὶ <φρήτρη>· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβά- δες. καὶ συσσίτια <φρίκα>· λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος <φρίκες>· χάρακες <φρίκη>· ψῦχος, τρόμος <φρικνόν>· φρικαλέον, δεινόν, φοβερόν <φρικτόν>· φρικῶδες, φοβερόν, πάνυ δεινόν <φρικωδέστερον>· φοβερώτερον <φριμάσσεται>· σκιρτᾷ. ἐπεγείρεται *<φρυᾶται>· βριμμένα <φρίξ>· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν <φρίξας εὐλόφῳ ς(φ)ηκώματι>· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος <φρῖξαν ἔθειραν>· ὀρθὴν ἔστησαν τὴν τρίχα <φριξολόφος>· ὀρθοχαίτης <φρίσσει>· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει <φρίσσει νῶτον>· τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει <φρίσσει>· φοβεῖται, δέδοικεν <φροίμια>· προοίμια, προῤῥήσεις. Ἀττικοί <φρόκλος>· περίπολος <φρονεῖν>· νοεῖν, διανοεῖσθαι <φρονέω>· φρονῶ, διανοοῦμαι <φρονέων>· φρονῶν, διανοούμενος <φρόνημα>· βούλημα, θέλημα <φρόνιμος>· σοφός, διανοητής <φρονηματισθείς>· ἐπαρθεὶς τῷ φρονήματι <φρόνιν>· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες <φρόνις>· φρόνησις. βουλή. διάνοια *<φρόνησις ἀκριβής>· νοῦς πράττων καλῶς <φροντίζει>· μεριμνᾷ <Φρόντις>· ὄνομα τοῦ κυβερνήτου Μενελάου· Φρόντιν Ὀνητορίδην <φροντισταί>· φιλόσοφοι <φροντιστήριον>· διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχο- λ(ε)ῖον. καὶ μοναστήριον <φρονῶ>· σωφρονῶ <φροῦδα>· ἀφανῆ, ἄφαντα. [φρυγανώδη] <φροῦδος>· πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς, ἔκδημος, ἀφανής <φροῦδον>· ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον <φροῦδον>· τὰ αὐτὰ ........ <φρουρά>· φυλακή. στρατός <φρουρεῖ>· φυλάττει, ἢ προφυλάττει <φρούριον>· προφύλαγμα, προφυλακτήριον <φρουρός>· φύλαξ, σωματοφύλαξ <φρύαγμα>· ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια <φρυάσσεται>· ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ <φρυάττεται>· ἐπαίρεται <φρύγανα>· ὕλη λεπτὴ καὶ ξηρά <φρύγετρον>· ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς <φρυγία>· ἡ φρύγουσα <φρυγίνδα>· παιδιᾶς εἶδος διὰ κυάμων <φρύγιον>· ξύλον ξηρόν <Φρύγιον ἱστόρησον>· πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώ- μενος <φρύγιος>· ξηρός <φρυκτά>· ξηρὰ ἰχθύδια εὐτελῆ <φρυκτός>· μάντις. κλῆρος, σύμβολον. πυρσός <φρυκτὸς δελφίς>· κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν Ὀλυμπίᾳ <φρυκτωρία>· πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις <Φρυνίχου πάλαισμα· ἐκφεύγειν τὰ Φρυνίχου κακά> <φρῦνος>· βάτραχος ἢ παχύς <Φρυνώνδας>· πονηρούς <Φρύξ ἢ Φρύγιος>· ἀπὸ Φρυγίας ἐθνικόν *<φρουρεῖ>· στρατεύεται *<φρυγά>· φυγή, τροπὴ εἰς φυγάς <φρῶν ἢ φρονοερῶν>, γυναικῶν <φῦ>· ἔφυ. ἐφήψατο *<φυγάς>· ἐξορίας <φυαῖς>· φύσεσι <φυγήν>· φεῦξιν *<φρυγμόν>· καῦσιν <φυγόσκειν>· φεύγειν <φύει>· γεννᾷ <φύεσθαι>· βλαστάνειν <φύζα>· φυγή. φόβος, ἀθυμία, δειλία <φυζακινή>· δειλή <φυζακινός>· δειλός. φυγάς. [δειλός] <φυζάναι>· φυγεῖν, δειλιάσαι <φύζηλος>· δειλός, φυγάς <φυή>· φύσις σώματος, ἡλικία [<φύημα>· κόπρος] <φυῆς>· φύσεως. [καὶ ἡ τοῦ σώματος ὑπόστασις <φύκα>· σχέτλια, οὐκ ἀνεκτά <φύκει>· εἶδος κομμωτικὸν γυναικεῖον <φυκία>· θαλάττια βρύα <φυκιόεν>· φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ <φυκιοχαίτην>· ψαφαροχαίτην <φῦκος>· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά. <φυκτά>· φευκτά [<φυκτῆρες>· φύλακες] *<Φυλιστιείμ>· πίπτον ποτίματι, ἤγουν μέθῃ <Φυκοῦντα>· Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πο- λίχνιον ὁμώνυμον <Φυλάδα>· ἡ Ἑκάτη *<φῦλα>· ἔθνη. συγγενικὰ γένη *<φῦλα θεοῦ>· ἔθνη θεοῦ <Φυλακή>· φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτό- νως δὲ ἀγρυπνία <φύλαξ>· φυλακτήρ <φυλακτῆρες>· φύλακες <φυλακτηρία>· παννυχίς <φυλαρχία>· πομπή τις <φύλαρχος>· φυλῆς ἄρχων <φύλαρχον>· χορήγιον <φυλάς>· τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα <Φυλάσιοι>· οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις <φυλάσσειν>· ἐπιτηρεῖν. ἄλλοι <δῶμα φυλασσέμεναι> <φυλατός>· ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν <φυλέτης>· ἐκ τῆς (αὐτῆς) φυλῆς, ὅ ἐστιν ὁμόφυλος <Φυλείδης>· Φυλέως παῖς ὁ Μέγης <φυλ[ε]ίης>· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ <Φυλή>· τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος *<φυλίη>· ἀγριελαία <φυλή>· τάγμα, μέρος πόλεως <φύλλα>· τὰ τῶν δένδρων <φυλλάδες>· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες <φυλλάς>· ξηρὰ δάφνη ἔχουσα φύλλα <φυλλεῖα>· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα <φυλλιᾶν>· τοπάζειν <φυλλιάς>· ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ <θρῖα> <Φυλλί[α]δαι>· γένος ἰθαγενῶν *<φύλλιον>· πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη *<φυλλεῖν>· ἀδολεσχεῖν *<φύλλες>· ἀλώπεκες <φυλλίδες>· τὰ τῶν ἀνθῶν, ἅ τινα <φύλλα> ἐκάλουν <φυλλίναι>· ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι. καὶ εἶδός τι κυκεῶν(ος) <Φυλλίς>· ἡ Σάμος τὸ πάλαι <φυλ[λ]οβασιλεῖς>· ἐκ τῶν φυλ[λ]ῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτε- λοῦντες <φυλ[λ]οκρινεῖν>· τὰς φυλὰς διακρίνειν <φυλοκρινο(ῦ)μαι>· ἐν τῇ φυλῇ διακρίνομαι <φῦλον>· ἔθνος, γένος <φύλοπις>· πόλεμος, μάχη <φῦμα>· ψώρα, ἢ ἕτερον φῦμα <φύματα>· ψυδράκια, ψῶραι <φύντων>· γεννηθέντων <φύξαι>· φύξειν. φυγεῖν <φύξηλιν>· φυγάδα, δειλόν, φυγοπόλεμον <φυξήλιδας>· δειλούς <φυξήλιον>· φυγαδικὸν <βίον> *<φυξῆ>· φυγῆ <φυξίμηλα>· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων <φύξις>· φυγή <φυομένας>· γεννωμένας <φύος>· φύτευμα, γέννημα <φύππαξ>· ὅπερ ἡμεῖς <βόμβαξ> <φύραμα>· ζύμη. σπέρμα. ἢ ζημία <φυρᾶν>· ζυμοῦν. ταράσσειν τὰ ἄλευρα <φυραυτίς>· ὃ ἡμεῖς φύραν <φυρδήσκια>· σκωλήκια <φύρδην>· ἀτάκτως, συγκεχυμένως, ἀναμίξ <φύρει>· μολύνει. μαλάσσει. μιγνύει <φύρεσθαι>· μίγνυσθαι <φυρκηλίτοι>· τειχήρεις <φύρκος>· τεῖχος <φῦρμα>· κόπρος, ῥύπος <φυρμᾶται>· πτάρνυται <φυρμός>· μολυσμός, ῥύπος, μίασμα <φυροῖ>· μολύνει, ῥυποῖ *<φύρακες>· ἐλαφροί <φύρσω>· μολυνῶ <φυρτήτης>· οἶνος <φυρτίζεσθαι>· τὸ παίζειν συνεστραμ(μ)ένοις φυροῖς τοῖς ἱματίοις <φυρτοῖσιν>· εἰκαίοις, συμπεφυραμένοις. [οἱ δὲ ἄλφιτα οἴνῳ δεδευμένα]. συμπεφυρμένοις <φύς>· γεννηθείς. βλαστήσας <φῦσα>· φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός <φυσᾷ>· πέπρηται. ἐπήρτηται <φυσακτήρ>· ἄρτος ποιός τις ποπανώδης <φυσαλλίδες>· φυσητήρια. αὐλοί <φύσας>· γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας <φύσασθαι>· γεννῆσαι [<φυσγετός>· συρμός.] [φύσει δὲ σκληρόν] <φύσει>· βλαστήσει, ἀληθῶς φύει <φυς[ς]ητήρ>· ὁ τῶν κητωδῶν ἰχθύων αὐλός <φύσιγγος>· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [καὶ οἱ πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα <φυσίζοος>· (ἡ τὰ) πρὸς τὸ ζῆν φύουσα <φυσικῇ ποιότητι> *<φυσίωσις>· ἔπαρσις, ὑψηλοφροσύνη <φυσιολογεῖ>· περὶ φύσεως διαλέγεται <φυσιολογία>· λόγοι φύσεως ἐξαγγελτικοί <φυσίον>· τὸ καθήλιον <φυσιούμεθα>· ἐπαιρόμεθα, τυφούμεθα <φυσιόων>· φυσιῶν, ἀσθμαίνων, πνευστιῶν <φύσις>· γένος. οὐσία. προαίρεσις <φυσίφρονες>· πεφυσημένοι τὰς φρένας, μάταιοι <φύσκων>· γάστρων, παχύς <φύσκη>· κοιλία, καὶ τὸ παχὺ ἔντερον <φυστὴ μᾶζα>· ἄτριπτος <φυταλιαῖς>· κήποις. [ἢ ταῖς γονίμαις καὶ φυτευτικαῖς] <Φυταλίδαι>· γένος παρὰ Ἀθηναίοις <φυταλίζειν>· φυτεύειν. πλησιάζειν <φυταλιῆς>· κήπου, δενδροφόρου γῆς <φυταλμίοις>· φυτευτικοῖς, γονίμοις <φυτάλμιος Ζεύς>· συγγενής, ἢ ζωογόνος <φυτάλμιοι>· ὁμοίως πληθυντικῶς <φυτεύει>· κατασκευάζει. γεννᾷ <φυτηκόμος>· σύνδε(ν)δρος τόπος <Φύτιος>· ἥλιος. ἢ Ζεύς <φύτλη>· γέννα, γένεσις, γένος <φύτορες>· γεννήτορες <φυτοσμῶν>· φεύγων <φυτοῦ>· φύματος <φύτρα>· φύσις. οἱ δὲ φυτήρια <φῦ χειρί>· ἐμπεφυκότως λαβοῦσα τῇ χειρί *<φύ.νται>· γεννῶνται <φυῶς>· φύσει <φῶ>· εἴπω <φώγειν>· φρύγειν <Φῶγος>· ...... <φωΐδες>· τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς φλυκταίνας <φώκη>· ζῶον θαλάσσιον <Φωκαεῖς>· ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον <φωκίων>· ὄρνις ποιός <φῶκος>· κῆπος θαλάσσιος ὅμοιος δελφῖνι <φωλάδες>· ἐμφωλεύουσαι <φωλάδι>· ἐμφωλευούσῃ <φωλάζει>· ἐμφωλεύει <φωλαΐδες>· ὀστράκινά τινα βρωμώδη <φωλεόν>· διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ διδάσκουσιν. οἱ δὲ σπήλαιον <φωλεύει>· οἰκουρεῖ, κρύπτε(τα)ι <φωλητηρίοις· φωλητήρια> καὶ <φωλεαὶ> τῶν θ[ε]ιας(ωτ]ῶν καὶ συνόδων οἶκοι <φωλητήρ>· ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί <φωλίς>· ἰχθῦς ποιός <φῶμεν>· εἴπωμεν <φωνασκεῖ>· φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ <φωνεῖ>· λέγει <φωνή>· ἡ τοῦ ἀνθρώπου <φωνήεις>· λαλῆσαι δυνάμενος <φωνήσας>· εἰπών, λέξας *<φωνεῖ>· λαλεῖ, λέγει <φῶντα>· λάμποντα <φώρ> καὶ <φῶρας>· κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ ἑνικῶς <φωρά>· κλοπή <φωρᾷ>· ζητεῖ <φωραθείς>· εὑρεθείς, φανείς <φωραθῆναι>· γνωσθῆναι, (ἐ)λε(γ)χθῆναι <φωρᾶν>· τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ <φωριᾶν. Φώρην> δὲ τὴν ἔρευναν <φωράσαντες>· εὑρόντες <τὰ καλά φωράσας>· ἐλέγξας <φωρά(σε)σθαι>· ἐλεγχθήσεσθαι <φωριαμός>· κιβωτός. "<(φ)ωριαμῶν> ......." <φώριον>· κλέμμα. καὶ θρόνου εἶδος <φώριος>· εἶδος μελίσσης <φῶρος>· κατάσκοπος <φωρυτόν>· συρφε[ρ]τόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρ- σία. καὶ χόρτος τῆς γῆς <φῶς>· τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος <φῶσαι>· φῶξαι, φρύξαι, θάλψαι <φώσκει>· διαφαύει <φωστήρ>· θυρίς <φωσφόρεια>· ἑορτή <φωσφόρος>· φωτοδότης, λαμπρὸς ἀστήρ <φώς[ς]ων>· τὸ λινοῦν ἅρμενον <φῶτα>· ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες <φωταγωγός>· ὁ τὸ φῶς φέρων <φῶτας>· ἄνδρας, ἀνθρώπους <φῶτας ἐννέα>· ἄνδρας ἐννέα <φῶτε>· ἄνδρες, δυϊκῶς <φωτί>· ἀνδρί <φῶτες>· ἄνθρωποι, ἄνδρες <φωτεύει>· γεννᾷ <φωτία>· λαμπρία. καὶ ὄμματα <φῶτιγξ>· [αὐγή.] σῦριγξ. λώτινος αὐλός, [ὡς] εἶδος σάλπιγγος <φώτιον>· προσφιλές, ἡδύ <φωτισμός>· αὐγὴ [τηλαυγές, καταυγάζον <φωτολόγιον>· τυφλόν. νεκρόν <φωτῶν>· ἀνδρῶν <φωτός>· ἀνδρός <φωτός>· ἡμέρας <φώψ>· φάος <Χαβόν>· καμπύλον. στενόν <χαβῶνες>· στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου <χαδέειν>· χωρῆσαι <χάδεν>· ἐχώρησεν <χάζει>· πρ(ος)δεῖται. χαλᾶται <χάζειν>· ἀναχωρεῖν. φυλάσσεσθαι <χάζεο τῆλε>· ἀναχώρει μακράν <χάζεσθαι>· ὑποχωρεῖν <χάζεται>· ἀναχωρεῖ <χάζετο>· ἀνεχώρει <χαζόμενον>· ἀναχωροῦντα <χάἱα>· ἀγαθή <χαίνας>· στέαρ <χαίνει>· ἀνοίγει τὸ στόμα <χάἱος>· ἀγαθός <χαίρετε>· θαῤῥεῖτε <χαίρειν>· ἐῤῥῶσθαι. <τὸ χαίρειν> ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις <χαίρειν θ' ἐᾶσαι>· καταφρονεῖν <χαίρειν>· φράσαντες. ἀποταξάμενοι ...... <χαιρέτω ληρῶν>· ἐρυθριάτω ...... <χαιρηδόνα>· τὴν χαράν <χαιροσύνη>· χαρά <χαιρωθῆναι>· ἐκπλαγῆναι <χαῖται>· αἱ κεχυμέναι τρίχες <χαιτήεντος>· κομήτου <χαίτη>· ἡ ἐπὶ τοῦ τραχήλου θρίξ <χαλαβεῖν>· φοβεῖν, θορυβεῖν *<χαλᾷ>· χαλάσσει, καὶ πόδαι [<χαλάδες>· τὰ ἔντερα. ἢ λιθώδεις <χαλάδος>· λιθώδης. ἐξέντερος] <χάλανδρον>· κράββατον <χάλαζα>· σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς *<χαλεπαίνει>· δυσχεραίνει, ἀγανακτεῖ <χαλαίρυπος>· ὁ τῶν πλυνομένων ἱματίων ῥύπος <χαλαρὰ ἅλυσις>· ........ <Χαλάμβριοι ἵπποι>· ἀπὸ τόπου τῆς Λιβύης <χαλαργούς>· ........ τὰ ἄκρα τῶν ποδῶν (ἢ) τῶν ὀνύχων, οἷον πο- δαργούς, ἢ ταχύποδας <χαλαρῶν>· ὡραίων <Χαλαστραίων συῶν>· [πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ Χαλαστραῖον νίτρον γεγένηται <Χαλδαῖοι>· γένος μάγων πάντα γινωσκόντων <χαλεπὰ τὰ καλά>· ....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· <χαλεπὰ τὰ καλά>· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφ' ἅπαντι ἀγαθὸν εἶναι <χαλεπήνας>· ἀγανακτήσας <χαλεπόν>· δύσεργον, σκληρόν, δεινόν <χαλεπήνῃ>· εἰς χαλεπότητα ἀγάγῃ <χαλέπ(τ)ει>· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς χαλεπότητα ἄγει <χαλεπτύς>· χαλεπότης <χαλεπῶς>· δυσκόλως [<χαλέσιν>· ὄνυξι] <χαλεψάμενος>· χολωθείς [<χαλέρυπον>· τὸ ῥύμ(μ)α τὸ ἀπὸ τοῦ νίτρου γενόμενον, ὅ τινες <νί- τρωμα> λέγουσι] <χαλία>· ἡσυχία <χαλίδιον>· πινάκιον <χάλικες>· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι <χαλίκρατον>· εὔκρατον, ἄκρατον <χάλιμα>· φαρμακός <χαλιμάδες>· ἀναίσχυντοι καὶ θρασεῖαι <χάλις>· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας <χαλιστόν>· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον <χαλίφρονας>· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ' ἡδονῆς <χαλιφροσύνη>· ἡ τῆς ψυχῆς ἄνεσις <χαλίφρων>· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος <χάλκεα>· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου <χάλκεα ἐπίσωτρα>· τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί <χαλκεγχέων>· πολεμιστῶν <χαλκεῖα>· ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως <χαλκεομήστορος>· ἰσχυρόφρονος [<χαλκεοπίσσωτρα>· ὁμοίως] <χάλκεον>· ὀχυρόν. σκληρόν. ἄλλοι <ὕπνον> [ἢ]· θάνατον <χάλκεος>· ἰσχυρός <χάλκεος κέραμος>· εἱρκτή. πίθος. καὶ ὄρος <χαλκεόφωνον>· ἰσχυρόφωνον <χαλκεύς>· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος <χαλκεῶνα>· ...... <χάλκιον>· ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο <χάλκη>· πορφύρα <Χαλκηδών>· πόλις <χαλκῆ μυῖα>· εἶδός τι μυίας <χαλκήρεα>· χαλκῷ ἀρηρότα <χαλκήρεας>· χαλκῷ ἡρμοσμένους <χαλκήρη>· χαλκῷ ἡρμοσμένα <χαλκόστομα>· χαλκία κύμβαλα <Χαλκίδαι>· γένος <χαλκιδεύς>· δειλός [<Χαλκιδική>· Σκυθική. τὰ μέταλλα τοῦ σιδήρου ἐκεῖ πρῶτον εὑρε- θέντα] <χαλκιδίζειν>· ἀπὸ τῶν κατ' Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρ' αὐτοῖς οἱ παιδικοὶ ἔρωτες <Χαλκιδικὸν δίωγμα>· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις <χαλκιδικὸς λειμών>· οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι.. λίμνη <χαλκιδίκων>· χαλκίς, ὁ ἰχθῦς <Χαλκιδικός>· εἶδος ἀλεκτρυόνος <Χαλκίναος>· Χαλκίοικος <χαλκίνδα>· τὸ εἰς χαλκὸν κυβεύειν <χαλκίον>· τὸ χαλκοῦν <χαλκίον μακρόν>· τὴν ἐλαιηρὰν ἐπίχυσιν <χαλκίς>· εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας <χαλκοβάρεια>· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα <χαλκοβαρής>· ὁ ἐκ τοῦ σιδήρου βαρούμενος <χαλκοβατές>· τὸ ἰσχυρῶς βεβηκός <χαλκόβατον>· ἰσχυρῶς βεβηκότα <χαλκογλώχινος>· χαλκὴν ἐπιδορατίδα ἐχούσης *<Χαλκηδάνη>· ταύτης ἱερὸν ἐν Σπάρτῃ <χαλκοδεσμωτήρ>· χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ <χαλκο- δεσμήτωρ> <χαλκοκορυσταί>· χαλκῷ καθωπλισμένοι <χαλκοκνήμιδες>· οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι <χαλκοκορυστήν>· χαλκῷ ὡπλισμένον <χαλκοκράς>· τὸ χαλκόκρατον νόμισμα <χαλκόκροτος>· ἡ Ῥέα διὰ τὰ κύμβαλα <χαλκολογεῖ>· νουμία συλλέγει[ν] <χαλκό(ν .....) λόφον ἱππιοχαίτην>· τὸ ἐπανάστημα τῆς περικε- φαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο .... <χαλκός>· ὁ σίδηρος. καὶ νόμος ἀκίνητος <χαλκοπαρείη>· χαλκᾶς παρειὰς ἐχούσης <χαλκόποδας>· ἰσχυρόποδας <χαλκοῦν πινάκιον>· Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπι- γεγραμμένον τὸ ὄνομα [τοῦ] αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν *<χαλκοτύπους>· χαλκοπλήκτους <χαλκοῦς>· τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον <χαλκοχιτώνων>· χαλκοθωράκων, ἢ ἰσχυροθωράκων <χαλκώδοντας στόλους>· χαλκοῦς ὀδόντας ἔχοντας. <Ὀδόντας> δὲ ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια <χαλκώνητος>· ἠγορασμένος <χαλκωτῆρα>· κέραμός τις <Χάλυβοι>· ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται <Χαλυβδική>· τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα <Χαλυβώνιος>· εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας [<χαλυνέοντα>· λύραις] [<χαλοπὴ κιθάρα>· ἀπὸ γὰρ ὀστράκων χελώνης ἡ κιθάρα γίνεται] <χαλῶσα>· χάσκουσα <χαμα(ι)δύται>· κοχλίαι *<χαμᾶζε>· χαμαί, χαμάδες *<χαμάδις>· τὰ αὐτά *<χαμά[ι]δις χέει[ν]>· χαμαὶ καταβάλλει[ν] <χαμαιευνάδες>· οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες [<χαμῶνας>· στέαρ, ἢ τὰ ἐκ στέατος τικτόμενα] <χαμαίζηλα>· ταπεινά, γήϊνα <χαμαίζηλοι>· εὐτελεῖς <χαμαιλέων>· ζῶον ὠοτόκον καὶ πεζόν <χαμαιπετεῖ>· ταπεινῷ, ἢ χαμαὶ κειμένῳ <χαμαιπετῶς>· ὥστε [μὴ] εἰς τοὔδαφος ῥῖψαι <χαμαιρεπῶς>· χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων <χαμαιτύπη>· πόρνη ἄδοξος <χαμαιτυπιῶν>· τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων <χαμερπής>· γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος <χαμεταιρίς>· ἡ πόρνη <χάμευνα>· ταπεινά <χαμευνεῖ>· χαμαικοιτεῖ <χαμεύνη>· στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ <χαμεύνης>· ὁ χαμαὶ κοι- μώμενος <χαμεύνιον>· κλινίδιον πενιχρόν <χαμηλόν>· χαμαίζηλον <χαμόθεν>· ἐκ τῶν χαμαί <χαμόκοιτος>· ὁ εἰς τὴν γῆν κοιμώμενος <χαμόν>· καμπύλον <χανά>· κόσμησις <χαναβίς>· ἄλης [<χάναι>· ἀνοῖξαι στόμα] *<Χαναάμ>· σάλος <χανακές>· ἐπιεικές <χανάκτιον>· τὸ μωρόν. Δωριεῖς <χαμᾶσθαι>· χασμᾶσθαι <χανδάνειν>· χωρεῖν, δέχεσθαι <χανδόν>· πολύ[ν], καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι πλατύ <χανδὸν πιεῖν>· κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι <χανεῖ>· φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ <χανητός>· τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα <χάνοι>· χάσμα ποιήσαι <χάνοι εὐρεῖα χθών>· εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ <χά(ν)οιμι>· εἴποιμι <χάνος>· στόμα <χανών>· ἀνοίγων στόμα <χανύειν>· βοᾶν <χανύσσει>· βία καλεῖ <χάος>· χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος <χαρά>· ἡδονή, ἀγαλλίασις, εὐφροσύνη <χαράβδη>· λύμη σίτου <χαράδρα>· χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύ- ματι, καὶ κατασύρει <χαράδραι>· αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων <χαραδριός>· εἶδος ὀρνέου <χάρακες>· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι <χαρακίαι>· οἱ ἐν τοῖς χάραξι διατρίβοντες <χαράκια>· ὑποστηρίγματα <χαρακίζειν>· σπαίρειν. μετεωρίζειν. διαιρεῖν *<χαρακτηρίζει>· σημαίνει τοὺς χαρακτῆρας *<χαρακτηριστικόν>· σημεῖον δηλοῦν τοὺς χαρακτῆρας *<χαρακτήρ>· ὁμοίωσις <χαρακίας>· τιθύμαλλος <χαραμός>· ἡ τῆς γῆς διάστασις, οἷον χηραμός *<χάρακα>· χαράκωμα, περίφραγμα <χάραξ>· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχό- μενος) <χάραξ τὴν ἄμπελον>· παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον ἀπατηθῇ <χαράξαι>· κόψαι. κοιλᾶναι. τυπῶσαι <χαρή>· χαρά <χαρείη>· τερφθείη <χαρία>· βουνός <Χαρίδαι>· γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ <χαρίεν>· καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον <χαρίεντα>· καλά, κεχαριτωμένα <χαρίζεσθαι>· τὸ δρᾶν τὰ κεχαρισμένα *<χαρίεια>· φίλτρα [<χάριξον>· ἐπισκεύασον] <χάρις>· δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς δὲ πλακούντων εἴδη, καὶ <ἀρτοχάριτας> καλεῖσθαι. καὶ ἀμοιβὴ κατὰ εὐεργεσίαν *<χάρισμα>· δῶρον <χαριστήρια>· χαρίεντα δῶρα <χαρίσιον>· εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων <χαρίσασθαι>· παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι ..... <χάρμα>· ἡδονή, χαρά <χάρματος>· χαρᾶς <χάρμη>· ἡ μετὰ χαρᾶς μάχη <χάρμης>· μάχης *<χαρά>· ὀργή, ἢ ὀργίλος <χαρμονή>· χαρά. συλλογή <χαρμόσυνα>· ἑορταὶ Ἀθήνησι. καὶ <χαρμόσυνα χαρμοσύνη>· ὀνομασία <Χαρμόφρων>· ὁ Ἑρμῆς [<χαρόνη>· χαρῖνος ἄμπελος] <χαροπός>· περιχαρής. γλαυκός. ξανθός. φοβερός <χαρτός>· χαρᾶς ἄξιος. ἢ βακτηρία <χάρυβδις>· χάσμα θαλάσσης. ἢ καταιγίς <χάρυβδις ὠμόβροτος>· ἡ ἀναπινομένη θάλασσα <χάρων>· ὁ λέων, ἀπὸ τῆς χαροπότητος *<χαροπόν>· ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ[ν] <Χαρών(ε)ιον>· θύρα μία τοῦ νομοφυλακίου, δι' ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτῳ ἐξήγοντο *<χαρά>· ὀργίλον, ἢ ὀργή *<χάσις>· διάκρισις, χώρησις <χάσιος>· ἀγαθός, χρηστός <χάσκοντες>· ἀνοίγοντες <χασκωρεῖν>· περιβλέπειν <χάσμα>· στόμα ἢ σχίσμα γῆς <χάσμα θηρός>· ὄψις θηρός. [ἢ θαλάσσης πρόσωπον <χασμᾶται>· ἀνοίγεται <χασσάμενος>· ἀναχωρήσας <χάσσασθαι>· ἀναχωρῆσαι, χωρῆσαι <χάσσεται>· χωρήσει, ἀναχωρήσει <Χαστιᾶ>· τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος <Χαστιεῖς>· ὄνομα δήμου <χαστηρίᾳ>· τῇ ἀνειργούσῃ *<χατέ(ων)>· χρείαν ἔχων <χατέοντα>· δεόμενον, χρῄζοντα <χατέοντί περ>· καίπερ χρῄζοντι <χατεύει>· χατίζει. ἐπιθυμεῖ <χατεύουσα>· χρῄζουσα, δεομένη <χᾶτις>· ἐπιθυμία. χρῆσις <χαυλιόδοντα>· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας <χαυλίξυν>· ἀλαζόνα <χαυνάκων>· χαυνοποιῶν, οἱ δὲ χαυνολόγων <χαυνιάζει>· πλανᾷ <χαυνῶσαι>· τὸ φυσῆσαι *<χαυνῶνες>· ἄρτοι ἐλαίῳ ἀναφυραθέντες <χεδροπά>· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν <χέδροψ>· πᾶν ὄσπριον. σπέρμα <χει>· ἐπὶ τῶν χ[ε]ιλ(ι)ῶν δραχμῶν τοῦτο ἐχάραττον <χειά>· ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων <χειαί>· ὁμοίως <χειδροπῶν>· ὀσπρίων <χειλεύει στρατόν>· σιτοδοτεῖ στρατόν, τρέφει *<χείλει ἄκρῳ>· ...... <χειλαί>· αἱ συμπτώσεις τῶν βλεφάρων <χειλιοστύες>· αἱ φυλαί <χειλός>· τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα <χειλοῦται>· μεγαλύνεται, αὔξεται <χειλοῦσθαι>· παχύνεσθαι. σιτίζεσθαι <χειλῶνες>· τῶν ἀλεκτρυόνων τινές <χεῖμα[ν]>· χειμῶνα <χειμάδα>· ἱμάτιον χειμερινόν <χειμάδιον>· εἰς τὸ χειμάζειν <χειμάμυνα>· ἣν Ὅμηρος <ἀλεξάνεμον> λέγει <χειμάῤῥοι>· [οἱ ἐν τῷ χειμῶνι γενόμενοι ἔριφοι.] καὶ οἱ ποταμοί, καὶ ῥύακες <χειμάς>· χειμών <χειμασία>· ζάλη. ταραχή <χείμαστρον>· χειμερινὸν ἱμάτιον [<χείμεθλον>· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος] <χειμέρας>· χειμερινάς <χειμεριοῦντας>· διαχειμάσοντας <χειμεῶ>· ῥιγῶ χειωσάμενος <χειμήβοτος>· χειμερινὴ ὥρα <χειμών>· ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός <χειμῶντα>· ῥιγοῦντα <χείρ>· ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος [<χειράδες>· αἱ μετὰ λίθων καὶ ὅπλων βολαί <χειραδίαι>· τῶν χειμάῤῥων αἱ λιθώδεις ἀθροίσεις] <χ[ε]ιράδας>· τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας <χεῖρε>· τὰς χεῖρας, δυϊκῶς <χειραγωγῶ>· τῇ χειρὶ ἄγω <χείριον>· ὑποχείριον, τιθασόν <χειρίζειν>· διοικεῖν <χείριον>· ὑποχείριον, χειροήθη *<χεμβρῶν>· ζυγή. ἡ ἑταιρεία <χείριος>· χρήσιμος. ὑποχείριος *<χειρίων>· ἐλάττων, χείρων <χείριστα>· δεινά, κάκιστα <χειροβοσκόν>· τὸν διὰ χειρῶν ζῶντα <χειροβρῶτι δεσμῷ>· τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας δια- κόπτειν καὶ ἀναλίσκειν <χειροβλήματα>· δράγματα· οἱ δὲ <χειρόβλητα> <χειρογάστορες>· οἱ διὰ τῶν χειρῶν ζῶντες <Χειρογονία>· ἡ Περσεφόνη <χειρόγραφον>· συμβόλαιον. γραμματεῖον <χειρόδοτον>· ἀχρημάτιστον δάνειον <χειροέρκτης>· χειρουργός <χειροήθεις>· πρᾶοι, ἥμεροι <χειρόηθες>· πρᾶον, ἥμερον *<χειροθετεῖ>· χεῖρας ἐπιτίθησι <χειρόκμητα>· χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα <χειρομάντεις>· οἱ ἀπὸ χερῶν μαντευόμενοι *<χειρόμακτρον [ἢ χειρόμαστρον]>· μανδήλιον <χεῖρον>· κάκιστον. ἔλαττον <χείρονα>· ὅμοια [<χειρονάκτας>· χειροτέχνας] <χειρονόμος>· ὀρχηστής <χείρονος>· ἐλάττονος <χειροπόνια>· ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν <χειροπόδες>· ῥαγοπόδες <χειροτέρη>· ἐλάττων <χειρότερον>· χείρονα <χειροτονεῖν>· καθιστᾶν. ψηφίζειν <χειροτονία>· ἐκλογή ..... <χειρουργεῖ>· χερσὶν ἐργάζεται <Χείρων>· Κρόνου καὶ Φιλύρας υἱός <χειρωνάκτας>· χειροτέχνας <χειρῶναξ λεώς>· ὁ χειροτέχνης <χειρωσάμενοι>· καταγωνισάμενοι <χειρώσασθαι>· ὑποτάξαι. φονεῦσαι <χειρωτόν>· εὐάλωτον. καταγωνίσασθαι [<χειτών>· ἔνδυμα, περιβόλαιον] <χείσεται>· χωρήσει <χελεῦ χελώνη χελεύς>· κιθάρα <χελεάρ>· χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός *<χελιδών>· τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς <χελιδονισταί>· οἱ τῇ χελιδόνι ἀγείροντες <χελιδόνος δίκην>· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν ἀσύνθετον λαλιάν <χελιδόνων φάρμακον> <χελιδόνων μουσεῖον>· ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τρα- γικῶν <χελιδόνεως>· εἶδος ἰσχάδων <χέλ.ιον>· τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρα- κώδης <χελούειν>· βήσσειν. καὶ <χελούσειν> ὁμοίως <χέλους>· μουσικὸν ὄργανον (*)<χελλών>· ἰχθῦς ποιός <χέλυν>· [χεῖλος. καὶ] μέρος τῶν ἱερείων <χελῦναι>· χῆλαι <χέλυν ἔν τ' ἀλύροις .....· χέλυς> ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου χελώνης κιθάρα γίνεται <χελυνέων>· χημῶν <χελύνη>· τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν. καὶ ὄργανον πολεμιστήριον <χελυνάζειν>· χλευάζειν <χελύνιον>· χελώνιον <χέλυς>· χελώνη. λύρα. μηχάνημα <χέλυσμα>· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα <χελύσσεται>· βήσσει <χελώνη>· τὸ ὑποπόδιον. καὶ (νόμισμα) Πελοποννησιακόν. καὶ ἡ τρόπις τῆς νεὼς διὰ τὸ ἐπικαμπές <χελωνίας>· ἡ ποικίλη κανθαρίς <χελωνίδος>· οὐδὸς τῆς θύρας τῆς σκηνῆς <χελωνός>· τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην ἄραχνον <χελωνοφάγοι>· ἀετοί τινες <χεννίον>· ὀρνιθάριόν τι κατ' Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος [<χέραβος>· χάσμα γῆς] [<χεράδες>· αἱ τῶν χειμάῤῥων ποταμῶν λιθώδεις ἀθροίσεις] <χέραδος>· ἡ μετ' ὀστράκων καὶ λίθων ὕλη [<χεράς>· τὸ ἀπὸ θαλάσσης καὶ ποταμῶν λιθῶδες. ἢ ὁ σωρὸς τῶν λίθων] [<χερδαμός>· λίθος πληρῶν τὴν χεῖρα] <χερεῖον>· χείρονα. ἐλάττονα. χεῖρον <χέρηϊ>· χείρονι, ἥττονι, ἢ ἥσσονι <χέρμα>· ποίημα. χάλιξ [<χερμάδιος>· χειροπλήθης λίθος. καὶ ὁ ἀκροβολισμός] <χερμαδίῳ>· χειροπλήθει λίθῳ [<χερμάδος>· λίθος πληρῶν χεῖρα] <χερμάς>· λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύ- ναταί τις <χερματιστής>· λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος <χερνής>· πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ... <χερνήτης· χέρνα> γὰρ ἡ πενία <χερνῆτις>· ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα <χέρνιβα>· τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ <χερνιβ(ε)ῖον>· [τὸ ἁγνισθῆναι δι' ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας <χέρνιβος>· τοῦ προχεομένου ὕδατος <χερνιψάμενος>· τὰς χεῖρας νιψάμενος <χέῤῥον[α]>· τὴν χέρσον γῆν. Λάκωνες <χεῤῥονησία γῆ>· ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν <χερσεύει>· Σοφοκλῆς Ἴωνι· <κείμενος μὲν βουστάδας αὐλὰς> ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει <χερσεία>· ἐρημία <χερσόνησος>· γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θά- λασσα ..... <χέρσος>· ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέρ- γαστος <χερσωθήσονται>· ἐρημωθήσονται <χερωίς>· εἶδος δρυός <χεῦαι>· ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων <χευάμεναι>· περιβαλόμεναι <χεύει>· ῥεῖ <χεῦμα>· ῥεῦμα, ὕδωρ <χεύμασι>· [προχόη. [ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν] <χεύωσι>· χ[ε]ύσωσι, χώσωσιν [<χῆ>· ἔθος. ἀπορία <χηΐωνος>· οἶκος] <χηλᾶς>· ῥάπτης, πλέκτης ἢ τροφεύς <χηλεύει>· ῥάπτει, πλέκει <χηλευ[μα]τὰ κράνη>· τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς <χηλή>· ὁπλή, ὄνυξ βοός. γνάθος (*)<χηλεύσεις>· πλέξεις. <Χηλεύματα> γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς πλέκουσιν ἢ ῥάπτουσιν <χήλινον>· πλεκτόν <χηλοδευσεῖν>· ἀδολεσχεῖν. οἱ δὲ τρίβειν <χηλός>· κιβωτός <χηλῶι[ος]>· ὅμοιον <χήλωμα>· γλυφίς [<χηλώνη>· μηχανὴ πολέμου] <χηλώτια>· αἱ ῥαφίδες τῶν δικτυοπλόκων <χήμη>· χάσμη. χηραμ[β]ίς. λεία <χην(ά)λοπες>· ὄρνεα ποιά. ὅπερ ἔνιοι <χηναλώπεκες χῆνα ὀμνύειν>· ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς <χήνημα>· καταμώκημα <χηνῆσαι>· καταμωκήσασθαι <χηνοβοσία>· χηνοβοσκία <χηνύστρα>· αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι <χηνυστρᾶσθαι>· χα(ς)μᾶσθαι <χηνυστ(ρ)εῖς>· βοᾷς, κέκραγας. ἐνίοτε στραγ(γ)εύῃ <χήπτη>· ἐν σπάνει καὶ χρείᾳ ἐστίν <χήρ>· ἐχῖνος <χήρα>· ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα γυνή <χῆραι>· αἱ μὴ ἔχουσαι ἄνδρας <χηράμβη[ς]>· χηρῶν οἴκημα <χηραμοί>· οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ πέτραι κοῖλαι *<χῆροι>· ἄνδρες μὴ ἔχοντες γυναῖκας <χηραμύδες>· τὰ κοῖλα καὶ ἔχοντα κενώματα <χήρατο>· ἐχάρη <χηρεύει>· ἐνδεής ἐστιν, ἢ ἔρημος <χηρήϊον οἶκον>· παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον <χῆρον>· τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός <χηροπτάζουσα>· διὰ χειρὸς ἔχουσα [<χηροσταί>· οἱ μακρόθεν κατὰ γένος, προσήκοντες δέ, καὶ οἱ χηρεύον- τος τοῦ οἴκου τῶν ἀγχιστέων κληρονομούντων ......] <χηρῶσαι>· ἐρημῶσαι <χήρωσας>· χήραν (ε)ἴασας <χήρωσε>· ἔξανδρον ἐποίησεν <χηρωσταί>· οἱ μακρόθεν συγγενεῖς <χήτεϊ>· στερήσει, ἐνδείᾳ, σπάνει *<χήτει ἐνευναίων>· ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων <χητεία>· χ[η]ρεία <χῆτος>· ἔνδεια, στέρησις <χθαμαλός>· ταπεινός. ἴσος, ὁμαλός. κοῖλος <χθαμαλώτερος>· κατὰ σύγκρισιν <χθές>· χθιζόν, ἐχθές <χθεσιφωνῶν>· κακολογῶν <χθιζά>· τὰ χθὲς καὶ πρώην <χθιζά (τε) καὶ πρωϊζά>· χθὲς καὶ πρωΐ <χθιζοί>· χθεσινοί <χθιζός>· χθεσινός <χθόα>· σῶμα [<χ[θ]όϊνος> καὶ <χθόνιος>· γήϊνος, ἐπίγειος] *<Χθόνιος Ζεύς>· ὁ Ἅιδης <χθόνια>· ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα *<χθονίην>· νεκρικεν (*)<χθόνια λουτρά>· τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ τοὺς τάφους λουτρά <χθονήρεις>· χθονίους <χθονίαν λώβαν>· ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην <χθόνιον>· μέγα <χθονίους Ἰναχίδας>· αὐτόχθονας καὶ οὐκ ἐπήλυδας <χθονίων>· ἐπιγείων <χθονόπαιδα Ὥραν>· καθ' ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα Ἡλίου, καθ' ἱστορίαν <χθονός>· γῆς <χθών>· ἡ γῆ ἀπὸ τῆς χύσεως <χιάζειν (καὶ) σιφνιάζειν>· ...... <χῖαι>· ὑποδήματος ἀνδρείου εἶδο[υ]ς [<χιαρόν>· χλιαρόν, θερμόν] <χιαστὶ τίλλειν>· ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων [<χιδά>· φρικτή] <χιδαλέον>· τυφλόν. ἄγαμον. πεφρικός <χίδαδον>· τὸ παιδίον <χίδαι>· ἀντὶ τοῦ Κρῆτες <χιδᾶν>· χ(ε)ιμάζεσθαι. δειλιᾶν *<χίδρα>· στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος φ(ρ)υττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα <χίδρυ>· ὄνομα δειλόν *<χίδρων>· νέων καρπῶν. καὶ θερμῶν <χιλ[α]άγρα>· ζωύφιόν τι <χιλίαρχος>· χιλίων ἄρχων <χιλιοστή>· τέλος ἀπὸ τῆς θυσίας <χιλός>· ἡ τροφή. καὶ <χιλὸν> τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων. [καὶ τοῦτο ζήτει εἰς τὸ χιλωθῆναι χιλίας] [<χεῖ>] [<χειλεύει>] <χιλοῦσθαι>· παχύνεσθαι. σιτίζεσθαι <χιλ(.)ωθῆναι>· χιλίας δραχμὰς ζημιωθῆναι <χιλωτήρ>· τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ τροφή [<χιμαδίῳ>· ....... χειμῶνος <χιμάζειν>· τὸν χειμῶνα διάγειν <χιμάζω>· παραχειμάζω] <Χίμαιρα>· τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα, ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ δράκοντος ἔχον κεφαλήν <χιμᾶν>· ῥιγοῦν <Χιμαρίδαι>· γένος τι Ἀθήνησιν <χίμαροι>· αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι. [ῥύακες, ποταμοὶ ἐξ ὄμβρων] <χίμετλον>· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους [<χειμαίῤῥαν>· αἶγαν ἀγρίαν] <Χίοις>· τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα <χιονέα>· λευκά[ν]. ἢ φωτώδη <χιονίζει>· λευκαίνει <Χῖον [ὁ] ἐκ Λακαίνης>· ἐκ κύλικος Λακαίνης οἶνον <χιονολόφον>· τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον <χίραι>· αἱ ἐν ταῖς πτέρναις ῥαγάδες <χιραλέους>· τοὺς πόδας κατειργασμένους <χιτών>· ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν [<χιωνοθήσονται>· λευκανθήσονται. λαμπρυνθήσονται] <χλαβόν>· εὐτραφές <χλαῖνα>· χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ <χλιαίνειν>, ὅ ἐστι θερμαίνειν *<χλανίαι>· περιβολαί *<χλανίτιδες>· αἱ ὅρμοι παρθένων <χλαμυρίς>· πόα, ὁ κυρίως βρόμος <χλαμύς>· πορφύρα ἢ χιτών *<χλαμός>· χλαῖνα *<χλαμυραί>· τρυφῶσαι. γρυπῶσαι <χλανίδες>· λεπτὰ ἱμάτια <χλανίδιον>· ἱμάτιον λεπτόν <χλάνος>· τὸ περὶ τοὺς τραχήλους δάσος <χλαρόν>· κόχλαξ <χλαρά>· ψαιστὰ ἐν ἐλαίῳ <χλαρόν>· ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν <χλαρόν>· ἐλαιηρὸς κώθων <χλεμερόν>· χλιαρόν. θερμόν <χλεμύρα>· χλοανθοῦντα *<χλεαίεται>· θερμαίνεται <χλευάζει>· ἐμπαίζει, γελᾷ *<χλεύη>· γέλως <χλευασμός>· ἐμπαιγμός <χλευδόν>· χύδην. σωρηδόν. πληθύοντα <χλῆδος>· ὁ σωρὸς τῶν λίθων *<χλήδης>· σπάδων, θλαδίας, εὐνοῦχος <χλιδᾷ>· φρίκη, ῥῖγος. τρυφᾷ <χλιδαί>· ἀγλαΐσματα, τρυφαί <χλιδανή>· τρυφηλή <χλιδανόν>· τρυφερὸν ὁμοίως <χλιδή>· τρυφή. ἱμάτιον χειμερινόν <χλιδός>· σακκοπάθνιον <χλίδωνες>· κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν καὶ τοὺς τραχήλους <χλιδωνό[ς]πουν>· χλίδωνας περὶ τοὺς πόδας ἔχοντα[ς], τουτέστι περισκελίδας <χλιδώσαις>· τρυφώσαις <χλίει>· θρύπτει <χλιερόν>· τὸ ἔνθερμον <χλιήνας>· χλιάνας <χλιοῦται>· σχίζεται <χλόα>· βοτάνη <χλοάζει>· ἀνθηρός ἐστιν, ἀνθηρεύεται <χλοάζεσθαι>· γαστρίζεσθαι <χλοανθεῖν>· χλωρὸν ἀνθεῖν [<χλοάνοις>· τοῖς κοιλώμασιν, ἐν οἷς ἀναχεῖται τὰ χωνευόμενα] <χλοάσουσι>· βλαστήσουσιν <χλόδη>· ἔκλυσις καὶ μαλακία <χλοερόν>· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν <χλόη>· βοτάνη. φύλλα <χλοιά>· ἑορτὴ ἀπὸ τῶν κάλπων <χλοιδᾶν>· διέλκεσθαι καὶ τρυφᾶν <χλοιδέσκουσαι>· γαστρίζουσαι <χλοιδῶσι>· θρύπτονται <χλόος>· χλωρίασις, ὠχρότης <χλοσσός>· ἰχθῦς ὑπὸ Ἰώνων <χλουνάζειν>· κινύρεσθαι <χλοῦναι>· λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι <χλούνην>· τὸν τῇ χλόῃ εὐναζόμενον <χλουνός>· χρυσός <χλοῦς>· ὠχρότης <χλωραί>· συκαῖ *<χλωρός>· τυρός <χλωρεύς>· ὀρνιθάριον χλωρόν <χλωρηῒς ἀηδών>· ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα <χλωροί>· οἱ φάσηλοι. μήποτε δὲ <ὦχροι> γραπτέον <χλωροκυρτίδες>· εἶδος καρίδων <χλωρόν>· ὑγρόν. δεινόν, χαλεπόν <χλωρὸν δέος>· τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως ποιητικός <χλωρόν τε καὶ βλέπον(τα)>· ἀντὶ τοῦ ζῶντα <χλωρὸν τυρόν>· ἁπαλόν <χλωρός>· ὠχρός <χλωρῷ πέδῳ>· νεαρῷ [<χμαίνει>· ἱμείρει] [<χλιάσαι>· φονεῦσαι] <χναύει>· λαμβάνει. κνίζει <χναύεται>· περικνίζεται. λαμβάνει <χναῦμα>· τὸ βρῶμα <χναύματα>· τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα <χναύων>· περικνίζων. περιτίλλων [<χνεμύρεται>· κισύρεται] *<χνισμός>· νῆστις <χνιαρωτέρα>· χνοω(δες)τέρα <χνίει>· ψακάζει. θρύττει <χνόαι>· αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες <χνόην>· τὸν τῶν ποδῶν ψόφον <χνόο(ς)>· ὁ χνοῦ(ς) τοῦ γεν(ε)ιᾶν ἀρξαμένου <χνόος>· ξυσμός. ψόφος, φθόγγος <χνοῦς>· τὰ λεπτὰ τῶν ἀχύρων <χοᾶ>· χοῦν. μέτρον ὑγρῶν <χοαί[ξ]>· θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον <χοανεῦσαι>· χωνεῦσαι <χοάνη>· χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον <χοάνοις>· τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις <χοάρβηνα>· τὰ γράμματα <χοάς>· τὰς σπονδὰς τῶν νεκρῶν <χοᾶσθαι>· καυχᾶσθαι <χοάς[ς]ομαι>· ἐπίξομαι <Χοάσπης>· ποταμὸς Ἰνδίας <χοδιτεύειν>· ἀποπατεῖν <χόδανον>· τὴν ἕδραν <χόες>· χῶναι <χοΐ>· χώματι [<χόϊνον>· ποτήριον χαλκοῦν] <χοΐας>· τὸ ἀθροῖσθαι <χοϊκός>· πήλινος, γήϊνος <χοίνικες>· αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί <χοινίκη>· τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων <χοῖνιξ>· μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ <χοιράδες>· αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν <χοιρίημα>· τὸ χοιρίδιον <χοιρῖναι>· αἱ θαλάσσιαι ψῆφοι <χοιρογρύλλιον>· ὁ ἐχῖνος <χοιροκομεῖον>· λεπτόν τι πλεκτὸν ὡς ὀρνι(θ)οτροφεῖον *<χοῖροι>· ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι <χοῖρος>· χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο <χοιροσφάγος>· θύτης <χοιροτροφεῖον>· περίζωμα γυναικεῖον. καὶ συφεόν <χοιροφόρημα>· χοιρίδιον <χολάδες>· τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι <χολαδία>· τὸ σχολάζειν [<χολάοντα>· ἀνθοῦντα] <Χολαργῆς>· δῆμος φυλῆς Ἀκαμαντίδος <Χολάς>· ἑορτὴ Διονύσου <χολέρα>· ἔκ(κ)ρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος, ἐμετός [<χολεσέμεν>· ὀργισθησόμεθα] <χολέρα>· σωλήν, δι' οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φ(έρ)εται ἐξακον- τιζόμενον <χολή>· μανία πικρά <χόλικες>· αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα <χόλιξι>· κοιλίαις <χολόβαφα>· τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα <χολοβάφι(ν)ον>· τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα <χολόεν>· πικρόν, χολοποιόν <χόλος>· ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις <χολοῦται>· πικραίνεται, θυμοῦται <χολωθείς>· ὀργισθείς, εἰς χόλον ἀχθείς <χονδράς>· χορδάς <χονδρίον>· πίναξ. κέραμος <χονδρεύει>· σεμίδαλιν ποιεῖ <χονδρίλη>· ἄγριόν τι λάχανον <χονδρίτης>· σεμίδαλις <χονδριτῶν>· παχεῖα σεμίδαλις ..... <χονδροκοπ(ε)ῖα>· μύλων ὅπου ὁ χόνδρος κόπτεται <χόνδρον>· σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα <χόνδρος>· τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός <χόνδροι ἁλῶν>· παχεῖς ἅλες <χόν(ν)ος>· ποτήριον χάλκε[ῖ]ον <χοραγ(ε)ίων>· διδασκαλείων <χοραγός>· διδάσκαλος. ἔξαρχος <χορδαψός>· πάθος ἐντέρων <χορδή>· νευρὰ κιθάρας <χορδεῦσαι>· κακοποιῆσαι. τεμεῖν <χορεῖον>· [διδασκαλεῖον. καὶ βωμός τις.] καὶ αὔλημά τι. καὶ μέρος τι [<χωρίον>· καὶ τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας] <χορεύει>· μελῳδεῖ. βακχεύει. ὀρχεῖται <χορηγία>· δόσις <χορηγεῖ>· παρέχει, δίδωσιν <χορηγόν>· παιδίον <χορηγός>· διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων <χόρια>· τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γά- λακτος γενόμενα βρώματα <Χορίλα Ἐκφαντίδες>· Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν τὸν Χορίλλον <χορὸν δίδωμι>· παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων <χορός>· κύκλος. στέφανος <χοροστασία>· χορός <χοροστατῶν>· χοροῦ κατάρχων <χοροῦ ἡγεῖται>· χορὸν τρέφει <χορταῖος>· δασὺς χιτών, οἷος τῶν Σειληνῶν <χορταιόβαμος>· ὁ Σειληνός <χορταιοβάμων>· χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ <χόρτον οὐρανοῦ>· τὸ περιόρισμα <χόρτος>· ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό· αὐλῆς ἐν χόρτῳ οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον τὸν ἐκ γαίων, ὡς ἐν τῷ· σύγχορταναίω πεδία <χορῷ καλή>· καλῶς χορεύουσα <χοῦαι>· αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι <χουμόν>· χυλόν <χοῦς>· ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον κοτυλῶν. καὶ ἐρ(ε)ίπιον [<χοώμενος>· λυπούμενος. ὀργιζόμενος] <χρᾷ>· χρῄζει. θεσπίζει [<χραίει>· κελεύει] <χραίνει>· μολύνει. σαίνει. χρίει [<χραιματίσαι>· κρᾶξαι ὡς ἵππος] [<χραιματισμός>· ἡ τῶν ἵππων φωνή] <χραίνειν>· μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν <χραισμεῖν>· βοηθεῖν <χραισμῆσαι>· βοηθῆσαι <χραισμήσουσι>· βοηθήσουσιν <χραισμῶσι>· βοηθῶσιν <χρᾷν>· χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια [<χαραμβαλιαστύς>· γέλως ὁ μετὰ παιδιᾶς] [<χραμαδοῖλαι>· γελῶναι. καὶ αἱ νωθρόταται τῶν κυνῶν. οἱ δὲ τοὺς κοχλίας] <χρᾶναι>· χρῶσαι. καὶ τὰ ὅμοια <χράνας>· μιάνας <χρανθείς>· μιανθείς <χρανιεῖσθαι>· χραν(θ)ήσεσθαι. ἐπικαυθήσεσθαι <χρᾶται>· μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται <χραῦσαι>· καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν <χραύσῃ>· καταξύσῃ. πλήξῃ <χραῦσις>· ἄγκυρα μονόβολος <χρέα>· δάνεια. μαντεύματα [<χρεῖ>· δεῖ] *<χρεῖαι>· ἔνδει[ν]αι <χρεαγωγός>· ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων *<χρέος>· ὄφλημα. χρεία <χρει.>, τὴν ἔνδειαν. [ποτὲ δὲ καὶ τῷ χρέει <χρειώ>· χρέα. χρεία <χρείων>· χρησμῳδῶν, χρησμολογῶν <χρείως>· δέησις <χρεῖος>· ὀφείλημα, χρέος <χρεμέδα>· ἡγῆ ὡς Καλλίμαχος <χρεμετίζει>· κιχλίζει ὡς ἵππος <Χρεμετίς>· ὄνομα ποταμοῦ <χρεμετισμός>· ἡ φωνὴ τῶν ἵππων <χρεμετᾷ>· ἠχεῖ <χρεμίς>· χρεμετίς <χρεμύς>· ὁ ὀνίσκος ἰχθῦς <χρεμψιθέατρον>· οἱ εἰσιόντες εἰς θέατρον ..... <χρέοντες>· προφητεύοντες <χρεολυτήσων>· χρεοδοτήσων <χρεῦμα>· ῥεῦμα <χρεώ>· χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον <χρεώμενος>· χρώμενος <χρεῶν>· ὀφειλομένων. ἢ χρησμολόγων <χρεῶν ἀποκοπαί>· ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλου- σίοις ἀκυρῆται <χρέως>· χρέος, ὄφλημα <χρεωφειλέτης>· ὁ τὸ χρῆμα ὀφείλων <χρή>· δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ <χρήδανα>· τὰ ὅπλα τοῦ ἱστοῦ *<χρῆμα>· πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα *<χρήματα>· οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα <χρήϊα>· πενία. ἢ χρήματα <χρηΐζοντα>· ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα <χρῆϊς>· πονηρός <χρηματιεῖ>· ποιεῖ <χρηματίζει>· ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει <χρηματίσασθαι>· πραγματεύσασθαι *<χρηματισμός>· ὀπτασία(ς) νομοθεσία [<χρήμπτει>· ἐγγίζει <χρημφθῆναι>· προσπελάσαι, ἐγγίσαι. ἐνορμῆσαι] <χρῆναι>· δέον εἶναι <χρῇς>· θέλεις. χρῄζεις <χρῆσαι>· θεσπίσαι <χρῆσθαι>· καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι <χρησθήσεται>· χρησιμεύσει *<χρησμός>· τιμωρία <χρῆσις>· ἐνέργεια <χρησμολογεῖ>· προφητεύει, μαντεύεται <χρησμόν>· κλῃδόνα <χρησμός>· προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ μαντεία <χρησμῴδημα>· τὰ αὐτά <χρησμῳδία>· μάντευμα, μαντεία, προλεγόμενον <χρησμῳδούμενα>· τὰ αὐτά <χρηστὰ ποιεῖν>· τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα <χρήστης>· ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής <χρηστήριον>· μαντεῖον <χρηστοί>· οἱ καταδεδικασμένοι. χρήσιμοι <χρηστός>· χρήσιμος <χρηστῶν>· χρησίμων <χρήστωρ>· μάντις <χρῆται>· χρᾶται <χρῖ>· χρίει [<χρία>· μυρμήκων κοίτη] <χρί(μ)πτεσθαι>· ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν. ἀλείφειν. προσπελάζειν <χρίμπτεται>· προσεγγίζει, καὶ τὰ ὅμοια <χριμφθῆναι>· ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι <χρίμψαι>· πελάσαι <χρόα>· τὸ σῶμα. ἢ χρῶτα <χροανθές>· εὐφεγγές <χροΐ>· σώματι. ἐπιφανείᾳ <χροιά>· ἐπιφάνεια <χροϊζόμενον>· λαμπρυνόμενον <χρόμαδος>· κρότος, ψόφος <χρόμη>· φρυαγμός. ὁρμή. θράσος <χρόμις>· εἶδος ἰχθύος <Χρόμιος>· ὄνομα κύριον <χρόμοις>· χρεμετισμοῖς <χρόμος>· ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός <χρονίζει>· διατρίβει <χρόνιον>· ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον <χρονιώτερον>· ὑπερχρονίζον <χρόος>· χρώς, καὶ τὸ <εις> ἀπὸ τοῦ σώματος διῆλθεν [<χροσάμενος>· τοῦ σώματος κορεσθείς] <χροὸς ἆσαι>· τοῦ χρωτὸς κορέσαι <χροιά>· μακρά <χρυνάζει>· καλεῖ <χρυσαΐζεται>· κοσμεῖται <χρυσαλλίς>· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν <χρυσαμοιβός>· ἀργυρογνώμων <χρυσάμπυκας>· χρυσοχαλίνους. χρυσομίτρους <χρυσάμπυκες>· χρυσόδεσμοι <χρυσάμπυκος>· χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνά- ληψις <χρυσάνθεμον>· πόα. ἢ καὶ <χρυσάνθιμον> <χρυσάορον>· χρυσο(ῦ)ν ξίφος ἔχοντα <χρυσαόρου>· χρυς(οῦν) ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιρα(ν), σπάθην [<χρυσατήρια>· τὰ χωρία εἰς ἃ φοιτῶντες ἐλάμβανον ἱερεῖα καὶ χρησμούς] <χρυσαυγοῦντα>· ἀστράπτοντα, ἡ στίλβοντα <χρυσάωρ>· χρυσόηλ[ι]ος. χρυσοκίθαρις. ἢ καλλιόμιλος [<χρυσέντευκτος>· ἐκ χρυσοῦ κατεσκευασμένος] <χρύς(ε)ο(ν) σκῆπτρον ἔχων>· ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περι- φραστικῶς <χρυσεοπή(νητος)>· ἡ διὰ χρυσοῦ εἰργασμένη <χρυσέῳ>· τῷ χρυσῷ. ἢ λαμπρῷ <χρυσῆ>· ἐπὶ τῆς Ἀφροδίτης <χρυσηλάκατος>· καλλίτοξος· <ἠλακάτη> γὰρ ὁ τοξικὸς κάλαμος <χρυσήλατος>· χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος <χρυσήνιος>· χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος <χρυσῆς Ἀφροδίτης>· τῆς καλῆς <χρυσία>· ὁ χρυσός [<χρυσίδα>· τὴν χρυσῆν φιάλην] [<χρυσοπήνη>· τὴν διὰ χρυσοῦ εἰργασμένην] *<χρῶ>· μολυσμῷ <χρυσίς>· ποτήριον. οἱ δὲ φιάλη χρυσῆ <χρυσίον>· τὸ τῶν παιδίων αἰδοῖον <χρυσῖτις λίθος>· ἡ καλουμένη βάσανος ἢ Λυδία <χρυσοκόλλα>· βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι χλωρόν <χρυσοκόλ(λ)ητος σφραγίς>· χρυσοδακτύλιος <χρυσόλοφοι δράκοντες>· χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες <χρυσορανίς>· ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν *<χρυσόθρονος>· καλλίθρονος *<χρυσόρ(ρ)απις>· ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος <χρυσοραγές>· χρυσοβαφές <χρυσορ(ρ)αγὲς ἔρνος>· ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ δένδρου <χρυσότευκτος>· ἐκ χρυσίου κατασκευασθείς <χρυσοτόρευτα>· χρυσόγλυφα <χρυσοῦς>· Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττι- κοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς <Χρύσω>· δαίμων <χρώζει>· προσάπτει. ψηλαφᾷ <χρῶμα>· φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά <χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ>· ἀντὶ τοῦ χρωτισθείς <χρῶσαι>· χρωματίσαι. μολῦναι *<χρώσω σῶμα>· μολυνῶ σῶμα *<χρωσθῆναι>· μολύνεσθαι <χρώσειν>· μολυνεῖν *<χρὼς ζῶν>· σῶμα ζῶν *<χρῶμαι>· μολύνομαι <χρωτός>· σώματος <χύδην>· κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς <χυλός>· πεμμάτων ὑγρῶν ἐκπίεσμα <χύμα>· ῥεῦμα. πλῆθος <χύματα>· τὰ ἐπὶ τοῖς τάφοις χεόμενα <χυμοί>· γεύσεις <χυμός>· σίελος. [ἢ τάφου χῶμα <χυμῶν>· πηγμάτων ὑγρῶν] <χύνιν>· τὴν χεῖρα <χύντο>· ἐξεχύθησαν <χύῤῥα>· οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι <χυῤῥάβιο>· δεσμοὶ συῶν <χύῤῥαβος>· ὄρνις τις ποιός <χυῤῥοίδια>· τὰ ζῶα τὰ χυ<οι>ῤῥοίδια <χυῤῥ(ε)ῖον>· στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον *<χυρβιάσαι>· σκιρτῆσαι <χυτά>· χωστά <χυτή>· χωστή <χυτή>· ἡ ἐπὶ τοῦ τύμβου χων(ν)υμένη γῆ (*)<χυτοί· οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι> <χυτόν>· χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος <χύτλα>· τὰ μετ' ἐλαίου καὶ ὕδατος ἀλείμματα <χυτλάζει>· κλυδάζεται <χύτλα>· τὸ ἐφ' ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας [ω] δι' ὕδατος καὶ ἐλαίου <χυτλάσαι>· τρυφῆσαι. διαχέαι, ὑγρᾶναι <χύτλασον>· ὕγρα[ι]νον <χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν>· ἐσπαρμένος εἰκῆ καὶ οὐκ ἐν τάξει μένουσιν <χυτλῶσαι>· μετ' ἐλαίου λούσασθαι <χυτλώσαιτο>· ἀλείψαιτο μετὰ τὸ λούσασθαι <χύτραι>· τὰ χυτροπώλια <χύτραις λημᾶν>· μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν λημᾶν <χυτρεοῦν>· ὀστράκινον <χυτρεῖα>· τὰ τῶν χυτρῶν ὀστράκια <χυτρίδιον>· μέτρον τι *<χυτρίου>· τοῦ κρανίου <χυτρίνδα>· παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περι- στρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ ληφθείς *<χυτρίζειν>· ἐν χύτρᾳ (ἐκ)τιθέναι <χυτρῖνοι>· τὰ κοῖλα τῆς γῆς, δι' ὧν αἱ πηγαὶ ἀνίενται <χυτρισμός>· ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις <χώεσθαι>· συγχεῖσθαι. χολοῦσθαι <χώεται>· θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια <χωΐδα>· τροφὴν <χωλάβει>· θορυβεῖ <χωλεύει>· νοσεῖ. σκάζει [<χωλότοισιν>· ὀργίλοις] [<χωλοθείς>· ὀργισθείς] <χώλοθρον>· ἡ κοιλασία <χῶμα>· ὕψωμα γῆς, ὄχθη <χωματεπέκτης>· τοῖς χώμασιν ἐπικείμενος <χωνευτήριον>· χων(ε)ῖον *<χῶμος>· χῶμα, σωρός. <Χωνήν>· τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξε- νόφα... ἐν τῷ περὶ Ἰταλίας <χῶνος>· βουνός. [τόπος.] βόθυνος <χωόμενος>· λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος <χώρει>· πορεύου <χωρεῖν>· ἀπελθεῖν <χώρησαν>· ἀνεχώρησαν <χωρήσαντα>· καταβληθέντα. ὁρμήσαντα [<χωριάζεσθαι>· λέγειν] <χωρίον>· δοχεῖον. κόπτρον. [καὶ ὄρνις ποιός] [<χωριαμός>· κίστη.] <χωρίς>· δίχα. ἰδιαζόντως <χωρίτης>· ἀγρότης, ἄγροικ[τ]ος. ἄλλοι τὸν ὁδηγόν <χωροβατεῖ>· ἐν τῇ χώρᾳ περιπατεῖ [<χωρονομεῖ>· ὀργίζεται] <χῶρος>· τόπος, ἀγρός. ἄν(εμ)ος. ἢ χωρίον <χωσάμενος>· χολωσάμενος <χώσασθαι>· συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι <χωσθῆναι>· τὰ αὐτά <Ψάγδας>· [ψαγδῆς.] μύρον ποιόν [<ψαγεῖον>· ἀγγεῖον] <ψάγιον>· πλάγιον, λοξόν, ἐπικεκλιμένον *<ψάραλλα>· ψύγματα <ψάδδα>· ἡ κινάβαρις <ψάδιον>· κάταντες <ψαδυρόν>· ἀσθενές. μαδαρόν. ψαθυρόν <ψαέναι>· φθάσαι. κτίσαι <ψαθάλλειν>· κνήθειν. ψηλαφᾶν <ψαθαρά>· εὔθλαστα, σαθρά. ξηρά. ἀσθενῆ. ψαθυρά <ψάθεα>· ψωμία <ψαθύρματα>· ἀποκόμματα <ψαθυρός>· εὔθλαστος, καὶ τὰ ὅμοια <ψαιδρά>· ἀραιότριχα <ψαιδρόν>· φαιδρόν. ἀραιόν <ψαιθόν>· ὑποφοινίσσον <ψαῖμα>· ὀλίγον <ψαινούζειν>· διὰ ῥ.πισμοῦ καταψύχειν. γὰρ δὲ καὶ δραπισμοῦ <ψαινύθιον>· ψευδές. μάταιον, εὐτελές, φλύαρον. οἰκτρόν *<ψαινύροιτο>· διεσείσατο <ψαινύντες>· ψωμίζοντες <ψαίνυον>· ἀχρεῖον <ψαίνυσμα>· ὀλίγον <ψαινύσσειν>· ῥ.πίζειν <ψαίρει>· τινάσσει, ῥιπίζει. <ψαί(ρ)ειν>· ἀσθενῶς τι ποιεῖν. σύρειν <ψαῖσμα>· σῖτον ὀλίγον <ψαιστά>· ἄλφιτα ἐλαίῳ δεδευμένα <ψα[ι]κάζει>· ῥα(ί)νει <ψά[ί]καλον>· ἔμβρυον, βρέφος *<ψαικάς>· ψακάς, ῥανίς *<ψα[ι]καλοῦχον>· ἔμβρυον ....... <ψακαλοῦχοι>· ψάκαλα ἔχουσαι· εἰσὶ δὲ ἔμβρυα <ψάκελον>· μέσα [<ψάκιον>· ἀραιόν. μακρόν] <ψάκταν>· τὴν ψώκτην μάζαν <ψακτήρ>· ψήκτρα <ψαλάγματα>· ψηλαφήματα [<ψάλις>· κιθαριστής] <ψάλια>· κρίκοι, δακτύλιοι *<ψαλίδες>· ἁψῖδες <τῶν στύλων> <ψαλίξαι>· κεῖραι *<ψαλίοις ἵππους>· χαλινοῖς ἵππους. κωλυτηρίοις <ψαλίον>· κωλυτήριον. χαλινός <ψαλίθια>· ψήγματα <ψαλάκανθα>· τοῦτο ἀδέσποτον δοκεῖ τισιν εἶναι. [ψ#] <ψαλακτόν>· οὐκ ἀνεύρητον <ψαλάσσει>· τινάσσει. ψηλαφᾷ. κινεῖ. ψαύει, ψάλλει, ἀφ' οὗ καὶ <ἀψά- λακτος> ὁ ἄψαυστος <ψαλίς>· τὸ ἄρμενον. καὶ καμάρα. καὶ ταχεῖα κίνησις *<ψάλλειν>· ᾄδειν ᾄσματα. τίλλειν. κινεῖν *<ψαλόν>· εἶδος χαλινοῦ <ψαλίττεται>· ἁμιλλᾶται <ψαλλός>· ὕλη <ψαλοίμην>· βληθείην <ψαλτήρ>· ὁ ἀνήρ· ἡ δὲ γυνὴ <ψάλτρια> <ψαλτής>· κιθαριστής <ψάλτιγξ>· κιθάρα <ψαλύγων>· ἔνιοι <ψά(λυ)γας> τὰς λεγομένας ψυχὰς ἄμεινον, καὶ τοὺς ἀσθενεῖς σπινθῆρας <ψαμαθία>· αἰγιαλός <ψάμαθος>· ψάμμιος, ἢ παραθαλάσσιος ἄμμος <ψαμμακοσιογάργαρα>· πολλὰ ἀναρίθμητα, ἀπὸ τῆς ψάμμου καὶ τῶν γαργάρων <ψάμματα>· σπαράγματα <ψαμματίζουσα>· ψωμίζουσα <ψαμμήν>· ἄλφιτα <ψαμμοδύτης>· ἰχθῦς, ὃν καὶ καλλιώνυμον ὀνομάζουσιν <ψάμμος>· ἡ παραθαλάσσιος γῆ, ἄμμος <ψανισμός>· ναυτιασμός <ψανός>· ψεδνός <ψάρις>· γένος στρουθοῦ <ψᾶρ(ε)ς>· εἶδος ὀρνέου. [ἄλλοι δέ φασι τὴν λέξιν μηδαμοῦ κεῖσθαι <ψάρις>· εἶδος νεώς, τριήρους <ψαρί[γ]χοι>· ψᾶροι <ψαροί>· ποικίλοι. εἶδος χρώματος <ψαρόν>· ποικίλον. σποδοειδές <ψαστής>· τὰ ψαιστὰ ῥόδα <ψατᾶσθαι>· προκαταλαμβάνειν <ψατῆσαι>· προειπεῖν <ψαύειν>· θιγγάνειν <ψαύεται>· ψηλαφᾶται *<ψαυγές>· θορυβῶδες <ψαυκρόποδα>· κουφόποδα, ἄκροις τοῖς ποσὶ ψαύοντα <ψαυκρὸν γόνυ>· κοῦφον. ἀπὸ τοῦ ἄκρως ψαύειν <ψαυκρός>· καλλωπιστής. ταχύς, ἐλαφρός. ἀραιός *<ψαλόεντα>· τὰ ἐν τῷ ψαύειν ἀπολλύντα <ψαῦσαι>· ἅψασθαι. προσεγγίσαι <ψαύσασθαι>· τὰ αὐτά <ψαυστά>· ψαυστὰ ἀρχίας *<ψαύριος>· κονιορτός. φορυτός. οἱ δὲ <ψαυρός <ψάφα>· κνέφας <ψαφαρά>· ψαθυρά <ψαφαρόν>· ξηρόν, αὐχμηρόν. ἀσθενές. ἐλαφρόν <ψαφαρὰ νεφέλη>· σκοτεινή <ψαφερά>· ψαθυρά *<ψαφέα>· ψωμία *<ψάφα>· λόφοι ψηλοί <ψαφοτριβέων>· περὶ τοὺς λόγους τριβομένων <ψέ>· αὐτούς, αὐτάς, [αὐτῶν] αὐτά, αὐτόν, αὐτήν, αὐτό <ψέγει>· μέμφεται. ὑβρίζει <ψέγος>· τάφος. καὶ <ἐπιψέγειν>· ἐπικηδεύειν <ψέδειν>· ἐντρέπειν, φροντίζειν <ψεδνὴ ἡ θρίξ>· ἡ ἀραιόθριξ· ψεδνὴ δ' ἐπενήνοθε μαδαρὰ ἐπήνθει <ψεδόναι>· λόγοι <ψέδυρα>· ψίθυρος *<ψεδνός>· μαδαρός, ἀραιόθριξ <ψειαί>· ἀλώπεκες. ψῆφοι <ψεαδερτῶν>· ἐλαιῶν τὸ ἀποπίασμα <(ψ)ειήματα>· παίγνια <ψ[ε]ιλεύει>· κρα(ς)πεδεύει <ψ[ε]ινάζει>· ἀποῤῥεῖ <ψείρει>· φθείρει <ψεῖσαι>· ψωμίσαι <ψεκάδες>· ῥανίδες, σταγόνες <ψεκάς>· σταγών <ψελλίζειν>· ἀς[χ]ήμως λαλεῖν <ψεκτόν>· μεμπτόν <ψελιστήν>· λίγνον <ψελλός>· ὁ τὸ σίγμα παχύτερον λέγων <ψελός>· αἰθαλός <ψενδύλοι>· σπόνδυλοι <ψευδάγγελος>· ψευδῆ ἀγγέλων *<ψέλια>· δακτύλιοι, λύγαια <ψευδάλμιον>· ψευδές <ψευδ(αμ)άμαξυς>· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος ἄμπελος. καὶ ὁ ψευδόπλουτος <ψευδεπήσειεν>· ψευδολογήσειεν <ψευδῆ>· ἀλλόκοτα. ἀπάται <ψευδηγόρους>· ψευδολόγους <ψευδής>· ψεύστης <ψευδοεπήσωμεν>· ψευδολογήσωμεν <ψευδομυθεῖ>· ψευδολογεῖ <ψευδοραβδοθίαι>· ψευδοραψῳδοί <ψεῦδος>· ἀπάτη, πλάνη <ψευδοσέληνον>· ἡ ἀμαυρὰ σελήνη <ψευδώνυμοι ὄνειροι>· ψευδολόγοι <ψευσάμενοι>· παραβάντες. ἐπιορκήσαντες, [ἐφιορκήσαντες] <ψευστήσεις>· ψεύστης εἶ <ψεφαί(α)ς νυκτός>· σκοτεινῆς *<ψεφαυγοῦς>· σκοτεινῆς <ψεφ(αί)αις>· σκοτειναῖς <ψεφα[ρ]ῖον>· λυπρόν. σκοτεινόν <ψεφαρά>· σκοτεινή <ψέφας>· σκότος <ψέφος>· καπνός <ψέφει>· δέδοικεν, ἐντρέπει. λυπεῖ. φροντίζει <ψῆγμα>· ξύσμα. ἢ μικρὸν θρύμμα, κλάσμα <ψηκεδών>· κονιορτός <ψήκτρα>· ξύστρα. σπάθη <ψῆλαι>· τῖλαι <ψηλαφηκότταμοι>· ...... <ψήληκες>· τῶν ἀλεκτρυόνων οἱ νοθογένναι <ψήν>· εἶδος ζώου μικροῦ συκοφάγου <ψῆνες>· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα <ψῆνας>· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων <ψηνόν>· ἀραιόν <ψηνός>· ψεδνός, διάψιλος <ψηνίζων>· τοὺς Ψῆνας λέγει τοὺς τοῦ Μάγνητος· ἔστι δὲ ὁ ψὴν εἶδος ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ πεπαίνει αὐτούς <ψῆρες>· εἶδος ὀρνέων <ψηροπυρίτας>· αὐτόπυρος ἄρτος. οἱ δὲ πυριεφθής. οἱ δὲ κακός <ψῆττα>· ἰχθύδιον τῶν πλατέων ἡ ψῆττα, ἥν τινες <σανδάλιον> ἢ <βούγλωσσον> ..... <ψηφῖδες>· ψῆφοι, μικροὶ λίθοι <ψηφισαμένων>· κρινάντων <ψηφίσματα>· γνῶμαι ἀρέσκουσαι <ψῆφος>· λόγος. κρίσις. ἀπόφασις διὰ λαλιᾶς <ψηφοφορία>· ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή [<ψηφῶν>· φροντίζων.] <ψηφολογική>· ...... <ψήχει>· καταμάσσει, τρίβει, ξύει. σμήχει. [ψύχει πραΰνει] <ψήχοι>· πραΰνοι, καὶ τὰ ὅμοια <ψήχομαι τὸν δικαστήν> [<ψηχράν>· τὴν λεπτήν] <ψιά>· χαρά, γελοίασμα, παίγνια <ψιάδ(δ)ειν>· παίζειν <ψιάδες>· ψακάδες, ῥανίδες, σταγόνες <ψιάζει>· ψακάζει <ψιάθια>· τὰ ἐν τοῖς δικαστηρίοις ἐπὶ τῶν καθεδρῶν ἐπιστορνύμενα <ψίαθος>· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος <ψίαι>· ἀλώπεκες <ψίακα>· ψακάδα <ψιαρόν>· εὐῶδες [<ψίγναι>· τρίχες] <ψίδες>· ψιάδες, ψακάδες <ψιβδεῖ>· ὑποπνεῖ, βδεῖ <ψιδόνες>· διάβολοι. ψίθυροι <ψίεσσα>· εὐδαίμων, μακαρία <ψίεντα>· τὰ αὐτά <ψιζομένη>· κλαίουσα <ψίης>· μακάριος, εὐδαίμων <ψιῆναι>· ψίξαι <ψιῆσαι>· ψωμίσαι <ψιθία>· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν <ψιθήν>· τὴν ἀπώλειαν <ψιθύρα>· ἐξ ὧν τὸ σύνηθες καὶ ἥρωος Ἀθήνησιν ὄνομα <ψιθυρίζει>· εἰς τὸ οὖς ἠρέμα διαλέγεται <ψιθωμία(ν)>· Λάκωνες τὸν ἀσθενῆ <ψιλάς>· πέτρα. κράσπεδα <ψιλὰ τὰ γένεια>· σπανοπώγων <ψιλαῖς>· ἀκοσμήτοις *<ψηλαφῶ>· ἐρευνῶ, καὶ τὰ ὅμοια <ψίλακα>· ψιλόν, λεῖον. πτερὸν [ἢ πτενόν] <ψιλάκερ>· τὸ ἡγεῖσθαι χοροῦ <ψιλεῖς>· οἱ ὕστατοι χορεύοντες <ψιλή>· ζήτει εἰς τὸ ψιλόν <ψιλίοις>· πλαγίοις, ὑπτίοις <ψιλίον>· πτερόν. μακρόν. οἱ δὲ ψέλλιον. ἢ εἶδος ἄνθους <ψιλοδετόρων>· βρώτη <ψιλοκόῤῥης>· φαλακρός <ψιλόν>· γυμνόν. ἔρημον. εὐτελές. ἄτριχον. καὶ πᾶν ἀποδεδαρμένον <ψιλὸς στέφανος>· πτέρινος. καὶ ὁ ἱππεύς <ψιλοτάπιδες>· αἱ καλούμεναι ὑποστρώματα καλά <ψιλούς>· γυμνούς. σφενδονιστάς. τοξότας <ψίλωθρον>· σποδή. ἔνιοι μάδον <ψίμαρον>· εὐδιαῖον <ψιλῶς>· κούφως. εὐτελῶς <ψίν>· αὐτοῖς. αὐτόν <ψινάδες>· αἱ ῥυάδες ἄμπελοι <ψινάζει>· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορ(ρ)οεῖ <ψίναθος>· ἀγρία αἴξ <ψίνδεσθαι>· κλαίειν <ψίνθος>· τέρψις <ψινύθιον>· φαῦλον <ψῖσαι>· ψωμίσαι <ψίσις>· ἀπώλεια <ψίττα>· ταχέως, εὐθέως <ψιττάζων>· ψίττα ἐπιφθεγγόμενος. ὅπερ ἐστὶ ποιμενικὸν ἐπίφθεγμα <ψιττάκ(ε)ια>· εἶδος ὑποδήματος γυναικείου <ψιττία>· ψωμία. Ἀττικοί <ψιφά>· ἑψιτὰ λεπτά <ψιφαῖον>· ἱστίον. ὁτὲ δὲ ψίαθος. ἢ μικρὸν ὀρνιθάριον <ψιχία>· ψωμία *<ψίχες>· αἱ ἀποπίπτουσαι τῶν ἄρτων τεμνομένων. ψιχίδι(α) <ψόαν>· ὀχεύτριαν <ψόα>· τὸ μέρος τοῦ σώματος <ψόγεια>· ψογερά, καὶ οὐκ ἄξια ἀκοῆς <ψογερά>· ὡς λίαν μεμπτά <ψογερόν>· αἰσχρόν, μεμπτόν, ἐπίψογον <ψόγξαι>· ἀκοῦσαι <ψόγος>· κατάγνωσις, μέμψις, ὄνειδος <ψοδίον>· σκολιόν <ψοθάλλειν>· ψοφεῖν <ψοθίον>· αἰθαλῶδες <ψοθόν>· μέλαν. [θόρυβος] <ψόθος>· ψώρα, ἀκαθαρσία *<ψόθωρ>· αὐχμηρόν <ψοθώα>· ψώρα <ψοίθη[σι]ς>· ἀλαζών <ψολοκομπίαι>· ἀλαζόνες, κομπασταί <ψόλος>· καπνός, αἰθάλη, φλόξ, ἀσβόλη <ψολῶσαι>· ψιλῶσαι. ῥινῆσαι <ψόμμος>· ἀκαθαρσία. καπνός <ψο(ύ)δια>· ψευδῆ ...... Λάκωνες δὲ τὸν στόμαχον <ψοφεῖ>· κτυπεῖ, ῥήσσει <ψοφοδεῶς>· ταραχώδως <ψοφοδεής>· δειλός, κενοφόβος, ὃ καὶ τοὺς ψόφους καὶ τὰ ἐλάχιστα φοβούμενος <ψοφοδεῆ>· τὸν ὅμοιον αὐτῷ <ψόφος>· ἦχος, κτύπος <ψυγεῖα>· ἀγγεῖα, ἐν οἷς ὕδωρ ψύχεται. καὶ ὁ τόπος αὐτό <ψυδνὴ χέρσος>· ἀραιά, ὀλίγη <ψυδρά>· ψευδῆ <ψυδρόν>· ψευδές <ψυθιζομένων>· γογγυζόντων <ψύθιον>· ὀλιγοχρόνιον <ψύθιος>· ἀραιά, ὀλίγη, ψιθυρίς <ψυθιστάς>· ψιθυριστάς <ψυθός>· ψίθυρος. ψεῦδος <ψυθῶνες>· διάβολοι <ψυῖαι>· ἀλώπεκες, βασσαρίδες. καὶ αἱ κατὰ τὴν ὀσφῦν σάρκες <ψυκτά>· ἡ μὴ πολλῷ ὕδατι πεφυρ(α)μένη μάζα <ψυκτήρ>· ὃν ἡμεῖς ψυγέα[ν], καὶ εἶδος ποτηρίου <ψυκτήρια[ι]>· οἱ ἀλσώδεις καὶ σύ[ν]σκιοι τόποι <ψυκτήριον>· ποτήριον ὃ ἡμεῖς ψυκτῆρά φαμεν <ψύλλα>· ψύλλαι θηλυκῶς. ἄλλοι δὲ <Φύλλοι>, ἔθνος Λιβύης. ἔστι δὲ καὶ ὄνομα ζωϋφίου μικροῦ ἀῤῥενικῶς, ὥς φησιν Ἐπίχαρμος <ψύλλακας>· τὰς ψύλλας <ψύλλιον>· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον <Ψυλλικοί>· εἶδος κυνῶν ὀνομασθὲν οὕτως <Ψυλλικὸς γόης>· ὁ τῶν Ψύλλων. οἱ δὲ <Ψύλλοι> ἔθνος Λιβύης <ψύλλος>· τὸ παχὺ τὸ συνέχον τὸ τοῦ κάπρου αἰδοῖον <ψύξας>· ἀμβλύνας τὴν ψυχήν, φυσήσας, ἄνεμον ποιήσας, πνεύσας <ψύξασθαι>· ῥυήσασθαι. ξηρᾶναι <ψύξασαι>· πνεύσασαι. ῥυήσασαι <ψύξουσι>· ξηρανοῦσιν <ψύξις>· πνόη <Ψυρίη(ς)>· νῆσος μικρά <Ψύριος>· ἀκάθαρτος, ἀπὸ Ψύρ(ων) τῆς νήσου <Ψυρίς>· γῆ λυπρά, χέρσος <ψύττα>· ἐπὶ τοῦ ταχέως ἀποδρ(α)μεῖν λέγεται <ψύτταρον>· σκαφίον <ψύτταν>· πρόχυμα <ψύττει>· πτύει <ψυττόν>· πτύελον <ψυχαγωγεῖ>· παραμυθεῖται τὴν ψυχήν <ψυχαγωγός>· ὁ ἀνδραποδιστής, καὶ ὁ ἀπατεών. ὁ κατάγων τὰς ψυχὰς εἰς ᾅδου <ψυχάζει>· ἀναψύχει <ψυχάς>· πνεύματα <ψύχειν>· ἀνέμῳ ξηραίνειν. καὶ πνεῖν <ψυχέμπορος>· ὁ τοὺς ἀνθρώπους ἀγοράζων καὶ πωλῶν <ψύχεος ἱμείρων>· καταψύξεως ἐπιθυμῶν <ψυχή>· πνεῦμα. καὶ ζωΰφιον πτηνόν <ψυχόλεθρος>· ἀπώλεια ψυχῶν <ψυχοῤ(ῥ)αγεῖ>· ἀποθνήσκει <ψυχορόφους>· τὰς τὴν ψυχὴν ἐκπινούσας <ψυχουλκός>· πόα τις <ψυχουλκούμενοι>· τὰς ψυχὰς ἑλκόμενοι <ψυχρά>· τὴν ἣν ἡμεῖς λεπτὴν λέγομεν <ψυχροκομψώματα>· ψυχροφαντάσματα *<ψυχρὸν κακόν>· ψύξεως αἴτιον <ψυχρολογία>· ψευδολογία <ψυχρολόγος>· μηδὲν χρήσιμον λέγων <ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσι>· τὸν καταψύχοντα τὰ σώματα (διὰ) τῆς ἀναιρέσεως <ψυχρός>· ἀσθενής <ψωδαρέον>· αὐχμηρόν <ψώθιον>· τὸ ὑποκάτω τοῦ ἄρτου <ψώθια>· τὰ τοῦ ἄρτου ἀποθραύσματα, καὶ τὰ ὑποκάτω <ψώϊζος>· ἄφοδος ὑγρά, ἢ ὄνθος, δυσωδία, καὶ ἣν καλοῦσι μίνθα(ν)· οἱ δὲ αὐχμὸν ἢ μόλυσμα <ψώια>· σαπρὰ δυσωδία *<ψώδη>· γλῶττα <ψωκτόν>· τράπεζαν <ψωλήκυσθος>· οὐδενὸς ἄξιος <ψωλόν>· τὸν ἀπεσκολυμμένον <ψώμηκες>· οἱ τοῦ σίτου τὰς ῥίζας ἀπεσθίοντες. καὶ ὁ ἔγκατρος ὁ <σῖ- τός> φησι <ἐξεψώμισεν>, ἀπὸ τοῦ ζώου σχηματίσας *<ψωμιεῖ>· θρέψει <ψῶμιγξ>· σφήκωμα <ψωμοί>· μέρη <ψωραλέον>· τὸν ψωριῶντα <ψωροπέταλοι>· ἰχθύες εὐτελεῖς <ψῶρος>· παιδεραστής <ψῶσαι>· θάλψαι <ψώσματα>· παρὰ Ἀριστωνύμῳ πέπαικται ἡ λέξις τῇ Βοιωτῶν δια- λέκτῳ <ψώχειν>· ἀνακινεῖν. ἀνατρίβειν *<ψώχοντες>· λεπτύνοντες. πλύνοντες. ἀναξαίνοντες *<ψώχω>· λεπτύνω. πλύνω. ξαίνω <ψωχὸς γῆ>· ψαμμώδης *<Ὢ>· θαυμαστικῶς, λίαν. οἷον· <ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ> <ὢ>· ἐπίῤῥημα σχετλιασμοῦ *<ὦ>· ἄρθρον κλητικῆς πτώσεως. οἷον· ὦ <ἄνθρωπε> <ὤα>· τοῦ προβάτου ἡ μηλωτή. Ὦαι δὲ τῶν ἱματίων, καὶ τὸ λῶμα τοῦ ἐνδύματος, καὶ τὸ περιστόμιον τοῦ ἱματίου <ὤας>· τὰς κώμας καὶ τὰς διφθέρας οὕτω φασί <ὤασιν>· ὠσίν <ὤατα>· ὠτία, ὦτα <ὠατωθησῶ>· ἀκούσομαι <ᾧ ἄχεϊ σχομένη>· τῷ ἑαυτῆς ἄχει κατάσχετος γινομένη <ὠβαί>· τόποι μεγαλομερεῖς <ὠβάλλετο>· διωθεῖτο <ὠβάτας>· τοὺς φυλέτας <ὤβεα>· τὰ ὠά. Ἀργεῖοι. [ἢ τὰ ἀργὰ ὦτα] <ὠβεοκόπτας>· τοὺς ὄφεις ἀπὸ τούτου [Ὠβήλ] ....· ὠόν. καὶ τοῦ περσικοῦ τὸ ἐντός [<Ὠβώμ>· πόλις Μωαβιτῶν] <ὤβρατο>· (εἵ)μαρτο <ὤγανον>· κνημὶς ἀμάξης <Ὠγενίδαι>· Ὠκεανίδαι. <Ὠγὴν> γὰρ Ὠκεανός <ὠγένιον>· παλαιόν. καὶ ὄρος τι <(Ὠ)γήν>· Ὠκεανός <ὡγή>· κώμη. καὶ φάλαγγος τὸ ἔσχατον. καὶ τὸ ἄκρον <ὤγκωσαν>· ἐμετεώρισαν *<ὠΐγνυντο>· ἀνεώγνυντο <ὠγύγ[υ]ια>· ἀρχαῖα <τείχη> <Ὠγυγίη>· ὄνομα τῆς νήσου Καλυψοῦς[α] <ὠγυγίου>· παλαιοῦ, ἀρχαίου. μεγάλου πολύ <ὠγύλλοντο>· συνεκάμπτοντο *<ὠγμός>· φωνὴ μετὰ τοῦ ἐκβο[ηθ]ῆσαι, ἢ μετὰ χειροτονίας *<ὤγ>· διάφραξις <ᾠδαῖς>· ὑμνῳδίαις, ᾄσμασιν <ὠ[δ]δάκταζον>· ἔδακνον, ἀπέτρωγον <ὠδ[δ]άγμην>· ἐκνησάμην <ὠδ[δ]άξατο>· ὤδαξεν <ὥδ[δ]ησεν>· ἀπέδοτο <ὧδε>· οὕτως. ἐνταῦθα. εἰς τοῦτον τὸν τρόπον <ὧδ' ἂν ἔεις>· οὕτως γὰρ ἂν ἐσσί <ὧδ' ἄν>· οὕτως γὰρ ἄν <ᾠδεῖον>· τόπος, ἐν ᾧ πρὶν τὸ θέατρον κατασκευασθῆναι οἱ ῥαψῳδοὶ καὶ οἱ κιθαρῳδοὶ ἠγωνίζοντο [<ὠδεῖσα>· ἐφροντισάμην] <ὧδέ κεν>· οὕτως ἄν <ὦ δέμα(ς)>· ὦ αὐτή <ὧδέ πη>· ὧδέ πως <ὧδέ πως>· θείῳ νεύματι. ἢ οὕτω, τοῦτον τὸν τρόπον <ὧδέ πως γάρ>· οὕτω γάρ <ᾠδή>· ᾆσμα, ὑμνῳδία <ᾠδηκώς>· οἰδήσας, πεφυσημένος [<ὠδιοῦν>· φορτίον] *<ὠδίς>· ὠδῖνες. τοκετοί <ὥδησαν>· ἀπέδοντο [<ὠδήσας>· πριάμενος] <ὡδί>· οὕτω πως <ᾠδικός>· μουσικός [ὠδίνει>· πάσχει. λυπεῖται] <ὠδίνει>· πάσχει. λυπεῖται. τίκτει, ἢ ἐγκυμονεῖ <ὠδίνησεν>· ἐγέννησεν <ὠδῖνες>· πόνοι, ἀλγηδόνες <ὠδίνων>· κυημάτων, τοκετῶν <ὠδός>· ῥοδός <ὠδίς>· ὠδῖνες. τοκετοί. ἢ τίκτουσα <ὠδόν>· οὐδόν <ὡδόσα>· ἐκ τοῦ ὧδε μέρους <ᾤδουν>· ὠργιζόμην [ἐν] <ἐ(μ)αυτῷ>, ἠγανάκτουν [ἢ ἐμαυτῷ] <ὠδύραντο>· ἐθρήνησαν <ὠδύσατο>· ἐχολώθη, ὠργίσθη. ἐμέμψατο. ἠχθέσθη, ἐμίσησεν. ἐθυμώθη <ὠδυσίη>· ὤδυσις, ὀργή. μέμψις <ὤδυσται>· ἠχθέσθη *<ὧδ' ἄφαρ>· οὕτω ταχέως <ὤδωδε>· σέσηπεν. ὤζεσεν <ὦ ἔτα>· πολῖτα <ᾤετο>· ὑπελάμβανεν, ἐνόμιζεν <ᾤιετο δεῖν>· ἐνόμιζε πρέπειν <ὤζειν>· βοᾶν <ὦζεν>· ἐβόησεν <ὤζοντες>· βοῶντες, καὶ λέγοντες ὢ ὤ. καὶ θαυμάζοντες <ὦ, ἦ δ' ὅς>· ὦ φίλε <ᾠήθη>· ἐνόμισεν, ὑπέλαβεν <ὠηρίχθαι>· ὠρινοί. ὑπήνεμοι. ὥριμοι <ὠθεῖ>· ἀνατρέπει <ὠθισμός>· ὠσμός, ἀνατροπή <ὠθήσας>· ἀνατρέψας, ὤσας <ὠθύλλετο>· διενοεῖτο <ᾧ>· ἀντὶ τοῦ διό. ἢ ᾧ τινι <ὦιαι>· ἄκραι, ἔσχατα. μηλωταί. λέγναι <ὠΐγνυντο>· ἠνοίγοντο, ἀνεώγνυντο <ὠιδάν>· ᾠδήν <ὠΐδας>· τὰς μ<η>μ... οἰκίδας <ὠιδηκώς>· οἰδήσας, φυσήσας *<ὠΐδας>· οὐδός <ᾤζει>· ἐπικάθηται [<ὠϊζύος>· ταλαιπωρίας] <ὠϊζυρά>· μοχθηρά [<ὠΐη>· πορεύεται] <ὠικέτευεν>· ᾤκει <ὠ(ι)κοδόμουν>· ....... .......· οἰνοχόουν [<ὠΐσατο>· ᾠήθη] [<ὤϊσχα>· ὠρινά, ὑπήνεμα] [<ὠΐσχετο>· ἐπεσχέθη] <ὠΐσθη>· ὑπέλαβεν, ᾠήθη *<ᾧ ῥα>· ᾧ ἄρα, ᾧ δή ποτε [<ὤϊστο>· προσεδέχετο] [<ὠΐσσατο>· ᾠήθη, ἔδοξεν] <ὦκα>· εὐθέως, ταχέως, ὠκέως, ὀξέως <ὠκαλέον>· ταχύ, ὀξύ <ὠκαχήμεναι>· λυπησόμεναι <Ὠκεανίνης>· κοῦ.. τῆς (Σ)τυγός <Ὠκεανοῖο πόρον>· τὸν ἀέρα, εἰς ὃν αἱ ψυχαὶ τῶν τελευτώντων ἀπο- χωροῦσιν <Ὠκεανός>· ἀήρ. θάλασσα, καὶ ποταμὸς ὑπερμεγέθης. φασὶ δὲ καὶ ὁμώνυμον αὐτοῦ ἐν Κρήτῃ <ὠκέα>· ταχέα <ὠκέας>· ταχεῖς <ὠκέες στρουθοί>· ταχεῖς, εὐπετεῖς, κοῦφοι [<ὠκείλαντες>· ὁρμήσαντες, προσπελάσαντες, προσπεσόντες, ἐξοκείλαν- τες. καὶ] <ὤκειλεν> τὰ αὐτά <ᾤκεον>· ᾤκουν <ὠκεῶν>· ἁμαρτών. ἢ ταχέων <ὠκέως>· ταχέως <ὠκίδες>· ἐνώτια *<ὠκ(ε)ιάων>· ταχυτάτων <ὠκίεσσα>· φθαρεῖσα <ὤκιμον>· βοτάνη εὐώδης, τὸ λεγόμενον <βασιλικόν ὠκίμβαζεν>· ἐτάρασσεν. ἐθορυβεῖτο. ἐστραγγεύετο <ὤκιστον>· τάχιστον <ὤκλαζεν>· συνέκαμπτε τὰ γόνατα <ὤκλασαν>· τὰ αὐτά. τὰ <γόνατα> ἔκαμψαν <ὠκλίνασαι>· κλίνασαι <ὠκριόωντο>· ὠξύνοντο, ἐτραχύνοντο <ᾤκτειρεν>· ἠλέησεν <ὠκύ>· ὀξύ, ταχύ <ὠκύαλα πτερά>· ὠκέα παραγώγως. ὡς <ὠκύαλος ναῦς> <ὠκύαλος>· ὠκεῖα, ταχεῖα, ταχύπλους <ὠκυαγεῖς>· ἐπωδοῦν, ὧν ἡ δύναμις ἐπιφανής <ὠκυβόαι>· ταχυμάχαι <ὠκύθοον>· πόα τις ἡ <τρίφυλλος> καλουμένη <ὠκύμοροι>· ταχυθάνατοι, οἱ ἀώρῳ θνήσκοντες θανάτῳ <ὠκύνει>· ταχύνει, ὀξύνει <ὠκυπέτα>· ὀξέως πετομένω <ὠκύποροι>· ταχυπόροι <ὠκυπόροισι>· ταχέα ῥεύματα ἔχουσι καὶ πλέουσιν <ὠκύπορος>· ταχέως πορευόμενος <ὠκυπόρων>· ταχυπόρων <ὠκύπτερος>· ταχέως πετόμενος. ἢ εἰς ὀξὺ ληγούσας (πτέρυγας ἔχων) <ὠκύρ(ο)ον>· ταχύτατον <ὠκυρόῳ>· ταχέα ῥεύματα ἐχούσῃ <ὠκυρόῳ>· ταχέως ῥέοντι <ὠκύς>· ταχύς <ὠκύσημον>· ταχέως φανερόν <ὠκύτης>· ταχύτης <ὠκύτητος>· ταχύτητος <ὠλέθρευον>· ἐφόνευον <ὠλέκρανον>· ὁ ἀγκών *<ὠλέναι>· οἱ πήχεις τῶν χειρῶν καὶ βραχίονες. καὶ <ὠλέναι> ὁμοίως *<ὠλένας>· χεῖρας, ἀγκάλας <Ὠλέναδε>· ὡς ἄγραδε <Ὠλένιον>· κακόν ἢ δεινόν <Ὠλενία>· πόλις Ἀχαίας <ὠλέριον>· πόνος <ὠλεσίκαρποι>· αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ <ὠλεσίοικοι>· οἱ ἄσωτοι <ὤλετο>· ἀπώλετο <Ὠλία>· πόλις <ὠλίβραξαν>· ὤλισθον <ὠλιγγιᾶν>· νυστάζειν <ὠλιγγιά>· νυσταγμὸς ἀκαριαῖός τις. καὶ ἐπὶ τῶν βλεφάρων ῥυτίδας ἔχειν ὠλίγ(γ)ας φασίν. ἢ ἐλάχιστος <ὠλιγγήϊον>· ὀλίγον, βραχύτατον [<ὤλιγε>· παρεσκεύασεν] <ὤλισθεν>· ἐσφάλη, ὠλίσθησεν <ὡλιτήμερος>· (ὁ) ἡμαρτηκὼς τῶν ἡμερῶν <Ὠλιτός>· ὁ Νηρεὺς ἥρως <ὠλιτόφρονας>· ἀλιτροὺς τῶν φρενῶν, ἀνοήτους <ὠλλόν>· τὴν τοῦ βραχίονος καμπήν. οἱ δὲ ἀπὸ τῶν διφυῶν. τὸ ἀπὸ τοῦ ὀμφαλοῦ προστιθέμενον σπέρμα <ὠλοφύρετο>· ἐθρήνει <ὠλυγίων>· σκοτεινῶν. κακῶν. μακρῶν. ὀξέων. μεγάλων <ὦ λῷ(ς)τε>· ὦ βέλτιστε <ὠλώναντο>· ἱλασσάμενον <ὠμά>· τὰ παρὰ καιρὸν γινόμενα <ὠμάδιον>· ὠμαδὸν καὶ ἐπ' ὤμοις καὶ τὸ ἐπ' ὤμους ὠμάδιον <ὠμαδίς>· ἐπὶ τοῦ ὤμου <ὠμαλθὲς ἕλκος>· πρὸ καιροῦ συναχθέν <ὡμάρτησεν>· ἐπηκολούθησεν [<ὤμβρει>· ὦ πονηροί, ὦ ἄθλιοι] <ὦ μέλε(οι)>· ὦ ἄνθρωποι <ὠμηγέροντα>· τὸν μὴ καθη(ψη)μένον ἀπὸ τοῦ γήρως, μηδὲ πάνυ γέροντα [<ὠμηκότες>· προθυμούμενοι] <ὠμηλετόν>· ἐρηριγμένον <ὠμηλύσις>· τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα <ᾤμην>· ἐνόμιζον <ὡμήρησε>· συνέτυχεν, συνήντησεν, εἰς τὸ αὐτὸ ὤμους ἀλλήλοις γίνεσθαι τοὺς συναντῶντας <ὠμησταί>· ὠμοβόροι, ὠμοφάγοι <ὠμηστής>· ὁ ὠμὰ κρέα ἐσθίων <ὠμίας>· ὁ μεγάλους ὤμους ἔχων, ὁ εὐρύστερνος <ὡμίλει>· ἐπήρχετο <ὡμίλησε>· συνανεστράφη <ὡμιλήσαμεν>· συνανεστράφημεν, ἢ συνανεστρέψαμεν <ὤμιλλα>· παιδιά τις, ὅταν κύκλον περιγράψαντες βάλωσιν εἰς αὐτὸν κάρυα, εἶτα ἐν τῷ κύκλῳ μ.... λαμβάνει. ἢ ἔπαθλον <ὠμοβόρον>· ὠμοφάγον <ὠμογέρων>· οἱ μὲν τὸν ἀρξάμενον γηράσκειν, ἔτι δὲ ἰσχύοντα. οἱ δὲ τὸν μὴ λευκαινόμενον τὴν κεφαλήν, ὄντα δὲ πρεσβύτην <ὠμογέροντας>· τοὺς τοιούτους <ὠμοδάϊκτον>· ὠμοσπάρακτον <ὠμοθάλεκτα>· ὠμά <ὠμοθετεῖν>· τὸ ἀφ' ἑκάστου μέρους τοῦ ἐσφαγμένου ἱερείου ἀφαιρεῖν ἔτι ὠμοῦ ὄντος, καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν. ἐξηγεῖται δὲ αὐτὸς Ὅμηρος <ὠμοθετήσασθαι>· ὠμῶν ἀπάρξασθαι πάντων <ὠμόθει>· ὅρκοι ἐγένοντο <ᾤμοι>· οἴμοι. ἐπίῤῥημα σχετλιαστικόν <(ὤ)μο(ι)ν>· τῶν ὤμων <ὦμοι>· τὰ μετάφρενα <ὤμοισιν>· ἐν τοῖς ὤμοις <ὠμοκυδιᾶν>· ἐπὶ τῇ τῶν ὤμων εὐδοξίᾳ μέγα φρονεῖν. ἢ τῇ τάξει *<ὠμός>· ἀπάνθρωπος, ἀπηνής *<ὠμοτόκησεν>· ἐδυστόκησεν <ὠμόλι(ν)α>· τὰ ἄγρια ὀθόνια <ὡμολόγησαν>· συνέθεντο <ὠμόν>· ἄωρον, ἄγριον <ὠμοργόν>· σκληρόν <ὠμόρξατο>· ἀπεψήσατο [<ὠμός>· ὁ λιβανωτός. ἢ ὁ <βωμός>] <ὠμότης>· ἀπηνότης <ὠμοστράκω>· βουτίνω τρυβλίω <ὠμοφάγους δαῖτας>· τοὺς τὰ ὠμὰ κρέα μερίζοντας. καὶ ἐσθίοντας <ὦ μοχθηρέ>· ὦ ἐπίπονε <ὤμφυναν>· ἐδόξαζον <ὠμφύνειν>· ἐνδόξους ποιεῖν. <ὠμῷ>· τῷ παρὰ καιρὸν γινομένῳ <ὠμῷ γήραϊ>· τῷ πρὸ τῆς ὥρας γηράσκοντι <ὤμωξεν>· ὠδύρετο, ἐστέναξεν [<ὤμωσεν>· ὅρκῳ ἔστησεν] <ὤν>· ὑπάρχων. ἢ ὄντων <ὦναξ>· ὦ δέσποτα, ὦ ἄναξ <ὦναξ Παιών>· ὦ βασιλεῦ, ὁ κακὰ παύων Ἀπόλλων <ὧν ἄπο>· ἀφ' ὧν <ὠνάστια>· ἐνώτια φάρμακα <ὠνάρχος>· δῆμψος <ὤνατο>· ἀπέλαυσεν, ὄνησιν ἔσχεν <ὠνεῖν>· πωλεῖν. [ἀπολαύειν] <ὠνήμην>· ἀπέλαυσα [<ὠνησάμην>· ἐμεμψάμην] <ὤνησεν>· ὠφέλησεν, ἔσωσεν <ὤνησις>· πρᾶσις, ἀγορασία. [ἢ μέμψις. ὠφέλεια σωτήρια] <ὠνήσω>· τὰ αὐτά <ὠνητιῶν>· ἀγοραστικῶς ἔχων <ὤνητο>· ὤνατο, ὤνησιν ἔσχεν <ὠνθυλευμένον>· τὸ διεσταγμένον ἄρτυμα, ὅπερ ἔνιοι <μεμονθυ- λευμένον> <ὤνια>· τὰ πράσιμα <ὠνίου>· πρασίμου, ἀγοραστοῦ <ὠνίους>· ἀγοραστούς [<ὦννυ>· οὕτως] <ὦνον>· τὸ τίμημα τῆς τιμῆς, ἢ τιμή. ἤγουν ἡ ἀγορά <ὦνος>· ὠνή, τιμή, ἡ καταβαλλομένη ἀντί τινος <ὠνοσάμην>· ἐμεμψάμην, ἐξεφαύλισα, ἠτίμησα <(ὠ)νούμενοι>· ἀγοράζοντες <ᾠνοχόει>· ἐνέχεεν, ἐκίρνα <ὠνυχισμένον>· ἀφῃρημένον <ὠξυθυμώθη>· ὠργίσθη <Ὠξώλων>· ἔθνος βαρβάρων <ὦ οἰοῖ>· ἐπιφώνημα σχετλιαστικὸν παρὰ Ἴωσι <ᾤοντο>· ὑπελάμβανον, ἐνόμιζον <ὦ οὗτος>· ὦ αὐτός, ἢ ὦ σύ <ὦπα>· ὄψις, πρόσοψις, πρόσωπον <ὤπαζεν>· κατόπιν ἐπάγων ἐδίωκεν <ὠπάζεσθαι>· ὁρᾶν, σκοπεῖν <ὤπαινες>, ὠπαιν <ὤπασεν>· ἔδωκεν, ἐχαρίσατο <ὦ πέπον>· ὦ φίλτατε. ἄλλοι δὲ τὸν μαλακὸν τὴν ψυχὴν πέπονα κα- λοῦσιν. ἔνιοι δὲ ἔκλυτε, μάταιε <ὦπες>· ὀφθαλμοί <ὠπήσεσθαι>· ὄψεσθαι *<ὠπωτῆρε>· [διὰ φαρμάκων εἰώθασί τινες ἐπάγειν τῇ Ἑκάτῃ τὰς οἰκίας <ὤπια>· ὀφρύδια <Ὦπι ἄνασσα>· [πυῤῥὰ πρόθυρος, πῦρ πρὸ τῶν θυρῶν <ὠπίζετο>· ἐπιστροφὴν ἐποιεῖτο [<ὠπιζόμενος>· ἐπιστρεφόμενος] [<ὠπλή>· ἡ ἐκ χειρὸς πληγή] <ὡπλίζετο>· καθωπλίζετο <ὡπλίσατο>· παρεσκευάσατο <ὦ πόνῳ πονηρέ> ...... <ὦπται>· (ἐ)θεάθη <Ὠπός>· ὄνομα γενικῆς πτώσεως. διὸ καί τινες ἠξίωσαν ἀναγινώσκειν Ὠπός, ὡς Θρᾳκός <ὦ πόποι>· φεῦ φεῦ, παπαὶ τῶν χαλεπῶν. ἔστι δὲ ἐπίῤῥημα σχε- τλιασμοῦ ἢ θαυμασμοῦ δηλωτικόν. ὦ δαίμονες, ὦ φίλοι, ὦ θεοί <ὤπυιεν>· ἔγημεν <ὠπφρύναμαι>· ηὔφραμμαι <ὥρα>· τὸ ἔαρ, ἢ θέρος. ἢ μορφή <ὥρα>· καιρός. κάλλος. τροπή. εὐμορφία. ψιλῶς δὲ φροντίς, ἐπιμέλεια. <ὅθεν ὀλίγωρον> λέγομεν τὸν ὀλίγην ἔχοντα φροντίδα. [οἱ δὲ φυλα- κτήρια, ἢ προβλήματα] *<ὥρᾳ γάμων>· ἐν ἀκμῇ γάμων *<ὥρα ἔτους>· καιρὸς ἔτους, τὸ ἔαρ, καὶ τὸ θέρος <ὡραία>· ἀκμάζουσα, κάλλος ἔχουσα <ὡραίᾳ> τῇ ἡλικίᾳ. καὶ τῇ ὄψει <ὡραῖα>· νεκύσια. οἱ δὲ δαιμόνια. τάσσεται δὲ καὶ ἐπὶ τῶν ἐκ γῆς ὡραίων. καὶ ἐπὶ τῶν καθ' ὥραν συντελουμένων ἱερῶν <ὡραῖα θύειν>· τελετή τις, ἐν ᾗ τῶν ὡραίων ἁπάντων ἐγίνοντο ἀπαρ- χαί <ὡραία ἡμέρα>· ἡ ἑορτή <ὡραΐζεται>· καλλωπίζεται *<ὧραι>· καιροί *<ὡραίοις>· καιροῖς <ὡραϊσμένη>· καλλωπισμένη <ὡραῖον>· καίριον. καὶ τὸ ἱερεῖον, τὸ θῦμα τὸ καθ' ὥραν. καὶ ὁ τάρι- χος ὁ κατὰ τὸ ἔαρ συντιθέμενος <ὡραῖον κῆδος>· ὁ καθ' ὥραν τελευτήσας [<ὠραίοντο>· ὥρμων, ἐπορεύοντο] <ὡραιοπώλας>· ὁ τὴν ἀκμὴν πωλήσας. ὀπωροπώλης. ταριχοπώλης <ὡραῖος>· εὔμορφος, εὔτροπος, εὐσχήμων, εὐπρόσωπος <ὡραϊσμός>· καλλωπισμός, κάλλος <ὡραίων>· τῶν πεπανῶν. καὶ <ὡραίων>· τῶν καρπῶν <ὡρακιᾶν>· τὸ ἐν τοῖς βαλαν(ε)ίοις ἐκλύεσθαι. ἢ σκοτοῦσθαι. καὶ ὠχριᾶν <ὡρακιᾶν>· λ[ε]ιποψυχεῖν. ἐκλύεσθαι καὶ σκοτοῦσθαι μετὰ ὠχριάσεως ἢ καὶ ἱδρῶτος. οἱ δὲ ναυσιᾶν. καὶ σκοτοῦσθαι <ὡρακιάσας>· λ[ε]ιποψυχήσας <ὦ 'ράννα χελίδων>· ὀροφή <ὡρανιστήρ>· ἱμάς <ὡραπολεῖν>· κατὰ τὴν εἰθισμένην ὥραν ἑκάστου ἔτους ἀναπολεῖν. <Ἀναπολεῖν> δὲ λέγουσι τὸ τρὶς ἀροτριᾶν τὴν γῆν [<ὠργᾷ>· οἰστρεῖ, γαυριᾷ, ἢ πρὸς συνουσίαν ἐπείγεται, ἢ κατεπείγεται] [<ὠργάσαι>· πηλὸν ἕτοιμον παρασχεῖν] <ὠργασμένος>· μεμαλαγμένος [<ὤργατο>· κατηπ.γῃ, καὶ ἐν ἑτοίμῳ ἦν] [<ὠργημένον>· παρεσκευασμένον, ἕτοιμον] [<ὥργητο>· ὥριστο. ἔχρῃζεν] [<ὠργιᾶται>· χρῄζει. ὁρίζει] [<ὠργώς>· μεμηνήσας] <ὤργων>· ἐπεθύμουν. [ἐμεμίγησαν] <ὠρδυλευσάμην>· ἐμόχθησα [<ὠρέγει>· δίδου] <ὦρ[ε]ες>· γυναῖκες <ὤρεια>· φυλακτήρια <ὠρεῖν>· φυλάττειν. ὅθεν καὶ ὁ <θυρωρός> λέγεται *<ὠρέξατο>· ἐξέτεινεν *<ὤρεξε>· παρέσχεν, ἔδωκεν <ὠρέξατο>· ἐστοχάσατο. ἔλαβεν. ἐπεθύμησεν. ὥρμησεν <ὠρέον>· πηχυαῖον <ὦρες>· πύργοι ὠχυρωμένοι. κηδεμόνες <ὤρες(ς)ι>· γυναιξίν, ἀπὸ τοῦ συνεζεῦχθαι ἀνδράσιν <ὤρετο>· ὥρμα <ὠρεύειν>· τὸ τῶν ἀγρίων νομῶν καὶ ἐθνῶν ἐπιμελεῖσθαι <ὠρέοντο>· ὥρμων, ἐπορεύοντο <ὠρέχθη>· ἐπεθύμησεν <ὠρέχθησαν>· ἐπεθύμησαν <ὥρῃ>· καιρός. ἢ τῷ καιρῷ <ὠρημάτων>· φυλαγμάτων <ὥρη>· πάθος. οἱ δὲ πάχος καὶ παχύτητα <ὥρης>· ἀκμῆς <ὠρήσαντα>· φυλάσσοντα <ὠρήσσονται>· φυλάσσονται <ὠρητύς>· πήρωσις [<ὦρθεν>· ὥρμησεν. ἀνέστη, ἢ ἀνέστησεν] <ὤρθευεν δέμας>· ἀνώρθου. ἐθεράπευεν <ὥρια>· τὰ κατὰ τὴν ὥραν γινόμενα, ὡραῖα, ἢ ὥριμα <ὠρία>· τὸ πρῶτον ἀκρωτήριον τοῦ ἀστραγάλου <ὡρια(ί)νεις>· ὡραΐζει [<ὠριγνώμενον>· ὀρεγόμενον] <ὤριγμαι>· ὠ ...... <ὠρίγγη>· ἐώρα <ὠρίζει>· ὑπνοῖ· ὁμιλεῖ. φροντίζει, μεριμνᾷ. ἀδολεσχεῖ <ὥριμον>· καίριμον. ἢ τὸν καιρὸν [διήγειρεν. ἢ ἐτάραξεν <ὤρινεν>· ἐτάραξεν. ἠρέθισεν <ὠρίνθη>· ἐταράχθη <ὠρινθιᾶν>· ἐπείγεσθαι εἰς ἀπόπατον <ὥρισεν>· ἔκρινεν <ὡρισμένη>· ὑπόχρεως, ἢ ὅρους ἔχουσα καταπεπηγότας ἐπὶ δανείσμασι <ὥριστος>· ἄριστος <Ὠρίων>· ἄστρον οὕτω καλούμενον. ἢ ὄρνις ποιός <ὤρκυπτε>· ὑπερέκυπτε ἐπαιρόμενος <ὥρμ(αινεν)>· ἐνεθυμεῖτο, ἐβουλεύετο, ἐφρόντιζεν. [ἔπαινεν] <ὥρμαινε>· διενοεῖτο, ἐμερίμνα <ὥρμηνε>· [διενοεῖτο] <ὥρμησεν>· ἔπεμψεν [<ὡρμεῖσθαι>· ὁρμεῖν. τὸ πολεμεῖν] <ὡρμῶντο>· ἐξήεσαν <ὠρνεάζετο>· μετέωρον ἐπῆρε τὴν κεφαλήν <ὤ(ρ)νυτο>· ἀνίστατο. διηγείρετο <ὠροβισμένοι>· κεχορτασμένοι ἀπὸ τῶν βοῶν <ὡρογράφοι>· ἱστοριογράφοι, τὰ κατ' ἔτος πραττόμενα γράφοντες. <Ὧροι> γὰρ οἱ ἐνιαυτοί <ὠρόθυναν>· ἐτάραξαν. καὶ ἠρέθισαν [<ὤρονα>· τὰ ὄρια <ὡρῶντο>· ἤθελον] <ὤρορεν>· ὦρσε, διήγειρεν. ἐτάραξεν. ἔπεμψεν. ἐνέβαλεν <ὧροι>· οἱ ἐνιαυτοί <ὧρος>· ἐνιαυτός <ὦρος>· ἡ νύξ. [ἡ ἀπὸ Ὠκεανοῦ <Ὠροσίδης>· ὁ ἀπὸ Ὠρεσίου γεγονώς. οὗτος δ' ἔστι ποταμὸς ἐν τῇ ἔξω γῇ, ὥσπερ Ὠκεανός <ὡροσκόπος>· ὁ σκοπῶν τὰς ὥρας <ὤρου>· ὥρια. φύλακες <ὤρουεν>· ἐπῆγεν, ἐφώρμα <ὤρουσεν>· ὥρμησεν <ὤῤῥα>· τηνικαῦτα <ὦρτο>· ἀνέστη. ὥρμησεν. ἤρχετο <ὠρτός>· βωμός [<ὦρσαι>· παρορμῆσαι] <ὦρσεν>· παρώρμησεν <ὠρυγή>· φωνή. θόρυβος. κυρίως δὲ ἡ τῶν κυνῶν φωνή <ὠρύεσθαι>· κλαίειν. τάττεται δὲ ἐπὶ τῶν κυνῶν <ὠρύεται>· ὑλακτεῖ <ὤρυξαν>· ἔσκαψαν <ὠρυόμενος>· βρυχόμενος, ὑλακτῶν <ὠρυομένων>· κραζόντων. κυρίως δὲ ἐπὶ λιμῷ κλαιόντων λύκων, ἢ λεόντων, ἢ κυνῶν <ὤρφωσεν>· ὠρφάνισεν <ὠρώρει>· [διηγέρθη <ὤρωρεν>]· ἐκεκίνητο <ὠρωρέχατο>· ὁρμῶντες ἐπετίθουν <ὥς>· θαυμαστικὸν ἐπίῤῥημα. ἄλλοι οὕτως, ὁμοίως. ἀληθῶς. ἢ ὥσπερ. ἢ ἵνα. ἢ ὅτι. ἢ ὅτε. ἢ πρός. ἢ λίαν. ἢ [εἰς τὸ.] τὰ παραδείγματα εἰς τὸ τέλος τοῦ ω στοιχείου <ὦσαι>· διῶξαι. διασεῖσαι. βιάσασθαι. ἀποῤ(ῥ)ῖψαι <ὠσάμεθα>· ἀπωσάμεθα <ὠσάμενοι>· διώξαντες, ὠθήσαντες <ὠσάμην>· ἀπωσάμην, ἐδίωξα, ὤθησα <ὦσαν>· ὥστε, ἵνα. ἢ ἀπεώσαντο <ὡς ἄν τις εἴποι>· ... <ὡς ἂν οἷός τε ὦ>· ὡς ἂν δυνηθῶ .......... <ὥσα τε δεῖ>· ὡς ἐκ τούτου <ὡς αὖ πάλιν>· ἐκ δευτέρου <ὡς αὐτόν>· πρὸς αὐτόν <ὡσαύτως>· ὁμοίως, τοιούτως <ὡς βασιλέα>· πρὸς τὸν βασιλέα <ὡς δή>, [ὧ δὴ αὐτοῖς. ἢ] ἐπειδή <ὡς δή σφιν>· ὡς δὴ αὐτῖς <ὡς δοκέει>· ὡς νομίζει <ὡς ἐδόκει>· ὡς ἐνόμιζεν <ὣς εἰπών>· οὕτως εἰπών <ὡς εἶχεν>· ὅσον ἠδύνατο, ἴσχυεν. [ὡσεὶ τυχόν]. καθὼς ἔτυχεν, ἢ συνέβη <ὤσεις>· ὠθήσεις <ὡσεί τε>· καθάπερ <ὡς ἐχῖνος ἀναβάλλει τὸν τόκον>· παροιμία ἐπὶ τῶν πρὸς τὸ χεῖ- ρον χρονιζόντων <ὡς ἐκρίθη σοι>· ὡς ἐφάνη σοι <ὡς ἐμέ>· πρὸς ἐμέ, καθάπερ ἐμέ, ὡς ἐγώ <ὦσεν>· ἀνέτρεψεν, ὤθησεν. ἀπέκοψεν. ἀπώσατο. κατέβαλλεν <ὡς ἐνέπουσιν>· ὡς λέγουσιν <ὡς ἔνι>· ὡς ἔστιν, ὡς ἐγχωρεῖ <ὡς ἐν πινακίῳ>· ὡς ἐν εἰκόνι <ὡς ἔξεστιν>· ὡς δυνατόν <ὡς ἔοικεν>· ὡς φαίνεται. ὡς πρέπει, ὡς δεῖ <ὡς ἐπίπαν>· ὣς ἐπιτοπλεῖστον <ὦσέ τοι>· ὤθη(σε) σοι <ὡς ἔτυχεν>· [ὡς φθάς..] <ὡς ἔφασαν>· ὡς εἶπαν <ὡς ἔφασκεν>· ὡς ἔφη, ὡς εἶπεν <ὡς ἔφησθα>· ὡς εἶπας <ὡς ἔφυ>· ὡς ἐγένετο, ὡς ἔστιν <ὡς ἔχω>· εὐθέως <ὡς ἡμᾶς>· πρὸς ἡμᾶς <ὠσθείς>· ἀνατραπείς [<ὤσθησεν>· ὤθησεν. ἔπρασεν] <ὠσίν>· ὠτίοις, ἀκοαῖς, [ὠτίοις] <ὥς κεν>· ὅπως ἄν <ὦσιν>· ὑπάρχουσιν. εἰσίν <ὡς μάλιστα>· ὡς ὄντα δυνατόν <ὥς κέν τις>· ὅπως ἄν τις <ὠσμένῳ>· ὠθισμένῳ <ὡς μήτε κροῦσαι, μήθ' ὑπὲρ χεῖλος βαλεῖν>· παροιμία ἐπὶ τοῦ συμμέτρου τασσομένη <ὠσμός>· ἀνατροπή. ὤθησις, ὠθισμός <ὡς οἶμαι>· ὡς νομίζω <ὡς οἷόν τι>· ὡς δυνατόν <ὡς ὅγε>· καθὼς οὗτος <ὥς οἱ>· ὡς αὐτῷ <ὥσπερ>· καθώσπερ <ὥσπερ>· καθώς, καθάπερ <ὡς οὐκ ἐξικνούμενοι>· ὡς οὐχ ἥξοντες <ὥσπερ οὑφθαλμὸς [τοῦ] Διός>· ὡς ἀστραπή <ὥσπερ κόρας ἑλεῖν>· ἐπὶ τῶν εὐχερῶν λέγεται <ὡς πρίν>· ὡς πρότερον <ὡς πρὸς ἔνια>· ὡς πρὸς ἄλλα, ἢ τινά <ὡς ῥά>· ὡς δή <ᾧ σε>· διὰ τοῦτο[ν]· ᾧ σ' ἔβαλον Τρῶες <ὥς σοι>· οὕτω δή σοι <ὡς τὰ πολλά>· ὡς ἐπὶ τὸ πλεῖστον <ὥστε>· καθάπερ, οὐκοῦν, λοιπόν <ὥστε γάρ>· καθάπερ γάρ <ὥς(τε) στεροπή>· ἀστραπή <ὠστίζεσθαι>· ὠθεῖσθαι <ὠστιζόμε(ς)θα>· ὠθούμεθα, θλιβόμεθα <ὠστιοῦνται>· ὠσθήσονται <ὣς φάσαν>· οὕτως εἶπαν <ὣς φάτο>· οὕτως ἔφη, εἶπεν <ὠσφρήθη>· συνῆκεν [<ὤσφρησις>· ἀέρος μετάληψις] <ὠσφρῶντο>· συνῆκαν, ἤσθοντο, ἔγνωσαν <ὤσχη[ς]>· ὁ μετὰ κλήματος ἀμπέλου <ὦσχοι>· τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν <ὠσχοφόρια>· παῖδες εὐγενεῖς ἡβῶντες καταλέγονται οἱ φέροντες τὰς ὤσχας εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερόν. εἰσὶ δὲ κλήματα ἔχοντα βότρυς[ιν] *<Ὠσηέ>· ἑρμηνεύεται σωζόμενος <Ὠσχοφόριον>· τόπος Ἀθήνησι Φαληροῖ, ἔνθα τὸ τῆς Ἀθηνᾶς ἱερόν <ὦτα>· ἀκοαί, ὠτία <ὦτα>· τὰ μὴ στρογγύλα <ὠτακός>· παρώνυμον εἶναί φασιν <ὠτακουστεῖ>· περιέργως ἀκούει <ὦ τᾶν>· ὦ οὗτος. ἀντὶ τοῦ ὦ μακάριε, ὦ βέλτιστε <ὦ τᾶν>· ὦ σύ, ὦ ἑταῖρε, ὦ οὗτος, ὦ μακάριε. πρόσρημα τιμητικῆς λέ- ξεως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείᾳ πολλάκις <ὠτειλαί>· τραύματα, οὐλαί, τρώσεις <ὠτειλή>· ἡ ἐκ χειρὸς τρῶσις, ἢ τραῦμα <ὠτοκάταξις>· τὰ ὦτα τεθλασμένος <ὠτοκοπεῖ>· κεφαλαλγεῖ, ἐνοχλεῖ, λαλῶν [<ὠτοκουστής>· ὁ ὑποκρινόμενος] <ὡς τούς>· ὡς τούτους <ὠτός>· ὄρνεον ὅμοιον γλαυκί. οἱ δὲ νυκτικόρακα λέγουσιν <Ὦτος> καὶ <Ἐφιάλτης>· Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες .......... <ὤτρυνε>· παρώρμησε, διήγειρεν <ὦ τύμπανα>· ὦ ἐπιτήδειοι τυμπανισθῆναι <(ὤ)των>· ὠτίων <Ὠφέλης>· ὁ Ἐφιάλτης <ὤφε[ι]λεν>· ὤφειλεν <ὠφέ[ι]λουν>· εὐεργέτουν <ὠφθαλμιάσας>· τὸν ὀφθαλμὸν ἐπέβαλεν <ὤφθη>· ὡράθη, ἐθεάθη <ὠφίλει>· ἐπήρχετο <ὦ φιλότης>· ὦ προσφιλέστατε. ὦ φίλε. ὦ ἑταῖρε [<ὤφλημα>· χρέος] <ὦφλε>· κατεδικάζετο, ἐπὶ τῇ δίκῃ ὤφλησεν. καὶ τὸ ὤφειλεν <ὠφλίσκανον>· κατεδικάζοντο <ὠφρόν>· ἐλαφρόν <ὠφρυωμένος>· ἐπηρμένος <ὠφύϊα>· ἡ δορά. καὶ βοτάνη τις <ὠχεῖτο>· ἐκάθητο <ὤχετο>· ἔφυγεν, ἀπέδρα. ἀπώλετο. ἢ ἐπορεύθη <ὠχέτευεν>· ὑδραγώγει. καὶ ἐτάφρευεν [<ὠχλεῖ>· ὠθεῖ. νοσεῖ] <ὤχθησαν>· ἠγανάκτησαν, ἐλύπησαν, ἐστέναξαν <ὤχλησεν>· ἐμόχθησεν. ἐκίνησεν, ἐμόχλευσεν, ὤθησεν. ἐνόσησεν <ὤχμασαν>· κατέσχον, ἐδέσμευσαν <ὠχμασμένον>· κατεχόμενον, δεδεμένον <ᾠχόμην>· ἐπορευόμην <ᾤχοντο>· ἐπορεύοντο <ὤχουν>· ἐκάθηντο <ὤχρα>· ὠχρίασεν <ὠχρᾷς>· ὠχρίας εἶς. [καὶ ὄσπριον λαθύρῳ ἐοικός <ὠχρήσαντα>· ὠχριάσαντα <ὦχρος>· ὠχρίασις, χλωρότης. χλωρός <ὠχυρωμένη>· ἠσφαλισμένη <ὤψ>· ὄψις, ὀφθαλμός <ὤψατο>· εὔξατο. ἐμαρτύρατο. (ε)ἶδεν <ὦψαι>· ὤφθης <ὤψειον>· [ὤπτεισαν. εἶχον.] περιεβλέποντο, ἰδεῖν ἐβούλοντο <ὠψά>· τὰ ὀπτητήρια <ὠψιζόμην>· ὀψὲ ἐποίουν. βράδιον ἠρχόμην <ὠψίσθην>· ὤψισα <ὠψισμένον>· ὀψὲ τῆς ὥρας, βραδέως ἐρχόμενον <ὠψικότα>· βράδιον ἥκοντα [<ὤψουν>· ἐμαγείρευον, [ὤπτουν]] <ὠῶν>· περιστομίων τῶν ἱματίων [<ὭΣ>· συνήθως· μνήσομαι, ὥς (μ)' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν καὶ ὅμως· ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι καὶ ὃν τρόπον· ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμας[ε]' καὶ ὁμοίως· ὣς δ' αὕτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη καὶ ἐπεί· ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι καὶ ἡνίκα· οἱ δ' ὡς οὖν εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν καὶ οὕτως· ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκη(τ)αι καὶ πῶς· ὠποποῖ, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει καὶ ὅτι· ἔγνως ὡς θεός εἰμι καὶ πρός· ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον καὶ θαυμαστικὸν ἐπίῤῥημα· ὥς σ' ἔβαλον Τρῶες καὶ ὡς ἔρις ἔκ τε θεῶν, ἔκ τ' ἀνθρώπων ἀπόλοιτο καὶ διό[ς] ὣς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα καὶ ὅτε· Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανε(ν) καὶ τότε· ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν ὁτὲ δὲ συναπτικὸν σύνδεσμον· ὡς ὑμεῖς παρ' ἐμοῖο θοὴν ἐπὶ νῆα κίοιτε ὁτὲ δὲ ἀνακεφαλαιωτικόν ὥς τ' ἦλθ' ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον ὁτὲ δὲ καὶ τὸ ὄντως· ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός ὁτὲ δὲ τὸ ὡς ἂν καὶ τὸ ἄχρι· ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου ὁτὲ δὲ καὶ τὸ εὐθέως· ὡς ἴδεν, ὣς ἀνέπαλτο Σοφοκλῆς δὲ Λαρισσαίοις ἀντὶ τοῦ λίαν· ὡς καὶ τύραννι πᾶς ἐγγίζεται φυγεῖν καὶ Μένανδρος· ἔγημε θαυμαστῶς γυναῖχ' ὡς σώφρονα <Ὠρίων>· σύστημα <κδ> ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην. οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι καί φασι, τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου μεγέθους. καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς γραφῆς ὡς ἓν σῶμα Ὠρίων ὠνόμασται. ἄστρα δὲ ταῦτα λέγουσι καὶ οὐχὶ ἀστέρας, ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθέκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου μέμνηται ἡ γραφή, ὃν μεταξὺ τῶν μηρῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται, ὑπὸ τῆς γραφῆς· ὡς καὶ ὑπὸ τῶν ἔξωθεν δῆλον, ὅτι παρ' Ἑβραίων πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. ἑνῶνται δὲ καὶ ἐν τῇ Πλειάδι ἑπτὰ ἀστέρες συνεχεῖς, καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους, οὐχὶ δὲ ἕξ, ὅπερ τινὲς οἴονται. κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα ἐν Ἡσαΐᾳ τῷ προφήτῃ, τοῦ Ὠρίωνος, οὕτω τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰώβ. ὅς φησιν· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα νότου